ΙΠΠΟΛΥΤΟΣ
Ἀφροδίτη Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τʼ ἔσω·
ὅσοι τε Πόντου τερμόνων τʼ Ἀτλαντικῶν
ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου,
τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
σφάλλω δʼ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·
τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.
δείξω δὲ μύθων τῶνδʼ ἀλήθειαν τάχα.
ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,
Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,
μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας
λέγει κακίστην δαιμόνων πεφυκέναι·
ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων,
Φοίβου δʼ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,
τιμᾶι, μεγίστην δαιμόνων ἡγούμενος,
χλωρὰν δʼ ἀνʼ ὕλην παρθένωι ξυνὼν ἀεὶ
κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
μείζω βροτείας προσπεσὼν ὁμιλίας.
τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;
ἃ δʼ εἰς ἔμʼ ἡμάρτηκε τιμωρήσομαι
Ἱππόλυτον ἐν τῆιδʼ ἡμέραι· τὰ πολλὰ δὲ
πάλαι προκόψασʼ, οὐ πόνου πολλοῦ με δεῖ.
ἐλθόντα γάρ νιν Πιτθέως ποτʼ ἐκ δόμων
σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων
Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ
ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
ἔρωτι δεινῶι τοῖς ἐμοῖς βουλεύμασιν.
καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
πέτραν παρʼ αὐτὴν Παλλάδος, κατόψιον
γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθείσατο,
ἐρῶσʼ ἔρωτʼ ἔκδημον, Ἱππολύτωι δʼ ἔπι
τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν.
ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα
μίασμα φεύγων αἵματος Παλλαντιδῶν
καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα
ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη
κέντροις ἔρωτος ἡ τάλαινʼ ἀπόλλυται
σιγῆι, ξύνοιδε δʼ οὔτις οἰκετῶν νόσον.
ἀλλʼ οὔτι ταύτηι τόνδʼ ἔρωτα χρὴ πεσεῖν,
δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται.
καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος
ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,
μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῶι·
ἡ δʼ εὐκλεὴς μὲν ἀλλʼ ὅμως ἀπόλλυται
Φαίδρα· τὸ γὰρ τῆσδʼ οὐ προτιμήσω κακὸν
τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
δίκην τοσαύτην ὥστε μοι καλῶς ἔχειν.
ἀλλʼ εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,
Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
πολὺς δʼ ἅμʼ αὐτῶι προσπόλων ὀπισθόπους
κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν
ὕμνοισιν· οὐ γὰρ οἶδʼ ἀνεωιγμένας πύλας
Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
Ἱππόλυτος ἕπεσθʼ ἄιδοντες ἕπεσθε
τὰν Διὸς οὐρανίαν
Ἄρτεμιν, ἇι μελόμεσθα.
Ἱππόλυτος καὶ θεράποντες πότνια πότνια σεμνοτάτα,
Ζηνὸς γένεθλον,
χαῖρε χαῖρέ μοι, ὦ κόρα
Λατοῦς Ἄρτεμι καὶ Διός,
καλλίστα πολὺ παρθένων,
ἃ μέγαν κατʼ οὐρανὸν
ναίεις εὐπατέρειαν αὐ-
λάν, Ζηνὸς πολύχρυσον οἶκον.
χαῖρέ μοι, ὦ καλλίστα
καλλίστα τῶν κατʼ Ὄλυμπον.
Ἱππόλυτος σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
οὔτʼ ἦλθέ πω σίδηρος, ἀλλʼ ἀκήρατον
μέλισσα λειμῶνʼ ἠρινὴ διέρχεται,
Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,
ὅσοις διδακτὸν μηδὲν ἀλλʼ ἐν τῆι φύσει
τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντʼ ἀεί,
τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δʼ οὐ θέμις.
ἀλλʼ, ὦ φίλη δέσποινα, χρυσέας κόμης
ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
μόνωι γάρ ἐστι τοῦτʼ ἐμοὶ γέρας βροτῶν·
σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
κλύων μὲν αὐδῆς, ὄμμα δʼ οὐχ ὁρῶν τὸ σόν.
τέλος δὲ κάμψαιμʼ ὥσπερ ἠρξάμην βίου.
Θεράπων ἄναξ, θεοὺς γὰρ δεσπότας καλεῖν χρεών,
ἆρʼ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
Ἱππόλυτος καὶ κάρτα γʼ· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθʼ ἄν.
Θεράπων οἶσθʼ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος;
Ἱππόλυτος οὐκ οἶδα· τοῦ δὲ καί μʼ ἀνιστορεῖς πέρι;
Θεράπων μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
Ἱππόλυτος ὀρθῶς γε· τίς δʼ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
Θεράπων ἐν δʼ εὐπροσηγόροισίν ἐστί τις χάρις;
Ἱππόλυτος πλείστη γε, καὶ κέρδος γε σὺν μόχθωι βραχεῖ.
Θεράπων ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
Ἱππόλυτος εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
Θεράπων πῶς οὖν σὺ σεμνὴν δαίμονʼ οὐ προσεννέπεις;
Ἱππόλυτος τίνʼ; εὐλαβοῦ δὲ μή τί σου σφαλῆι στόμα.
Θεράπων τήνδʼ ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
Ἱππόλυτος πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
Θεράπων σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
Ἱππόλυτος οὐδείς μʼ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
Θεράπων τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
Ἱππόλυτος ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
Θεράπων εὐδαιμονοίης, νοῦν ἔχων ὅσον σε δεῖ.
Ἱππόλυτος χωρεῖτʼ, ὀπαδοί, καὶ παρελθόντες δόμους
σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας
τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν
ἵππους, ὅπως ἂν ἅρμασι ζεύξας ὕπο
βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
τὴν σὴν δὲ Κύπριν πόλλʼ ἐγὼ χαίρειν λέγω.
Θεράπων ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον
φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν
προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
δέσποινα Κύπρι· χρὴ δὲ συγγνώμην ἔχειν.
εἴ τίς σʼ ὑφʼ ἥβης σπλάγχνον ἔντονον φέρων
μάταια βάζει, μὴ δόκει τούτου κλύειν·
σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.
Χορός Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
βαπτὰν κάλπισι πα-
γὰν ῥυτὰν προιεῖσα κρημνῶν.
τόθι μοί τις ἦν φίλα
πορφύρεα φάρεα
ποταμίαι δρόσωι
τέγγουσα, θερμᾶς δʼ ἐπὶ νῶτα πέτρας
εὐαλίου κατέβαλλʼ· ὅθεν μοι
πρώτα φάτις ἦλθε δεσποίνας,
τειρομέναν νοσερᾶι κοίται δέμας ἐντὸς ἔχειν
οἴκων, λεπτὰ δὲ φά-
ρη ξανθὰν κεφαλὰν σκιάζειν·
τριτάταν δέ νιν κλύω
τάνδʼ ἀβρωσίαι
στόματος ἁμέραν
Δάματρος ἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,
κρυπτῶι πάθει θανάτου θέλουσαν
κέλσαι ποτὶ τέρμα δύστανον.
σὺ γὰρ ἔνθεος, ὦ κούρα,
εἴτʼ ἐκ Πανὸς εἴθʼ Ἑκάτας
ἢ σεμνῶν Κορυβάντων
φοιτᾶις ἢ ματρὸς ὀρείας;
σὺ δʼ ἀμφὶ τὰν πολύθη-
ρον Δίκτυνναν ἀμπλακίαις
ἀνίερος ἀθύτων πελανῶν τρύχηι;
φοιτᾶι γὰρ καὶ διὰ Λί-
μνας χέρσον θʼ ὕπερ πελάγους
δίναις ἐν νοτίαις ἅλμας.
ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
ἀρχαγόν, τὸν εὐπατρίδαν,
ποιμαίνει τις ἐν οἴκοις
κρυπτᾶι κοίται λεχέων σῶν;
ἢ ναυβάτας τις ἔπλευ-
σεν Κρήτας ἔξορμος ἀνὴρ
λιμένα τὸν εὐξεινότατον ναύταις
φήμαν πέμπων βασιλεί-
αι, λύπαι δʼ ὑπὲρ παθέων
εὐναία δέδεται ψυχά;
φιλεῖ δὲ τᾶι δυστρόπωι γυναικῶν
ἁρμονίαι κακὰ
δύστανος ἀμηχανία συνοικεῖν
ὠδίνων τε καὶ ἀφροσύνας.
διʼ ἐμᾶς ἦιξέν ποτε νηδύος ἅδʼ
αὔρα· τὰν δʼ εὔλοχον οὐρανίαν
τόξων μεδέουσαν ἀύτευν
Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
σὺν θεοῖσι φοιτᾶι.
ἀλλʼ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν
τήνδε κομίζουσʼ ἔξω μελάθρων.
στυγνὸν δʼ ὀφρύων νέφος αὐξάνεται·
τί ποτʼ ἐστὶ μαθεῖν ἔραται ψυχή,
τί δεδήληται
δέμας ἀλλόχροον βασιλείας.
Τροφός ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι·
τί σʼ ἐγὼ δράσω, τί δὲ μὴ δράσω;
τόδε σοι φέγγος, λαμπρὸς ὅδʼ αἰθήρ,
ἔξω δὲ δόμων ἤδη νοσερᾶς
δέμνια κοίτης.
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,
τάχα δʼ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
ταχὺ γὰρ σφάλληι κοὐδενὶ χαίρεις,
οὐδέ σʼ ἀρέσκει τὸ παρόν, τὸ δʼ ἀπὸν
φίλτερον ἡγῆι.
κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·
τὸ μέν ἐστιν ἁπλοῦν, τῶι δὲ συνάπτει
λύπη τε φρενῶν χερσίν τε πόνος.
πᾶς δʼ ὀδυνηρὸς βίος ἀνθρώπων
κοὐκ ἔστι πόνων ἀνάπαυσις.
ἀλλʼ ὅτι τοῦ ζῆν φίλτερον ἄλλο
σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
δυσέρωτες δὴ φαινόμεθʼ ὄντες
τοῦδʼ ὅτι τοῦτο στίλβει κατὰ γῆν
διʼ ἀπειροσύνην ἄλλου βιότου
κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,
μύθοις δʼ ἄλλως φερόμεσθα.
Φαίδρα αἴρετέ μου δέμας, ὀρθοῦτε κάρα·
λέλυμαι μελέων σύνδεσμα φίλων.
λάβετʼ εὐπήχεις χεῖρας, πρόπολοι.
βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν·
ἄφελʼ, ἀμπέτασον βόστρυχον ὤμοις.
Τροφός θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
μετάβαλλε δέμας·
ῥᾶιον δὲ νόσον μετά θʼ ἡσυχίας
καὶ γενναίου λήματος οἴσεις.
μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
Φαίδρα αἰαῖ· πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
καθαρῶν ὑδάτων πῶμʼ ἀρυσαίμαν,
ὑπό τʼ αἰγείροις ἔν τε κομήτηι
λειμῶνι κλιθεῖσʼ ἀναπαυσαίμαν;
Τροφός ὦ παῖ, τί θροεῖς;
οὐ μὴ παρʼ ὄχλωι τάδε γηρύσηι,
μανίας ἔποχον ῥίπτουσα λόγον;
Φαίδρα πέμπετέ μʼ εἰς ὄρος· εἶμι πρὸς ὕλαν
καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
στείβουσι κύνες
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.
πρὸς θεῶν· ἔραμαι κυσὶ θωύξαι
καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
Θεσσαλὸν ὅρπακʼ, ἐπίλογχον ἔχουσʼ
ἐν χειρὶ βέλος.
Τροφός τί ποτʼ, ὦ τέκνον, τάδε κηραίνεις;
τί κυνηγεσίων καὶ σοὶ μελέτη;
τί δὲ κρηναίων νασμῶν ἔρασαι;
πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
κλειτύς, ὅθεν σοι πῶμα γένοιτʼ ἄν.
Φαίδρα δέσποινʼ ἁλίας Ἄρτεμι Λίμνας
καὶ γυμνασίων τῶν ἱπποκρότων,
εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις
πώλους Ἐνετὰς δαμαλιζομένα.
Τροφός τί τόδʼ αὖ παράφρων ἔρριψας ἔπος;
νῦν δὴ μὲν ὄρος βᾶσʼ ἐπὶ θήρας
πόθον ἐστέλλου, νῦν δʼ αὖ ψαμάθοις
ἐπʼ ἀκυμάντοις πώλων ἔρασαι.
τάδε μαντείας ἄξια πολλῆς,
ὅστις σε θεῶν ἀνασειράζει
καὶ παρακόπτει φρένας, ὦ παῖ.
Φαίδρα δύστηνος ἐγώ, τί ποτʼ εἰργασάμην;
ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;
ἐμάνην, ἔπεσον δαίμονος ἄτηι.
φεῦ φεῦ τλήμων.
μαῖα, πάλιν μου κρύψον κεφαλήν,
αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
κρύπτε· κατʼ ὄσσων δάκρυ μοι βαίνει
καὶ ἐπʼ αἰσχύνην ὄμμα τέτραπται.
τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾶι,
τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ
μὴ γιγνώσκοντʼ ἀπολέσθαι.
Τροφός κρύπτω· τὸ δʼ ἐμὸν πότε δὴ θάνατος
σῶμα καλύψει;
πολλὰ διδάσκει μʼ ὁ πολὺς βίοτος·
χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
φιλίας θνητοὺς ἀνακίρνασθαι
καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
εὔλυτα δʼ εἶναι στέργηθρα φρενῶν
ἀπό τʼ ὤσασθαι καὶ ξυντεῖναι·
τὸ δʼ ὑπὲρ δισσῶν μίαν ὠδίνειν
ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
τῆσδʼ ὑπεραλγῶ.
βιότου δʼ ἀτρεκεῖς ἐπιτηδεύσεις
φασὶ σφάλλειν πλέον ἢ τέρπειν
τῆι θʼ ὑγιείαι μᾶλλον πολεμεῖν.
οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
τοῦ μηδὲν ἄγαν·
καὶ ξυμφήσουσι σοφοί μοι.
Χορός γύναι γεραιά, βασιλίδος πιστὴ τροφέ,
Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας,
ἄσημα δʼ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
σοῦ δʼ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθʼ ἄν.
Τροφός οὐκ οἶδʼ, ἐλέγχουσʼ· οὐ γὰρ ἐννέπειν θέλει.
Χορός οὐδʼ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
Τροφός ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾶι τάδε.
Χορός ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.
Τροφός πῶς δʼ οὔ, τριταίαν γʼ οὖσʼ ἄσιτος ἡμέραν;
Χορός πότερον ὑπʼ ἄτης ἢ θανεῖν πειρωμένη;
Τροφός θανεῖν; ἀσιτεῖ γʼ εἰς ἀπόστασιν βίου.
Χορός θαυμαστὸν εἶπας, εἰ τάδʼ ἐξαρκεῖ πόσει.
Τροφός κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
Χορός ὁ δʼ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;
Τροφός ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
Χορός σὺ δʼ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
Τροφός ἐς πάντʼ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.
οὐ μὴν ἀνήσω γʼ οὐδὲ νῦν προθυμίας,
ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῆις
οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
ἄγʼ, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
λαθώμεθʼ ἄμφω, καὶ σύ θʼ ἡδίων γενοῦ
στυγνὴν ὀφρῦν λύσασα καὶ γνώμης ὁδόν,
ἐγώ θʼ ὅπηι σοι μὴ καλῶς τόθʼ εἱπόμην
μεθεῖσʼ ἐπʼ ἄλλον εἶμι βελτίω λόγον.
κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
εἰ δʼ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
λέγʼ, ὡς ἰατροῖς πρᾶγμα μηνυθῆι τόδε.
εἶἑν, τί σιγᾶις; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
ἀλλʼ ἤ μʼ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
φθέγξαι τι, δεῦρʼ ἄθρησον. ὦ τάλαινʼ ἐγώ,
γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
ἴσον δʼ ἄπεσμεν τῶι πρίν· οὔτε γὰρ τότε
λόγοις ἐτέγγεθʼ ἥδε νῦν τʼ οὐ πείθεται.
ἀλλʼ ἴσθι μέντοι—πρὸς τάδʼ αὐθαδεστέρα
γίγνου θαλάσσης—εἰ θανῆι, προδοῦσα σοὺς
παῖδας, πατρώιων μὴ μεθέξοντας δόμων,
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο,
νόθον φρονοῦντα γνήσιʼ, οἶσθά νιν καλῶς,
Ἱππόλυτον ... Φαίδρα οἶμοι. Τροφός θιγγάνει σέθεν τόδε;
Φαίδρα ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν
τοῦδʼ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
Τροφός ὁρᾶις; φρονεῖς μὲν εὖ, φρονοῦσα δʼ οὐ θέλεις
παῖδάς τʼ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
Φαίδρα φιλῶ τέκνʼ· ἄλληι δʼ ἐν τύχηι χειμάζομαι.
Τροφός ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
Φαίδρα χεῖρες μὲν ἁγναί, φρὴν δʼ ἔχει μίασμά τι.
Τροφός μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
Φαίδρα φίλος μʼ ἀπόλλυσʼ οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τροφός Θησεύς τινʼ ἡμάρτηκεν ἐς σʼ ἁμαρτίαν;
Φαίδρα μὴ δρῶσʼ ἔγωγʼ ἐκεῖνον ὀφθείην κακῶς.
Τροφός τί γὰρ τὸ δεινὸν τοῦθʼ ὅ σʼ ἐξαίρει θανεῖν;
Φαίδρα ἔα μʼ ἁμαρτεῖν· οὐ γὰρ ἐς σʼ ἁμαρτάνω.
Τροφός οὐ δῆθʼ ἑκοῦσά γʼ, ἐν δὲ σοὶ λελείψομαι.
Φαίδρα τί δρᾶις; βιάζηι, χειρὸς ἐξαρτωμένη;
Τροφός καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
Φαίδρα κάκʼ ὦ τάλαινά σοι τάδʼ, εἰ πεύσηι, κακά.
Τροφός μεῖζον γὰρ ἤ σου μὴ τυχεῖν τί μοι κακόν;
Φαίδρα ὀλῆι. τὸ μέντοι πρᾶγμʼ ἐμοὶ τιμὴν φέρει.
Τροφός κἄπειτα κρύπτεις, χρήσθʼ ἱκνουμένης ἐμοῦ;
Φαίδρα ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
Τροφός οὔκουν λέγουσα τιμιωτέρα φανῆι;
Φαίδρα ἄπελθε πρὸς θεῶν δεξιάν τʼ ἐμὴν μέθες.
Τροφός οὐ δῆτʼ, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
Φαίδρα δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
Τροφός σιγῶιμʼ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
Φαίδρα ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.
Τροφός ὃν ἔσχε ταύρου, τέκνον; ἢ τί φὴις τόδε;
Φαίδρα σύ τʼ, ὦ τάλαινʼ ὅμαιμε, Διονύσου δάμαρ.
Τροφός τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;
Φαίδρα τρίτη δʼ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τροφός ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φαίδρα ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
Τροφός οὐδέν τι μᾶλλον οἶδʼ ἃ βούλομαι κλύειν.
Φαίδρα φεῦ· πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Τροφός οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
Φαίδρα τί τοῦθʼ ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;
Τροφός ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θʼ ἅμα.
Φαίδρα ἡμεῖς ἂν εἶμεν θατέρωι κεχρημένοι.
Τροφός τί φήις; ἐρᾶις, ὦ τέκνον; ἀνθρώπων τίνος;
Φαίδρα ὅστις ποθʼ οὗτός ἐσθʼ, ὁ τῆς Ἀμαζόνος ...
Τροφός Ἱππόλυτον αὐδᾶις; Φαίδρα σοῦ τάδʼ, οὐκ ἐμοῦ, κλύεις.
Τροφός οἴμοι, τί λέξεις, τέκνον; ὥς μʼ ἀπώλεσας.
γυναῖκες, οὐκ ἀνασχέτʼ, οὐκ ἀνέξομαι
ζῶσʼ· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
ῥίψω μεθήσω σῶμʼ, ἀπαλλαχθήσομαι
βίου θανοῦσα· χαίρετʼ, οὐκέτʼ εἴμʼ ἐγώ.
οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλʼ ὅμως,
κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρʼ ἦν θεός,
ἀλλʼ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
Χορός ἄιες ὤ, ἔκλυες ὤν,
ἀνήκουστα τᾶς τυράννου πάθεα μέλεα θρεομένας;
ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,
κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ·
ὦ τάλαινα τῶνδʼ ἀλγέων·
ὦ πόνοι τρέφοντες βροτούς.
ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
τίς σε παναμέριος ὅδε χρόνος μένει;
τελευτάσεταί τι καινὸν δόμοις·
ἄσημα δʼ οὐκέτʼ ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Φαίδρα Τροζήνιαι γυναῖκες, αἳ τόδʼ ἔσχατον
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
ἤδη ποτʼ ἄλλως νυκτὸς ἐν μακρῶι χρόνωι
θνητῶν ἐφρόντισʼ ἧι διέφθαρται βίος.
καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
πράσσειν κακίονʼ· ἔστι γὰρ τό γʼ εὖ φρονεῖν
πολλοῖσιν· ἀλλὰ τῆιδʼ ἀθρητέον τόδε·
τὰ χρήστʼ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
οὐκ ἐκπονοῦμεν δʼ, οἱ μὲν ἀργίας ὕπο,
οἱ δʼ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
ἄλλην τινʼ· εἰσὶ δʼ ἡδοναὶ πολλαὶ βίου,
μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
αἰδώς τε· δισσαὶ δʼ εἰσίν, ἡ μὲν οὐ κακή,
ἡ δʼ ἄχθος οἴκων· εἰ δʼ ὁ καιρὸς ἦν σαφής,
οὐκ ἂν δύʼ ἤστην ταὔτʼ ἔχοντε γράμματα.
ταῦτʼ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσʼ ἐγώ,
οὐκ ἔσθʼ ὁποίωι φαρμάκωι διαφθερεῖν
ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.
ἐπεί μʼ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
κάλλιστʼ ἐνέγκαιμʼ αὐτόν. ἠρξάμην μὲν οὖν
ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον·
γλώσσηι γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
φρονήματʼ ἀνδρῶν νουθετεῖν ἐπίσταται,
αὐτὴ δʼ ὑφʼ αὑτῆς πλεῖστα κέκτηται κακά.
τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
τῶι σωφρονεῖν νικῶσα προυνοησάμην.
τρίτον δʼ, ἐπειδὴ τοισίδʼ οὐκ ἐξήνυτον
Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.
ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
μήτʼ αἰσχρὰ δρώσηι μάρτυρας πολλοὺς ἔχειν.
τὸ δʼ ἔργον ἤιδη τὴν νόσον τε δυσκλεᾶ,
γυνή τε πρὸς τοῖσδʼ οὖσʼ ἐγίγνωσκον καλῶς,
μίσημα πᾶσιν· ὡς ὄλοιτο παγκάκως
ἥτις πρὸς ἄνδρας ἤρξατʼ αἰσχύνειν λέχη
πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
τόδʼ ἦρξε θηλείαισι γίγνεσθαι κακόν·
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῆι,
ἦ κάρτα δόξει τοῖς κακοῖς γʼ εἶναι καλά.
μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
λάθραι δὲ τόλμας οὐ καλὰς κεκτημένας·
αἳ πῶς ποτʼ, ὦ δέσποινα ποντία Κύπρι,
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
τέραμνά τʼ οἴκων μή ποτε φθογγὴν ἀφῆι;
ἡμᾶς γὰρ αὐτὸ τοῦτʼ ἀποκτείνει, φίλαι,
ὡς μήποτʼ ἄνδρα τὸν ἐμὸν αἰσχύνασʼ ἁλῶ,
μὴ παῖδας οὓς ἔτικτον· ἀλλʼ ἐλεύθεροι
παρρησίαι θάλλοντες οἰκοῖεν πόλιν
κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκʼ εὐκλεεῖς.
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ἦι,
ὅταν ξυνειδῆι μητρὸς ἢ πατρὸς κακά.
μόνον δὲ τοῦτό φασʼ ἁμιλλᾶσθαι βίωι,
γνώμην δικαίαν κἀγαθὴν ὅτωι παρῆι·
κακοὺς δὲ θνητῶν ἐξέφηνʼ ὅταν τύχηι,
προθεὶς κάτοπτρον ὥστε παρθένωι νέαι,
χρόνος· παρʼ οἷσι μήποτʼ ὀφθείην ἐγώ.
Χορός φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
Τροφός δέσποινʼ, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
νῦν δʼ ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
οὐ γὰρ περισσὸν οὐδὲν οὐδʼ ἔξω λόγου
πέπονθας, ὀργαὶ δʼ ἐς σʼ ἀπέσκηψαν θεᾶς.
ἐρᾶις — τί τοῦτο θαῦμα; — σὺν πολλοῖς βροτῶν·
κἄπειτʼ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
ὅσοι τε μέλλουσʼ, εἰ θανεῖν αὐτοὺς χρεών.
Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῆι,
ἣ τὸν μὲν εἴκονθʼ ἡσυχῆι μετέρχεται,
ὃν δʼ ἂν περισσὸν καὶ φρονοῦνθʼ εὕρηι μέγα,
τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.
φοιτᾶι δʼ ἀνʼ αἰθέρʼ, ἔστι δʼ ἐν θαλασσίωι
κλύδωνι Κύπρις, πάντα δʼ ἐκ ταύτης ἔφυ·
ἥδʼ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσʼ ἔρον,
οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόνʼ ἔκγονοι.
ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
ἔχουσιν αὐτοί τʼ εἰσὶν ἐν μούσαις ἀεὶ
ἴσασι μὲν Ζεὺς ὥς ποτʼ ἠράσθη γάμων
Σεμέλης, ἴσασι δʼ ὡς ἀνήρπασέν ποτε
ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
ἔρωτος οὕνεκʼ· ἀλλʼ ὅμως ἐν οὐρανῶι
ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
στέργουσι δʼ, οἶμαι, ξυμφορᾶι νικώμενοι.
σὺ δʼ οὐκ ἀνέξηι; χρῆν σʼ ἐπὶ ῥητοῖς ἄρα
πατέρα φυτεύειν ἢ ʼπὶ δεσπόταις θεοῖς
ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
πόσους δοκεῖς δὴ κάρτʼ ἔχοντας εὖ φρενῶν
νοσοῦνθʼ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσιν
συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
τόδʼ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
οὐδʼ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
οὐδὲ στέγην γὰρ ἧι κατηρεφεῖς δόμοι
καλῶς ἀκριβώσαις ἄν· ἐς δὲ τὴν τύχην
πεσοῦσʼ ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
ἀλλʼ εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
ἄνθρωπος οὖσα κάρτα γʼ εὖ πράξειας ἄν.
ἀλλʼ, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
λῆξον δʼ ὑβρίζουσʼ, οὐ γὰρ ἄλλο πλὴν ὕβρις
τάδʼ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,
τόλμα δʼ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε·
νοσοῦσα δʼ εὖ πως τὴν νόσον καταστρέφου.
εἰσὶν δʼ ἐπωιδαὶ καὶ λόγοι θελκτήριοι·
φανήσεταί τι τῆσδε φάρμακον νόσου.
ἦ τἄρʼ ἂν ὀψέ γʼ ἄνδρες ἐξεύροιεν ἄν,
εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
Χορός Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
ὁ δʼ αἶνος οὗτος δυσχερέστερος λόγων
τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.
Φαίδρα τοῦτʼ ἔσθʼ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
δόμους τʼ ἀπόλλυσʼ, οἱ καλοὶ λίαν λόγοι·
οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν
ἀλλʼ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
Τροφός τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
δεῖ σʼ ἀλλὰ τἀνδρός. ὡς τάχος διιστέον,
τὸν εὐθὺς ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
εἰ μὲν γὰρ ἦν σοι μὴ ʼπὶ συμφοραῖς βίος
τοιαῖσδε, σώφρων δʼ οὖσʼ ἐτύγχανες γυνή,
οὐκ ἄν ποτʼ εὐνῆς οὕνεχʼ ἡδονῆς τε σῆς
προῆγον ἄν σε δεῦρο· νῦν δʼ ἀγὼν μέγας,
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
Φαίδρα ὦ δεινὰ λέξασʼ, οὐχὶ συγκλήισεις στόμα
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
Τροφός αἴσχρʼ, ἀλλʼ ἀμείνω τῶν καλῶν τάδʼ ἐστί σοι·
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
ἢ τοὔνομʼ, ὧι σὺ κατθανῆι γαυρουμένη.
Φαίδρα ἆ μή σε πρὸς θεῶν, εὖ λέγεις γὰρ αἰσχρὰ δέ,
πέρα προβῆις τῶνδʼ· ὡς ὑπείργασμαι μὲν εὖ
ψυχὴν ἔρωτι, τἀισχρὰ δʼ ἢν λέγηις καλῶς
ἐς τοῦθʼ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τροφός εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σʼ ἁμαρτάνειν,
εἰ δʼ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
ἔστιν κατʼ οἴκους φίλτρα μοι θελκτήρια
ἔρωτος, ἦλθε δʼ ἄρτι μοι γνώμης ἔσω,
ἅ σʼ οὔτʼ ἐπʼ αἰσχροῖς οὔτʼ ἐπὶ βλάβηι φρενῶν
παύσει νόσου τῆσδʼ, ἢν σὺ μὴ γένηι κακή.
δεῖ δʼ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
σημεῖον, ἢ πλόκον τινʼ ἢ πέπλων ἄπο,
λαβεῖν, συνάψαι τʼ ἐκ δυοῖν μίαν χάριν.
Φαίδρα πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
Τροφός οὐκ οἶδʼ· ὄνασθαι, μὴ μαθεῖν, βούλου, τέκνον.
Φαίδρα δέδοιχʼ ὅπως μοι μὴ λίαν φανῆις σοφή.
Τροφός πάντʼ ἂν φοβηθεῖσʼ ἴσθι. δειμαίνεις δὲ τί;
Φαίδρα μή μοί τι Θησέως τῶνδε μηνύσηις τόκωι.
Τροφός ἔασον, ὦ παῖ· ταῦτʼ ἐγὼ θήσω καλῶς.
μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
συνεργὸς εἴης· τἄλλα δʼ οἷʼ ἐγὼ φρονῶ
τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
Χορός Ἔρως Ἔρως, ὁ κατʼ ὀμμάτων
στάζων πόθον, εἰσάγων γλυκεῖαν
ψυχᾶι χάριν οὓς ἐπιστρατεύσηι,
μή μοί ποτε σὺν κακῶι φανείης
μηδʼ ἄρρυθμος ἔλθοις.
οὔτε γὰρ πυρὸς οὔτʼ ἄστρων ὑπέρτερον βέλος
οἷον τὸ τᾶς Ἀφροδίτας ἵησιν ἐκ χερῶν
Ἔρως ὁ Διὸς παῖς.
ἄλλως ἄλλως παρά τʼ Ἀλφεῶι
Φοίβου τʼ ἐπὶ Πυθίοις τεράμνοις
βούταν φόνον Ἑλλὰς αἶʼ ἀέξει,
Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
τὸν τᾶς Ἀφροδίτας
φιλτάτων θαλάμων κληιδοῦχον, οὐ σεβίζομεν,
πέρθοντα καὶ διὰ πάσας ἱέντα συμφορᾶς
θνατοὺς ὅταν ἔλθηι.
τὰν μὲν Οἰχαλίαι
πῶλον ἄζυγα λέκτρων,
ἄνανδρον τὸ πρὶν καὶ ἄνυμφον, οἴκων
ζεύξασʼ ἀπʼ Εὐρυτίων
δρομάδα ναΐδʼ ὅπως τε βάκ-
χαν σὺν αἵματι, σὺν καπνῶι,
φονίοισι νυμφείοις
Ἀλκμήνας τόκωι Κύπρις ἐξέδωκεν· ὦ
τλάμων ὑμεναίων.
ὦ Θήβας ἱερὸν
τεῖχος, ὦ στόμα Δίρκας,
συνείποιτʼ ἂν ἁ Κύπρις οἷον ἕρπει·
βροντᾶι γὰρ ἀμφιπύρωι
τοκάδα τὰν διγόνοιο Βάκ-
χου νυμφευσαμένα πότμωι
φονίωι κατηύνασεν.
δεινὰ γὰρ τὰ πάντʼ ἐπιπνεῖ, μέλισσα δʼ οἵ-
α τις πεπόταται.
Φαίδρα σιγήσατʼ, ὦ γυναῖκες· ἐξειργάσμεθα.
Χορός τί δʼ ἐστί, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;
Φαίδρα ἐπίσχετʼ, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.
Χορός σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.
Φαίδρα ἰώ μοι, αἰαῖ·
ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.
Χορός τίνα θροεῖς αὐδάν; τίνα βοᾶις λόγον;
ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
φρένας ἐπίσσυτος;
Φαίδρα ἀπωλόμεσθα· ταῖσδʼ ἐπιστᾶσαι πύλαις
ἀκούσαθʼ οἷος κέλαδος ἐν δόμοις πίτνει.
Χορός σὺ παρὰ κλῆιθρα, σοὶ μέλει πομπίμα
φάτις δωμάτων·
ἔνεπε δʼ ἔνεπέ μοι, τί ποτʼ ἔβα κακόν;
Φαίδρα ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾶι
Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
Χορός ἰὰν μὲν κλύω, σαφὲς δʼ οὐκ ἔχω·
γεγώνει δʼ οἵα διὰ πύλας ἔμολεν
ἔμολέ σοι βοά.
Φαίδρα καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,
τὴν δεσπότου προδοῦσαν ἐξαυδᾶι λέχος.
Χορός ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.
τί σοι μήσομαι;
τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δʼ ὄλλυσαι,
αἰαῖ ἒ ἔ, πρόδοτος ἐκ φίλων.
Φαίδρα ἀπώλεσέν μʼ εἰποῦσα συμφορὰς ἐμάς,
φίλως καλῶς δʼ οὐ τήνδʼ ἰωμένη νόσον.
Χορός πῶς οὖν; τί δράσεις, ὦ παθοῦσʼ ἀμήχανα;
Φαίδρα οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν ὅσον τάχος,
τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
Ἱππόλυτος ὦ γαῖα μῆτερ ἡλίου τʼ ἀναπτυχαί,
οἵων λόγων ἄρρητον εἰσήκουσʼ ὄπα.
Τροφός σίγησον, ὦ παῖ, πρίν τινʼ αἰσθέσθαι βοῆς.
Ἱππόλυτος οὐκ ἔστʼ ἀκούσας δείνʼ ὅπως σιγήσομαι.
Τροφός ναί, πρός σε τῆσδε δεξιᾶς εὐωλένου.
Ἱππόλυτος οὐ μὴ προσοίσεις χεῖρα μηδʼ ἅψηι πέπλων;
Τροφός ὦ πρός σε γονάτων, μηδαμῶς μʼ ἐξεργάσηι.
Ἱππόλυτος τί δʼ, εἴπερ, ὡς φήις, μηδὲν εἴρηκας κακόν;
Τροφός ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
Ἱππόλυτος τά τοι κάλʼ ἐν πολλοῖσι κάλλιον λέγειν.
Τροφός ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσηις.
Ἱππόλυτος ἡ γλῶσσʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος.
Τροφός ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσηι;
Ἱππόλυτος ἀπέπτυσʼ· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
Τροφός σύγγνωθʼ· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
Ἱππόλυτος ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
γυναῖκας ἐς φῶς ἡλίου κατώικισας;
εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
ἀλλʼ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
ἢ χαλκὸν ἢ σίδηρον ἢ χρυσοῦ βάρος
παίδων πρίασθαι σπέρμα του τιμήματος,
τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
τούτωι δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·
προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
φερνὰς ἀπώικισʼ, ὡς ἀπαλλαχθῆι κακοῦ.
ὁ δʼ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
καλὸν κακίστωι καὶ πέπλοισιν ἐκπονεῖ
δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
ῥᾶιστον δʼ ὅτωι τὸ μηδέν· ἀλλʼ ἀνωφελὴς
εὐηθίαι κατʼ οἶκον ἵδρυται γυνή.
σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γʼ ἐμοῖς δόμοις
εἴη φρονοῦσα πλείονʼ ἢ γυναῖκα χρή.
τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
ἐν ταῖς σοφαῖσιν· ἡ δʼ ἀμήχανος γυνὴ
γνώμηι βραχείαι μωρίαν ἀφηιρέθη.
χρῆν δʼ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
ἄφθογγα δʼ αὐταῖς συγκατοικίζειν δάκη
θηρῶν, ἵνʼ εἶχον μήτε προσφωνεῖν τινα
μήτʼ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
νῦν δʼ αἱ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ
βουλεύματʼ, ἔξω δʼ ἐκφέρουσι πρόσπολοι.
ὡς καὶ σύ γʼ ἡμῖν πατρός, ὦ κακὸν κάρα,
λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·
ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι
ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
ὃς οὐδʼ ἀκούσας τοιάδʼ ἁγνεύειν δοκῶ;
εὖ δʼ ἴσθι, τοὐμόν σʼ εὐσεβὲς σώιζει, γύναι·
εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ἡιρέθην,
οὐκ ἄν ποτʼ ἔσχον μὴ οὐ τάδʼ ἐξειπεῖν πατρί.
νῦν δʼ ἐκ δόμων μέν, ἔστʼ ἂν ἐκδημῆι χθονὸς
Θησεύς, ἄπειμι, σῖγα δʼ ἕξομεν στόμα·
θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
πῶς νιν προσόψηι, καὶ σὺ καὶ δέσποινα σή.
ὄλοισθε. μισῶν δʼ οὔποτʼ ἐμπλησθήσομαι
γυναῖκας, οὐδʼ εἴ φησί τίς μʼ ἀεὶ λέγειν·
ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω
ἢ κἄμʼ ἐάτω ταῖσδʼ ἐπεμβαίνειν ἀεί.
Φαίδρα τάλανες ὦ κακοτυχεῖς γυναικῶν πότμοι·
τίνʼ ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον
σφαλεῖσαι κάθαμμα λύειν λόγου;
ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς·
πᾶι ποτʼ ἐξαλύξω τύχας;
πῶς δὲ πῆμα κρύψω, φίλαι;
τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
φανείη; τὸ γὰρ παρʼ ἡμῖν πάθος
πέραν δυσεκπέρατον ἔρχεται βίου.
κακοτυχεστάτα γυναικῶν ἐγώ.
Χορός φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,
δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δʼ ἔχει.
Φαίδρα ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
οἷʼ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
οὐκ εἶπον, οὐ σῆς προυνοησάμην φρενός,
σιγᾶν ἐφʼ οἷσι νῦν ἐγὼ κακύνομαι;
σὺ δʼ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτʼ εὐκλεεῖς
θανούμεθʼ. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων·
οὗτος γὰρ ὀργῆι συντεθηγμένος φρένας
ἐρεῖ καθʼ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,
ἐρεῖ δὲ Πιτθεῖ τῶι γέροντι συμφοράς,
πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους
πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
Τροφός δέσποινʼ, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,
τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·
ἔχω δὲ κἀγὼ πρὸς τάδʼ, εἰ δέξηι, λέγειν.
ἔθρεψά σʼ εὔνους τʼ εἰμί· τῆς νόσου δέ σοι
ζητοῦσα φάρμαχʼ ηὗρον οὐχ ἁβουλόμην.
εἰ δʼ εὖ γʼ ἔπραξα, κάρτʼ ἂν ἐν σοφοῖσιν ἦ·
πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
Φαίδρα ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
Τροφός μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
ἀλλʼ ἔστι κἀκ τῶνδʼ ὥστε σωθῆναι, τέκνον.
Φαίδρα παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
παρήινεσάς μοι κἀπεχείρησας κακά.
ἀλλʼ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
φρόντιζʼ· ἐγὼ δὲ τἀμὰ θήσομαι καλῶς.
ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,
τοσόνδε μοι παράσχετʼ ἐξαιτουμένηι·
σιγῆι καλύψαθʼ ἁνθάδʼ εἰσηκούσατε.
Χορός ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.
Φαίδρα καλῶς ἐλέξαθʼ· ἓν δὲ προτρέπουσʼ ἐγὼ
εὕρημα δή τι τῆσδε συμφορᾶς ἔχω
ὥστʼ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον
αὐτή τʼ ὄνασθαι πρὸς τὰ νῦν πεπτωκότα.
οὐ γάρ ποτʼ αἰσχυνῶ γε Κρησίους δόμους
οὐδʼ ἐς πρόσωπον Θησέως ἀφίξομαι
αἰσχροῖς ἐπʼ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.
Χορός μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;
Φαίδρα θανεῖν· ὅπως δέ, τοῦτʼ ἐγὼ βουλεύσομαι.
Χορός εὔφημος ἴσθι. Φαίδρα καὶ σύ γʼ εὖ με νουθέτει.
ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,
ψυχῆς ἀπαλλαχθεῖσα τῆιδʼ ἐν ἡμέραι
τέρψω· πικροῦ δʼ ἔρωτος ἡσσηθήσομαι.
ἀτὰρ κακόν γε χἀτέρωι γενήσομαι
θανοῦσʼ, ἵνʼ εἰδῆι μὴ ʼπὶ τοῖς ἐμοῖς κακοῖς
ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι
κοινῆι μετασχὼν σωφρονεῖν μαθήσεται.
Χορός ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,
ἵνα με πτεροῦσσαν ὄρνιν
θεὸς ἐν ποταναῖς ἀγέλαις θείη·
ἀρθείην δʼ ἐπὶ πόντιον
κῦμα τᾶς Ἀδριηνᾶς
ἀκτᾶς Ἠριδανοῦ θʼ ὕδωρ,
ἔνθα πορφύρεον σταλάσ-
σουσʼ ἐς οἶδμα τάλαιναι
κόραι Φαέθοντος οἴκτωι δακρύων
τὰς ἠλεκτροφαεῖς αὐγάς·
Ἑσπερίδων δʼ ἐπὶ μηλόσπορον ἀκτὰν
ἀνύσαιμι τᾶν ἀοιδῶν,
ἵνʼ ὁ πορφυρέας πον- τομέδων λίμνας
ναύταις οὐκέθʼ ὁδὸν νέμει,
σεμνὸν τέρμονα κυρῶν
οὐρανοῦ, τὸν Ἄτλας ἔχει,
κρῆναί τʼ ἀμβρόσιαι χέον-
ται Ζηνὸς παρὰ κοίταις,
ἵνʼ ὀλβιόδωρος αὔξει ζαθέα
χθὼν εὐδαιμονίαν θεοῖς.
ὦ λευκόπτερε Κρησία
πορθμίς, ἃ διὰ πόντιον
κῦμʼ ἁλίκτυπον ἅλμας
ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπʼ οἴκων
κακονυμφοτάταν ὄνασιν·
ἦ γὰρ ἀπʼ ἀμφοτέρων οἱ Κρησίας τʼ ἐκ γᾶς
δυσόρνις
ἔπτατο κλεινὰς Ἀθήνας Μουνίχου τʼ ἀ-
κταῖσιν ἐκδήσαντο πλεκτὰς πεισμάτων ἀρ-
χὰς ἐπʼ ἀπείρου τε γᾶς ἔβασαν.
ἀνθʼ ὧν οὐχ ὁσίων ἐρώ-
των δεινᾶι φρένας Ἀφροδί-
τας νόσωι κατεκλάσθη·
χαλεπᾶι δʼ ὑπέραντλος οὖσα συμφορᾶι τεράμνων
ἄπο νυμφιδίων κρεμαστὸν
ἅψεται ἀμφὶ βρόχον λευκᾶι καθαρμόζουσα δειρᾶι,
δαίμονα στυγνὸν καταιδεσθεῖσα τάν τʼ εὔ-
δοξον ἀνθαιρουμένα φήμαν ἀπαλλάσ-
σουσά τʼ ἀλγεινὸν φρενῶν ἔρωτα.
Τροφός ἰοὺ ἰού· βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορός φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτʼ ἔστι δὴ
γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφός οὐ σπεύσετʼ; οὐκ οἴσει τις ἀμφιδέξιον
σίδηρον, ὧι τόδʼ ἅμμα λύσομεν δέρης;
Χορός φίλαι, τί δρῶμεν; ἦ δοκεῖ περᾶν δόμους
λῦσαί τʼ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
— τί δʼ; οὐ πάρεισι πρόσπολοι νεανίαι;
τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
Τροφός ὀρθώσατʼ ἐκτείναντες ἄθλιον νέκυν·
πικρὸν τόδʼ οἰκούρημα δεσπόταις ἐμοῖς.
Χορός ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
Θησεύς γυναῖκες, ἴστε τίς ποτʼ ἐν δόμοις βοὴ
ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο;
οὐ γάρ τί μʼ ὡς θεωρὸν ἀξιοῖ δόμος
πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
πρόσω μὲν ἤδη βίοτος, ἀλλʼ ὅμως ἔτʼ ἂν
λυπηρὸς ἡμῖν τούσδʼ ἂν ἐκλίποι δόμους.
Χορός οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
Θησεῦ· νέοι θανόντες ἀλγύνουσί σε.
Θησεύς οἴμοι, τέκνων μοι μή τι συλᾶται βίος;
Χορός ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.
Θησεύς τί φήις; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;
Χορός βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
Θησεύς λύπηι παχνωθεῖσʼ ἢ ἀπὸ συμφορᾶς τίνος;
Χορός τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμους,
Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
Θησεύς αἰαῖ, τί δῆτα τοῖσδʼ ἀνέστεμμαι κάρα
πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
χαλᾶτε κλῆιθρα, πρόσπολοι, πυλωμάτων,
ἐκλύεθʼ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
γυναικός, ἥ με κατθανοῦσʼ ἀπώλεσεν.
Χορός ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
ἔπαθες, εἰργάσω
τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους,
αἰαῖ τόλμας, βιαίως θανοῦσʼ ἀνοσίωι τε συμ-
φορᾶι, σᾶς χερὸς πάλαισμα μελέας.
τίς ἄρα σάν, τάλαινʼ, ἀμαυροῖ ζόαν;
Θησεύς ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ τάλας,
τὰ μάκιστʼ ἐμῶν κακῶν. ὦ τύχα,
ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός·
κατακονὰ μὲν οὖν ἀβίοτος βίου.
κακῶν δʼ, ὦ τάλας, πέλαγος εἰσορῶ
τοσοῦτον ὥστε μήποτʼ ἐκνεῦσαι πάλιν
μηδʼ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
τίνι λόγωι, τάλας, τίνι τύχαν σέθεν
βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
πήδημʼ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη·
πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
τύχαν δαιμόνων ἀμπλακίαισι τῶν
πάροιθέν τινος.
Χορός οὐ σοὶ τάδʼ, ὦναξ, ἦλθε δὴ μόνωι κακά,
πολλῶν μετʼ ἄλλων δʼ ὤλεσας κεδνὸν λέχος.
Θησεύς τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
μετοικεῖν σκότωι θανών, ὦ τλάμων,
τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
τίνος κλύω πόθεν θανάσιμος τύχα,
γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;
εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
στέγει τυραννὸν δῶμα προσπόλων ἐμῶν;
ὤμοι μοι … σέθεν,
μέλεος, οἷον εἶδον ἄλγος δόμων,
οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλʼ ἀπωλόμην·
ἔρημος οἶκος, καὶ τέκνʼ ὀρφανεύεται.
αἰαῖ αἰαῖ, ἔλιπες ἔλιπες, ὦ φίλα
γυναικῶν ἀρίστα θʼ ὁπόσας ὁρᾶι
φέγγος θʼ ἁλίοιο καὶ νυκτὸς ἀ-
στερωπὸν σέλας.
Χορός ὦ τάλας, ὅσον κακὸν ἔχει δόμος·
δάκρυσί μου βλέφαρα καταχυθέντα τέγ-
γεται σᾶι τύχαι.
τὸ δʼ ἐπὶ τῶιδε πῆμα φρίσσω πάλαι.
Θησεύς ἔα ἔα· τί δή ποθʼ ἥδε δέλτος ἐκ φίλης χερὸς
ἠρτημένη; θέλει τι σημῆναι νέον;
ἀλλʼ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως
οὐκ ἔστι δῶμά θʼ ἥτις εἴσεισιν γυνή.
καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
τῆς οὐκέτʼ οὔσης οἵδε προσσαίνουσί με.
φέρʼ ἐξελίξας περιβολὰς σφραγισμάτων
ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
Χορός φεῦ φεῦ, τόδʼ αὖ νεοχμὸν ἐκδοχαῖς
ἐπεισφρεῖ θεὸς κακόν· ἐμοὶ
τύχα πρὸς τὸ κρανθὲν εἴη τυχεῖν·
ὀλομένους γάρ, οὐκέτʼ ὄντας, λέγω,
φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
Θησεύς οἴμοι, τόδʼ οἷον ἄλλο πρὸς κακῶι κακόν,
οὐ τλητὸν οὐδὲ λεκτόν· ὦ τάλας ἐγώ.
Χορός τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.
Θησεύς βοᾶι βοᾶι δέλτος ἄλαστα· πᾶι φύγω
βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,
οἷον οἷον εἶδον γραφαῖς μέλος
φθεγγόμενον τλάμων.
Χορός αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
Θησεύς τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις
καθέξω δυσεκπέρατον ὀλοὸν
κακόν· ἰὼ πόλις.
Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν
βίαι, τὸ σεμνὸν Ζηνὸς ὄμμʼ ἀτιμάσας.
ἀλλʼ, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε
ἀρὰς ὑπέσχου τρεῖς, μιᾶι κατέργασαι
τούτων ἐμὸν παῖδʼ, ἡμέραν δὲ μὴ φύγοι
τήνδʼ, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
Χορός ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν,
γνώσηι γὰρ αὖθις ἀμπλακών· ἐμοὶ πιθοῦ.
Θησεύς οὐκ ἔστι. καὶ πρός γʼ ἐξελῶ σφε τῆσδε γῆς,
δυοῖν δὲ μοίραιν θατέραι πεπλήξεται·
ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων
ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
ξένην ἐπʼ αἶαν λυπρὸν ἀντλήσει βίον.
Χορός καὶ μὴν ὅδʼ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα
Ἱππόλυτος· ὀργῆς δʼ ἐξανεὶς κακῆς, ἄναξ
Θησεῦ, τὸ λῶιστον σοῖσι βούλευσαι δόμοις.
Ἱππόλυτος κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
σπουδῆι· τὸ μέντοι πρᾶγμʼ ὅτωι στένεις ἔπι
οὐκ οἶδα, βουλοίμην δʼ ἂν ἐκ σέθεν κλύειν.
ἔα, τί χρῆμα; σὴν δάμαρθʼ ὁρῶ, πάτερ,
νεκρόν· μεγίστου θαύματος τόδʼ ἄξιον·
ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.
τί χρῆμα πάσχει; τῶι τρόπωι διόλλυται;
πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
σιγᾶις; σιωπῆς δʼ οὐδὲν ἔργον ἐν κακοῖς.
οὐ μὴν φίλους γε, κἄτι μᾶλλον ἢ φίλους,
κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.
Θησεύς ὦ πόλλʼ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
ἓν δʼ οὐκ ἐπίστασθʼ οὐδʼ ἐθηράσασθέ πω,
φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;
Ἱππόλυτος δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
τοὺς μὴ φρονοῦντας δυνατός ἐστʼ ἀναγκάσαι.
ἀλλʼ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
δέδοικα μή σου γλῶσσʼ ὑπερβάλληι κακοῖς.
Θησεύς φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
ὅστις τʼ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
τὴν μὲν δικαίαν τὴν δʼ ὅπως ἐτύγχανεν,
ὡς ἡ φρονοῦσα τἄδικʼ ἐξηλέγχετο
πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
Ἱππόλυτος ἀλλʼ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
φίλων, νοσοῦμεν δʼ οὐδὲν ὄντες αἴτιοι;
ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
λόγοι, παραλλάσσοντες ἔξεδροι φρενῶν.
Θησεύς φεῦ τῆς βροτείας—ποῖ προβήσεται; —φρενός.
τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
εἰ γὰρ κατʼ ἀνδρὸς βίοτον ἐξογκώσεται,
ὁ δʼ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
ἄλλην δεήσει γαῖαν ἣ χωρήσεται
τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
σκέψασθε δʼ ἐς τόνδʼ, ὅστις ἐξ ἐμοῦ γεγὼς
ἤισχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
δεῖξον δʼ, ἐπειδή γʼ ἐς μίασμʼ ἐλήλυθα,
τὸ σὸν πρόσωπον δεῦρʼ ἐναντίον πατρί.
σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ
θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
ἤδη νυν αὔχει καὶ διʼ ἀψύχου βορᾶς
σίτοις καπήλευʼ Ὀρφέα τʼ ἄνακτʼ ἔχων
βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
ἐπεί γʼ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ
φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ
σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
τέθνηκεν ἥδε· τοῦτό σʼ ἐκσώσειν δοκεῖς;
ἐν τῶιδʼ ἁλίσκηι πλεῖστον, ὦ κάκιστε σύ·
ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι
τῆσδʼ ἂν γένοιντʼ ἄν, ὥστε σʼ αἰτίαν φυγεῖν;
μισεῖν σε φήσεις τήνδε, καὶ τὸ δὴ νόθον
τοῖς γνησίοισι πολέμιον πεφυκέναι;
κακὴν ἄρʼ αὐτὴν ἔμπορον βίου λέγεις
εἰ δυσμενείαι σῆι τὰ φίλτατʼ ὤλεσεν.
ἀλλʼ ὡς τὸ σῶφρον ἀνδράσιν μὲν οὐκ ἔνι,
γυναιξὶ δʼ ἐμπέφυκεν; οἶδʼ ἐγὼ νέους
οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
ὅταν ταράξηι Κύπρις ἡβῶσαν φρένα·
τὸ δʼ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
νῦν οὖν—τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
ἔξερρε γαίας τῆσδʼ ὅσον τάχος φυγάς,
καὶ μήτʼ Ἀθήνας τὰς θεοδμήτους μόληις
μήτʼ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
εἰ γὰρ παθών γέ σου τάδʼ ἡσσηθήσομαι,
οὐ μαρτυρήσει μʼ Ἴσθμιος Σίνις ποτὲ
κτανεῖν ἑαυτὸν ἀλλὰ κομπάζειν μάτην,
οὐδʼ αἱ θαλάσσηι σύννομοι Σκιρωνίδες
φήσουσι πέτραι τοῖς κακοῖς μʼ εἶναι βαρύν.
Χορός οὐκ οἶδʼ ὅπως εἴποιμʼ ἂν εὐτυχεῖν τινα
θνητῶν· τὰ γὰρ δὴ πρῶτʼ ἀνέστραπται πάλιν.
Ἱππόλυτος πάτερ, μένος μὲν ξύντασις τε σῶν φρενῶν
δεινή· τὸ μέντοι πρᾶγμʼ, ἔχον καλοὺς λόγους,
εἴ τις διαπτύξειεν οὐ καλὸν τόδε.
ἐγὼ δʼ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος·
ἔχει δὲ μοῖραν καὶ τόδʼ· οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρʼ ὄχλωι μουσικώτεροι λέγειν.
ὅμως δʼ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,
γλῶσσάν μʼ ἀφεῖναι. πρῶτα δʼ ἄρξομαι λέγειν
ὅθεν μʼ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
οὐκ ἀντιλέξοντʼ. εἰσορᾶις φάος τόδε
καὶ γαῖαν· ἐν τοῖσδʼ οὐκ ἔνεστʼ ἀνὴρ ἐμοῦ,
οὐδʼ ἢν σὺ μὴ φῆις, σωφρονέστερος γεγώς.
ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν
φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις
ἀλλʼ οἷσιν αἰδὼς μήτʼ ἐπαγγέλλειν κακὰ
μήτʼ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις,
οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
ἀλλʼ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
ἑνὸς δʼ ἄθικτος, ὧι με νῦν ἔχειν δοκεῖς·
λέχους γὰρ ἐς τόδʼ ἡμέρας ἁγνὸν δέμας.
οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγωι κλύων
γραφῆι τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σʼ· ἴτω·
δεῖ δή σε δεῖξαι τῶι τρόπωι διεφθάρην.
πότερα τὸ τῆσδε σῶμʼ ἐκαλλιστεύετο
πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον
ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
μάταιος ἆρʼ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
ἀλλʼ ὡς τυραννεῖν ἡδὺ τοῖσι σώφροσιν;
ἥκιστά γʼ, εἰ μὴ τὰς φρένας διέφθορεν
θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.
ἐγὼ δʼ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
πρῶτος θέλοιμʼ ἄν, ἐν πόλει δὲ δεύτερος
σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις·
πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τʼ ἀπὼν
κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.
ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δʼ ἄλλʼ ἔχεις·
εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμʼ ἐγὼ
καὶ τῆσδʼ ὁρώσης φέγγος ἠγωνιζόμην,
ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
νῦν δʼ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς
ὄμνυμι τῶν σῶν μήποθʼ ἅψασθαι γάμων
μηδʼ ἂν θελῆσαι μηδʼ ἂν ἔννοιαν λαβεῖν.
ἦ τἄρʼ ὀλοίμην ἀκλεὴς ἀνώνυμος
καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου
σάρκας θανόντος, εἰ κακὸς πέφυκʼ ἀνήρ.
τί δʼ ἥδε δειμαίνουσʼ ἀπώλεσεν βίον
οὐκ οἶδʼ, ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν·
ἐσωφρόνησε δʼ οὐκ ἔχουσα σωφρονεῖν,
ἡμεῖς δʼ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.
Χορός ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφὴν
ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
Θησεύς ἆρʼ οὐκ ἐπωιδὸς καὶ γόης πέφυχʼ ὅδε,
ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίαι
ψυχὴν κρατήσειν, τὸν τεκόντʼ ἀτιμάσας;
Ἱππόλυτος καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
εἰ γὰρ σὺ μὲν παῖς ἦσθʼ, ἐγὼ δὲ σὸς πατήρ,
ἔκτεινά τοί σʼ ἂν κοὐ φυγαῖς ἐζημίουν,
εἴπερ γυναικὸς ἠξίους ἐμῆς θιγεῖν.
Θησεύς ὡς ἄξιον τόδʼ εἶπας. οὐχ οὕτω θανῆι,
ὥσπερ σὺ σαυτῶι τόνδε προύθηκας νόμον·
ταχὺς γὰρ Ἅιδης ῥᾶιστος ἀνδρὶ δυστυχεῖ·
ἀλλʼ ἐκ πατρώιας φυγὰς ἀλητεύων χθονὸς
ξένην ἐπʼ αἶαν λυπρὸν ἀντλήσεις βίον.
Ἱππόλυτος οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
δέξηι καθʼ ἡμῶν, ἀλλά μʼ ἐξελᾶις χθονός;
Θησεύς πέραν γε Πόντου καὶ τόπων Ἀτλαντικῶν,
εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ἱππόλυτος οὐδʼ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θησεύς ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
κατηγορεῖ σου πιστά· τοὺς δʼ ὑπὲρ κάρα
φοιτῶντας ὄρνις πόλλʼ ἐγὼ χαίρειν λέγω.
Ἱππόλυτος ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,
ὅστις γʼ ὑφʼ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
οὐ δῆτα· πάντως οὐ πίθοιμʼ ἂν οὕς με δεῖ,
μάτην δʼ ἂν ὅρκους συγχέαιμʼ οὓς ὤμοσα.
Θησεύς οἴμοι, τὸ σεμνὸν ὥς μʼ ἀποκτενεῖ τὸ σόν.
οὐκ εἶ πατρώιας ἐκτὸς ὡς τάχιστα γῆς;
Ἱππόλυτος ποῖ δῆθʼ ὁ τλήμων τρέψομαι; τίνος ξένων
δόμους ἔσειμι, τῆιδʼ ἐπʼ αἰτίαι φυγών;
Θησεύς ὅστις γυναικῶν λυμεῶνας ἥδεται
ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
Ἱππόλυτος αἰαῖ, πρὸς ἧπαρ· δακρύων ἐγγὺς τόδε,
εἰ δὴ κακός γε φαίνομαι δοκῶ τε σοί.
Θησεύς τότε στενάζειν καὶ προγιγνώσκειν σʼ ἐχρῆν
ὅτʼ ἐς πατρώιαν ἄλοχον ὑβρίζειν ἔτλης.
Ἱππόλυτος ὦ δώματʼ, εἴθε φθέγμα γηρύσαισθέ μοι
καὶ μαρτυρήσαιτʼ εἰ κακὸς πέφυκʼ ἀνήρ.
Θησεύς ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·
τὸ δʼ ἔργον οὐ λέγον σε μηνύει κακόν.
Ἱππόλυτος φεῦ· εἴθʼ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
στάνθʼ, ὡς ἐδάκρυσʼ οἷα πάσχομεν κακά.
Θησεύς πολλῶι γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν
ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.
Ἱππόλυτος ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·
μηδείς ποτʼ εἴη τῶν ἐμῶν φίλων νόθος.
Θησεύς οὐχ ἕλξετʼ αὐτόν, δμῶες; οὐκ ἀκούετε
πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;
Ἱππόλυτος κλαίων τις αὐτῶν ἆρʼ ἐμοῦ γε θίξεται·
σὺ δʼ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.
Θησεύς δράσω τάδʼ, εἰ μὴ τοῖς ἐμοῖς πείσηι λόγοις·
οὐ γάρ τις οἶκτος σῆς μʼ ὑπέρχεται φυγῆς.
Ἱππόλυτος ἄραρεν, ὡς ἔοικεν. ὦ τάλας ἐγώ,
ὡς οἶδα μὲν ταῦτʼ, οἶδα δʼ οὐχ ὅπως φράσω.
ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,
σύνθακε, συγκύναγε, φευξούμεσθα δὴ
κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις
καὶ γαῖʼ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,
ὡς ἐγκαθηβᾶν πόλλʼ ἔχεις εὐδαίμονα,
χαῖρʼ· ὕστατον γάρ σʼ εἰσορῶν προσφθέγγομαι.
ἴτʼ, ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
προσείπαθʼ ἡμᾶς καὶ προπέμψατε χθονός·
ὡς οὔποτʼ ἄλλον ἄνδρα σωφρονέστερον
ὄψεσθε, κεἰ μὴ ταῦτʼ ἐμῶι δοκεῖ πατρί.
Θεράποντες ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθʼ, ὅταν φρένας
ἔλθηι,
λύπας παραιρεῖ· ξύνεσιν δέ τινʼ ἐλπίδι κεύθων
λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι
λεύσσων·
ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δʼ ἵσταται
ἀνδράσιν αἰὼν
πολυπλάνητος αἰεί.
Χορός εἴθε μοι εὐξαμέναι θεόθεν τάδε μοῖρα
παράσχοι,
τύχαν μετʼ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·
δόξα δὲ μήτʼ ἀτρεκὴς μήτʼ αὖ παράσημος
ἐνείη,
ῥάιδια δʼ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ
βίον συνευτυχοίην.
Θεράπων οὐκέτι γὰρ καθαρὰν φρένʼ ἔχω, παρὰ δʼ ἐλπίδʼ
ἃ λεύσσω·
ἐπεὶ τὸν Ἑλλανίας φανερώτατον ἀστέρʼ Ἀφαίας
εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς
ἄλλαν ἐπʼ αἶαν ἱέμενον.
ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,
ὦ δρυμὸς ὄρεος ὅθι κυνῶν
ὠκυπόδων μέτα θῆρας ἔναιρεν
Δίκτυνναν ἀμφὶ σεμνάν.
Χορός οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσηι
τὸν ἀμφὶ Λίμνας τρόχον κατέχων ποδὶ
γυμνάδος ἵππου·
μοῦσα δʼ ἄυπνος ὑπʼ ἄντυγι χορδᾶν
λήξει πατρῶιον ἀνὰ δόμον·
ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι
Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·
νυμφιδία δʼ ἀπόλωλε φυγᾶι σᾶι
λέκτρων ἅμιλλα κούραις.
ἐγὼ δὲ σᾶι δυστυχίαι
δάκρυσιν διοίσω
πότμον ἄποτμον. ὦ τάλαινα μᾶτερ,
ἔτεκες ἀνόνατα· φεῦ,
μανίω θεοῖσιν.
ἰὼ ἰώ·
συζύγιαι Χάριτες, τί τὸν τάλανʼ ἐκ πατρίας γᾶς
οὐδὲν ἄτας αἴτιον
πέμπετε τῶνδʼ ἀπʼ οἴκων;
καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδʼ εἰσορῶ
σπουδῆι σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.
Ἄγγελος ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν
εὕροιμʼ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι
σημήνατʼ· ἆρα τῶνδε δωμάτων ἔσω;
Χορός ὅδʼ αὐτὸς ἔξω δωμάτων πορεύεται.
Ἄγγελος Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον
σοὶ καὶ πολίταις οἵ τʼ Ἀθηναίων πόλιν
ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.
Θησεύς τί δʼ ἔστι; μῶν τις συμφορὰ νεωτέρα
δισσὰς κατείληφʼ ἀστυγείτονας πόλεις;
Ἄγγελος Ἱππόλυτος οὐκέτʼ ἔστιν, ὡς εἰπεῖν ἔπος·
δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.
Θησεύς πρὸς τοῦ; διʼ ἔχθρας μῶν τις ἦν ἀφιγμένος
ὅτου κατήισχυνʼ ἄλοχον ὡς πατρὸς βίαι;
Ἄγγελος οἰκεῖος αὐτὸν ὤλεσʼ ἁρμάτων ὄχος
ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῶι πατρὶ
πόντου κρέοντι παιδὸς ἠράσω πέρι.
Θησεύς ὦ θεοί, Πόσειδόν θʼ· ὡς ἄρʼ ἦσθʼ ἐμὸς πατὴρ
ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
πῶς καὶ διώλετʼ; εἰπέ, τῶι τρόπωι Δίκης
ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντά με;
Ἄγγελος ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων
ὡς οὐκέτʼ ἐν γῆι τῆιδʼ ἀναστρέψοι πόδα
Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
ὁ δʼ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος
ἡμῖν ἐπʼ ἀκτάς, μυρία δʼ ὀπισθόπους
φίλων ἅμʼ ἔστειχʼ ἡλίκων θʼ ὁμήγυρις.
χρόνωι δὲ δή ποτʼ εἶπʼ ἀπαλλαχθεὶς γόων·
Τί ταῦτʼ ἀλύω; πειστέον πατρὸς λόγοις.
ἐντύναθʼ ἵππους ἅρμασι ζυγηφόρους,
δμῶες, πόλις γὰρ οὐκέτʼ ἔστιν ἥδε μοι.
τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
πώλους παρʼ αὐτὸν δεσπότην ἐστήσαμεν.
μάρπτει δὲ χερσὶν ἡνίας ἀπʼ ἄντυγος,
αὐταῖς ἐν ἀρβύλαισιν ἁρμόσας πόδας.
καὶ πρῶτα μὲν θεοῖς εἶπʼ ἀναπτύξας χέρας·
Ζεῦ, μηκέτʼ εἴην εἰ κακὸς πέφυκʼ ἀνήρ·
αἴσθοιτο δʼ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
ἤτοι θανόντας ἢ φάος δεδορκότας.
κἀν τῶιδʼ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν
πώλοις ἁμαρτῆι· πρόσπολοι δʼ ὑφʼ ἅρματος
πέλας χαλινῶν εἱπόμεσθα δεσπότηι
τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.
ἐπεὶ δʼ ἔρημον χῶρον εἰσεβάλλομεν,
ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς
πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.
ἔνθεν τις ἠχὼ χθόνιος, ὡς βροντὴ Διός,
βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·
ὀρθὸν δὲ κρᾶτʼ ἔστησαν οὖς τʼ ἐς οὐρανὸν
ἵπποι, παρʼ ἡμῖν δʼ ἦν φόβος νεανικὸς
πόθεν ποτʼ εἴη φθόγγος. ἐς δʼ ἁλιρρόθους
ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν
κῦμʼ οὐρανῶι στηρίζον, ὥστʼ ἀφηιρέθη
Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν,
ἔκρυπτε δʼ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.
κἄπειτʼ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν
πολὺν καχλάζον ποντίωι φυσήματι
χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.
αὐτῶι δὲ σὺν κλύδωνι καὶ τρικυμίαι
κῦμʼ ἐξέθηκε ταῦρον, ἄγριον τέρας·
οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη
φρικῶδες ἀντεφθέγγετʼ, εἰσορῶσι δὲ
κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.
εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·
καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν
πολὺς ξυνοικῶν ἥρπασʼ ἡνίας χεροῖν,
ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνήρ,
ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·
αἱ δʼ ἐνδακοῦσαι στόμια πυριγενῆ γνάθοις
βίαι φέρουσιν, οὔτε ναυκλήρου χερὸς
οὔθʼ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων
μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ
γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,
προυφαίνετʼ ἐς τὸ πρόσθεν, ὥστʼ ἀναστρέφειν,
ταῦρος, φόβωι τέτρωρον ἐκμαίνων ὄχον·
εἰ δʼ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,
σιγῆι πελάζων ἄντυγι ξυνείπετο,
ἐς τοῦθʼ ἕως ἔσφηλε κἀνεχαίτισεν
ἁψῖδα πέτρωι προσβαλὼν ὀχήματος.
σύμφυρτα δʼ ἦν ἅπαντα· σύριγγές τʼ ἄνω
τροχῶν ἐπήδων ἀξόνων τʼ ἐνήλατα,
αὐτὸς δʼ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς
δεσμὸν δυσεξέλικτον ἕλκεται δεθείς,
σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα
θραύων τε σάρκας, δεινὰ δʼ ἐξαυδῶν κλύειν·
Στῆτʼ, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,
μή μʼ ἐξαλείψητʼ. ὦ πατρὸς τάλαινʼ ἀρά·
τίς ἄνδρʼ ἄριστον βούλεται σῶσαι παρών;
πολλοὶ δὲ βουληθέντες ὑστέρωι ποδὶ
ἐλειπόμεσθα. χὠ μὲν ἐκ δεσμῶν λυθεὶς
τμητῶν ἱμάντων οὐ κάτοιδʼ ὅτωι τρόπωι
πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·
ἵπποι δʼ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας
ταύρου λεπαίας οὐ κάτοιδʼ ὅποι χθονός.
δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,
ἀτὰρ τοσοῦτόν γʼ οὐ δυνήσομαί ποτε,
τὸν σὸν πιθέσθαι παῖδʼ ὅπως ἐστὶν κακός,
οὐδʼ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος
καὶ τὴν ἐν Ἴδηι γραμμάτων πλήσειέ τις
πεύκην· ἐπεί νιν ἐσθλὸν ὄντʼ ἐπίσταμαι.
Χορός αἰαῖ, κέκρανται συμφορὰ νέων κακῶν,
οὐδʼ ἔστι μοίρας τοῦ χρεών τʼ ἀπαλλαγή.
Θησεύς μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε
λόγοισιν ἥσθην τοῖσδε· νῦν δʼ αἰδούμενος
θεούς τʼ ἐκεῖνόν θʼ, οὕνεκʼ ἐστὶν ἐξ ἐμοῦ,
οὔθʼ ἥδομαι τοῖσδʼ οὔτʼ ἐπάχθομαι κακοῖς.
Ἄγγελος πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον
δράσαντας ἡμᾶς σῆι χαρίζεσθαι φρενί;
φρόντιζʼ· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν
οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντʼ ἔσηι.
Θησεύς κομίζετʼ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν
λόγοις τʼ ἐλέγξω δαιμόνων τε συμφοραῖς
τὸν τἄμʼ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη.
Χορός σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν
ἄγεις, Κύπρι, σὺν δʼ ὁ ποι-
κιλόπτερος ἀμφιβαλὼν
ὠκυτάτωι πτερῶι·
ποτᾶται δὲ γαῖαν εὐάχητόν θʼ
ἁλμυρὸν ἐπὶ πόντον,
θέλγει δʼ Ἔρως ὧι μαινομέναι κραδίαι
πτανὸς ἐφορμάσηι χρυσοφαής,
φύσιν ὀρεσκόων σκύμνων πελαγίων θʼ
ὅσα τε γᾶ τρέφει
τά τʼ αἰθόμενος ἅλιος δέρκεται
ἄνδρας τε· συμπάντων βασιληίδα τι-
μάν, Κύπρι, τῶνδε μόνα κρατύνεις.
Ἄρτεμις σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
παῖδʼ ἐπακοῦσαι·
Λητοῦς δὲ κόρη σʼ Ἄρτεμις αὐδῶ.
Θησεῦ, τί τάλας τοῖσδε συνήδηι,
παῖδʼ οὐχ ὁσίως σὸν ἀποκτείνας
ψεύδεσι μύθοις ἀλόχου πεισθεὶς
ἀφανῆ; φανερὰν δʼ ἔσχεθες ἄτην.
πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις
δέμας αἰσχυνθείς,
ἢ πτηνὸν ἄω μεταβὰς βίοτον
πήματος ἔξω πόδα τοῦδʼ ἀνέχεις;
ὡς ἔν γʼ ἀγαθοῖς ἀνδράσιν οὔ σοι
κτητὸν βιότου μέρος ἐστίν.
ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν.
καίτοι προκόψω γʼ οὐδέν, ἀλγυνῶ δέ σε·
ἀλλʼ ἐς τόδʼ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα
τοῦ σοῦ δικαίαν, ὡς ὑπʼ εὐκλείας θάνηι,
καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ
γενναιότητα. τῆς γὰρ ἐχθίστης θεῶν
ἡμῖν ὅσαισι παρθένειος ἡδονὴ
δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν·
γνώμηι δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
τροφοῦ διώλετʼ οὐχ ἑκοῦσα μηχαναῖς,
ἣ σῶι διʼ ὅρκων παιδὶ σημαίνει νόσον.
ὁ δʼ, ὥσπερ οὖν δίκαιον, οὐκ ἐφέσπετο
λόγοισιν, οὐδʼ αὖ πρὸς σέθεν κακούμενος
ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς·
ἡ δʼ εἰς ἔλεγχον μὴ πέσηι φοβουμένη
ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
δόλοισι σὸν παῖδʼ, ἀλλʼ ὅμως ἔπεισέ σε.
Θησεύς οἴμοι.
Ἄρτεμις δάκνει σε, Θησεῦ, μῦθος; ἀλλʼ ἔχʼ ἥσυχος, τοὐνθένδʼ ἀκούσας ὡς ἂν οἰμώξηις πλέον.
ἆρʼ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;
ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,
ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρῶν τινα.
πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς
ἔδωχʼ ὅσονπερ χρῆν, ἐπείπερ ἤινεσεν·
σὺ δʼ ἔν τʼ ἐκείνωι κἀν ἐμοὶ φαίνηι κακός,
ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα
ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνωι μακρῶι
σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σʼ ἐχρῆν
ἀρὰς ἐφῆκας παιδὶ καὶ κατέκτανες.
Θησεύς δέσποινʼ, ὀλοίμην. Ἄρτεμις δείνʼ ἔπραξας, ἀλλʼ ὅμως
ἔτʼ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·
Κύπρις γὰρ ἤθελʼ ὥστε γίγνεσθαι τάδε,
πληροῦσα θυμόν. θεοῖσι δʼ ὦδʼ ἔχει νόμος·
οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίαι
τῆι τοῦ θέλοντος, ἀλλʼ ἀφιστάμεσθʼ ἀεί.
ἐπεί, σάφʼ ἴσθι, Ζῆνα μὴ φοβουμένη
οὐκ ἄν ποτʼ ἦλθον ἐς τόδʼ αἰσχύνης ἐγὼ
ὥστʼ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·
ἔπειτα δʼ ἡ θανοῦσʼ ἀνήλωσεν γυνὴ
λόγων ἐλέγχους, ὥστε σὴν πεῖσαι φρένα.
μάλιστα μέν νυν σοὶ τάδʼ ἔρρωγεν κακά,
λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ
θνήισκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς
αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
Χορός καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,
σάρκας νεαρὰς ξανθόν τε κάρα
διαλυμανθείς. ὦ πόνος οἴκων,
οἷον ἐκράνθη δίδυμον μελάθροις
πένθος θεόθεν καταληπτόν.
Ἱππόλυτος αἰαῖ αἰαῖ·
δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
χρησμοῖς ἀδίκοις διελυμάνθην.
ἀπόλωλα τάλας, οἴμοι μοι.
διά μου κεφαλῆς ἄισσουσʼ ὀδύναι
κατά τʼ ἐγκέφαλον πηδᾶι σφάκελος·
σχές, ἀπειρηκὸς σῶμʼ ἀναπαύσω.
ἒ ἔ·
ὦ στυγνὸν ὄχημʼ ἵππειον, ἐμῆς
βόσκημα χερός,
διά μʼ ἔφθειρας, κατὰ δʼ ἔκτεινας.
φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμα, δμῶες,
χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
πρόσφορά μʼ αἴρετε, σύντονα δʼ ἕλκετε
τὸν κακοδαίμονα καὶ κατάρατον
πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδʼ ὁρᾶις;
ὅδʼ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
ὅδʼ ὁ σωφροσύνηι πάντας ὑπερσχών,
προῦπτον ἐς Ἅιδην στείχω, κατʼ ἄκρας
ὀλέσας βίοτον, μόχθους δʼ ἄλλως
τῆς εὐσεβίας
εἰς ἀνθρώπους ἐπόνησα.
αἰαῖ αἰαῖ·
καὶ νῦν ὀδύνα μʼ ὀδύνα βαίνει·
μέθετέ με τάλανα,
καί μοι θάνατος παιὰν ἔλθοι.
προσαπόλλυτέ μʼ ὄλλυτε τὸν δυσδαί-
μονα· ἀμφιτόμου λόγχας ἔραμαι,
διαμοιρᾶσαι κατά τʼ εὐνᾶσαι
τὸν ἐμὸν βίοτον.
ὦ πατρὸς ἐμοῦ δύστανος ἀρά·
μιαιφόνον τι σύγγονον
παλαιῶν προγεννη-
τόρων ἐξορίζεται κακὸν οὐδὲ μένει,
ἔμολέ τʼ ἐπʼ ἐμέ—τί ποτε, τὸν οὐ-
δὲν ὄντʼ ἐπαίτιον κακῶν;
ἰώ μοί μοι.
τί φῶ; πῶς ἀπαλλά- ξω βιοτὰν ἐμὰν
τοῦδʼ ἀνάλγητον πάθους;
εἴθε με κοιμάσειε τὸν
δυσδαίμονʼ Ἅιδα μέλαι- να νύκτερός τʼ ἀνάγκα.
Ἄρτεμις ὦ τλῆμον, οἵαι συμφορᾶι συνεζύγης·
τὸ δʼ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
Ἱππόλυτος ἔα· ὦ θεῖον ὀσμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς
ὢν ἠισθόμην σου κἀνεκουφίσθην δέμας.
ἔστʼ ἐν τόποισι τοισίδʼ Ἄρτεμις θεά.
Ἄρτεμις ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
Ἱππόλυτος ὁρᾶις με, δέσποινʼ, ὡς ἔχω, τὸν ἄθλιον;
Ἄρτεμις ὁρῶ· κατʼ ὄσσων δʼ οὐ θέμις βαλεῖν δάκρυ.
Ἱππόλυτος οὐκ ἔστι σοι κυναγὸς οὐδʼ ὑπηρέτης.
Ἄρτεμις οὐ δῆτʼ· ἀτάρ μοι προσφιλής γʼ ἀπόλλυσαι.
Ἱππόλυτος οὐδʼ ἱππονώμας οὐδʼ ἀγαλμάτων φύλαξ.
Ἄρτεμις Κύπρις γὰρ ἡ πανοῦργος ὧδʼ ἐμήσατο.
Ἱππόλυτος οἴμοι, φρονῶ δὴ δαίμονʼ ἥ μʼ ἀπώλεσεν.
Ἄρτεμις τιμῆς ἐμέμφθη, σωφρονοῦντι δʼ ἤχθετο.
Ἱππόλυτος τρεῖς ὄντας ἡμᾶς ὤλεσʼ, ἤισθημαι, μία.
Ἄρτεμις πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
Ἱππόλυτος ὤιμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
Ἄρτεμις ἐξηπατήθη δαίμονος βουλεύμασιν.
Ἱππόλυτος ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
Θησεύς ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
Ἱππόλυτος στένω σε μᾶλλον ἢ ʼμὲ τῆς ἁμαρτίας.
Θησεύς εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.
Ἱππόλυτος ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
Θησεύς ὡς μήποτʼ ἐλθεῖν ὤφελʼ ἐς τοὐμὸν στόμα.
Ἱππόλυτος τί δʼ; ἔκτανές τἄν μʼ, ὡς τότʼ ἦσθʼ ὠργισμένος.
Θησεύς δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
Ἱππόλυτος φεῦ· εἴθʼ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
Ἄρτεμις ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας,
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν·
ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
ὃς ἂν μάλιστα φίλτατος κυρῆι βροτῶν
τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
σοὶ δʼ, ὦ ταλαίπωρʼ, ἀντὶ τῶνδε τῶν κακῶν
τιμὰς μεγίστας ἐν πόλει Τροζηνίαι
δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος
κόμας κεροῦνταί σοι, διʼ αἰῶνος μακροῦ
πένθη μέγιστα δακρύων καρπουμένωι·
ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
σὺ δʼ, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
σὸν παῖδʼ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·
ἄκων γὰρ ὤλεσάς νιν, ἀνθρώποισι δὲ
θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,
Ἱππόλυτʼ· ἔχεις γὰρ μοῖραν ἧι διεφθάρης.
καὶ χαῖρʼ· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
οὐδʼ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·
ὁρῶ δέ σʼ ἤδη τοῦδε πλησίον κακοῦ.
Ἱππόλυτος χαίρουσα καὶ σὺ στεῖχε, παρθένʼ ὀλβία·
μακρὰν δὲ λείπεις ῥαιδίως ὁμιλίαν.
λύω δὲ νεῖκος πατρὶ χρηιζούσης σέθεν·
καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
αἰαῖ, κατʼ ὄσσων κιγχάνει μʼ ἤδη σκότος·
λαβοῦ πάτερ μου καὶ κατόρθωσον δέμας.
Θησεύς οἴμοι, τέκνον, τί δρᾶις με τὸν δυσδαίμονα;
Ἱππόλυτος ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.
Θησεύς ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
Ἱππόλυτος οὐ δῆτʼ, ἐπεί σε τοῦδʼ ἐλευθερῶ φόνου.
Θησεύς τί φήις; ἀφίης αἵματός μʼ ἐλεύθερον;
Ἱππόλυτος τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
Θησεύς ὦ φίλταθʼ, ὡς γενναῖος ἐκφαίνηι πατρί.
Ἱππόλυτος ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
Θησεύς οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.
Ἱππόλυτος τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.
Θησεύς μή νυν προδῶις με, τέκνον, ἀλλὰ καρτέρει.
Ἱππόλυτος κεκαρτέρηται τἄμʼ· ὄλωλα γάρ, πάτερ.
κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.
Θησεύς ὦ κλείνʼ Ἀφαίας Παλλάδος θʼ ὁρίσματα,
οἵου στερήσεσθʼ ἀνδρός. ὦ τλήμων ἐγώ,
ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.
Χορός κοινὸν τόδʼ ἄχος πᾶσι πολίταις
ἦλθεν ἀέλπτως.
πολλῶν δακρύων ἔσται πίτυλος·
τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς
φῆμαι μᾶλλον κατέχουσιν.