eul_wid: cbm-am

Ἀποσπάσματα περὶ Φυγῆς καὶ Γένους
Fragments on Exile and Lineage

Euripides Fragments on Exile and Lineage PDF

book 1.1 ποίαν
book 1.2 σε φῶμεν γαῖαν ἐκλελοιπότα πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας ὅρος; τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι
book 1.3 πατρός;
book 2 τί σε μάτηρ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν;
book 3 δειλῶν γυναῖκες δεσποτῶν θρασύστομοι.
book 4.1 πέφυκε γάρ
book 4.2 πως
book 4.3 παισὶ πολέμιον γυνὴ τοῖς
book 4.4 πρόσθεν ἡ ζυγεῖσα δευτέρῳ πατρί.
book 5.1 εἰ μὴ καθέξεις γλῶσσαν, ἔσται
book 5.2 σοι κακά.
book 6.1 τί γὰρ
book 6.2 πατρῴας ἀνδρὶ φίλτερον
book 6.3 χθονός;
book 7.1 κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου
book 7.2 χθονὸς ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι.
book 8 ἀνδρὸς ὑπ’ ἐσθλοῦ καὶ τυραννεῖσθαι καλόν.
book 9.1 ἦ που κρεῖσσον τῆς εὐγενίας τὸ καλῶς
book 9.2 πράσσειν.
book 10 κατθανεῖν δ’ ὀφείλεται καὶ τῷ κατ’ οἴκους ἐκτὸς ἡμένῳ πόνων.
book 11 ἔστι καὶ πταίσαντ’ ἀρετὰν ἀποδείξασθαι θανάτῳ.
book 12 Πάνακτος
book 13 ἀντραῖος
book 14.1 Ἕλλην γάρ, ὡς λέγουσι, γίγνεται Διός, τοῦ δ’ Αἴολος
book 14.2 παῖς, Αἰόλου δὲ Σίσυφος Ἀθάμας
book 14.3 τε Κρηθεύς θ’ ὅς τ’ ἐπ’ Ἀλφειοῦ ῥοαῖς θεοῦ μανεὶς ἔρριψε
book 14.4 Σαλμωνεὺς
book 14.5 φλόγα.
book 15.1 ἴδοιμι δ’ αὐτῶν ἔκγον’ ἄρσεν’ ἀρσένων· πρῶτον μὲν εἶδος ἄξιον
book 15.2 τυραννίδος· πλείστη γὰρ ἀρετὴ τοῦθ’ ὑπάρχον ἐν βίῳ, τὴν ἀξίωσιν τῶν καλῶν τὸ σῶμ’ ἔχειν.
book 16.1 λαμπροὶ δ’ ἐν αἰχμαῖς Ἄρεος ἔν
book 16.2 τε συλλόγοις, μή μοι τὰ κομψὰ ποικίλοι γενοίατο, ἀλλ’ ὧν πόλει δεῖ μεγάλα βουλεύοντες εὖ.
book 17 ἆρ’ ἔτυμον φάτιν ἔγνων, Αἴολε, ς’ εὐνάζειν τέκνα φίλτατα;
book 18 δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν.
book 19.1 τί δ’ αἰσχρὸν ἢν μὴ τοῖσι
book 19.2 χρωμένοις δοκῇ;
book 20 μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
book 21.1 δοκεῖτ’ ἂν οἰκεῖν γαῖαν, εἰ πένης ἅπας λαὸς
book 21.2 πολιτεύοιτο
book 21.3 πλουσίων ἄτερ; οὐκ ἂν γένοιτο
book 21.4 χωρὶς ἐσθλὰ καὶ κακά, ἀλλ’ ἔστι
book 21.5 τις σύγκρασις, ὥστ’ ἔχειν καλῶς.[ln_5]ἃ μὴ γὰρ ἔστι τῷ πένητι
book 21.6 πλούσιος δίδως’· ἃ δ’ οἱ πλουτοῦντες οὐ κεκτήμεθα, τοῖσιν πένησι
book 21.7 χρώμενοι
book 21.8 τιμώμεθα.
book 22.1 τὴν δ’ εὐγένειαν
book 22.2 πρὸς θεῶν μή μοι λέγε, ἐν
book 22.3 χρήμασιν τόδ’ ἐστί, μὴ γαυροῦ, πάτερ· κύκλῳ γὰρ ἕρπει· τῷ μὲν ἔσθ’, ὃ δ’ οὐκ ἔχει· κοινοῖσι δ’ αὐτοῖς
book 22.4 χρώμεθ’· ᾧ δ’ ἂν ἐν δόμοις[ln_5]χρόνον
book 22.5 συνοικῇ πλεῖστον, οὗτος εὐγενής.
book 23.1 ἀλλ’ ἢ τὸ γῆρας τὴν Κύπριν
book 23.2 χαίρειν ἐᾷ, ἥ τ’ Ἀφροδίτη
book 23.3 τοῖς γέρουσιν ἄχθεται.
book 24.1 κακὸν γυναῖκα
book 24.2 πρὸς νέαν ζεῦξαι νέον· μακρὰ γὰρ ἰσχὺς μᾶλλον ἀρσένων μένει, θήλεια δ’ ἥβη θᾶσσον ἐκλείπει δέμας.
book 25.1 φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει· γέροντες οὐδέν ἐσμεν ἄλλο
book 25.2 πλὴν ψόφος καὶ σχῆμ’, ὀνείρων δ’ ἕρπομεν μιμήματα· νοῦς δ’ οὐκ ἔνεστιν, οἰόμεσθα δ’ εὖ φρονεῖν.
book 26.1 τῇ δ’ Ἀφροδίτῃ πόλλ’ ἔνεστι
book 26.2 ποικίλα· τέρπει
book 26.3 τε γὰρ μάλιστα καὶ λυπεῖ βροτούς. τύχοιμι δ’ αὐτῆς ἡνίκ’ ἐστὶν εὐμενής.
book 27.1 ἦ βραχύ τοι
book 27.2 σθένος ἀνέρος· ἀλλὰ ποικιλίᾳ πραπίδων δεινὰ μὲν φῦλα πόντου
book 27.3 χθονίων τ’ ἀερίων
book 27.4 τε[ln_5]δάμναται
book 27.5 παιδεύματα.
book 28.1 παῖδες, σοφοῦ πρὸς ἀνδρὸς ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἷός
book 28.2 τε συντέμνειν λόγους.
book 29.1 σιγᾶν
book 29.2 φρονοῦντα κρείσσον’ εἰς ὁμιλίαν
book 29.3 πεσόντα· τούτῳ δ’ ἀνδρὶ μήτ’ εἴην φίλος μήτε ξυνείην, ὅστις αὐτάρκη
book 29.4 φρονεῖν πέποιθε δούλους
book 29.5 τοὺς φίλους ἡγούμενος.
book 30.1 ἀλλ’ ὅμως οἰκτρός
book 30.2 τις αἰὼν
book 30.3 πατρίδος ἐκλιπεῖν ὅρους.
book 31.1 ὀργῇ γὰρ ὅστις εὐθέως
book 31.2 χαρίζεται, κακῶς
book 31.3 τελευτᾷ· πλεῖστα γὰρ
book 31.4 σφάλλει βροτούς.
book 32 κακῆς 〈ἀπ’〉 ἀρχῆς γίγνεται τέλος κακόν.
book 33 οἴμοι, τίς ἀλγεῖν οὐκ ἐπίσταται κακοῖς; τίς ἂν κλύων τῶνδ’ οὐκ ἂν ἐκβάλοι δάκρυ;
book 34.1 γλυκεῖα γάρ μοι
book 34.2 φροντὶς οὐδαμῇ βίου.
book 35 αἰεὶ τὸ μὲν ζῇ, τὸ δὲ μεθίσταται κακόν, τὸ δ’ αὖ πέφηνεν αὖθις ἐξ ἀρχῆς νέον.
book 36.1 γυναῖκα δ’ ὅστις
book 36.2 παύσεται λέγων κακῶς, δύστηνος ἆρα κοὐ σοφὸς κεκλήσεται.
book 37.1 μοχθεῖν ἀνάγκη· τὰς δὲ δαιμόνων τύχας ὅστις φέρει κάλλιστ’ ἀνὴρ οὗτος
book 37.2 σοφός.
book 38.1 τὰ πόλλ’ ἀνάγκη διαφέρει
book 38.2 τολμήματα.
book 40 ἀκρατές
book 41 κατηρτυκέναι
book 42.1 καὶ χρόνου
book 42.2 προύβαινε
book 42.3 πούς
book 43 παλαιὰ καινοῖς δακρύοις οὐ χρὴ στένειν.
book 44.1 [spk_〈α.〉]〈Α.〉 οἶδ’· ἀλλὰ κάμπτειν τῷ χρόνῳ λύπας
book 44.2 χρεών.
book 44 [spk_〈β.〉]〈Β.〉 χρῆν· τοῦτο δ’ εἰπεῖν ῥᾷον ἢ φέρειν κακά.
book 45 ὥστ’ οὔτις ἀνδρῶν εἰς ἅπαντ’ εὐδαιμονεῖ.
book 46.1 πάντων τὸ θανεῖν· τὸ δὲ κοινὸν ἄχος μετρίως ἀλγεῖν
book 46.2 σοφία μελετᾷ.
book 47.1 ὅθεν δὲ νικᾶν
book 47.2 χρῆν
book 47.3 σε, δυστυχεῖς, ἄναξ· ὅθεν δέ ς’ οὐ χρῆν, εὐτυχεῖς. δούλοισι γὰρ
book 47.4 τοῖς
book 47.5 σοῖσι νικᾷς, τοῖς δ’ ἐλευθέροισιν οὔ.
book 48.1 σοφὸς μὲν οὖν εἶ, Πρίαμ’, ὅμως δέ σοι λέγω· δούλου
book 48.2 φρονοῦντος μᾶλλον ἢ φρονεῖν
book 48.3 χρεὼν οὐκ ἔστιν ἄχθος μεῖζον οὐδὲ δώμασιν κτῆσις κακίων οὐδ’ ἀνωφελεστέρα.
book 49.1 ἤλεγχον· οὕτω γὰρ κακὸν δούλων γένος· γαστὴρ ἅπαντα, τοὐπίσω δ’ οὐδὲν
book 49.2 σκοπεῖ.
book 50.1 δούλων ὅσοι
book 50.2 φιλοῦσι δεσποτῶν γένος, πρὸς τῶν ὁμοίων πόλεμον αἴρονται μέγαν.
book 51.1 δούλους γὰρ οὐ καλὸν
book 51.2 πεπᾶσθαι κρείσσονας τῶν δεσποτῶν.
book 52.1 περισσόμυθος ὁ λόγος, εὐγένειαν εἰ βρότειον εὐλογήσομεν. τὸ γὰρ πάλαι καὶ πρῶτον ὅτ’ ἐγενόμεθα, διὰ δ’ ἔκρινεν ἁ τεκοῦσα γᾶ βροτούς,[ln_5]ὁμοίαν
book 52.2 χθὼν ἅπασιν ἐξεπαίδευσεν ὄψιν. ἴδιον οὐδὲν ἔσχομεν· μία δὲ γονὰ τό τ’ εὐγενὲς καὶ τὸ δυσγενές· νόμῳ δὲ γαῦρον αὐτὸ κραίνει
book 52.3 χρόνος. τὸ φρόνιμον εὐγένεια καὶ τὸ συνετὸν[ln_10]ὁ θεὸς δίδωσιν, οὐχ ὁ πλοῦτος.
book 53 οὐκ ἔστιν ἐν κακοῖσιν εὐγένεια, παρ’ ἀγαθοῖσι δ’ ἀνδρῶν.
book 54.1 κακόν
book 54.2 τι παίδευμ’ ἦν ἄρ’ εἰς εὐανδρίαν ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν
book 54.3 τρυφαί· πενία δὲ δύστηνον μέν, ἀλλ’ ὅμως
book 54.4 τρέφει μοχθεῖν τ’ ἀμείνω τέκνα καὶ δραστήρια.
book 55.1 ἄδικον ὁ πλοῦτος, πολλὰ δ’ οὐκ ὀρθῶς
book 55.2 ποεῖ.
book 56 ἄναξ, διαβολαὶ δεινὸν ἀνθρώποις κακόν· ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει.
book 57 ὦ παγκάκιστοι καὶ τὸ δοῦλον οὐ λόγῳ ἔχοντες, ἀλλὰ τῇ τύχῃ κεκτημένοι
book 58.1 οἴμοι, θανοῦμαι διὰ τὸ χρήσιμον
book 58.2 φρενῶν, ἣ τοῖσιν ἄλλοις γίγνεται
book 58.3 σωτηρία.
book 59 ἐκ τῶν ὁμοίων οἱ κακοὶ γαμοῦς’ ἀεί.
book 60 χρόνος δὲ δείξει 〈σ’〉· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί ς’ ἢ κακόν.
book 61 μισῶ σοφὸν ἐν λόγοισιν, ἐς δ’ ὄνησιν οὐ σοφόν.
book 62.1 Ἑκάβη, τὸ θεῖον ὡς ἄελπτον ἔρχεται θνητοῖσιν, ἕλκει δ’ οὔποτ’ ἐκ
book 62.2 ταὐτοῦ τύχας.
book 63 ἄρρητος κόρη
book 65 ἥκω δ’ ἀτενὴς ἀπ’ οἴκων
book 66.1 οὐδὲ πυνθάνεσθε
book 66.2 ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει;
book 67.1 ὁ φόβος, ὅταν
book 67.2 τις αἵματος μέλλῃ πέρι λέγειν καταστὰς εἰς ἀγῶν’ ἐναντίον, τό τε
book 67.3 στόμ’ εἰς ἔκπληξιν ἀνθρώπων ἄγει τὸν νοῦν τ’ ἀπείργει μὴ λέγειν ἃ βούλεται.[ln_5]τῷ μὲν γὰρ ἔνι κίνδυνος, ὃ δ’ ἀθῷος μένει. ὅμως δ’ ἀγῶνα τόνδε δεῖ μ’ ὑπεκδραμεῖν· ψυχὴν γὰρ ἆθλα κειμένην ἐμὴν ὁρῶ.
book 68 [spk_〈α.〉]〈Α.〉 μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.
book 68 [spk_〈φ.〉]〈Φ.〉 ἑκὼν ἑκοῦσαν ἢ 〈οὐ〉 θέλουσαν οὐχ ἑκών;
book 69.1 μάλιστα μέν μ’ ἐπῆρ’ ἐπισκήψας
book 69.2 πατήρ, ὅθ’ ἅρματ’ εἰσέβαινεν εἰς Θήβας ἰών.
book 70 ὃς Οἰδίπουν ἀπώλες’, Οἰδίπους δ’ ἐμέ, χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν.
book 71 αἷμα γὰρ σόν, μῆτερ, ἀπενίψατο
book 72.1 χαῖρ’, ὦ γεραιέ· τήν
book 72.2 τε παῖδ’ ἐκδοὺς ἐμοὶ γαμβρὸς νομίζῃ καὶ πατὴρ
book 72.3 σωτήρ τ’ ἐμός.
book 73 ἀργαίνειν
book 74.1 φίλαι φίλαι, πρόβατε, μόλε
book 74.2 τις ὧδε· ποδαπὸς ὁ ξένος Κορινθίοις ἔμολεν ἀγχίαλος;
book 75 ὦ παῖ Κρέοντος, ὡς ἀληθὲς ἦν ἄρα, ἐσθλῶν ἀπ’ ἀνδρῶν ἐσθλὰ γίγνεσθαι τέκνα, κακῶν δ’ ὅμοια τῇ φύσει τῇ τοῦ πατρός.
book 76.1 ὁρᾶτε τὸν τύραννον ὡς ἄπαις γέρων
book 76.2 φεύγει· φρονεῖν δὲ θνητὸν ὄντ’ οὐ χρὴ μέγα.
book 77 ἀπαιώνιστον
book 78 γυναῖκα καὶ ὠφελίαν καὶ νόσον ἀνδρὶ φέρειν μεγίσταν ἐδίδαξα τὠμῷ λόγῳ.
book 79 βροτοῖς τὰ μείζω τῶν μέσων τίκτει νόσους· θεῶν δὲ θνητοὺς κόσμον οὐ πρέπει φέρειν.
book 80 φεῦ 〈φεῦ〉, τὰ μεγάλα μεγάλα καὶ πάσχει κακά.
book 81.1 ταπεινὰ γὰρ
book 81.2 χρὴ τοὺς κακῶς
book 81.3 πεπραγότας λέγειν, ἐς ὄγκον δ’ οὐκ ἄνω βλέπειν τύχης.
book 82.1 τὰ τῶν
book 82.2 τεκόντων ὡς μετέρχεται θεὸς μιάσματα
book 83 εἰ τοῦ τεκόντος οὐδὲν ἐντρέπῃ πατρός
book 84.1 ἢ τί πλέον εἶναι
book 84.2 παῖδας ἀνθρώποις, πάτερ, εἰ μὴ ἐπὶ τοῖς δεινοῖσιν ὠφελήσομεν;
book 85.1 μέτεστι
book 85.2 τοῖς δούλοισι δεσποτῶν νόσου.
book 86.1 ὅστις δὲ δούλῳ φωτὶ πιστεύει βροτῶν, πολλὴν
book 86.2 παρ’ ἡμῖν μωρίαν ὀφλισκάνει.
book 87.1 γυναῖκες, ὁρμήθητε μηδ’ ἀθυμία
book 87.2 σχέθῃ τις ὑμᾶς· ταῦτα γὰρ
book 87.3 σκεθρῶς ὁρᾶν ἡμᾶς ἀνάγκη
book 87.4 τοὺς νομίζοντας τέχνην
book 88 πολὺς δ’ ἀνεῖρπε κισσὸς εὐφυὴς κλάδος, ἀηδόνων μουσεῖον
book 89.1 οὐ γάρ
book 89.2 ποτ’ εἴων
book 89.3 Σθένελον εἰς τὸν εὐτυχῆ χωροῦντα
book 89.4 τοῖχον τῆς δίκης ἀποστερεῖν.
book 90.1 πόθεν δὲ πεύκης
book 90.2 πανὸν ἐξηῦρες λαβεῖν;
book 91 ἀτρέκεια δ’ ἄριστον ἀνδρὸς ἐν πόλει δικαίου πέλει.
book 92.1 ἴστω τ’ ἄφρων ὢν ὅστις ἄνθρωπος γεγὼς δῆμον κολούει
book 92.2 χρήμασιν γαυρούμενος.
book 93.1 ἀεὶ δ’ ἀρέσκειν
book 93.2 τοῖς κρατοῦσι· ταῦτα γὰρ δούλοις ἄριστα· κἀφ’ ὅτῳ τεταγμένος εἴη
book 93.3 τις, ἁνδάνοντα δεσπόταις
book 93.4 ποεῖν.
book 94.1 τῶν γὰρ δυναστῶν
book 94.2 πλεῖστος ἐν πόλει λόγος.
book 95.1 ἀλλ’ οὐδὲν ηὑγένεια
book 95.2 πρὸς τὰ χρήματα· τὸν γὰρ κάκιστον
book 95.3 πλοῦτος εἰς
book 95.4 πρώτους ἄγει.
book 96.1 σκαιόν
book 96.2 τι χρῆμα
book 96.3 πλοῦτος ἥ τ’ ἀπειρία.
book 97.1 ἀλλ’ οὐ γὰρ ὀρθῶς
book 97.2 ταῦτα, γενναίως 〈δ’〉 ἴσως ἔπραξας· αἰνεῖσθαι δὲ δυστυχῶν ἐγὼ μισῶ· λόγος γὰρ
book 97.3 τοὔργον οὐ νικᾷ ποτε.
book 98.1 ἀλλ’ εὖ φέρειν
book 98.2 χρὴ συμφορὰς τὸν εὐγενῆ.
book 99.1 τὸν εὐτυχοῦντα
book 99.2 χρῆν
book 99.3 σοφὸν
book 99.4 πεφυκέναι.
book 100.1 θάρσει, τάχ’ ἂν γένοιτο· πολλά τοι θεὸς κἀκ τῶν ἀέλπτων εὔπορ’ ἀνθρώποις
book 100.2 τελεῖ.
book 101.1 ἀλλ’ ἡμέρα
book 101.2 τοι
book 101.3 πολλὰ καὶ μέλαινα νὺξ τίκτει βροτοῖσιν.
book 102.1 σοφώτεροι γὰρ
book 102.2 συμφορὰς τὰς τῶν πέλας πάντες διαθρεῖν ἢ τύχας τὰς οἴκοθεν.
book 103.1 δεινόν
book 103.2 τι τέκνων φίλτρον ἐνῆκεν θεὸς ἀνθρώποις.
book 104 ἀμολγὸν νύκτα
book 105.1 ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα
book 105.2 στόλον
book 105.3 στείχοντα θεωρὸν ἐκ
book 105.4 τρόχων
book 105.5 πεπαυμένον.
book 106 .. γέμουσαν κύματος θεοσπόρου
book 107 πλήσας δὲ νηδὺν οὐδ’ ὄναρ κατ’ εὐφρόνην φίλοις ἔδειξεν αὑτόν.
book 108 γυνὴ γυναικὶ σύμμαχος πέφυκέ πως.
book 109.1 οὐ μὴν σύ γ’ ἡμᾶς
book 109.2 τοὺς
book 109.3 τεκόντας ᾐδέσω.
book 110.1 ἐγὼ δ’, ὃ μὲν μέγιστον, ἄρξομαι λέγειν ἐκ
book 110.2 τοῦδε
book 110.3 πρῶτον· πατρὶ πείθεσθαι
book 110.4 χρεὼν
book 110.5 παῖδας νομίζειν τ’ αὐτὸ τοῦτ’ εἶναι δίκην.
book 111.1 τί δῆτα μοχθεῖν δεῖ γυναικεῖον γένος
book 111.2 φρουροῦντας; αἱ γὰρ εὖ τεθραμμέναι
book 111.3 πλέον
book 111.4 σφάλλουσιν οἴκους τῶν
book 111.5 παρημελημένων.
book 112.1 ὁ χρόνος ἅπαντα
book 112.2 τοῖσιν ὕστερον
book 112.3 φράσει, λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.
book 113 ὁδῆσαι
book 114 [spk_ανδρ]ΑΝΔΡ. Ὦ νὺξ ἱερά, ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύους’ αἰθέρος ἱερᾶς[ln_5]τοῦ σεμνοτάτου δι’ Ὀλύμπου.
book 115.1 τί ποτ’ Ἀνδρομέδα
book 115.2 περίαλλα κακῶν μέρος ἐξέλαχον, θανάτου
book 115.3 τλήμων μέλλουσα
book 115.4 τυχεῖν;
book 116.1 ποῖαι λιβάδες, ποία
book 116.2 σειρήν
book 117.1 φίλαι
book 117.2 παρθένοι, φίλαι μοι
book 118 προσαυδῶ σὲ τὰν ἐν ἄντροις, ἀπόπαυσον, ἔασον Ἀ‐ χοῖ με σὺν φίλαισιν γόου κόρον λαβεῖν.
book 119 συνάλγησον, ὡς ὁ κάμνων δακρύων μεταδοὺς ἔχει κουφότητα μόχθων.
book 120.1 ἄνοικτος ὃς
book 120.2 τεκὼν σὲ τὴν
book 120.3 πολυπονωτάτην βροτῶν μεθῆκεν Ἅιδᾳ πάτρας ὑπερθανεῖν.
book 121.1 ἐκθεῖναι κήτει
book 121.2 φορβάν
book 122.1 Ar. Thesm. 1029—1041[ln_1029]ὁρᾷς; οὐ χοροῖσιν[ln_1030]οὐδ’ ὑφ’ ἡλίκων νεανίδων .... ἕστηκ’ ἔχους’, ἀλλ’ ἐν
book 122.2 πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη κήτει βορὰ ... πρόκειμαι. γαμηλίῳ μὲν οὐ ξὺν[ln_1035]παιῶνι, δεσμίῳ δέ, γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος, ὦ τάλας ἐγὼ τάλας, ἀπὸ δὲ συγγόνων τάλαν’ ἄνομα πάθεα[ln_1040]φῶτά τε λιτομένα, πολυδάκρυτον Ἀίδα γόον
book 122.3 φλέγουσαν[ln_1041n]et mox v. 1047—1055[ln_1047]ἰὼ μοίρας ἄτεγκτε δαίμων·
book 122.1 ὦ κατάρατος ἐγώ·[ln_1048]τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν
book 122.2 παρουσίᾳ; εἴθε με
book 122.3 πυρφόρος ἀστεροπητὴς τὸν βάρβαρον ἐξολέσειεν. οὐ γὰρ ἔτ’ ἀθανάταν
book 122.4 φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην λαιμότμητ’ ἄχη, δαιμονῶν αἰόλαν[ln_1055]νέκυσιν ἐπὶ πορείαν.
book 123.1 Περσεὺς
book 123.2 πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος κάρα κομίζων
book 124.1 ὦ θεοί, τίν’ εἰς γῆν βαρβάρων ἀφίγμεθα
book 124.2 ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον.
book 125.1 ἔα, τίν’ ὄχθον τόνδ’ ὁρῶ περίρρυτον ἀφρῷ θαλάσσης; παρθένου τ’ εἰκώ τινα ἐξ αὐτομόρφων λαΐνων
book 125.2 τυκισμάτων
book 125.3 σοφῆς ἄγαλμα
book 125.4 χειρός.
book 126 σιγᾷς· σιωπὴ δ’ ἄπορος ἑρμηνεὺς λόγων.
book 127.1 [spk_περς]ΠΕΡΣ. ὦ παρθέν’, οἰκτίρω
book 127.2 σε κρεμαμένην ὁρῶν. ΑΝΔΡ. σὺ δ’ εἶ τίς ὅστις
book 127.3 τοὐμὸν ᾤκτιρας πάθος;
book 128.1 ὦ ξένε, κατοίκτιρόν με τὴν
book 128.2 παναθλίαν, λῦσόν με δεσμῶν.
book 129 ὦ παρθέν’, εἰ σῴσαιμί ς’, εἴσῃ μοι χάριν;
book 130.1 τὰς
book 130.2 συμφορὰς γὰρ τῶν κακῶς
book 130.3 πεπραγότων οὐπώποθ’ ὕβρις’, αὐτὸς ὀρρωδῶν
book 130.4 παθεῖν.
book 131.1 μή μοι
book 131.2 προτείνων ἐλπίδ’ ἐξάγου δάκρυ. γένοιτό τἂν πόλλ’ ὧν δόκησις οὐκ ἔνι.
book 132.1 ἄγου δέ μ’, ὦ ξεῖν’, εἴτε
book 132.2 πρόσπολον θέλεις εἴτ’ ἄλοχον εἴτε δμωίδ’ . . . . .
book 133.1 ἀλλ’ ἡδύ τοι
book 133.2 σωθέντα μεμνῆσθαι πόνων.
book 134.1 εὔκλειαν ἔλαβον οὐκ ἄνευ
book 134.2 πολλῶν πόνων.
book 135.1 ἦ που τὸ μέλλον ἐκφοβεῖ καθ’ ἡμέραν· ὡς
book 135.2 τοῦ γε πάσχειν
book 135.3 τοὐπιὸν μεῖζον κακόν.
book 136.1 σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά, ἢ τοῖς ἐρῶσιν εὐτυχῶς
book 136.2 συνεκπόνει μοχθοῦσι μόχθους ὧν σὺ δημιουργὸς εἶ.[ln_5]καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ, μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι
book 136.3 φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς
book 136.4 τιμῶσί σε.
book 137.1 τῶν γὰρ
book 137.2 πλούτων ὅδ’ ἄριστος γενναῖον λέχος εὑρεῖν.
book 138 ὅσοι γὰρ εἰς ἔρωτα πίπτουσιν βροτῶν, ἐσθλῶν ὅταν τύχωσι τῶν ἐρωμένων, οὐκ ἔσθ’ ὁποίας λείπεται τόδ’ ἡδονῆς.
book 139.1 αἰαῖ, τί δράσω; πρὸς τίνας
book 139.2 στρεφθῶ λόγους; ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.
book 140.1 ὦ τλῆμον, ὡς
book 140.2 σοὶ τὰς τύχας μὲν ἀσθενεῖς ἔδωχ’ ὁ δαίμων, μέγα
book 140.3 φρονοῦσι δ’ οἱ λόγοι.
book 141.1 ἐγὼ δὲ παῖδας οὐκ ἐῶ νόθους λαβεῖν· τῶν γνησίων γὰρ οὐδὲν ὄντες ἐνδεεῖς νόμῳ νοσοῦσιν· ὅ σε
book 141.2 φυλάξασθαι
book 141.3 χρεών.
book 142.1 χρυσὸν μάλιστα βούλομαι δόμοις ἔχειν· καὶ δοῦλος ὢν γὰρ τίμιος
book 142.2 πλουτῶν ἀνήρ, ἐλεύθερος δὲ χρεῖος ὢν οὐδὲν
book 142.3 σθένει. χρυσοῦ νόμιζε
book 142.4 σαυτὸν εἵνεκ’ εὐτυχεῖν.
book 143.1 χρήμασιν γὰρ εὐτυχῶ· ταῖς
book 143.2 συμφοραῖσι δ’, ὡς ὁρᾷς, οὐκ εὐτυχῶ.
book 144 μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω.
book 145 ὁρῶ δὲ πρὸς τὰ παρθένου θοινάματα κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός.
book 146.1 πᾶς δὲ ποιμένων ἔρρει λεώς, ὃ μὲν γάλακτος κίσσινον φέρων
book 146.2 σκύφος πόνων ἀναψυκτῆρ’, ὃ δ’ ἀμπέλων γάνος.
book 147 οἱ κατ’ οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν
book 148 τέλειος
book 149.1 νεότης μ’ ἐπῆρε καὶ θράσος
book 149.2 τοῦ νοῦ πλέον.
book 150 οὐκ ἔστιν ὅστις εὐτυχὴς ἔφυ βροτῶν, ὃν μὴ τὸ θεῖον ὡς τὰ πολλὰ συνθέλει.
book 151.1 τήν
book 151.2 τοι Δίκην λέγουσι
book 151.3 παῖδ’ εἶναι Διὸς ἐγγύς
book 151.4 τε ναίειν τῆς βροτῶν ἁμαρτίας.
book 152 ... τὸ δαιμόνιον οὐχ ὁρᾷς ὅπῃ μοίρας διεξέρχεται; στρέφει δ’ ἄλλους ἄλλως εἰς ἁμέραν.
book 153.1 ὃ μὲν ὄλβιος ἦν, τὸ δ’ ἀπέκρυψεν θεὸς ἐκ κείνων τῶν
book 153.2 ποτε λαμπρῶν· νεύει βίοτος, νεύει δὲ τύχα κατὰ πνεῦμ’ ἀνέμων.
book 154.1 [spk_〈α.〉]〈Α.〉 τὸ ζῆν ἀφέντες τὸ κατὰ γῆς
book 154.2 τιμῶσί σου. 〈Β.〉 κενόν γ’· ὅταν γὰρ ζῇ τις, εὐτυχεῖ χρεών.
book 155 ἀγρεύματα
book 156 ἀμείβεται
book 157 Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ
book 158 εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν.
book 159 χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως
book 160.1 νέοι νέοισι
book 160.2 συννοσοῦσι τἀφανῆ.
book 161 ἤρων· τὸ μαίνεσθαι δ’ ἄρ’ ἦν ἔρως βροτοῖς.
book 162.1 ἀνδρὸς δ’ ὁρῶντος εἰς Κύπριν νεανίου ἀφύλακτος ἡ τήρησις, ὡς κἂν
book 162.2 φαῦλος ᾖ τἄλλ’, εἰς ἔρωτα πᾶς ἀνὴρ
book 162.3 σοφώτατος· ἢν δ’ ἂν
book 162.4 προσῆται Κύπρις, ἥδιστον λαβεῖν.
book 163 ἀνδρὸς φίλου δὲ χρυσὸς ἀμαθίας μέτα ἄχρηστος, εἰ μὴ κἀρετὴν ἔχων τύχοι.
book 164.1 ἄριστον ἀνδρὶ κτῆμα
book 164.2 συμπαθὴς γυνή.
book 165.1 ἄκουσον· οὐ γὰρ οἱ κακῶς
book 165.2 πεπραγότες σὺν
book 165.3 ταῖς τύχαισι
book 165.4 τοὺς λόγους ἀπώλεσαν.
book 166 τὸ μῶρον αὐτῷ τοῦ πατρὸς νόσημ’ ἔνι· φιλεῖ γὰρ οὕτως ἐκ κακῶν εἶναι κακούς.
book 167.1 ἡ γὰρ δόκησις
book 167.2 πατράσι
book 167.3 παῖδας εἰκέναι· τὰ πολλὰ ταύτῃ γίγνεται τέκνων πέρι.
book 168 ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση.
book 169 .. ἐπ’ ἄκραν ἥκομεν γραμμὴν κακῶν.
book 170.1 οὐκ ἔστι
book 170.2 Πειθοῦς ἱερὸν ἄλλο
book 170.3 πλὴν λόγος, καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει.
book 171.1 δεῖ τοῖσι
book 171.2 πολλοῖς τὸν τύραννον ἁνδάνειν.
book 172.1 οὔτ’ εἰκὸς ἄρχειν οὔτε
book 172.2 χρῆν εἶναι νόμον τύραννον εἶναι· μωρία δὲ καὶ θέλειν ὃς τῶν ὁμοίων βούλεται κρατεῖν μόνος.
book 173.1 οἰκεῖος ἀνθρώποισι γίγνεσθαι
book 173.2 φιλεῖ πόλεμος ἐν ἀστοῖς, ἢν διχοστατῇ πόλις.
book 174.1 [μὴ οὖν ἔθελε λυπεῖν
book 174.2 σαυτὸν ἐξειδὼς ὅτι
book 174.3 πολλάκι τὸ λυποῦν ὕστερον
book 174.4 χαρὰν ἄγει καὶ τὸ κακὸν ἀγαθοῦ γίγνεται
book 174.5 παραίτιον.]
book 175 ὅστις δὲ πρὸς τὸ πῖπτον εὐλόφως φέρει, τὸν δαίμον’ οὗτος ἧσσόν ἐστιν ἄθλιος.
book 176.1 θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος ἔχει· μαθεῖν δὲ πᾶσίν ἐστιν εὐμαρές. τίς γὰρ
book 176.2 πετραῖον
book 176.3 σκόπελον οὐτάζων δορὶ ὀδύναισι δώσει; τίς δ’ ἀτιμάζων νέκυς,[ln_5]εἰ μηδὲν αἰσθάνοιντο τῶν
book 176.4 παθημάτων;
book 177 ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός, Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑποστατός.
book 179.1 Οἰνόῃ σύγχορτα ναίω
book 179.2 πεδία
book 179.3 ταῖς τ’ Ἐλευθεραῖς
book 180 Ὑσιαί
book 181 τὸν μὲν κίκλησκε Ζῆθον· ἐζήτησε γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν.
book 183.1 λαμπρός θ’ ἕκαστος κἀπὶ τοῦτ’ ἐπείγεται νέμων τὸ πλεῖστον ἡμέρας
book 183.2 τούτῳ μέρος, ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.
book 184.1 μοῦσάν
book 184.2 τιν’ ἄτοπον εἰσάγεις, ἀσύμφορον, ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ.
book 185.1 ... ἀμελεῖς ὧν 〈σε
book 185.2 φροντίζειν ἐχρῆν·〉 ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉 γυναικομίμῳ διαπρέπεις μορφώματι ..... κοὔτ’ ἂν ἀσπίδος κύτει[ln_5]〈καλῶσ〉 ὁμιλήσειας οὔτ’ ἄλλων ὕπερ νεανικὸν βούλευμα βουλεύσαιό 〈τι〉.
book 186.1 πῶς γὰρ
book 186.2 σοφὸν
book 186.3 τοῦτ’ ἔστιν, ἥτις εὐφυᾶ λαβοῦσα τέχνη φῶτ’ ἔθηκε
book 186.4 χείρονα;
book 187.1 ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος τὰ μὲν κατ’ οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ, μολπαῖσι δ’ ἡσθεὶς
book 187.2 τοῦτ’ ἀεὶ θηρεύεται, ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,[ln_5]φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται, ὅταν γλυκείας ἡδονῆς ἥσσων
book 187.3 τις ᾖ.
book 188.1 ἀλλ’ ἐμοὶ πιθοῦ· παῦσαι μελῳδῶν, πολέμων δ’ εὐμουσίαν ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις
book 188.2 φρονεῖν, σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν,[ln_5]ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς
book 188.3 σοφίσματα, ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.
book 189.1 ἐκ
book 189.2 παντὸς ἄν
book 189.3 τις
book 189.4 πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη
book 189.5 σοφός.
book 190 λύρα βοῶν .. ῥύσι’ ἐξερρύσατο
book 191 .. κρεῖσσον ὄλβου κτῆμα
book 192.1 χρόνος θεῶν
book 192.2 τε πνεῦμ’ ἔρως θ’ ὑμνῳδίας
book 193.1 ὅστις δὲ πράσσει
book 193.2 πολλὰ μὴ πράσσειν
book 193.3 παρόν, μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα.
book 194.1 ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος πόλει τ’ ἄριστος. μὴ τὰ κινδυνεύματα αἰνεῖτ’· ἐγὼ γὰρ οὔτε ναυτίλον
book 194.2 φιλῶ τολμῶντα λίαν οὔτε
book 194.3 προστάτην
book 194.4 χθονός.
book 195.1 ἅπαντα τίκτει
book 195.2 χθὼν πάλιν
book 195.3 τε λαμβάνει.
book 196.1 τοιόσδε θνητῶν τῶν
book 196.2 ταλαιπώρων βίος· οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ. [εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ.] τί δῆτ’ ἐν ὄλβῳ μὴ σαφεῖ βεβηκότες[ln_5]οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;
book 197 βροτοῖσιν εὔκρας οὐ γένοιτ’ ἂν ἡδονή.
book 198.1 εἰ δ’ εὐτυχῶν
book 198.2 τις καὶ βίον κεκτημένος μηδὲν δόμοισι τῶν καλῶν
book 198.3 πειράσεται, ἐγὼ μὲν οὔποτ’ αὐτὸν ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον
book 198.4 χρημάτων εὐδαίμονα.
book 199 τὸ δ’ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω, κρεῖσσον τόδ’ ἐστὶ καρτεροῦ βραχίονος.
book 200.1 γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ’ οἶκος, εἴς τ’ αὖ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ ἓν βούλευμα τὰς
book 200.2 πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία
book 200.3 πλεῖστον κακόν.
book 201.1 καὶ μὴν ὅσοι μὲν
book 201.2 σαρκὸς εἰς εὐεξίαν ἀσκοῦσι βίοτον, ἢν
book 201.3 σφαλῶσι
book 201.4 χρημάτων, κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον ἀκόλαστον ἦθος γαστρὸς ἐν
book 201.5 ταὐτῷ μένειν.
book 202.1 ἐγὼ μὲν οὖν ᾄδοιμι καὶ λέγοιμί τι
book 202.2 σοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ.
book 203 ἔνδον δὲ θαλάμοις βουκόλον .... κομῶντα κισσῷ στῦλον εὐίου θεοῦ.
book 204 πόλλ’ ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά.
book 205.1 φρονῶ δ’ ὃ πάσχω, καὶ τόδ’ οὐ σμικρὸν κακόν· τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει
book 205.2 τινὰ νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνωσία.
book 206.1 ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι
book 206.2 ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον, ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δ’ εὐγλωσσίᾳ[ln_5]νικᾷ, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.
book 207 κύουσα τίκτω ἡνίκ’ ἠγόμην πάλιν
book 208.1 εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ, ἔχει λόγον καὶ τοῦτο· τῶν
book 208.2 πολλῶν βροτῶν δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ’ εὐτυχεῖς.
book 209.1 οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή, γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι
book 209.2 φθόνον.
book 210.1 οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου
book 210.2 σχήματ’ ἐκμιμούμενον
book 210.3 σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν.
book 211.1 φεῦ φεῦ, βροτείων
book 211.2 πημάτων ὅσαι τύχαι ὅσαι
book 211.3 τε μορφαί· τέρμα δ’ οὐκ εἴποι
book 211.4 τις ἄν.
book 212.1 εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς γυναικός, εἰ μὴ τὰς
book 212.2 φρένας
book 212.3 χρηστὰς ἔχοι;
book 213.1 κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων λέκτροις ἐπ’ αἰσχροῖς εἶδον ἐκπεπληγμένους, δαιτὸς δὲ πληρωθείς
book 213.2 τις ἄσμενος πάλιν
book 213.3 φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη
book 213.4 στόμα.
book 214.1 κῆδος καθ’ αὑτὸν τὸν
book 214.2 σοφὸν κτᾶσθαι
book 214.3 χρεών.
book 215 πᾶσι δ’ ἀγγέλλω βροτοῖς ἐσθλῶν ἀπ’ ἀλόχων εὐγενῆ σπείρειν τέκνα.
book 216 οὐ χρή ποτ’ ἄνδρα δοῦλον ὄντ’ ἐλευθέρας γνώμας διώκειν οὐδ’ ἐς ἀργίαν βλέπειν.
book 217 .. τὸ δοῦλον οὐχ ὁρᾷς ὅσον κακόν;
book 218.1 φεῦ φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῇ γένος
book 218.2 πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός.
book 219.1 κόσμος δὲ σιγὴ στεγανὸς ἀνδρὸς οὐ κακοῦ· τὸ δ’ ἐκλαλοῦν
book 219.2 τοῦθ’ ἡδονῆς μὲν ἅπτεται, κακὸν δ’ ὁμίλημ’, ἀσθενὲς δὲ καὶ πόλει.
book 220.1 πολλοὶ δὲ θνητῶν
book 220.2 τοῦτο πάσχουσιν κακόν· γνώμῃ φρονοῦντες οὐ θέλους’ ὑπηρετεῖν
book 220.3 ψυχῇ τὰ πολλὰ πρὸς φίλων νικώμενοι.
book 221 εἰ δέ που τύχοι πέριξ ἑλίξας εἷλκε .. ὁμοῦ λαβὼν γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί.
book 222.1 τήν
book 222.2 τοι Δίκην λέγουσι
book 222.3 παῖδ’ εἶναι
book 222.4 χρόνου, δείκνυσι δ’ ἡμῶν ὅστις ἐστὶ μὴ κακός.
book 223.1 Δίκα
book 223.2 τοι Δίκα
book 223.3 χρόνιος, ἀλλ’ ὅμως ὑποπεσοῦς’ ἔλαθεν, ὅταν ἔχῃ τιν’ ἀσεβῆ βροτῶν.
book 224 Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύω, τὸν δὲ μουσικώτατον κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα.
book 226 νόσον ἔχειν
book 227 εὐθύδημον
book 228.1 Δαναὸς ὁ πεντήκοντα θυγατέρων
book 228.2 πατὴρ Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, ὃς ἐκ μελαμβρότοιο
book 228.3 πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς, ἡνίκ’ ἂν
book 228.4 τακῇ χιὼν[ln_5]τέθριππ’ ἄγοντος ἡλίου κατ’ αἰθέρα, ἐλθὼν ἐς Ἄργος ᾤκις’ Ἰνάχου πόλιν· Πελασγιώτας δ’ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ ἀν’ Ἑλλάδα.
book 229.1 βασιλεῦ χώρας τῆς
book 229.2 πολυβώλου Κισσεῦ, πεδίον
book 229.3 πυρὶ μαρμαίρει
book 230.1 οὐ γὰρ ὑπερθεῖν κύματος ἄκραν δυνάμεσθ’· ἔτι γὰρ θάλλει
book 230.2 πενία κακὸν ἔχθιστον, φεύγει δ’ ὄλβος.
book 231.1 ἡμῶν τί δῆτα
book 231.2 τυγχάνεις
book 231.3 χρείαν ἔχων; πατέρων γὰρ ἐσθλῶν ἐλπίδας δίδως γεγώς.
book 232.1 ἐν
book 232.2 τοῖς τέκνοις γὰρ ἁρετὴ τῶν εὐγενῶν ἔλαμψε, κρεῖσσόν τ’ ἐστὶ πλουσίου γάμου 〈γένοσ〉· πένης γὰρ οὐκ ἐκεῖν’ ἀπώλεσεν τὸ τοῦ πατρὸς γενναῖον.
book 233.1 σοὶ δ’ εἶπον, ὦ παῖ, τὰς τύχας ἐκ τῶν πόνων θηρᾶν ὁρᾷς γὰρ
book 233.2 πατέρα σὸν
book 233.3 τιμώμενον.
book 234.1 πατρὸς δ’ ἀνάγκη
book 234.2 παισὶ πείθεσθαι λόγῳ.
book 235 πλουτεῖς, ὁ πλοῦτος δ’ ἀμαθία δειλόν θ’ ἅμα.
book 236 σὺν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.
book 237.1 νεανίαν γὰρ ἄνδρα
book 237.2 χρὴ τολμᾶν ἀεί· οὐδεὶς γὰρ ὢν ῥᾴθυμος εὐκλεὴς ἀνήρ, ἀλλ’ οἱ πόνοι τίκτουσι τὴν εὐδοξίαν.
book 238 οὐκ ἔστιν ὅστις ἡδέως ζητῶν βιοῦν εὔκλειαν εἰσεκτήσατ’, ἀλλὰ χρὴ πονεῖν.
book 239 ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.
book 240 ἐμὲ δ’ ἄρ’ οὐ μοχθεῖν δίκαιον; τίς δ’ ἄμοχθος εὐκλεής; τίς τῶν μεγίστων δειλὸς ὢν ὠρέξατο;
book 241 ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω.
book 242.1 φέρει δὲ καὶ τοῦτ’ οὐχὶ μικρόν, εὐγενὴς ἀνὴρ
book 242.2 στρατηγῶν εὐκλεᾶ τ’ ἔχων φάτιν.
book 243.1 ὀλίγον ἄλκιμον δόρυ κρεῖσσον
book 243.2 στρατηγοῦ μυρίου
book 243.3 στρατεύματος.
book 244.1 ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες
book 244.2 πολλῶν κακῶν.
book 245.1 ἓν δέ σοι μόνον
book 245.2 προφωνῶ, μὴ ἐπὶ δουλείαν
book 245.3 ποτὲ ζῶν ἑκὼν ἔλθῃς
book 245.4 παρὸν
book 245.5 σοὶ κατθανεῖν ἐλευθέρῳ.
book 246.1 νεανίας
book 246.2 τε καὶ πένης
book 246.3 σοφός θ’ ἅμα· ταῦτ’ εἰς ἓν ἐλθόντ’ ἄξι’ ἐνθυμήσεως.
book 247.1 τί δ’ οὐκ ἂν εἴη
book 247.2 χρηστὸς ὄλβιος γεγώς;
book 248.1 οὐκ ἔστι
book 248.2 πενίας ἱερὸν αἰσχίστης θεοῦ. μισῶ γὰρ ὄντως οἵτινες
book 248.3 φρονοῦσι μέν, φρονοῦσι δ’ οὐδὲν ὥς γε
book 248.4 χρημάτων ὕπερ.
book 249.1 μὴ πλούσιον θῇς· ἐνδεέστερος γὰρ ὢν
book 249.2 ταπεινὸς ἔσται· κεῖνο δ’ ἰσχύει μέγα, πλοῦτος λαβών 〈τε〉 τοῦτον εὐγενὴς ἀνήρ.
book 250 τυραννίδ’ ἣ θεῶν δευτέρα νομίζεται· τὸ μὴ θανεῖν γὰρ οὐκ ἔχει, τὰ δ’ ἄλλ’ ἔχει.
book 251.1 κρείσσω γὰρ οὔτε δοῦλον οὔτ’ ἐλεύθερον
book 251.2 τρέφειν ἐν οἴκοις ἀσφαλὲς
book 251.3 τοῖς σώφροσιν.
book 252.1 ἐκ τῶν δικαίων γὰρ νόμοι τ’ αὐξήματα μεγάλα φέρουσι πάντα δ’ ἀνθρώποις .. τάδ’ ἐστὶ χρήματ’, ἤν
book 252.2 τις εὐσεβῇ θεόν.
book 253.1 ἁπλοῦς ὁ μῦθος, μὴ λέγ’ εὖ· τὸ γὰρ λέγειν εὖ δεινόν ἐστιν, εἰ φέρει
book 253.2 τινα βλάβην.
book 254 πόλλ’, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί. τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.
book 255.1 δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν
book 255.2 ποτὲ καὶ τὴν Δίκην
book 255.3 που μάκρ’ ἀπῳκίσθαι βροτῶν· ἣ δ’ ἐγγύς ἐστιν, οὐχ ὁρωμένη δ’ ὁρᾷ ὃν
book 255.4 χρὴ κολάζειν τ’ οἶδεν· ἀλλ’ οὐκ οἶσθα σὺ[ln_5]ὁπόταν ἄφνω μολοῦσα διολέσῃ κακούς.
book 256.1 μακάριος ὅστις νοῦν ἔχων
book 256.2 τιμᾷ θεὸν καὶ κέρδος αὐτῷ τοῦτο
book 256.3 ποιεῖται μέγα.
book 257.1 πολλοὺς δ’ ὁ θυμὸς ὁ μέγας ὤλεσεν βροτῶν ἥ τ’ ἀξυνεσία, δύο κακὼ τοῖς
book 257.2 χρωμένοις.
book 258.1 τῷ γὰρ βιαίῳ κἀγρίῳ τὸ μαλθακὸν εἰς
book 258.2 ταὐτὸν ἐλθὸν
book 258.3 τοῦ λίαν
book 258.4 παρείλετο.
book 259 ὀργῇ δὲ φαύλῃ πόλλ’ ἔνεστ’ ἀσχήμονα.
book 260 ἔπαυς’ ὁδουροὺς λυμεῶνας
book 261.1 ἔσῳσα δούλην οὖσαν· οἱ γὰρ ἥσσονες
book 261.2 τοῖς κρείσσοσιν
book 261.3 φιλοῦσι δουλεύειν βροτῶν.
book 262.1 πάλαι
book 262.2 σκοποῦμαι τὰς τύχας τῶν βροτῶν ὡς εὖ μεταλλάσσουσιν· ὃς γὰρ ἂν
book 262.3 σφαλῇ εἰς ὀρθὸν ἔστη χὡ πρὶν εὐτυχῶν πίτνει.
book 263.1 ἔστι καὶ παρὰ δάκρυσι κείμενον ἡδὺ βροτοῖς, ὅταν ἄνδρα φίλον
book 263.2 στενάχῃ τις ἐν οἴκῳ.
book 264.1 τὰ γὰρ οὐκ ὀρθῶς
book 264.2 πρασσόμεν’ ὀρθῶς
book 264.3 τοῖς
book 264.4 πράσσουσιν κακὸν ἦλθεν.
book 265 νοῦ δ’ οἶνος ἐξέστησέ μ’· ὁμολογῶ δέ σε ἀδικεῖν, τὸ δ’ ἀδίκημ’ ἐγένετ’ οὐχ ἑκούσιον.
book 266.1 σκῦλα μὲν βροτοφθόρα
book 266.2 χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια, κοὐ μυσαρά σοι
book 266.3 ταῦτ’ ἐστίν· εἰ δ’ ἐγὼ ἔτεκον, δεινὸν τόδ’ ἡγῇ;
book 267 δεινὴ πόλις νοσοῦς’ ἀνευρίσκειν κακά.
book 268 καὶ βουθυτεῖν γὰρ ἠξίους ἐμὴν χάριν.
book 269 Ἔρωτα δ’ ὅστις μὴ θεὸν κρίνει μέγαν καὶ τῶν ἁπάντων δαιμόνων ὑπέρτατον, ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
book 270 οὐ τῶν κακούργων οἶκτος ἀλλὰ τῆς δίκης.
book 271.1 πτηνὰς διώκεις, ὦ τέκνον, τὰς ἐλπίδας. οὐχ ἡ τύχη γε· τῆς τύχης δ’ οὐχ εἷς
book 271.2 τρόπος.
book 272 τίς δ’ οὐχὶ χαίρει νηπίοις ἀθύρμασιν;
book 273 πᾶσιν γὰρ ἀνθρώποισιν, οὐχ ἡμῖν μόνον, ἢ καὶ παραυτίκ’ ἢ χρόνῳ δαίμων βίον ἔσφηλε, κοὐδεὶς διὰ τέλους εὐδαιμονεῖ.
book 274 τὸ γὰρ ἐπιεικὲς ὠφελεῖ τὰς ξυμφοράς.
book 275.1 κακῶς δ’ ὄλοιντο πάντες οἳ τυραννίδι
book 275.2 χαίρουσιν ὀλίγῃ τ’ ἐν πόλει μοναρχίᾳ· τοὐλεύθερον γὰρ ὄνομα
book 275.3 παντὸς ἄξιον, κἂν
book 275.4 σμίκρ’ ἔχῃ τις, μεγάλ’ ἔχειν νομιζέτω.
book 276 γυναῖκές ἐσμεν· τὰ μὲν ὄκνῳ νικώμεθα, τὰ δ’ οὐκ ἂν ἡμῶν θράσος ὑπερβάλοιτό τις.
book 277.1 ποῖ; πῶς δὲ λήσει; τίς δὲ νῷν
book 277.2 πιστὸς φίλος; ζητῶμεν· ἡ δόκησις ἀνθρώποις κακόν, καὶ τοὐπιχειρεῖν γ’ ἐξαμαρτάνειν
book 277.3 φιλεῖ.
book 278 κέρας ὄρθιον
book 279 ἀπενήσω
book 280 διέφθειρε
book 281 φιλοτραφής
book 282.1 κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους· οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ[ln_5]γνάθου
book 282.2 τε δοῦλος νηδύος θ’ ἡσσημένος κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν
book 282.3 πατρός; οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις οἷοί τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.[ln_10]λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
book 282.4 φοιτῶς’· ὅταν δὲ προσπέσῃ γῆρας
book 282.5 πικρόν, τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας. ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον, οἳ τῶνδ’ ἕκατι σύλλογον
book 282.6 ποιούμενοι[ln_15]τιμῶς’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν. τίς γὰρ
book 282.7 παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ ἢ δίσκον ἄρας ἢ γνάθον
book 282.8 παίσας καλῶς πόλει
book 282.9 πατρῴᾳ στέφανον ἤρκεσεν λαβών; πότερα μαχοῦνται
book 282.10 πολεμίοισιν ἐν
book 282.11 χεροῖν
book 282.1 [ln_20]δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων
book 282.2 χερὶ θείνοντες ἐκβαλοῦσι
book 282.3 πολεμίους πάτρας; οὐδεὶς
book 282.4 σιδήρου
book 282.5 ταῦτα μωραίνει πέλας
book 282.6 στάς. ἄνδρας
book 282.7 χρὴ σοφούς
book 282.8 τε κἀγαθοὺς φύλλοις
book 282.9 στέφεσθαι, χὥστις ἡγεῖται πόλει[ln_25]κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ, ὅστις
book 282.10 τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ μάχας τ’ ἀφαιρῶν καὶ στάσεις· τοιαῦτα γὰρ πόλει
book 282.11 τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.
book 283.1 τοὺς ὄνους
book 283.2 τοὺς λαρκαγωγοὺς ἐξ ὄρους οἴσειν ξύλα
book 284.1 σχοινίνας γὰρ ἵπποισι
book 284.2 φλοΐνας ἡνίας
book 284.3 πλέκει.
book 285.1 ἐγὼ τὸ μὲν δὴ πανταχοῦ θρυλούμενον κράτιστον εἶναι
book 285.2 φημὶ μὴ φῦναι βροτῷ· τρισσῶν δὲ μοιρῶν ἐγκρινῶ νικᾶν μίαν, πλούτου
book 285.3 τε χὥτῳ σπέρμα γενναῖον
book 285.4 προσῇ[ln_5]πενίας τ’· ἀριθμὸν γὰρ
book 285.5 τοσόνδε
book 285.6 προυθέμην. ὁ μὲν ζάπλουτος, εἰς γένος δ’ οὐκ εὐτυχής, ἀλγεῖ μὲν ἀλγεῖ, παγκάλως δ’ ἀλγύνεται ὄλβου διοίγων θάλαμον ἥδιστον
book 285.7 χερί. ἔξω δὲ βαίνων
book 285.8 τοῦδε τὸν πάρος
book 285.9 χρόνον[ln_10]πλουτῶν ὑπ’ ἄτης ζεῦγλαν ἀσχάλλει
book 285.10 πεσών. ὅστις δὲ γαῦρον
book 285.11 σπέρμα γενναῖόν τ’ ἔχων βίου
book 285.12 σπανίζει, τῷ γένει μὲν εὐτυχεῖ, πενίᾳ δ’ ἐλάσσων ἐστίν, ἐν δ’ ἀλγύνεται
book 285.13 φρονῶν, ὑπ’ αἰδοῦς δ’ ἔργ’ ἀπωθεῖται
book 285.14 χερῶν.
book 285.1 [ln_15]ὁ δ’ οὐδὲν οὐδείς, διὰ τέλους δὲ δυστυχῶν
book 285.2 τοσῷδε νικᾷ· τοῦ γὰρ εὖ τητώμενος οὐκ οἶδεν, ἀεὶ δυστυχῶν κακῶς τ’ ἔχων. οὕτως ἄριστον μὴ πεπειρᾶσθαι καλῶν. ἐκεῖνο γὰρ μεμνήμεθ’· οἷος ἦν
book 285.3 ποτε[ln_20]κἀγὼ μετ’ ἀνδρῶν ἡνίκ’ ηὐτύχουν βίῳ
book 286.1 φησίν
book 286.2 τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς; οὐκ εἰσίν, οὐκ εἴς’, εἴ τις ἀνθρώπων θέλει μὴ τῷ παλαιῷ μῶρος ὢν
book 286.3 χρῆσθαι λόγῳ. σκέψασθε δ’ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις[ln_5]γνώμην ἔχοντες. φήμ’ ἐγὼ τυραννίδα κτείνειν
book 286.4 τε πλείστους κτημάτων τ’ ἀποστερεῖν ὅρκους
book 286.5 τε παραβαίνοντας ἐκπορθεῖν πόλεις· καὶ ταῦτα δρῶντες μᾶλλόν εἰς’ εὐδαίμονες τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν.
book 286.1 [ln_10]πόλεις
book 286.2 τε μικρὰς οἶδα
book 286.3 τιμώσας θεούς, αἳ μειζόνων κλύουσι δυσσεβεστέρων λόγχης ἀριθμῷ πλείονος κρατούμεναι. οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον,[ln_15]τὰ θεῖα
book 286.4 πυργοῦσιν αἱ κακαί τε
book 286.5 συμφοραί.
book 287.1 τοῖς
book 287.2 πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι
book 287.3 χρεών· μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ’ οὑντυγχάνων τὰ πράγματ’ ὀρθῶς ἢν
book 287.4 τιθῇ, πράσσει καλῶς.
book 288.1 δόλοι δὲ καὶ σκοτεινὰ μηχανήματα
book 288.2 χρείας ἀνάνδρου φάρμαχ’ ηὕρηται βροτοῖς.
book 289.1 νείκη γὰρ ἀνδρῶν φόνια καὶ μάχας
book 289.2 χρεὼν δόλοισι κλέπτειν· τῆς δ’ ἀληθείας ὁδὸς
book 289.3 φαύλη τίς ἐστι· ψεύδεσιν δ’ Ἄρης φίλος.
book 290.1 ἀεὶ γὰρ ἄνδρα
book 290.2 σκαιὸν ἰσχυρὸν φύσει ἧσσον δέδοικα τἀσθενοῦς
book 290.3 τε καὶ σοφοῦ.
book 291.1 ὦ παῖ, νέων
book 291.2 τοι δρᾶν μὲν ἔντονοι χέρες, γνῶμαι δ’ ἀμείνους εἰσὶ τῶν γεραιτέρων· ὁ γὰρ
book 291.3 χρόνος δίδαγμα
book 291.4 ποικιλώτατον.
book 292.1 πρὸς τὴν νόσον
book 292.2 τοι καὶ τὸν ἰατρὸν
book 292.3 χρεὼν ἰδόντ’ ἀκεῖσθαι, μὴ ἐπιτὰξ τὰ φάρμακα διδόντ’, ἐὰν μὴ ταῦτα τῇ νόσῳ πρέπῃ. νόσοι δὲ θνητῶν αἳ μέν εἰς’ αὐθαίρετοι,[ln_5]αἳ δ’ ἐκ θεῶν πάρεισιν, ἀλλὰ τῷ νόμῳ ἰώμεθ’ αὐτάς. ἀλλά σοι λέξαι θέλω, εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὐκ εἰσὶν θεοί.
book 293.1 τιμή ς’ ἐπαίρει τῶν πέλας μεῖζον
book 293.2 φρονεῖν. θνῄσκοιμ’ ἄν· οὐ γὰρ ἄξιον λεύσσειν φάος κακοὺς ὁρῶντας ἐκδίκως
book 293.3 τιμωμένους.
book 294.1 φθονοῦσιν αὐτοὶ χείρονες
book 294.2 πεφυκότες· εἰς τἀπίσημα δ’ ὁ φθόνος
book 294.3 πηδᾶν
book 294.4 φιλεῖ.
book 295.1 ἤδη γὰρ εἶδον καὶ δίκης
book 295.2 παραστάτας ἐσθλοὺς
book 295.3 πονηρῷ τῷ φθόνῳ νικωμένους.
book 296.1 ἀνὴρ δὲ χρηστὸς
book 296.2 χρηστὸν οὐ μισεῖ ποτε, κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ· φιλεῖ δὲ θοὑμόφυλον ἀνθρώπους ἄγειν.
book 297.1 ὡς ἔμφυτος μὲν πᾶσιν ἀνθρώποις κάκη· ὅστις δὲ πλεῖστον μισθὸν εἰς
book 297.2 χεῖρας λαβὼν κακὸς γένηται, τῷδε
book 297.3 συγγνώμη μὲν οὔ, πλείω δὲ μισθὸν μείζονος τόλμης ἔχων[ln_5]τὸν τῶν
book 297.4 ψεγόντων ῥᾷον ἂν φέροι λόγον.
book 298.1 οὐκ ἂν γένοιτο
book 298.2 τραῦμ’, ἐάν
book 298.3 τις ἐγξέσῃ θάμνοις ἑλείοις, οὐδ’ ἂν ἐκ μητρὸς κακῆς ἐσθλοὶ γένοιντο
book 298.4 παῖδες εἰς ἀλκὴν δορός.
book 299 πρὸς τὴν ἀνάγκην πάντα τἄλλ’ ἔστ’ ἀσθενῆ.
book 300.1 οἴμοι· τί δ’ οἴμοι; θνητά τοι
book 300.2 πεπόνθαμεν.
book 301.1 ὁρᾷς δ’ ἀέλπτους μυρίων ἀναστροφάς· πολλοὶ μὲν οἶδμα διέφυγον θαλάσσιον, πολλοὶ δὲ λόγχαις
book 301.2 πολεμίων ἀμείνονες ἥσσους γεγῶτες κρείσσον’ ἦλθον εἰς τύχην.
book 302.1 θάρσος δὲ πρὸς τὰς
book 302.2 συμφορὰς μέγα
book 302.3 σθένει.
book 303.1 οὐδέποτ’ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ’ ὄλβον βέβαιον εἰκάσαι
book 303.2 χρεών, οὐδ’ ἀδίκων γενεάν· ὁ γὰρ οὐδενὸς ἐκφὺς
book 303.3 χρόνος δικαίους ἐπάγων κανόνας[ln_5]δείκνυσιν ἀνθρώπων κακότητας ἐμοί.
book 304.1 ποῦ δὴ τὸ σαφὲς θνατοῖσι βιοτᾶς; θοαῖσι μὲν ναυσὶ πόρον
book 304.2 πνοαὶ κατὰ βένθος ἅλιον ἰθύνουσι· τύχας δὲ θνητῶν τὸ μὲν μέγ’ εἰς οὐδὲν ὁ πολὺς
book 304.3 χρόνος[ln_5]μεθίστησι, τὸ δὲ μεῖον αὔξων
book 305.1 καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων
book 305.2 στὰς ἐν μέσοισιν εἶπε κηρύκων ..
book 306.1 ἄγ’, ὦ φίλον μοι
book 306.2 Πηγάσου
book 306.3 πτερόν ..
book 307.1 ἴθι
book 307.2 χρυσοχάλιν’ αἴρων
book 307.3 πτέρυγας
book 308.1 πάρες, ὦ σκιερὰ φυλλάς, ὑπερβῶ κρηναῖα νάπη· τὸν ὑπὲρ κεφαλῆς αἰθέρ’ ἰδέσθαι
book 308.2 σπεύδω, τίν’ ἔχει
book 308.3 στάσιν Εἰνοδία.
book 309 ἔπτησς’ ὑπείκων μᾶλλον, εἰ μᾶλλον θέλοι
book 310 κομίζετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.
book 311 ἦσθ’ εἰς θεοὺς μὲν εὐσεβής, ὅτ’ ἦσθ’, ἀεὶ ξένοις τ’ ἐπήρκεις οὐδ’ ἔκαμνες εἰς φίλους.
book 312 ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
book 313.1 δούλῳ γὰρ οὐχ οἷόν
book 313.2 τε τἀληθῆ λέγειν, εἰ δεσπόταισι μὴ πρέποντα
book 313.3 τυγχάνοι.
book 314 ἁγνίσαι
book 315 ἀτρεκήσασα
book 316.1 γύναι, καλὸν μὲν φέγγος ἡλίου τόδε, καλὸν δὲ πόντου
book 316.2 χεῦμ’ ἰδεῖν εὐήνεμον, γῆ τ’ ἠρινὸν θάλλουσα
book 316.3 πλούσιόν θ’ ὕδωρ, πολλῶν τ’ ἔπαινον ἔστι μοι λέξαι καλῶν·[ln_5]ἀλλ’ οὐδὲν οὕτω λαμπρὸν οὐδ’ ἰδεῖν καλὸν ὡς
book 316.4 τοῖς ἄπαισι καὶ πόθῳ δεδηγμένοις
book 316.5 παίδων νεογνῶν ἐν δόμοις ἰδεῖν θάλος.
book 317.1 καὶ νῦν
book 317.2 παραινῶ πᾶσι
book 317.3 τοῖς νεωτέροις μὴ πρὸς τὸ γῆρας ἀναβολὰς
book 317.4 ποιουμένους
book 317.5 σχολῇ τεκνοῦσθαι
book 317.6 παῖδας· οὐ γὰρ ἡδονή, γυναικί τ’ ἐχθρὸν
book 317.7 χρῆμα
book 317.8 πρεσβύτης ἀνήρ·[ln_5]ἀλλ’ ὡς τάχιστα. καὶ γὰρ ἐκτροφαὶ καλαὶ καὶ συννεάζων ἡδὺ παῖς νέῳ πατρί.
book 318.1 γυνὴ γὰρ ἐξελθοῦσα
book 318.2 πατρῴων δόμων οὐ τῶν
book 318.3 τεκόντων ἐστίν, ἀλλὰ τοῦ λέχους· τὸ δ’ ἄρσεν ἕστηκ’ ἐν δόμοις ἀεὶ γένος θεῶν
book 318.4 πατρῴων καὶ τάφων
book 318.5 τιμάορον.
book 319 συμμαρτυρῶ σοι· πανταχοῦ λελείμμεθα πᾶσαι γυναῖκες ἀρσένων ἀεὶ δίχα.
book 320.1 οὐκ ἔστιν οὔτε
book 320.2 τεῖχος οὔτε
book 320.3 χρήματα οὔτ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή.
book 321.1 ἦν γάρ
book 321.2 τις αἶνος, ὡς γυναιξὶ μὲν τέχναι μέλουσι, λόγχῃ δ’ ἄνδρες εὐστοχώτεροι. εἰ γὰρ δόλοισιν ἦν τὸ νικητήριον, ἡμεῖς ἂν ἀνδρῶν εἴχομεν
book 321.3 τυραννίδα.
book 322.1 ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ· φιλεῖ κάτοπτρα καὶ κόμης ξανθίσματα, φεύγει δὲ μόχθους. ἓν δέ μοι
book 322.2 τεκμήριον· οὐδεὶς
book 322.3 προσαιτῶν βίοτον ἠράσθη βροτῶν,[ln_5]ἐν
book 322.4 τοῖς δ’ ἔχουσιν ἡβητὴς πέφυχ’ ὅδε.
book 323.1 τάχ’ ἂν
book 323.2 πρὸς ἀγκάλαισι καὶ στέρνοις ἐμοῖς
book 323.3 πηδῶν ἀθύροι καὶ φιλημάτων ὄχλῳ ψυχὴν ἐμὴν κτήσαιτο· ταῦτα γὰρ βροτοῖς φίλτρον μέγιστον, αἱ ξυνουσίαι, πάτερ.
book 324.1 ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς
book 324.2 τοίας ἔχει, οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος
book 324.3 πατήρ, οἵας σὺ χοἱ σὲ δώμασιν κεκτημένοι.[ln_5]εἰ δ’ ἡ Κύπρις
book 324.4 τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ, οὐ θαῦμ’ ἔρωτας μυρίους αὐτὴν
book 324.5 τρέφειν.
book 325.1 κρείσσων γὰρ οὔτις
book 325.2 χρημάτων πέφυκ’ ἀνήρ, πλὴν εἴ τις· ὅστις δ’ οὗτός ἐστιν οὐχ ὁρῶ.
book 326.1 ἆρ’ οἶσθ’ ὁθούνεχ’ οἱ μὲν εὐγενεῖς βροτῶν πένητες ὄντες οὐδὲν ἀλφάνους’ ἔτι, οἳ δ’ οὐδὲν ἦσαν
book 326.2 πρόσθεν, ὄλβιοι δὲ νῦν, δόξαν φέρονται
book 326.3 τοῦ νομίσματος χάριν[ln_5]καὶ συμπλέκοντες
book 326.4 σπέρμα καὶ γάμους τέκνων; δοῦναι δὲ πᾶς
book 326.5 τις μᾶλλον ὀλβίῳ κακῷ πρόθυμός ἐστιν ἢ πένητι κἀγαθῷ. κακὸς δ’ ὁ μὴ ἔχων, οἱ δ’ ἔχοντες ὄλβιοι.
book 327.1 φιλοῦσι γάρ
book 327.2 τοι τῶν μὲν ὀλβίων βροτοὶ σοφοὺς τίθεσθαι
book 327.3 τοὺς λόγους, ὅταν δέ τις λειτῶν ἀπ’ οἴκων εὖ λέγῃ πένης ἀνήρ, γελᾶν· ἐγὼ δὲ πολλάκις
book 327.4 σοφωτέρους[ln_5]πένητας ἄνδρας εἰσορῶ τῶν
book 327.5 πλουσίων καὶ 〈τοὺσ〉 θεοῖσι μικρὰ θύοντας τέλη τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους.
book 328.1 ὅστις δόμους μὲν ἥδεται
book 328.2 πληρουμένους, γαστρὸς δ’ ἀφαιρῶν σῶμα δύστηνος κακοῖ, τοῦτον νομίζω κἂν θεῶν
book 328.3 συλᾶν βρέτη
book 328.4 τοῖς
book 328.5 φιλτάτοις
book 328.6 τε πολέμιον
book 328.7 πεφυκέναι.
book 329.1 φεῦ, τοῖσι γενναίοισιν ὡς ἁπανταχοῦ πρέπει
book 329.2 χαρακτὴρ
book 329.3 χρηστὸς εἰς εὐψυχίαν.
book 330.1 ἐς
book 330.2 ταὐτὸν ἥκειν
book 330.3 φημὶ ταῖς βροτῶν τύχαις τόνδ’ ὃν καλοῦσιν αἰθέρ’, ᾧ τάδ’ ἔστι δή. οὗτος θέρους
book 330.4 τε λαμπρὸν ἐκπέμπει σέλας, χειμῶνά τ’ αὔξει
book 330.5 συντιθεὶς
book 330.6 πυκνὸν νέφος,[ln_5]θάλλειν
book 330.7 τε καὶ μή, ζῆν
book 330.8 τε καὶ φθίνειν
book 330.9 ποεῖ· οὕτω δὲ θνητῶν
book 330.10 σπέρμα τῶν μὲν εὐτυχεῖ λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν, ζῶσίν
book 330.11 τε σὺν κακοῖσιν, οἳ δ’ ὄλβου μέτα
book 330.12 φθίνους’ ἐτείοις
book 330.13 προσφερεῖς μεταλλαγαῖς.
book 331.1 φίλος γὰρ ἦν μοι, καί μ’ ἔρως ἕλοι
book 331.2 ποτὲ οὐκ εἰς τὸ μῶρον οὐδέ μ’ εἰς Κύπριν
book 331.3 τρέπων.
book 332.1 δοκεῖς τὸν Ἅιδην σῶν
book 332.2 τι φροντίζειν γόων καὶ παῖδ’ ἀνήσειν τὸν σόν, εἰ θέλοις
book 332.3 στένειν; παῦσαι· βλέπουσα δ’ εἰς τὰ τῶν πέλας κακὰ ῥᾴων γένοι’ ἄν, εἰ λογίζεσθαι θέλοις[ln_5]ὅσοι
book 332.4 τε δεσμοῖς ἐκμεμόχθηνται βροτῶν ὅσοι
book 332.5 τε γηράσκουσιν ὀρφανοὶ τέκνων, τοὺς δ’ ἐκ μέγιστον ὀλβίας
book 332.6 τυραννίδος τὸ μηδὲν ὄντας· ταῦτά σε
book 332.7 σκοπεῖν
book 332.8 χρεών.
book 333.1 φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει· οὐκ ἂν γένοιτο
book 333.2 χρηστὸς ἐκ κακοῦ πατρός.
book 334.1 πολλοῖς
book 334.2 παρέστην κἀφθόνησα δὴ βροτῶν ὅστις κακοῖσιν ἐσθλὸς ὢν ὅμοιος ᾖ, λόγων ματαίων εἰς ἅμιλλαν ἐξιών. τὸ δ’ ἦν ἄρ’ οὐκ ἀκουστὸν οὐδ’ ἀνασχετόν,[ln_5]σιγᾶν κλύοντα δεινὰ πρὸς κακιόνων.
book 335.1 τυραννικόν
book 335.2 τοι πόλλ’ ἐπίστασθαι λέγειν.
book 336.1 εἰς δ’ εὐγένειαν ὀλίγ’ ἔχω
book 336.2 φράσαι καλά· ὁ μὲν γὰρ ἐσθλὸς εὐγενὴς ἔμοιγ’ ἀνήρ, ὁ δ’ οὐ δίκαιος κἂν ἀμείνονος
book 336.3 πατρὸς Ζηνὸς
book 336.4 πεφύκῃ, δυσγενὴς εἶναι δοκεῖ.
book 337 μὴ νεῖκος, ὦ γεραιέ, κοιράνοις τίθου· σέβειν δὲ τοὺς κρατοῦντας ἀρχαῖος νόμος.
book 338.1 ὄντων δὲ παίδων καὶ πεφυκότος γένους καινοὺς
book 338.2 φυτεῦσαι
book 338.3 παῖδας ἐν δόμοις θέλεις, ἔχθραν μεγίστην
book 338.4 σοῖσι
book 338.5 συμβάλλων τέκνοις.
book 339.1 πατέρα
book 339.2 τε παισὶν ἡδέως
book 339.3 συνεκφέρειν φίλους ἔρωτας ἐκβαλόντ’ αὐθαδίαν, παῖδάς
book 339.4 τε πατρί· καὶ γὰρ οὐκ αὐθαίρετοι βροτοῖς ἔρωτες οὐδ’ ἑκουσία νόσος.[ln_5]σκαιόν
book 339.5 τι δὴ τὸ χρῆμα γίγνεσθαι
book 339.6 φιλεῖ, θεῶν ἀνάγκας ὅστις ἰᾶσθαι θέλει.
book 340.1 Κύπρις γὰρ οὐδὲν νουθετουμένη
book 340.2 χαλᾷ, ἤν τ’ αὖ βιάζῃ, μᾶλλον ἐντείνειν
book 340.3 φιλεῖ, κἄπειτα τίκτει πόλεμον· εἰς δ’ ἀνάστασιν δόμων
book 340.4 περαίνει
book 340.5 πολλάκις τὰ τοιάδε.
book 341.1 μή μοί ποτ’ εἴη
book 341.2 χρημάτων νικωμένῳ κακῷ γενέσθαι, μηδ’ ὁμιλοίην κακοῖς.
book 342.1 .. τί μ’ ἄρτι
book 342.2 πημάτων λελησμένην ὀρθοῖς;
book 343 θάρσει· τό τοι δίκαιον ἰσχύει μέγα.
book 344.1 νέος, πόνοις δέ γ’ οὐκ ἀγύμναστος
book 344.2 φρένας.
book 345.1 ἐγὼ νομίζω
book 345.2 πατρὶ φίλτατον τέκνα
book 345.3 παισίν
book 345.4 τε τοὺς
book 345.5 τεκόντας, οὐδὲ συμμάχους ἄλλους γενέσθαι φήμ’ ἂν ἐνδικωτέρους.
book 346.1 εἷς γάρ
book 346.2 τις ἔστι κοινὸς ἀνθρώποις νόμος καὶ θεοῖσι
book 346.3 τοῦτο δόξαν, ὡς
book 346.4 σαφῶς λέγω, θηρσίν
book 346.5 τε πᾶσι, τέκνα τίκτουσιν
book 346.6 φιλεῖν· τὰ δ’ ἄλλα
book 346.7 χωρὶς
book 346.8 χρώμεθ’ ἀλλήλων νόμοις.
book 347.1 εἰ δ’ ἦσθα μὴ κάκιστος, οὔποτ’ ἂν πάτραν τὴν σὴν ἀτίζων τήνδ’ ἂν ηὐλόγεις πόλιν· ὡς ἔν γ’ ἐμοὶ κρίνοιτ’ ἂν οὐ καλῶς
book 347.2 φρονεῖν ὅστις
book 347.3 πατρῴας γῆς ἀτιμάζων ὅρους[ln_5]ἄλλην ἐπαινεῖ καὶ τρόποισιν ἥδεται.
book 348 ἁζοίμην
book 349 Αἰθιοπίαν νιν ἐξέσῳς’ ἐπὶ χθόνα
book 350.1 καί μοι, πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων, φράσον
book 350.2 σελήνας τάσδε
book 350.3 πυρίνου
book 350.4 χλόης
book 351 ὀλολύζετ’, ὦ γυναῖκες, ὡς ἔλθῃ θεὰ χρυσῆν ἔχουσα Γοργόν’ ἐπίκουρος πόλει.
book 352.1 ὡς σὺν θεοῖσι
book 352.2 τοὺς
book 352.3 σοφοὺς κινεῖν δόρυ
book 352.4 στρατηλάτας
book 352.5 χρή, τῶν θεῶν δὲ μὴ βίᾳ.
book 353.1 οὐδεὶς
book 353.2 στρατεύσας ἄδικα σῶς ἦλθεν πάλιν.
book 354.1 τὰς οὐσίας γὰρ μᾶλλον ἢ τὰς ἁρπαγὰς
book 354.2 τιμᾶν δίκαιον· οὔτε γὰρ
book 354.3 πλοῦτός
book 354.4 ποτε βέβαιος ἄδικος
book 355.1 ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν
book 355.2 σκάφος.
book 356 ὀλίγους ἐπαινῶ μᾶλλον ἢ πολλοὺς κακούς.
book 357.1 ζεῦγος
book 357.2 τριπάρθενον
book 358.1 οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις· ἐρᾶτε μητρός, παῖδες, ὡς οὐκ ἔστ’ ἔρως
book 358.2 τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν.
book 359.1 θετῶν δὲ παίδων
book 359.2 ποῦ κράτος; τὰ φύντα γὰρ κρείσσω νομίζειν τῶν δοκημάτων
book 359.3 χρεών.
book 360.1 τὰς χάριτας ὅστις εὐγενῶς
book 360.2 χαρίζεται, ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν, χρόνῳ δὲ δρῶσι, δυσγενέστερον .. ἐγὼ δὲ δώσω
book 360.3 παῖδα τὴν ἐμὴν κτανεῖν.[ln_5]λογίζομαι δὲ πολλὰ πρῶτα μὲν πόλιν οὐκ ἄν
book 360.4 τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν· ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις
book 360.5 πεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι[ln_10]ἄλλαι
book 360.6 παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι. ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν, ἁρμὸς
book 360.7 πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς, λόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ. ἔπειτα τέκνα
book 360.8 τοῦδ’ ἕκατι τίκτομεν,
book 360.1 [ln_15]ὡς θεῶν
book 360.2 τε βωμοὺς
book 360.3 πατρίδα
book 360.4 τε ῥυώμεθα. πόλεως δ’ ἁπάσης
book 360.5 τοὔνομ’ ἕν, πολλοὶ δέ νιν ναίουσι· τούτους πῶς διαφθεῖραί με
book 360.6 χρή, ἐξὸν
book 360.7 προπάντων μίαν ὑπερδοῦναι θανεῖν; εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος[ln_20]τὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλέον
book 360.8 σθένει
book 360.9 πταίσας ἁπάσης πόλεος οὐδ’ ἴσον φέρει. εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν
book 360.10 στάχυς ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε
book 360.11 φλόξ, οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,[ln_25]θάνατον
book 360.12 προταρβοῦς’; ἀλλ’ ἔμοιγ’ εἴη τέκνα 〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν
book 360.13 πρέποι,
book 360.1 μὴ σχήματ’ ἄλλως ἐν πόλει
book 360.2 πεφυκότα. τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα, πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.[ln_30]μισῶ γυναῖκας αἵτινες
book 360.3 πρὸ τοῦ καλοῦ ζῆν
book 360.4 παῖδας εἵλοντ’ ἢ παρῄνεσαν κακά. καὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα τύμβον
book 360.5 τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην· τἠμῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ[ln_35]πόλεως θανούσῃ τῆσδ’ ὑπερδοθήσεται. καὶ τὴν
book 360.6 τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν; τὴν οὐκ ἐμὴν .. πλὴν φύσει δώσω κόρην θῦσαι
book 360.7 πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται[ln_40]πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι; οὐκ οὖν ἅπαντα
book 360.8 τοὐπ’ ἐμοὶ σωθήσεται; ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν. ἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος, οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς
book 360.9 ψυχῆς ἄτερ[ln_45]προγόνων
book 360.10 παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ· οὐδ’ ἀντ’ ἐλαίας
book 360.11 χρυσέας
book 360.12 τε Γοργόνος
book 360.13 τρίαιναν ὀρθὴν
book 360.14 στᾶσαν ἐν πόλεως βάθροις Εὔμολπος οὐδὲ Θρῂξ ἀναστέψει λεὼς
book 360.15 στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.
book 360.1 χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σῴζεσθε, νικᾶτ’· ἀντὶ γὰρ
book 360.2 ψυχῆς μιᾶς οὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε οὕτω
book 360.3 φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως[ln_55]οἰκοῖμεν ἄν
book 360.4 σε κοὐδὲν ἂν πάσχοις κακόν.
book 361.1 ἐγὼ δὲ τοὺς καλῶς
book 361.2 τεθνηκότας ζῆν
book 361.3 φημὶ μᾶλλον
book 361.4 τοῦ βλέπειν
book 361.5 τοὺς μὴ καλῶς.
book 362.1 ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον, φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν
book 362.2 πατρὸς γνώμας
book 362.3 φράσαντος, ἢν θάνω, παραινέσαι κειμήλι’ ἐσθλὰ καὶ νέοισι
book 362.4 χρήσιμα.[ln_5]βραχεῖ δὲ μύθῳ πολλὰ συλλαβὼν ἐρῶ. πρῶτον
book 362.5 φρένας μὲν ἠπίους ἔχειν
book 362.6 χρεών· τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος ἴσον
book 362.7 σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου. δυοῖν
book 362.8 παρόντοιν
book 362.9 πραγμάτοιν
book 362.10 πρὸς θάτερον[ln_10]γνώμην
book 362.11 προσάπτων τὴν ἐναντίαν μέθες. ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούλῃ πολὺν
book 362.12 χρόνον μελάθροις ἐμμένειν· τὰ γὰρ κακῶς οἴκους ἐσελθόντ’ οὐκ ἔχει
book 362.13 σωτηρίαν. ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς[ln_15]καὶ τοὺς γάμους δίδωσι
book 362.14 τοὺς
book 362.15 πρώτους ἔχειν. ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία, κἂν ᾖ σοφός
book 362.16 τις, ἥ τ’ ἀτιμία βίου. φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις κέκτησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
book 362.1 [ln_20]τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω
book 362.2 στέγης. ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει, ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον μίσει· βραχεῖα τέρψις ἡδονῆς κακῆς. ἐξουσίᾳ δὲ μήποτ’ ἐντρυφῶν, τέκνον,[ln_25]αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν. ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται, χρηστῶν
book 362.3 πενήτων ἤν
book 362.4 τις αἰσχύνῃ τέκνα. καὶ τοὺς
book 362.5 πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει· κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος[ln_30]ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν
book 362.6 τινα
book 362.7 σκιρτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων. ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγῃ πατήρ, καὶ χαῖρ’· ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι·
book 362 γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ.
book 363 εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.
book 364.1 ἐκ τῶν πόνων
book 364.2 τοι τἀγάθ’ αὔξεται βροτοῖς. [ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.]
book 365 αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
book 366 τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ
book 367 ἐν ἀστρώτῳ πέδῳ εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας.
book 368 μίασμα δρυός
book 369.1 κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις, μετὰ δ’ ἡσυχίας
book 369.2 πολιῷ γήρᾳ συνοικοίην· ἀείδοιμι δὲ στεφάνοις κάρα
book 369.3 πολιὸν
book 369.4 στεφανώσας Θρηίκιον πέλταν
book 369.5 πρὸς Ἀθάνας[ln_5]περικίοσιν ἀγκρεμάσας θαλάμοις δέλτων τ’ ἀναπτύσσοιμι γῆρυν ἃν
book 369.6 σοφοὶ κλέονται.
book 371 πέμπεις δ’ ἐς Ἅιδου ζῶντα κοὐ τεθνηκότα, καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι.
book 372.1 οὐκ ἔστιν, ὦ γεραιέ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ λέγειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος
book 372.2 σοφός.
book 373.1 πᾶς δ’ ἐξεθέρισεν ὥστε πύρινον 〈στάχυν〉 σπάθῃ κολούων
book 373.2 φασγάνου μελανδέτου.
book 374.1 ἢ κύαθον ἢ χαλκήλατον ἡθμὸν
book 374.2 προσίσχων
book 374.3 τοῖσδε
book 374.4 τοῖς ὑπωπίοις
book 375.1 πιστὸν μὲν οὖν εἶναι
book 375.2 χρὴ τὸν διάκονον
book 375.3 τοιοῦτον εἶναι καὶ στέγειν τὰ δεσποτῶν.
book 376.1 οὐκ οἶδ’ ὅτῳ χρὴ κανόνι τὰς βροτῶν τύχας ὀρθῶς
book 376.2 σταθμήσαντ’ εἰδέναι τὸ δραστέον.
book 377.1 μάτην δὲ θνητοὶ τοὺς νόθους
book 377.2 φεύγους’ ἄρα
book 377.3 παῖδας
book 377.4 φυτεύειν· ὃς γὰρ ἂν
book 377.5 χρηστὸς φύῃ, οὐ τοὔνομ’ αὐτοῦ τὴν φύσιν διαφθερεῖ.
book 378.1 νῦν δ’ ἤν
book 378.2 τις οἴκων
book 378.3 πλουσίαν ἔχῃ φάτνην, πρῶτος γέγραπται τῶν τ’ ἀμεινόνων κρατεῖ· τὰ δ’ ἔργ’ ἐλάσσω
book 378.4 χρημάτων νομίζομεν.
book 379.1 σκύφος
book 379.2 τε μακρός
book 380 Ταρτάρειος
book 381.1 σχεδὸν
book 381.2 παρ’ αὐτοῖς κρασπέδοις Εὐρωπίας
book 382.1 ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις, μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια. κύκλος
book 382.2 τις ὡς τόρνοισιν ἐκμετρούμενος, οὗτος δ’ ἔχει
book 382.3 σημεῖον ἐν μέσῳ σαφές·[ln_5]τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο, ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία· τρίτον δὲ βόστρυχός
book 382.4 τις ὣς εἱλιγμένος· τὸ δ’ αὖ τέταρτον ἣ μὲν εἰς ὀρθὸν μία, λοξαὶ δ’ ἐπ’ αὐτῆς
book 382.5 τρεῖς κατεστηριγμέναι[ln_10]εἰσίν· τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι· γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο, αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν·
book 382 τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.
book 383.1 τοία
book 383.2 Στυγός
book 383.3 σε μελανοκάρδιος πέτρα Ἀχερόντιός
book 383.4 τε σκοπελὸς αἱματοσταγὴς
book 383.5 φρουροῦσι Κωκυτοῦ τε
book 383.6 περίδρομοι κύνες Ἔχιδνά θ’ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα
book 383.7 σου διασπαράξει, πλευμόνων τ’ ἀνθάψεται[ln_475]Ταρτησσία μύραινα· τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες
book 383.8 Τειθράσιαι.
book 384.1 κάρα
book 384.2 τε γάρ
book 384.3 σου
book 384.4 συγχέω κόμαις ὁμοῦ, ῥανῶ τε
book 384.5 πεδός’ ἐγκέφαλον· ὀμμάτων δ’ ἄπο αἱμοσταγῆ πρηστῆρε ῥεύσονται κάτω.
book 385 τί με δῆτ’, ὦ μελέα μᾶτερ, ἔτικτες;
book 386.1 ἀνόνητον ἄγαλμ’, ὦ πάτερ, οἴκοισι
book 386.2 τεκών
book 387.1 καίτοι
book 387.2 φθόνου μὲν μῦθον ἄξιον
book 387.3 φράσω
book 388.1 ἀλλ’ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως
book 388.2 ψυχῆς δικαίας σώφρονός
book 388.3 τε κἀγαθῆς. καὶ χρῆν δὲ τοῖς βροτοῖσι τόνδ’ εἶναι νόμον τῶν εὐσεβούντων οἵτινές
book 388.4 τε σώφρονες[ln_5]ἐρᾶν, Κύπριν δὲ τὴν Διὸς
book 388.5 χαίρειν ἐᾶν.
book 389.1 ἀνὴρ γὰρ ὅστις
book 389.2 χρημάτων μὲν ἐνδεής, δρᾶσαι δὲ χειρὶ δυνατός, οὐκ ἀφέξεται τὰ τῶν ἐχόντων
book 389.3 χρήμαθ’ ἁρπάζειν βίᾳ.
book 390 συμπολίτης
book 391.1 οὐκ ἔστιν οὐδὲν
book 391.2 χωρὶς ἀνθρώποις θεῶν· σπουδάζομεν δὲ πόλλ’ ὑπ’ ἐλπίδων, μάτην πόνους ἔχοντες, οὐδὲν εἰδότες
book 391.3 σαφές.
book 392 εἰ δ’ ἄτερ πόνων δοκεῖς ἔσεσθαι, μῶρος εἶ, θνητὸς γεγώς.
book 393 γνώμης γὰρ οὐδὲν ἁρετὴ μονουμένη.
book 394 οὐ πώποτ’ ἔργου μᾶλλον εἱλόμην λόγους.
book 395.1 πλούτου δ’ ἀπορρυέντος ἀσθενεῖς γάμοι· τὴν μὲν γὰρ εὐγένειαν αἰνοῦσιν βροτοί, μᾶλλον δὲ κηδεύουσι
book 395.2 τοῖς εὐδαίμοσιν.
book 396.1 ἀλλ’ εἴπερ ἔστιν ἐν βροτοῖς
book 396.2 ψευδηγορεῖν
book 396.3 πιθανά, νομίζειν
book 396.4 χρή σε καὶ τοὐναντίον, ἄπιστ’ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς.
book 397.1 θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς
book 397.2 πλέοις.
book 398.1 εὕδουσα δ’ Ἰνοῦς
book 398.2 συμφορὰ χρόνον
book 398.3 πολὺν νῦν ὄμμ’ ἐγείρει
book 399.1 φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους Ἀθάμαντος οἰκήσαιμι τῶν
book 399.2 πεπραγμένων δράσασα μηδέν;
book 400.1 ὦ θνητὰ πράγματ’, ὦ γυναικεῖαι
book 400.2 φρένες· ὅσον νόσημα τὴν Κύπριν κεκτήμεθα.
book 401.1 φεῦ, ὅσῳ τὸ θῆλυ δυστυχέστερον γένος πέφυκεν ἀνδρῶν· ἔν
book 401.2 τε τοῖσι γὰρ καλοῖς
book 401.3 πολλῷ λέλειπται κἀπὶ τοῖς αἰσχροῖς
book 401.4 πλέον.
book 402.1 νόμοι γυναικῶν οὐ καλῶς κεῖνται πέρι· χρῆν γὰρ τὸν εὐτυχοῦνθ’ ὅπως
book 402.2 πλείστας ἔχειν [γυναῖκας, εἴπερ
book 402.3 τροφὴ δόμοις
book 402.4 παρῆν], ὡς τὴν κακὴν μὲν ἐξέβαλλε δωμάτων,[ln_5]τὴν δ’ οὖσαν ἐσθλὴν ἡδέως ἐσῴζετο. νῦν δ’ εἰς μίαν βλέπουσι, κίνδυνον μέγαν ῥίπτοντες· οὐ γὰρ τῶν
book 402.5 τρόπων
book 402.6 πειρώμενοι νύμφας ἐς οἴκους ἑρματίζονται βροτοί.
book 403.1 τίς ἆρα μήτηρ ἢ πατὴρ κακὸν μέγα βροτοῖς ἔφυσε τὸν δυσώνυμον
book 403.2 φθόνον; ποῦ καί ποτ’ οἰκεῖ σώματος λαχὼν μέρος; ἐν
book 403.3 χερσὶν ἢ σπλάγχνοισιν ἢ παρ’ ὄμματα;[ln_5]ἔσθ’ ἡμῖν ὡς ἦν μόχθος ἰατροῖς μέγας
book 403.4 τομαῖς ἀφαιρεῖν ἢ ποτοῖσι
book 403.5 φαρμάκοις
book 403.6 πασῶν μεγίστην τῶν ἐν ἀνθρώποις νόσων.
book 404.1 τό τ’ εὐγενὲς
book 404.2 πολλὴν δίδωσιν ἐλπίδ’ ὡς ἄρξουσι γῆς.
book 405.1 τὴν εὐγένειαν, κἂν ἄμορφος ᾖ γάμος, τιμῶσι
book 405.2 πολλοὶ προσλαβεῖν τέκνων χάριν, τό τ’ ἀξίωμα μᾶλλον ἢ τὰ χρήματα.
book 406.1 μὴ σκυθρωπὸς ἴσθ’ ἄγαν
book 406.2 πρὸς
book 406.3 τοὺς κακῶς
book 406.4 πράσσοντας, ἄνθρωπος γεγώς.
book 407.1 ἀμουσία
book 407.2 τοι μηδ’ ἐπ’ οἰκτροῖσιν δάκρυ
book 407.3 στάζειν· κακὸν δέ, χρημάτων ὄντων ἅλις, φειδοῖ πονηρᾷ μηδέν’ εὖ ποιεῖν βροτῶν.
book 408.1 ἐν ἐλπίσιν
book 408.2 χρὴ τοὺς
book 408.3 σοφοὺς ἄγειν βίον.
book 409.1 μήτ’ εὐτυχοῦσα πᾶσαν ἡνίαν χάλα κακῶς
book 409.2 τε πράσσους’ ἐλπίδος κεδνῆς ἔχου.
book 410.1 τοιάνδε
book 410.2 χρὴ γυναικὶ πρόσπολον ἐᾶν ἥτις τὸ μὲν δίκαιον οὐ σιγήσεται, τὰ δ’ αἰσχρὰ μισεῖ καὶ κατ’ ὀφθαλμοὺς ἔχει.
book 411.1 ἴστω δὲ μηδεὶς
book 411.2 ταῦθ’ ἃ σιγᾶσθαι
book 411.3 χρεών· μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
book 411.4 πρήσειεν ἄν
book 411.5 τις, καὶ πρὸς ἄντρ’ εἰπὼν ἕνα πύθοιντ’ ἂν ἀστοὶ πάντες ἃ κρύπτειν
book 411.6 χρεών.
book 412.1 ἐμοὶ γὰρ εἴη
book 412.2 πτωχός, εἰ δὲ βούλεται
book 412.3 πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ φόβον
book 412.4 παρελθὼν τἀπὸ καρδίας ἐρεῖ.
book 413.1 ἐπίσταμαι δὲ πάνθ’ ὅς’ εὐγενῆ χρεών, σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές, ὁρᾶν θ’ ἃ δεῖ με κοὐχ ὁρᾶν ἃ μὴ πρέπει, γαστρὸς κρατεῖν δέ· καὶ γὰρ ἐν κακοῖσιν ὢν[ln_5]ἐλευθέροισιν ἐμπεπαίδευμαι
book 413.2 τρόποις.
book 414 φειδώμεθ’ ἀνδρῶν εὐγενῶν, φειδώμεθα, κακοὺς δ’ ἀποπτύωμεν, ὥσπερ ἄξιοι.
book 415.1 ἄνασσα, πολλοῖς ἔστιν ἀνθρώπων κακά, τοῖς δ’ ἄρτι λήγει, τοῖς δὲ κίνδυνος μολεῖν. κύκλος γὰρ αὑτὸς καρπίμοις
book 415.2 τε γῆς
book 415.3 φυτοῖς θνητῶν
book 415.4 τε γενεᾷ· τῶν μὲν αὔξεται βίος,[ln_5]τῶν δὲ φθίνει
book 415.5 τε καὶ θερίζεται πάλιν.
book 416.1 πολλοί γε θνητῶν τῷ θράσει τὰς
book 416.2 συμφορὰς ζητοῦς’ ἀμαυροῦν κἀποκρύπτεσθαι κακά.
book 417.1 κέκτησο δ’ ὀρθῶς ἃν ἔχῃς ἄνευ ψόγου, κἂν
book 417.2 σμικρὰ σῴζου, τοὔνδικον σέβους’ ἀεί, μὴ δ’ ὡς κακὸς ναύκληρος εὖ πράξας
book 417.3 ποτὲ ζητῶν τὰ πλείον’, εἶτα πάντ’ ἀπώλεσεν.
book 418 γίγνωσκε τἀνθρώπεια μηδ’ ὑπερμέτρως ἄλγει· κακοῖς γὰρ οὐ σὺ πρόσκεισαι μόνη.
book 419.1 βίᾳ νυν ἕλκετ’ ὦ κακοὶ τιμὰς βροτοί, καὶ κτᾶσθε
book 419.2 πλοῦτον πάντοθεν θηρώμενοι, σύμμικτα μὴ δίκαια καὶ δίκαι’ ὁμοῦ· ἔπειτ’ ἀμᾶσθε τῶνδε δύστηνον θέρος.
book 420.1 ὁρᾷς
book 420.2 τυράννους διὰ μακρῶν ηὐξημένους, ὡς μικρὰ τὰ σφάλλοντα, καὶ μί’ ἡμέρα τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δ’ ἦρ’ ἄνω. ὑπόπτερος δ’ ὁ πλοῦτος· οἷς γὰρ ἦν
book 420.3 ποτε,[ln_5]ἐξ ἐλπίδων πίπτοντας ὑπτίους ὁρῶ.
book 421 κοίλοις ἐν ἄντροις ἄλυχνος, ὥστε θήρ, μόνος
book 422 πολλοὶ παρῆσαν, ἀλλ’ ἄπιστα Θεσσαλῶν
book 423 .. δ’ ἄρα
book 424 Φλεγύαντος υἱέ, δέσποτ’ Ἰξίων ..
book 425.1 ὅστις γὰρ ἀστῶν
book 425.2 πλέον ἔχειν πέφυκ’ ἀνήρ, [οὐδὲν
book 425.3 φρονεῖ δίκαιον οὐδὲ βούλεται] φίλοις τ’ ἄμικτός ἐστι καὶ πάσῃ πόλει.
book 426.1 τά τοι μέγιστα πάντ’ ἀπείργασται βροτοῖς τόλμ’ ὥστε νικᾶν· οὔτε γὰρ
book 426.2 τυραννίδες
book 426.3 χωρὶς πόνου γένοιντ’ ἂν οὔτ’ οἶκος μέγας.
book 428.1 οἱ γὰρ Κύπριν
book 428.2 φεύγοντες ἀνθρώπων ἄγαν νοσοῦς’ ὁμοίως
book 428.3 τοῖς ἄγαν θηρωμένοις.
book 429.1 ἀντὶ πυρὸς γὰρ ἄλλο πῦρ μεῖζον ἐβλάστομεν γυναῖ‐ κες
book 429.2 πολὺ δυσμαχώτερον.
book 430.1 ἔχω δὲ τόλμης καὶ θράσους διδάσκαλον ἐν
book 430.2 τοῖς ἀμηχάνοισιν εὐπορώτατον, Ἔρωτα, πάντων δυσμαχώτατον θεόν.
book 431.1 Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω
book 431.2 ψυχὰς
book 431.3 χαράσσει κἀπὶ πόντον ἔρχεται· καὶ τόνδ’ ἀπείργειν οὐδ’ ὁ παγκρατὴς
book 431.4 σθένει[ln_5]Ζεύς, ἀλλ’ ὑπείκει καὶ θέλων ἐγκλίνεται.
book 432.1 αὐτός
book 432.2 τι νῦν δρῶν εἶτα δαίμονας κάλει· τῷ γὰρ
book 432.3 πονοῦντι καὶ θεὸς
book 432.4 συλλαμβάνει.
book 433.1 ἔγωγε
book 433.2 φημὶ καὶ νόμον γε μὴ σέβειν ἐν
book 433.3 τοῖσι δεινοῖς τῶν ἀναγκαίων
book 433.4 πλέον.
book 434 οὐ γὰρ κατ’ εὐσέβειαν αἱ θνητῶν τύχαι, τολμήμασιν δὲ καὶ χερῶν ὑπερβολαῖς ἁλίσκεταί τε πάντα καὶ θηρεύεται.
book 435.1 τί δ’ ἢν λυθείς με διαβάλῃς, παθεῖν
book 435.2 σε δεῖ;
book 436.1 ὦ πότνι’ αἰδώς, εἴθε
book 436.2 τοῖς πᾶσιν βροτοῖς
book 436.3 συνοῦσα τἀναίσχυντον ἐξῃροῦ φρενῶν.
book 437.1 ὁρῶ δὲ τοῖς
book 437.2 πολλοῖσιν ἀνθρώποις ἐγὼ τίκτουσαν ὕβριν τὴν πάροιθ’ εὐπραξίαν.
book 438.1 ὕβριν
book 438.2 τε τίκτει
book 438.3 πλοῦτος ἢ φειδὼ βίου.
book 439.1 φεῦ φεῦ, τὸ μὴ τὰ πράγματ’ ἀνθρώποις ἔχειν
book 439.2 φωνήν, ἵν’ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν. νῦν δ’ εὐτρόχοισι
book 439.3 στόμασι τἀληθέστατα κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἃ χρὴ δοκεῖν.
book 440 Θησεῦ, παραινῶ σοὶ τὸ λῷστον, εἰ φρονεῖς, γυναικὶ πείθου μηδὲ τἀληθῆ κλύων.
book 441.1 χρόνος διέρπων πάντ’ ἀληθεύειν
book 441.2 φιλεῖ.
book 442.1 .. πρὸς ἵππων εὐθὺς ὁρμήσας
book 442.2 στάσιν
book 443.1 ὦ λαμπρὸς αἰθὴρ ἡμέρας θ’ ἁγνὸν φάος, ὡς ἡδὺ λεύσσειν
book 443.2 τοῖς
book 443.3 τε πράσσουσιν καλῶς καὶ τοῖσι δυστυχοῦσιν, ὧν πέφυκ’ ἐγώ.
book 444.1 ὦ δαῖμον, ὡς οὐκ ἔστ’ ἀποστροφὴ βροτοῖς τῶν ἐμφύτων
book 444.2 τε καὶ θεηλάτων κακῶν.
book 445.1 ἀλλ’ οὐ γὰρ ὀρθῶς
book 445.2 ταῦτα κρίνουσιν θεοί.
book 446.1 ὦ μάκαρ, οἵας ἔλαχες
book 446.2 τιμάς, Ἱππόλυθ’ ἥρως, διὰ σωφροσύνην· οὔποτε θνητοῖς ἀρετῆς ἄλλη δύναμις μείζων·[ln_5]ἦλθε γὰρ ἢ πρόσθ’ ἢ μετόπισθεν τῆς εὐσεβίας χάρις ἐσθλή.
book 447 δίοπος
book 448.1 [ln_1]οὐρανὸς ὑπὲρ ἡμᾶς καινῶς
book 448.2 φοτῶν ἕδος δαιμόνιον τόδ’ ἐν μέσῳ τοῦ οὐρανοῦ τε καὶ χθονός, οἳ μὲν ὀνομάζουσι χάος
book 449.1 ἐχρῆν γὰρ ἡμᾶς σύλλογον
book 449.2 ποιουμένους τὸν φύντα θρηνεῖν εἰς ὅς’ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ πόνων
book 449.3 πεπαυμένον
book 449.4 χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
book 450.1 εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονὸς ἐν
book 450.2 τοῖσιν οὐκέτ’ οὖσιν, οὐδὲν ἂν
book 450.3 σθένοι.
book 451.1 εἰ γάρ ς’ ἔμελλεν, ὡς σὺ φής, κτείνειν πόσις, χρῆν καὶ σὲ μέλλειν, ὡς χόλος
book 451.2 παρήλυθεν.
book 452 ἐκεῖνο γὰρ πέπονθ’ ὅπερ πάντες βροτοί· φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι.
book 453.1 Εἰρήνα βαθύπλουτε καὶ καλλίστα μακάρων θεῶν, ζῆλός μοι σέθεν ὡς
book 453.2 χρονίζεις. δέδοικα δὲ μὴ πρὶν πόνοις[ln_5]ὑπερβάλῃ με γῆρας, πρὶν σὰν
book 453.3 χαρίεσσαν
book 453.4 προσιδεῖν ὥραν καὶ καλλιχόρους ἀοιδὰς
book 453.5 φιλοστεφάνους
book 453.6 τε κώμους. ἴθι μοι, πότνα, πόλιν.[ln_10]τὰν δ’ ἐχθρὰν
book 453.7 στάσιν εἶργ’ ἀπ’ οἴ‐ κων τὰν μαινομέναν τ’ ἔριν θηκτῷ τερπομέναν
book 453.8 σιδάρῳ.
book 454.1 τεθνᾶσι
book 454.2 παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν οὐδ’ ἀνδρὸς ἐστερήμεθ’, ἀλλὰ μυρίαι τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον.
book 455.1 καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου
book 455.2 τοξεύμασιν
book 456.1 ὠνητέραν δὴ τήνδ’ ἐγὼ δίδωμί σοι
book 456.2 πληγήν
book 457 αἰδὼς ἐν ὀφθαλμοῖσι γίγνεται, τέκνον.
book 458.1 αἱ τύχαι δέ με μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα
book 458.2 σοφὴν ἔθηκαν.
book 459.1 κέρδη
book 459.2 τοιαῦτα
book 459.3 χρή τινα κτᾶσθαι βροτῶν, ἐφ’ οἷσι μέλλει μήποθ’ ὕστερον
book 459.4 στένειν.
book 460 λύπη μὲν ἄτῃ περιπεσεῖν αἰσχρᾷ τινι· εἰ δ’ οὖν γένοιτο, χρὴ περιστεῖλαι καλῶς κρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε· γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε.
book 461.1 οὐκ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν, αἰσχρόν
book 461.2 τε μοχθεῖν μὴ θέλειν νεανίαν.
book 462 ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίαν ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
book 463.1 οὐ γάρ
book 463.2 ποτ’ ἄνδρα τὸν
book 463.3 σοφὸν γυναικὶ χρὴ δοῦναι
book 463.4 χαλινοὺς οὐδ’ ἀφέντ’ ἐᾶν κρατεῖν· πιστὸν γὰρ οὐδέν ἐστιν· εἰ δέ τις κυρεῖ γυναικὸς ἐσθλῆς, εὐτυχεῖ κακὸν λαβών.
book 464 γαμεῖτε νῦν, γαμεῖτε, κᾆτα θνῄσκετε ἢ φαρμάκοισιν ἐκ γυναικὸς ἢ δόλοις.
book 465 〈Ἅιδησ〉 κρινεῖ ταῦτ’ . . . . . . .
book 466.1 ἐγὼ χάριν σὴν
book 466.2 παῖδά σου κατακτάνω;
book 467.1 τί γὰρ
book 467.2 ποθεῖ τράπεζα; τῷ δ’ οὐ βρίθεται; πλήρης μὲν ὄψων
book 467.3 ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες ἀρνεία
book 467.4 τε δαὶς καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου[ln_5]πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα.
book 468.1 τὰ δ’ ἄλλα
book 468.2 χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
book 469 νόμος δὲ 〈δείπνου〉 λείψαν’ ἐκβάλλειν κυσίν.
book 470 πρὶν ἂν .. ἐκφλῆναί με καὶ μαθεῖν λόγον
book 471 ἀλλ’ ὦ Κρῆτες, Ἴδης τέκνα
book 472.1 Φοινικογενοῦς [παῖ τῆς
book 472.2 Τυρίας] τέκνον Εὐρώπης καὶ τοῦ μεγάλου Ζηνός, ἀνάσσων Κρήτης ἑκατομπτολιέθρου· ἥκω ζαθέους ναοὺς
book 472.3 προλιπών,[ln_5]οὓς αὐθιγενὴς
book 472.4 τμηθεῖσα δοκὸς
book 472.5 στεγανοὺς
book 472.6 παρέχει
book 472.7 Χαλύβῳ πελέκει καὶ ταυροδέτῳ κόλλῃ κραθεῖς’ ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου. ἁγνὸν δὲ βίον
book 472.8 τείνων ἐξ οὗ[ln_10]Διὸς Ἰδαίου μύστης γενόμην, καὶ νυκτιπόλου Ζαγρέως βροντὰς
book 472.9 τοὺς ὠμοφάγους δαίτας
book 472.10 τελέσας μητρί τ’ ὀρείῳ δᾷδας ἀνασχὼν καὶ κουρήτων[ln_15]βάκχος ἐκλήθην ὁσιωθείς. πάλλευκα δ’ ἔχων εἵματα
book 472.11 φεύγω γένεσίν
book 472.12 τε βροτῶν καὶ νεκροθήκης οὐ χριμπτόμενος τήν τ’ ἐμψύχων βρῶσιν ἐδεστῶν
book 472.13 πεφύλαγμαι.
book 473.1 φαῦλον ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν, πᾶσαν ἐν ἔργῳ περιτεμνόμενον
book 473.2 σοφίαν, λέσχης ἀτρίβωνα
book 474.1 πόνος γάρ, ὡς λέγουσιν, εὐκλείας
book 474.2 πατήρ.
book 475 τὸ τῆς ἀνάγκης οὐ λέγειν ὅσον ζυγόν.
book 476.1 Τευθράντιον δὲ σχῆμα Μυσίας
book 476.2 χθονός
book 477.1 δέσποτα
book 477.2 φιλόδαφνε Βάκχε, παιὰν Ἄπολλον εὔλυρε
book 478 θριάζειν
book 480.1 Ζεὺς ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα
book 480.2 πλὴν λόγῳ
book 481 Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο, Ἕλλην’ ἔτικτεν
book 482.1 ἣ πρῶτα μὲν τὰ θεῖα
book 482.2 προυμαντεύσατο
book 482.3 χρησμοῖσι
book 482.4 σαφέσιν ἀστέρων ἐπ’ ἀντολαῖς
book 483.1 ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ ἔνεστί μοι·[ln_1125]αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω· τοὺς δ’ ἐκ
book 483.2 πατρός
book 483.3 τε καὶ γεραιτέρων λόγους
book 483.4 πολλοὺς ἀκούσας’ οὐ μεμούσωμαι κακῶς.
book 484.1 κοὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα, ὡς οὐρανός
book 484.2 τε γαῖά τ’ ἦν μορφὴ μία· ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα, τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος,[ln_5]δένδρη, πετεινά, θῆρας οὕς θ’ ἅλμη
book 484.3 τρέφει γένος
book 484.4 τε θνητῶν.
book 486.1 δικαιοσύνας τὸ χρύσεον
book 486.2 πρόσωπον
book 487 ὄμνυμι δ’ ἱερὸν αἰθέρ’, οἴκησιν Διός
book 489 τὸν δ’ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν
book 490.1 σύν
book 490.2 τοι θεῷ χρὴ τοὺς
book 490.3 σοφοὺς ἀναστρέφειν βουλεύματ’ ἀεὶ πρὸς τὸ χρησιμώτερον.
book 491.1 ἴστω δ’ ἄφρων ὢν ὅστις ἄτεκνος ὢν τὸ πρὶν
book 491.2 παῖδας θυραίους εἰς δόμους ἐκτήσατο, τὴν μοῖραν εἰς τὸ μὴ χρεὼν
book 491.3 παραστρέφων· ᾧ γὰρ θεοὶ διδῶσι μὴ φῦναι τέκνα,[ln_5]οὐ χρὴ μάχεσθαι
book 491.4 πρὸς τὸ θεῖον, ἀλλ’ ἐᾶν.
book 492.1 ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους· ἐγὼ δέ πως μισῶ γελοίους, οἵτινες τήτει
book 492.2 σοφῶν ἀχάλιν’ ἔχουσι
book 492.3 στόματα, κεἰς ἀνδρῶν μὲν οὐ[ln_5]τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ’ εὐπρεπεῖς οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα ἔσω δόμων σῴζουσι
book 493.1 ἄλγιστόν ἐστι θῆλυ μισηθὲν γένος· αἱ γὰρ
book 493.2 σφαλεῖσαι
book 493.3 ταῖσιν οὐκ ἐσφαλμέναις αἶσχος γυναιξὶ καὶ κεκοίνωνται ψόγον
book 493.4 ταῖς οὐ κακαῖσιν αἱ κακαί· τὰ δ’ εἰς γάμους[ln_5]οὐδὲν δοκοῦσιν ὑγιὲς ἀνδράσιν
book 493.5 φρονεῖν.
book 494 τῆς μὲν κακῆς κάκιον οὐδὲν γίγνεται γυναικός, ἐσθλῆς δ’ οὐδὲν εἰς ὑπερβολὴν πέφυκ’ ἄμεινον· διαφέρουσι δ’ αἱ φύσεις.
book 495.1 [spk_〈αγγελος.〉]〈ΑΓΓΕΛΟΣ.〉 — — — —[ln_1]τίς ἦν ὁ 〈τυφλὰ τάδε βέλεμν’〉 ἐφεὶς ἐμοί; ὡς δ’ οὐκ ἐφαινόμεσθα, σῖγα δ’ εἴχομεν, πρόσω
book 495.2 πρὸς αὐτὸν πάλιν ὑποστρέψας πόδα
book 495.3 χωρεῖ δρομαίαν, θῆρ’ ἑλεῖν
book 495.4 πρόθυμος ὤν,[ln_5]βοᾷ δέ· κἀν τῷδ’ ἐξεφαινόμεσθα δὴ ὀρθοσταδὸν λόγχαις ἐπείγοντες φόν〈ον. τὼ δ’ εἰσιδόντε δίπτυχον θείοιν κάρ〈α ἥσθησαν, εἶπόν θ’· εἷα
book 495.5 συλλάβεσθ’ ἄγρα〈ς, καιρὸν γὰρ ἥκετ’· οὐδ’ ὑπώπτευον 〈δόλον,[ln_10]φίλων
book 495.6 προσώπων εἰσορῶντες ὄ〈μματα. οἳ δ’ εἰς τὸν αὐτὸν πίτυλον ἤπειγ〈ον δορός, πέτροι τ’ ἐχώρουν
book 495.7 χερμάδες θ’ ἡ〈μῶν πάρα, ἐκεῖθεν, οἳ δ’ ἐκεῖθεν· ὡς δ’ ᾔε〈ι μάχη
book 495.8 σιγή τ’ ἀφ’ ἡμῶν, γνωρίσαντ〈ε δὴ τὸ πᾶν[ln_15]λέγουσι· μητρὸς ὦ κασίγνητ〈οι φίλης, τί δρᾶτ’; ἀποκτείνοντες ο〈ὓς ἥκιστα
book 495.9 χρῆν
book 495.10 φωρᾶσθε· πρὸς θεῶν δρᾶτ〈ε μηδαμῶς τάδε. σὼ δ’ αὐταδέλφω
book 495.11 χερμ〈άδ’ αἴρουσιν
book 495.12 χεροῖν, λέγουσί θ’ ὡς ἔφυσα〈ν ἐκ δούλης
book 495.13 ποθέν,
book 495.1 [ln_20]κοὐ δεῖ τύρανν〈α
book 495.2 σκῆπτρα καὶ θρόνους λαβεῖν
book 495.3 πρεσβεῖ’ ἔχοντ〈ας δυσγενεῖς τῶν εὐγενῶν. κἀπεὶ τάδ’ εἰσ〈ήκουσαν ..... — — — — — — — —[ln_25]* * * ἔσφηλέ τ’ εἰς γῆν, 〈τὸν βίον τ’ ἀ〉φ〈εί〉λετο· ἡμῶν δ’ ἐχώρει κωφὰ πρὸς γαῖαν βέλη. δ〉υοῖν δ’ ἀδελφοῖν
book 495.4 σοῖν τὸν αὖ νεώτερον λό〉γχῃ πλατείᾳ συοφόνῳ δι’ ἥπατος[ln_30]παίσ〉ας ἔδωκε νερτέροις καλὸν νεκρὸν Βοιω〉τός, ὅσπερ τὸν
book 495.5 πρὶν ἔκτεινεν βαλών. κἀντεῦ〉θεν ἡμεῖς οἱ λελειμμένοι φίλων κοῦφον〉 πόδ’ ἄλλος ἄλλος’ εἴχομεν
book 495.6 φυγῇ· εἶδον δὲ τ〉ὸν μὲν ὄρεος ὑλίμῳ φόβῃ[ln_35]κρυφθέν〉τα, τὸν δὲ πευκίνων ὄζων ἔπι· οἳ δ’ εἰς φάρ〉αγγ’ ἔδυνον, οἳ δ’ ὑπ’ εὐσκίους θάμνους κα〉θῖζον· τὼ δ’ ὁρῶντ’ οὐκ ἠξίουν δούλους
book 495.7 φονε〉ύειν
book 495.8 φασγάνοις ἐλευθέροις. τύχην
book 495.9 τοιαύτην σ〉ῶν κασιγνήτων κλύεις.
book 495.1 [ln_40][spk_χορος]ἐγὼ μὲν 〈οὖν〉 οὐκ οἶδ’ ὅτῳ σκοπεῖν
book 495.2 χρεὼν τὴν εὐγένειαν· τοὺς γὰρ ἀνδρείους φύσιν καὶ τοὺς δικαίους τῶν κενῶν δοξασμάτων, κἂν ὦσι δούλων, εὐγενεστέρους λέγω. ΧΟΡΟΣ. αἰαῖ, κέκρανται δεινὰ πρὸσ〉 κακοῖς κακά,
book 495 [ln_45][spk_θεανω]οὐδ’ ἡδόμεσθ’ ἀγῶνι δυστυ〉χεῖ δόμοις δισσῶν ἀδελφῶν μόρον ἀκούον〉τες σέθεν ΘΕΑΝΩ. οἴμοι τὸ πᾶν δῆτ’ ἐσφάλημ〉εν ἐλπίδων — — — — — — ται μέγα
book 497.1 τείσασθε τήνδε· καὶ γὰρ ἐντεῦθεν νοσεῖ τὰ τῶν γυναικῶν· οἳ μὲν ἢ παίδων πέρι ἢ συγγενείας εἵνεκ’ οὐκ ἀπώλεσαν κακὴν λαβόντες· εἶτα
book 497.2 τοῦτο τἄδικον[ln_5]πολλαῖς ὑπερρύηκε καὶ χωρεῖ πρόσω, ὥστ’ ἐξίτηλος ἁρετὴ καθίσταται.
book 498.1 πλὴν τῆς
book 498.2 τεκούσης θῆλυ πᾶν μισῶ γένος.
book 499 μάτην ἄρ’ εἰς γυναῖκας ἐξ ἀνδρῶν ψόγος ψάλλει, κενὸν τόξευμα, καὶ κακῶς λέγει· αἳ δ’ εἴς’ ἀμείνους ἀρσένων, ἐγὼ λέγω.
book 500.1 ὅστις δ’ ἄμεικτον
book 500.2 πατέρ’ ἔχει νεανίας
book 500.3 στυγνόν τ’ ἐν οἴκοις, μεγάλα κέκτηται κακά.
book 501.1 γάμους δ’ ὅσοι
book 501.2 σπεύδουσι μὴ πεπρωμένους, μάτην
book 501.3 πονοῦσιν· ἡ δὲ τῷ χρεὼν πόσει μένουσα κἀσπούδαστος ἦλθεν εἰς δόμους.
book 502 ὅσοι γαμοῦσι δ’ ἢ γένει κρείσσους γάμους ἢ πολλὰ χρήματ’, οὐκ ἐπίστανται γαμεῖν· τὰ τῆς γυναικὸς γὰρ κρατοῦντ’ ἐν δώμασιν δουλοῖ τὸν ἄνδρα, κοὐκέτ’ ἔστ’ ἐλεύθερος.[ln_5]πλοῦτος δ’ ἐπακτὸς ἐκ γυναικείων γάμων ἀνόνητος· αἱ γὰρ διαλύσεις 〈οὐ〉 ῥᾴδιαι.
book 503 μετρίων λέκτρων, μετρίων δὲ γάμων μετὰ σωφροσύνης κῦρσαι θνητοῖσιν ἄριστον.
book 504 ὦ τέκνον, ἀνθρώποισιν ἔστιν οἷς βίος ὁ μικρὸς εὔκρας ἐγένεθ’, οἷς δ’ ὄγκος κακόν.
book 505.1 τὰ προσπεσόντα δ’ ὅστις εὖ φέρει βροτῶν, ἄριστος εἶναι
book 505.2 σωφρονεῖν τ’ ἐμοὶ δοκεῖ.
book 506.1 δοκεῖτε
book 506.2 πηδᾶν τἀδικήματ’ εἰς θεοὺς
book 506.3 πτεροῖσι, κἄπειτ’ ἐν Διὸς δέλτου
book 506.4 πτυχαῖς γράφειν
book 506.5 τιν’ αὐτά, Ζῆνα δ’ εἰσορῶντά νιν θνητοῖς δικάζειν; οὐδ’ ὁ πᾶς ἂν οὐρανὸς[ln_5]Διὸς γράφοντος τὰς βροτῶν ἁμαρτίας ἐξαρκέσειεν οὐδ’ ἐκεῖνος ἂν
book 506.6 σκοπῶν πέμπειν ἑκάστῳ ζημίαν· ἀλλ’ ἡ Δίκη ἐνταῦθά ποὔστιν ἐγγύς, εἰ βούλεσθ’ ὁρᾶν.
book 507.1 τί τοὺς θανόντας οὐκ ἐᾷς
book 507.2 τεθνηκέναι καὶ τἀκχυθέντα
book 507.3 συλλέγεις ἀλγήματα;
book 508 παλαιὸς αἶνος· ἔργα μὲν νεωτέρων, βουλαὶ δ’ ἔχουσι τῶν γεραιτέρων κράτος.
book 509 τί δ’ ἄλλο; φωνὴ καὶ σκιὰ γέρων ἀνήρ.
book 510 παπαῖ, νέος καὶ σκαιὸς οἷός ἐστ’ ἀνήρ.
book 511.1 δοῦλον γὰρ ἐσθλὸν
book 511.2 τοὔνομ’ οὐ διαφθερεῖ, πολλοὶ δ’ ἀμείνους εἰσὶ τῶν ἐλευθέρων.
book 512.1 ἀργὸς
book 512.2 πολίτης κεῖνος, ὡς κακός γ’ ἀνήρ.
book 513 ἴσως ἀλάστορ’ οὐκ ἐτόλμησεν κτανεῖν.
book 515.1 Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας
book 515.2 χθονὸς ἐν ἀντιπόρθμοις
book 515.3 πεδί’ ἔχους’ εὐδαίμονα· Οἰνεὺς δ’ ἀνάσσει τῆσδε γῆς Αἰτωλίας, Πορθάονος
book 515.4 παῖς, ὅς
book 515.5 ποτ’ Ἀλθαίαν γαμεῖ,[ln_5]Λήδας ὅμαιμον, Θεστίου δὲ παρθένον.
book 516.1 Οἰνεύς
book 516.2 ποτ’ ἐκ γῆς
book 516.3 πολύμετρον λαβὼν
book 516.4 στάχυν θύων ἀπαρχάς
book 517.1 Μελέαγρε, μελέαν γάρ
book 517.2 ποτ’ ἀγρεύεις ἄγραν
book 518.1 καὶ κτῆμα δ’, ὦ τεκοῦσα, κάλλιστον τόδε, πλούτου δὲ κρεῖσσον· τοῦ μὲν ὠκεῖα
book 518.2 πτέρυξ, παῖδες δὲ χρηστοί, κἂν θάνωσι, δώμασιν καλόν
book 518.3 τι θησαύρισμα
book 518.4 τοῖς
book 518.5 τεκοῦσί τε[ln_5]ἀνάθημα βιότου κοὔποτ’ ἐκλείπει δόμους.
book 519.1 δειλοὶ γὰρ ἄνδρες οὐκ ἔχουσιν ἐν μάχῃ ἀριθμόν, ἀλλ’ ἄπεισι κἂν
book 519.2 παρῶς’ ὅμως.
book 520.1 ἡγησάμην οὖν, εἰ παραζεύξειέ τις
book 520.2 χρηστῷ πονηρὸν λέκτρον, οὐκ ἂν εὐτεκνεῖν, ἐσθλοῖν δ’ ἀπ’ ἀμφοῖν ἐσθλὸν ἂν φῦναι γόνον.
book 521.1 ἔνδον μένουσαν τὴν γυναῖκ’ εἶναι
book 521.2 χρεὼν ἐσθλήν, θύρασι δ’ ἀξίαν
book 521.3 τοῦ μηδενός.
book 522 εἰ κερκίδων μὲν ἀνδράσιν μέλοι πόνος, γυναιξὶ δ’ ὅπλων ἐμπέσοιεν ἡδοναί· ἐκ τῆς ἐπιστήμης γὰρ ἐκπεπτωκότες κεῖνοί τ’ ἂν οὐδὲν εἶεν οὔθ’ ἡμεῖς ἔτι.
book 523 κερκίδος ἀοιδοῦ μελέτας
book 524.1 ἡ γὰρ Κύπρις πέφυκε τῷ σκότῳ φίλη, τὸ φῶς δ’ ἀνάγκην
book 524.2 προστίθησι
book 524.3 σωφρονεῖν.
book 525.1 εἰ δ’ εἰς γάμους ἔλθοιμ’, ὃ μὴ τύχοι
book 525.2 ποτέ, τῶν ἐν δόμοισιν ἡμερευουσῶν ἀεὶ βελτίον’ ἂν τέκοιμι λήμασιν τέκνα· ἐκ γὰρ
book 525.3 πατρὸς καὶ μητρὸς ὅστις ἐκπονεῖ[ln_5]σκληρὰς διαίτας οἱ γόνοι βελτίονες.
book 526.1 τό τοι κράτιστον, κἂν γονῇ κακός
book 526.2 τις ᾖ, τοῦτ’ ἔστιν ἀρετή· τὸ δ’ ὄνομ’ οὐ διαφθερεῖ.
book 527.1 μόνον δ’ ἂν ἀντὶ χρημάτων οὐκ ἂν λάβοις γενναιότητα κἀρετήν· καλὸς δέ τις κἂν ἐκ
book 527.2 πενήτων
book 527.3 σωμάτων γένοιτο
book 527.4 παῖς.
book 528.1 μισῶ γυναῖκα .., ἐκ
book 528.2 πασῶν δὲ σέ, ἥτις
book 528.3 πονηρὰ τἄργ’ ἔχους’ 〈εἶτ’〉 εὖ λέγεις.
book 529.1 ὡς ἡδὺ δούλοις δεσπότας
book 529.2 χρηστοὺς λαβεῖν καὶ δεσπόταισι δοῦλον εὐμενῆ δόμοις.
book 530.1 Τελαμὼν δὲ χρυσοῦν αἰετὸν πέλτης ἔπι
book 530.2 πρόβλημα θηρός, βότρυσι δ’ ἔστεψεν κάρα, Σαλαμῖνα κοσμῶν
book 530.3 πατρίδα τὴν εὐάμπελον. Κύπριδος δὲ μίσημ’, Ἀρκὰς Ἀταλάντη, κύνας[ln_5]καὶ τόξ’ ἔχουσα, πελέκεως δὲ δίστομον γένυν ἔπαλλ’ Ἀγκαῖος· οἱ δὲ Θεστίου
book 530.4 παῖδες τὸ λαιὸν ἴχνος ἀνάρβυλοι
book 530.5 ποδός, τὸ δ’ ἐν
book 530.6 πεδίλοις, ὡς ἐλαφρίζον γόνυ ἔχοιεν, ὃς δὴ πᾶσιν Αἰτωλοῖς νόμος.
book 531 σιδηροβριθές τ’ ἔλαβε δεξιᾷ ξύλον
book 532 τοὺς ζῶντας εὖ δρᾶν· κατθανὼν δὲ πᾶς ἀνὴρ γῆ καὶ σκιά· τὸ μηδὲν εἰς οὐδὲν ῥέπει.
book 533.1 τερπνὸν τὸ φῶς τόδ’· ὁ δ’ ὑπὸ γῆς Ἅιδου
book 533.2 σκότος οὐδ’ εἰς ὄνειρον ἡδὺς ἀνθρώποις μολεῖν. ἐγὼ μὲν οὖν γεγῶσα
book 533.3 τηλικήδ’ ὅμως ἀπέπτυς’ αὐτὸ κοὔποτ’ εὔχομαι θανεῖν.
book 534.1 τὸ μὲν γὰρ ἐν φῷ, τὸ δὲ κάτω
book 534.2 σκότος κακόν.
book 535 ὁρᾷς σὺ νῦν δή μ’ ὡς ἐπράυνας, τύχη.
book 536.1 φεῦ, τὰ τῶν εὐδαιμονούντων ὡς τάχιστα
book 536.2 στρέφει θεός.
book 537.1 εἰς ἀνδροβρῶτας ἡδονὰς ἀφίξεται κάρηνα
book 537.2 πυρσαῖς γένυσι Μελανίππου
book 537.3 σπάσας.
book 538 ἀντήλιοι θεοί
book 539 καθωσίωσε
book 540 οὐρὰν δ’ ὑπίλας’ ὑπὸ λεοντόπουν βάσιν καθίζετο . .
book 541.1 ἡμεῖς δὲ Πολύβου
book 541.2 παῖδ’ ἐρείσαντες πέδῳ ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.
book 542.1 οὔτοι νόμισμα λευκὸς ἄργυρος μόνον καὶ χρυσός ἐστιν, ἀλλὰ κἀρετὴ βροτοῖς νόμισμα κεῖται πᾶσιν, ᾗ χρῆσθαι
book 542.2 χρεών.
book 543.1 μεγάλη
book 543.2 τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή· ἴσην γὰρ ἀνδρὶ συμφορὰν εἶναι λέγω τέκνων θ’ ἁμαρτεῖν καὶ πάτρας καὶ χρημάτων ἀλόχου
book 543.3 τε κεδνῆς, ὡς μόνον τῶν
book 543.4 χρημάτων[ln_5]ἦ κρεῖσσόν ἐστιν ἀνδρί, σώφρον’ ἢν λάβῃ.
book 544 ἄλλως δὲ πάντων δυσμαχώτατον γυνή.
book 545 πᾶσα γὰρ δούλη πέφυκεν ἀνδρὸς ἡ σώφρων γυνή· ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόνθ’ ὑπερφρονεῖ.
book 546 πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος, κἂν ὁ κάκιστος γήμῃ τὴν εὐδοκιμοῦσαν.
book 547 ἑνὸς 〈δ’〉 ἔρωτος ὄντος οὐ μί’ ἡδονή· οἳ μὲν κακῶν ἐρῶσιν, οἳ δὲ τῶν καλῶν.
book 548.1 νοῦν
book 548.2 χρὴ θεᾶσθαι, νοῦν· τί τῆς εὐμορφίας ὄφελος, ὅταν
book 548.3 τις μὴ φρένας καλὰς ἔχῃ;
book 549.1 ἀλλ’ ἦμαρ 〈ἕν〉 τοι μεταβολὰς
book 549.2 πολλὰς ἔχει.
book 550 ἐκ τῶν ἀέλπτων ἡ χαρὰ μείζων βροτοῖς [φανεῖσα μᾶλλον ἢ τὸ προσδοκώμενον].
book 551.1 φθόνος δ’ ὁ πολλῶν
book 551.2 φρένα διαφθείρων βροτῶν ἀπώλες’ αὐτὸν κἀμὲ συνδιώλεσεν.
book 552.1 πότερα γενέσθαι δῆτα
book 552.2 χρησιμώτερον
book 552.3 συνετὸν ἄτολμον ἢ θρασύν
book 552.4 τε κἀμαθῆ; τὸ μὲν γὰρ αὐτῶν
book 552.5 σκαιόν, ἀλλ’ ἀμύνεται, τὸ δ’ ἡσυχαῖον ἀργόν· ἐν δ’ ἀμφοῖν νόσος.
book 553.1 ἐκμαρτυρεῖν γὰρ ἄνδρα τὰς αὑτοῦ τύχας εἰς πάντας ἀμαθές, τὸ δ’ ἐπικρύπτεσθαι
book 553.2 σοφόν.
book 554.1 πολλάς γ’ ὁ δαίμων
book 554.2 τοῦ βίου μεταστάσεις ἔδωκεν ἡμῖν μεταβολάς
book 554.3 τε τῆς τύχης.
book 555 οὐ δῆκταί πως κύνες οἱ θεοί, ἀλλ’ ἡ Δίκη γὰρ καὶ διὰ σκότου βλέπει.
book 556 ἀηδόνα
book 557 ἄναρθρος
book 558.1 [spk_διομ]ΔΙΟΜ. Ὦ γῆς
book 558.2 πατρῴας
book 558.3 χαῖρε φίλτατον πέδον Καλυδῶνος, ἔνθεν αἷμα
book 558.4 συγγενὲς
book 558.5 φυγὼν
book 558.6 Τυδεύς, τόκος μὲν Οἰνέως, πατὴρ δ’ ἐμός, ᾤκησεν Ἄργος, παῖδα δ’ Ἀδράστου λαβὼν[ln_5]συνῆψε γένναν
book 559.1 ἐγὼ δὲ πατρὸς αἷμ’ ἐτιμωρησάμην σὺν
book 559.2 τοῖς ἐφηβήσασι τῶν ὀλωλότων
book 560.1 ἀλλ’ ἄλλος ἄλλοις μᾶλλον ἥδεται
book 560.2 τρόποις.
book 561 ..... σὺ δὲ τρέφοντά 〈νιν〉 τρέφεις;
book 562.1 πυκνοῖς δ’ ἔβαλλον Βακχίου
book 562.2 τοξεύμασιν κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν ἐγὼ ἐτετάγμην, ἆθλα κοσσάβων διδούς.
book 563.1 σχολὴ μὲν οὐχί, τῷ δὲ δυστυχοῦντί πως
book 563.2 τερπνὸν τὸ λέξαι κἀποκλαύσασθαι πάλιν.
book 564 ὅταν κακοὶ πράξωσιν, ὦ ξένοι, καλῶς, ἄγαν κρατοῦντες κοὐ νομίζοντες δίκην δώσειν ἔδρασαν πάντ’ ἐφέντες ἡδονῇ.
book 565 [spk_〈διομ.〉]〈ΔΙΟΜ.〉 σὺ δ’ ὧδ’ ἔρημος ξυμμάχων ἀπόλλυσαι; 〈ΟΙΝ.〉 οἳ μὲν γὰρ οὐκέτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί.
book 566.1 ὡς οὐδὲν ἀνδρὶ πιστὸν ἄλλο
book 566.2 πλὴν τέκνων· κέρδους δ’ ἕκατι καὶ τὸ συγγενὲς νοσεῖ.
book 567.1 τὰς βροτῶν γνώμας
book 567.2 σκοπῶν ὥστε Μαγνῆτις λίθος τὴν δόξαν ἕλκει καὶ μεθίησιν πάλιν.
book 569 ἀθράνευτον
book 570 ἀκρίζων
book 571 ἀμηχανῶ δ’ ἔγωγε κοὐκ ἔχω μαθεῖν, εἴτ’ οὖν ἄμεινόν ἐστι γίγνεσθαι τέκνα θνητοῖσιν εἴτ’ ἄπαιδα καρποῦσθαι βίον. ὁρῶ γὰρ οἷς μὲν οὐκ ἔφυσαν, ἀθλίους·[ln_5]ὅσοισι δ’ εἰσίν, οὐδὲν εὐτυχεστέρους. καὶ γὰρ κακοὶ γεγῶτες ἐχθίστη νόσος, κἂν αὖ γένωνται σώφρονες, κακὸν μέγα, λυποῦσι τὸν φύσαντα μὴ πάθωσί τι.
book 572.1 ἕν ἐστι πάντων
book 572.2 πρῶτον εἰδέναι
book 572.3 τουτί, φέρειν τὰ συμπίπτοντα μὴ παλιγκότως· χοὗτός γ’ ἀνὴρ ἄριστος αἵ τε
book 572.4 συμφοραὶ ἧσσον δάκνουσιν. ἀλλὰ ταῦτα γὰρ λέγειν[ln_5]ἐπιστάμεσθα, δρᾶν δ’ ἀμηχάνως ἔχει.
book 573.1 ἀλλ’ ἔστι γὰρ δὴ κἀν κακοῖσιν ἡδονὴ θνητοῖς ὀδυρμοὶ δακρύων τ’ ἐπιρροαί· ἀλγηδόνας δὲ ταῦτα κουφίζει
book 573.2 φρενῶν καὶ καρδίας ἔλυσε
book 573.3 τοὺς ἄγαν πόνους.
book 574.1 τεκμαιρόμεσθα
book 574.2 τοῖς
book 574.3 παροῦσι τἀφανῆ.
book 575 ὅστις δὲ θνητῶν βούλεται δυσώνυμον εἰς γῆρας ἐλθεῖν, οὐ λογίζεται καλῶς· μακρὸς γὰρ αἰὼν μυρίους τίκτει πόνους.
book 576.1 ὁ πλεῖστα
book 576.2 πράσσων
book 576.3 πλεῖσθ’ ἁμαρτάνει βροτῶν.
book 577.1 ἐγὼ μὲν εὖτ’ ἂν
book 577.2 τοὺς κακοὺς ὁρῶ βροτῶν πίπτοντας, εἶναι
book 577.3 φημὶ δαιμόνων γένος.
book 578.1 τὰ τῆς γε λήθης φάρμακ’ ὀρθώσας μόνος, ἄφωνα
book 578.2 φωνήεντα
book 578.3 συλλαβὰς
book 578.4 τιθεὶς ἐξηῦρον ἀνθρώποισι γράμματ’ εἰδέναι, ὥστ’ οὐ παρόντα
book 578.5 ποντίας ὑπὲρ
book 578.6 πλακὸς[ln_5]τἀκεῖ κατ’ οἴκους πάντ’ ἐπίστασθαι καλῶς, παισίν τ’ ἀποθνῄσκοντα
book 578.7 χρημάτων μέτρον γράψαντας εἰπεῖν, τὸν λαβόντα δ’ εἰδέναι. ἃ δ’ εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακὰ δέλτος διαιρεῖ, κοὐκ ἐᾷ ψευδῆ λέγειν.
book 579 πάλαι πάλαι δή ς’ ἐξερωτῆσαι θέλων, σχολή μ’ ἀπεῖργε
book 580.1 Ἀγάμεμνον, ἀνθρώποισι πᾶσιν αἱ τύχαι μορφὴν ἔχουσι, συντρέχει δ’ εἰς ἓν τόδε· τούτου δὲ πάντες, οἵ τε μουσικῆς φίλοι ὅσοι
book 580.2 τε χωρὶς ζῶσι, χρημάτων ὕπερ[ln_5]μοχθοῦσιν, ὃς δ’ ἂν
book 580.3 πλεῖστ’ ἔχῃ σοφώτατος.
book 581.1 στρατηλάται τἂν μυρίοι γενοίμεθα, σοφὸς δ’ ἂν εἷς
book 581.2 τις ἢ δύ’ ἐν μακρῷ χρόνῳ.
book 582.1 εἰ τῶν
book 582.2 πολιτῶν οἷσι νῦν
book 582.3 πιστεύομεν, τούτοις ἀπιστήσαιμεν, οἷς δ’ οὐ χρώμεθα, τούτοισι
book 582.4 χρησαίμεσθ’, ἴσως
book 582.5 σωθεῖμεν ἄν.
book 583 ὅστις λέγει μὲν εὖ, τὰ δ’ ἔργ’ ἐφ’ οἷς λέγει αἴσχρ’ ἐστί, τούτου τὸ σοφὸν οὐκ αἰνῶ ποτέ.
book 584.1 εἷς
book 584.2 τοι δίκαιος μυρίων οὐκ ἐνδίκων κρατεῖ τὸ θεῖον τὴν δίκην
book 584.3 τε συλλαβών.
book 585 τοῦ γὰρ δικαίου κἀν βροτοῖσι κἀν θεοῖς ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.
book 586 Θύσαν Διονύσου κόραν, ὃς ἀν’ Ἴδαν τέρπεται σὺν ματρὶ φίλᾳ τυμπάνων 〈ἐπ’〉 ἰαχαῖς
book 587.1 . . . κώπην
book 587.2 χρυσόκολλον
book 588 ἐκάνετ’ ἐκάνετε τὰν πάνσοφον, ὦ Δαναοί, τὰν οὐδέν’ ἀλγύνουσαν ἀηδόνα μουσᾶν.
book 590 ἔμβολα
book 591.1 ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ’ Ἡρακλῆς, θεῶν δὲ πάντων
book 591.2 πατρὸς ἐξέφυν Διός· ἐμῇ γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.[ln_5]ἥκω δὲ δεῦρο
book 591.3 πρὸς βίαν Εὐρυσθέως.
book 592.1 ἵνα
book 592.2 πλημοχόας τάσδ’ εἰς
book 592.3 χθόνιον χάσμ’ εὐφήμως
book 592.4 προχέωμεν
book 593 σὲ τὸν αὐτοφυᾶ τὸν ἐν αἰθερίῳ ῥύμβῳ πάντων φύσιν ἐμπλέξανθ’, ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νὺξ αἰολόχρως, ἄκριτός τ’ ἄστρων[ln_5]ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει
book 594.1 ἀκάμας
book 594.2 τε χρόνος
book 594.3 περί γ’ ἀενάῳ ῥεύματι
book 594.4 πλήρης
book 594.5 φοιτᾷ τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι
book 594.6 ταῖς ὠκυπλάνοις
book 594.7 πτερύγων ῥιπαῖς[ln_5]τὸν Ἀτλάντειον
book 594.8 τηροῦσι πόλον
book 595 αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις
book 596 οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς;
book 597.1 τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου· τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι
book 597.2 ποτὲ λόγος δύναιτο, τὸν δ’ ἄνω
book 597.3 τε καὶ κάτω ῥήτωρ
book 597.4 σπαράσσων
book 597.5 πολλάκις λυμαίνεται.
book 598.1 ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστῳ φρενὶ ἔρριψεν ὅστις τόνδ’ ἐκαίνισεν λόγον, ὡς
book 598.2 τοῖσιν εὖ φρονοῦσι
book 598.3 συμμαχεῖ τύχη.
book 599 ἔφεξις
book 600 θρᾶξαι
book 601.1 Μήδεια
book 601.2 πρὸς μὲν δώμασιν
book 601.3 τυραννικοῖς
book 602.1 τί χρῆμα δράσας; φράζε μοι
book 602.2 σαφέστερον.
book 603.1 αἰνῶ· διδάξαι δ’ ὦ τέκνον
book 603.2 σε βούλομαι. ὅταν μὲν ᾖς
book 603.3 παῖς, μὴ πλέον
book 603.4 παιδὸς
book 603.5 φρονεῖν, ἐν
book 603.6 παρθένοις δὲ παρθένου
book 603.7 τρόπους ἔχειν, ὅταν δ’ ὑπ’ ἀνδρὸς
book 603.8 χλαῖναν εὐγενοῦς πέσῃς,[ln_4]. . . . . . . . . . . .[ln_5]τὰ δ’ ἄλλ’ ἀφεῖναι μηχανήματ’ ἀνδράσιν.
book 604.1 πρὸς κέντρα μὴ λάκτιζε
book 604.2 τοῖς κρατοῦσί σου.
book 605.1 τὸ δ’ ἔσχατον δὴ τοῦτο θαυμαστὸν βροτοῖς
book 605.2 τυραννίς, οὐχ εὕροις ἂν ἀθλιώτερον. φίλους
book 605.3 τε πορθεῖν καὶ κατακτανεῖν
book 605.4 χρεών, πλεῖστος φόβος
book 605.5 πρόσεστι μὴ δράσωσί τι.
book 606.1 οὐκ ἔστι τὰ θεῶν ἄδικ’, ἐν ἀνθρώποισι δὲ κακοῖς νοσοῦντα σύγχυσιν
book 606.2 πολλὴν ἔχει.
book 607 ὁρῶσι δ’ οἱ διδόντες εἰς τὰ χρήματα.
book 608.1 ἐν
book 608.2 τοῖσι μὲν δεινοῖσιν ὡς φίλοι φίλων· ὅταν δὲ πράξως’ εὖ, διωθοῦνται χάριν αὐτοὶ δι’ αὑτοὺς εὐτυχεῖν ἡγούμενοι.
book 609.1 ὁ γὰρ ξυνὼν κακὸς μὲν ἢν τύχῃ γεγώς, τοιούσδε
book 609.2 τοὺς ξυνόντας ἐκπαιδεύεται, χρηστοὺς δὲ χρηστός· ἀλλὰ τὰς ὁμιλίας ἐσθλὰς διώκειν, ὦ νέοι, σπουδάζετε.
book 610 φθείρου· τὸ γὰρ δρᾶν οὐκ ἔχων λόγους ἔχεις.
book 611 ἀντεμμάσασθαι
book 612 ἀρταμεῖν
book 613 εὐστόχως
book 614 κατηβολή
book 615 λύσιμον
book 616 ὄβρια
book 617.1 οὐκ ἔστιν ἀνθρώποισι
book 617.2 τοιοῦτος
book 617.3 σκότος, οὐ χῶμα γαίας κλῃστόν, ἔνθα τὴν φύσιν ὁ δυσγενὴς κρύψας ἂν εἴη
book 617.4 σοφός.
book 618 τὸν ὄλβον οὐδὲν οὐδαμοῦ κρίνω βροτοῖς, ὅν γ’ ἐξαλείφει ῥᾷον ἢ γραφὴν θεός.
book 619.1 τὸ γῆρας, ὦ παῖ, τῶν νεωτέρων
book 619.2 φρενῶν
book 619.3 σοφώτερον πέφυκε κἀσφαλέστερον, ἐμπειρία
book 619.4 τε τῆς ἀπειρίας κρατεῖ.
book 620.1 κλύετ’ ὦ μοῖραι Διὸς αἵ τε
book 620.2 παρὰ θρόνον ἀγχοτάτω θεῶν ἑζόμεναι
book 621.1 . . τὰ δ’ ἔνθεν οὐκέτ’ ἂν
book 621.2 φράσαι λόγῳ δακρύων δυναίμην
book 621.3 χωρίς
book 622.1 πάρεσμεν, ἀλλ’ οὐκ ᾐσθάνου
book 622.2 παρόντα με.
book 623 βοάσομαί τἄρα τὰν ὑπέρτονον βοάν· ἰώ, πύλαισιν ἤ τις ἐν δόμοις;
book 624 ἀρκεῖ
book 625.1 οὐ τὸν σὸν ἔκταν
book 625.2 πατέρα, πολέμιόν γε μήν.
book 626.1 δήμῳ δὲ μήτε πᾶν ἀναρτήσῃς κράτος μήτ’ αὖ κακώσῃς, πλοῦτον ἔντιμον
book 626.2 τιθείς, μηδ’ ἄνδρα δήμῳ πιστὸν ἐκβάλῃς
book 626.3 ποτὲ μηδ’ αὖξε καιροῦ μείζον’, οὐ γὰρ ἀσφαλές,[ln_5]μή σοι τύραννος λαμπρὸς ἐξ ἀστοῦ φανῇ. κόλουε δ’ ἄνδρα
book 626.4 παρὰ δίκην
book 626.5 τιμώμενον· πόλει γὰρ εὐτυχοῦντες οἱ κακοὶ νόσος.
book 627.1 εἰσὶν γὰρ εἰσὶ διφθέραι μελεγγραφεῖς
book 627.2 πολλῶν γέμουσαι Λοξίου γηρυμάτων
book 628 μηλοσφαγεῖ τε δαιμόνων ἐπ’ ἐσχάραις
book 629 . . . καὶ κάταιθε χὥτι λῇς πόει.
book 630 ἐγὼ δὲ Σαρδιανός, οὐκέτ’ Ἀργόλας
book 631.1 πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος
book 631.2 προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
book 632 πολλῶν τὰ χρήματ’ αἴτι’ ἀνθρώποις κακῶν.
book 633 μόμφος
book 634.1 ὅστις νέμει κάλλιστα τὴν αὑτοῦ φύσιν, οὗτος
book 634.2 σοφὸς πέφυκε
book 634.3 πρὸς τὸ συμφέρον.
book 635.1 οἱ τὰς τέχνας δ’ ἔχοντες ἀθλιώτεροι τῆς
book 635.2 φαυλότητος καὶ γὰρ ἐν κοινῷ ψέγειν ἅπασι κεῖσθαι δυστυχὲς κοὐκ εὐτυχές.
book 636.1 ἔα ἔα· ὁρῶ γ’ ἐπ’ ἀκταῖς νομάδα κυματοφθόρον ἁλιαίετον· τὸν
book 636.2 παῖδα
book 636.3 χερσεύειν μόρος. εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἔπτατο[ln_5]ὁ κύματ’ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν τὸν
book 636.4 παῖδ’ ἐν ὑγροῖς κύμασιν
book 636.5 τεθνηκέναι· νῦν δ’ ἐκλιπὼν ἤθη
book 636.6 τε καὶ νομὸν βίου δεῦρ’ ἔπτατ’· οὐκ οὖν ἔσθ’ ὁ παῖς ἐν οἴδμασιν.
book 637.1 φεῦ φεῦ, τὸ γῆρας ὡς ἔχει
book 637.2 πολλὰς νόσους.
book 638 τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται;
book 639 μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλος
book 640.1 ... ἀνθρώπων δὲ μαίνονται
book 640.2 φρένες, δαπάνας ὅταν θανοῦσι πέμπωσιν κενάς.
book 641 πλουτεῖς, τὰ δ’ ἄλλα μὴ δόκει ξυνιέναι· ἐν τῷ γὰρ ὄλβῳ φαυλότης ἔνεστί τις, πενία δὲ σοφίαν ἔλαχε διὰ τὸ συγγενές.
book 642.1 οὐ γὰρ
book 642.2 παρὰ κρατῆρα καὶ θοίνην μόνον τὰ χρήματ’ ἀνθρώποισιν ἡδονὰς ἔχει, ἀλλ’ ἐν κακοῖσι δύναμιν οὐ μικρὰν φέρει.
book 643 βαρὺ τὸ φόρημ’ οἴησις ἀνθρώπου κακοῦ.
book 644.1 ὅταν κακός
book 644.2 τις ἐν πόλει
book 644.3 πράσσῃ καλῶς, νοσεῖν τίθησι τὰς ἀμεινόνων
book 644.4 φρένας, παράδειγμ’ ἐχόντων τὴν κακῶν ἐξουσίαν.
book 645.1 συγγνώμονάς
book 645.2 τοι
book 645.3 τοὺς θεοὺς εἶναι δόκει, ὅταν
book 645.4 τις ὅρκῳ θάνατον ἐκφυγεῖν θέλῃ ἢ δεσμὸν ἢ βίαια
book 645.5 πολεμίων κακά, ἢ παισὶν αὐθένταισι κοινωνῇ δόμων.[ln_5]ἤτἄρα θνητῶν εἰσιν ἀσυνετώτεροι ἢ τἀπιεικῆ πρόσθεν ἡγοῦνται δίκης.
book 646 διαβάλλω
book 647.1 ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι
book 647.2 παῖδά μοι ξυνοικίσας.
book 648 οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων
book 649 πέπονθεν οἷα καὶ σὲ καὶ πάντας μένει.
book 650.1 πόλλ’ ἐλπίδες
book 650.2 ψεύδουσι καὶ λόγοι βροτούς.
book 651 οὐ θαῦμ’ ἔλεξας θνητὸν ὄντα δυστυχεῖν.
book 652.1 ὦ παῖδες οἷον φίλτρον ἀνθρώποις
book 652.2 φρενός
book 653.1 κοινὸν γὰρ εἶναι
book 653.2 χρῆν γυναικεῖον λέχος.
book 654.1 δυοῖν λεγόντοιν, θατέρου θυμουμένου, ὁ μὴ ἀντιτείνων
book 654.2 τοῖς λόγοις
book 654.3 σοφώτερος.
book 655.1 οὐκ ἂν
book 655.2 προδοίην καίπερ ἄψυχον φίλον.
book 656.1 ..σα λαιμὸν ἢ πεσοῦς’ ἀπ’ ἰσθμίου κευθμῶνα
book 656.2 πηγαῖον ὕδωρ
book 657.1 ὅστις δὲ πάσας
book 657.2 συντιθεὶς ψέγει λόγῳ γυναῖκας ἑξῆς, σκαιός ἐστι κοὐ σοφός· πολλῶν γὰρ οὐσῶν τὴν μὲν εὑρήσεις κακήν, τὴν δ’ ὥσπερ αὕτη λῆμ’ ἔχουσαν εὐγενές.
book 658.1 οἳ γῆν ἔχους’ Εὐβοΐδα
book 658.2 πρόσχωρον πόλιν
book 659.1 ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὃ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῷ δ’ οὐχὶ τούτου
book 659.2 φροντίς, ἀλλὰ χρημάτων
book 659.3 πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις·[ln_5]ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ
book 659.4 φρενῶν λέγοντι
book 659.5 πείθειν
book 659.6 τοὺς πέλας τόλμῃ κακῇ· οἳ δ’ αἰσχρὰ κέρδη
book 659.7 πρόσθε
book 659.8 τοῦ καλοῦ βροτῶν ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων
book 659.9 πλάνη. ἐγὼ δὲ τούτων οὐδενὸς
book 659.10 χρῄζω
book 659.11 τυχεῖν,[ln_10]δόξαν 〈δὲ〉 βουλοίμην ἂν εὐκλείας ἔχειν.
book 660 οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστισ〉 ἐξαιρήσεται.
book 661.1 Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ· ἢ γὰρ
book 661.2 πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὢν
book 661.3 πλουσίαν ἀροῖ πλάκα.
book 662 πολλοὺς δὲ πλούτῳ καὶ γένει γαυρουμένους γυνὴ κατῄσχυν’ ἐν δόμοισι νηπία.
book 663 ποιητὴν δ’ ἄρα Ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν.
book 664.1 πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ
book 664.2 χερός, ἀλλ’ εὐθὺς αὐδᾷ ‘τῷ Κορινθίῳ ξένῳ‘.
book 665.1 τοιαῦτ’ ἀλύει· νουθετούμενος δ’ ἔρως μᾶλλον
book 665.2 πιέζει
book 666.1 ὦ παγκακίστη καὶ γυνή· τί γὰρ λέγων μεῖζόν
book 666.2 σε τοῦδ’ ὄνειδος ἐξείποι
book 666.3 τις ἄν;
book 667.1 τίς ἄνδρα
book 667.2 τιμᾷ ξεναπάτην;
book 668 ἄνευ τύχης γάρ, ὥσπερ ἡ παροιμία, πόνος μονωθεὶς οὐκέτ’ ἀλγύνει βροτούς.
book 669.1 πέλας δὲ ταύτης δεινὸς ἵδρυται Κράγος ἔνθηρος, ᾗ λῃστῆρσι
book 669.2 φρουρεῖται .. κλύδωνι δεινῷ καὶ βροτοστόνῳ βρέμει
book 669.3 πτηνὸς
book 669.4 πορεύσει
book 670.1 βίος δὲ πορφυροῦς θαλάσσιος οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι. ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς
book 670.2 τροφὸς θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ
book 670.3 ταύτης βίος[ln_5]βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.
book 671 κομίζετ’ εἴσω τήνδε· πιστεύειν δὲ χρὴ γυναικὶ μηδὲν ὅστις εὖ φρονεῖ βροτῶν.
book 672 ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν· ὧν εἴην ἐγώ.
book 673.1 χαίρω σέ τ’, ὦ βέλτιστον Ἀλκμήνης τέκος, ... τόν
book 673.2 τε μιαρὸν ἐξολωλότα.
book 674 ἑλίσσων
book 675.1 καὶ τὰς μὲν ἄξῃ, πῶλον ἢν διδῷς ἕνα, τὰς δ’ ἢν ξυνωρίδ’· αἳ δὲ κἀπὶ τεσσάρων
book 675.2 φοιτῶσιν ἵππων ἀργυρῶν. φιλοῦσι δὲ τὸν ἐξ Ἀθηνῶν
book 675.3 παρθένους ὅταν φέρῃ[ln_5]πολλάς
book 676.1 σχεδὸν
book 676.2 χαμεύνῃ σύμμετρος Κορινθίας
book 676.3 παιδός, κνεφάλλου δ’ οὐχ ὑπερτείνεις πόδα.
book 677 οὐδὲ κωλῆνες νεβρῶν
book 678.1 ἔστι
book 678.2 τοι καλὸν κακοὺς κολάζειν
book 679 ἢ προσπηγνύναι κράδαις ἐριναῖς
book 680 ἁμαρτεῖν
book 681 ἔμβολα
book 682.1 [spk_〈λυκ.〉]ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει. 〈ΛΥΚ.〉 πρὸς
book 682.2 τοῦ; τίς αὐτὴν
book 682.3 πημονὴ δαμάζεται; μῶν κρυμὸς αὐτῆς
book 682.4 πλευρὰ γυμνάζει
book 682.5 χολῆς;
book 683 σοφοὶ δὲ συγκρύπτουσιν οἰκείας βλάβας.
book 684 φεῦ, τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι. οἳ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσιν εἰς θεούς, καὶ πάντ’ ἀκριβῶς κἀπὶ φροντίδων βίον[ln_5]οὕτω δικαίως ζῶσιν αἰσχύνης ἄτερ.
book 685 ζεύγλας
book 686 παρασάγγης
book 687 πίμπρη, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς αἰθέρα, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.
book 688.1 ἥκιστα
book 688.2 φαῦλος, ἀλλὰ πᾶν
book 688.3 τοὐναντίον· τὸ σχῆμα
book 688.4 σεμνὸς κοὐ ταπεινὸς οὐδ’ ἄγαν εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος.
book 689.1 οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν πᾶς
book 689.2 τις δέδοικεν. ὄμμα γὰρ
book 689.3 πυρὸς γέμεις, ταῦρος λέοντος ὡς βλέπων
book 689.4 πρὸς ἐμβολήν.
book 690 τό γ’ εἶδος αὐτὸ σοῦ κατηγορεῖ σιγῶντος ὡς εἴης ἂν οὐχ ὑπήκοος, τάσσειν δὲ μᾶλλον ἢ ἐπιτάσσεσθαι θέλοις.
book 691.1 κλίθητι καὶ πίωμεν· ἐν
book 691.2 τούτῳ δέ μου τὴν
book 691.3 πεῖραν εὐθὺς λάμβαν’ εἰ κρείσσων ἔσῃ.
book 692.1 τοῖς μὲν δικαίοις ἔνδικος, τοῖς δ’ αὖ κακοῖς πάντων μέγιστος
book 692.2 πολέμιος κατὰ χθόνα.
book 693.1 εἶα δή, [φίλον] ξύλον, ἔγειρέ μοι
book 693.2 σεαυτὸ καὶ γίγνου θρασύ.
book 694 βαυβῶμεν εἰσελθόντες· ἀπόμορξαι σέθεν τὰ δάκρυα.
book 695 [ln_1]φεῦ, οὐδὲν δίκαιόν ἐστιν ἐν τῷ νῦν γένει.
book 696.1 Ὦ γαῖα
book 696.2 πατρίς, ἣν Πέλοψ ὁρίζεται, χαῖρ’, ὅς
book 696.3 τε πέτρον Ἀρκάδων δυσχείμερον 〈Πὰν〉 ἐμβατεύεις, ἔνθεν εὔχομαι γένος. Αὔγη γὰρ Ἀλέου
book 696.4 παῖς με τῷ Τιρυνθίῳ[ln_5]τίκτει λαθραίως Ἡρακλεῖ· ξύνοιδ’ ὄρος
book 696.5 Παρθένιον, ἔνθα μητέρ’ ὠδίνων ἐμὴν ἔλυσεν Εἰλείθυια.
book 697 πτώχ’ ἀμφίβληστρα σώματος λαβὼν ῥάκη ἀλκτήρια τύχης
book 698.1 δεῖ γάρ με δόξαι
book 698.2 πτωχὸν [εἶναι τήμερον], εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή.
book 699.1 ἄνασσα
book 699.2 πράγους
book 699.3 τοῦδε καὶ βουλεύματος
book 700 ὦ Φοῖβ’ Ἄπολλον Λύκιε, τί ποτέ μ’ ἐργάσῃ;
book 701.1 μοχθεῖν ἀνάγκη
book 701.2 τοὺς θέλοντας εὐτυχεῖν.
book 702.1 τόλμα σὺ κἄν
book 702.2 τι τραχὺ νείμωσιν θεοί.
book 703.1 μή μοι
book 703.2 φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι, εἰ πτωχὸς ὢν τέτληκ’ ἐν ἐσθλοῖσιν λέγειν.
book 704.1 οἶδ’ ἄνδρα Μυσὸν Τήλεφον .. εἴτε δὲ Μυσὸς 〈γεγὼσ〉 ἦν εἴτε κἄλλοθέν
book 704.2 ποθεν, πῶς .... Τήλεφος γνωρίζεται;
book 705.1 κώπης ἀνάσσων κἀποβὰς εἰς Μυσίαν ἐτραυματίσθην
book 705.2 πολεμίῳ βραχίονι.
book 706.1 Ἀγάμεμνον, οὐδ’ εἰ πέλεκυν ἐν
book 706.2 χεροῖν ἔχων μέλλοι
book 706.3 τις εἰς
book 706.4 τράχηλον ἐμβαλεῖν ἐμόν, σιγήσομαι δίκαιά γ’ ἀντειπεῖν ἔχων.
book 707 καλῶς ἔχοι μοι· Τηλέφῳ δ’ ἁγὼ φρονῶ
book 708 ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν εἴπατε.
book 709 καθῆσθ’ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ.
book 710 τὸν δὲ Τήλεφον οὐκ οἰόμεσθα; νοῦς ἄρ’ ὑμῖν οὐκ ἔνι.
book 711.1 εἶτα δὴ θυμούμεθα
book 711.2 παθόντες οὐδὲν μεῖζον ἢ δεδρακότες;
book 712 ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ
book 713 ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει
book 714.1 τί γάρ με
book 714.2 πλοῦτος ὠφελεῖ νόσον; σμίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων ἄλυπος οἰκεῖν μᾶλλον ἢ πλουτῶν νοσεῖν.
book 715.1 οὔ τἄρ’ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος· χρεία διδάσκει, κἂν βραδύς
book 715.2 τις ᾖ, σοφόν.
book 716.1 σὺ δ’ εἶκ’ ἀνάγκῃ καὶ θεοῖσι μὴ μάχου· τόλμα δὲ προσβλέπειν με καὶ φρονήματος χάλα. τά τοι μέγιστα
book 716.2 πολλάκις θεὸς
book 716.3 ταπείν’ ἔθηκε καὶ συνέστειλεν πάλιν.
book 717.1 τί δ’, ὦ τάλας; σὺ τῷδε
book 717.2 πείθεσθαι μέλλεις;
book 718.1 ὥρα
book 718.2 σε θυμοῦ κρείσσονα γνώμην ἔχειν.
book 719 Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν;
book 720 κακῶς ὀλοίατ’· ἄξιον γὰρ Ἑλλάδι.
book 721.1 κακός τίς ἐστι
book 721.2 προξένῳ σοὶ χρώμενος.
book 722.1 ἴθ’ ὅποι
book 722.2 χρῄζεις· οὐκ ἀπολοῦμαι τῆς σῆς Ἑλένης εἵνεκα
book 723 Σπάρτην ἔλαχες, κείνην κόσμει· τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίᾳ.
book 724 πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν
book 725 λοχαῖον σῖτον
book 726 ψυκτήρ
book 727 ἀπέπτυς’ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος.
book 728.1 . . φιλεῖ τοι πόλεμος οὐ πάντων
book 728.2 τυχεῖν, ἐσθλῶν δὲ χαίρει
book 728.3 πτώμασιν νεανιῶν, κακοὺς δὲ μισεῖ. τῇ πόλει μὲν οὖν νόσος τόδ’ ἐστί, τοῖς δὲ κατθανοῦσιν εὐκλεές.
book 729.1 εἰκὸς δὲ παντὶ καὶ λόγῳ καὶ μηχανῇ πατρίδος ἐρῶντας ἐκπονεῖν
book 729.2 σωτηρίαν.
book 730.1 ἅπασα
book 730.2 Πελοπόννησος εὐτυχεῖ πόλις.
book 731.1 οὐκ ἔστι κρεῖσσον ἄλλο
book 731.2 πλὴν κρατεῖν δορί.
book 732.1 ῥώμη δέ τ’ ἀμαθὴς
book 732.2 πολλάκις τίκτει βλάβην.
book 733.1 τοῖς πᾶσιν ἀνθρώποισι κατθανεῖν μένει. κοινὸν δ’ ἔχοντες αὐτὸ κοινὰ πάσχομεν πάντες· τὸ γὰρ
book 733.2 χρεὼν μεῖζον ἢ τὸ μὴ χρεών.
book 734.1 ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται, ζῇ δ’ οὐκέτ’ ὄντος σώματος· κακοῖσι δὲ ἅπαντα
book 734.2 φροῦδα
book 734.3 συνθανόνθ’ ὑπὸ χθονός.
book 735.1 ἀσύνετος ὅστις ἐν φόβῳ μὲν ἀσθενής, λαβὼν δὲ μικρὸν τῆς τύχης
book 735.2 φρονεῖ μέγα.
book 736.1 ὡς
book 736.2 σκαιὸς ἁνὴρ καὶ ξένοισιν ἄξενος καὶ μνημονεύων οὐδὲν ὧν ἐχρῆν φίλου. σπάνιον ἄρ’ ἦν θανοῦσιν ἀσφαλεῖς φίλοι, κἂν ὁμόθεν ὦσι· τὸ γὰρ ἔχειν
book 736.3 πλέον κρατεῖ[ln_5]τῆς εὐσεβείας· ἡ δ’ ἐν ὀφθαλμοῖς χάρις ἀπόλωλ’, ὅταν
book 736.4 τις ἐκ δόμων ἀνὴρ θάνῃ.
book 737.1 καλόν γ’ ἀληθὴς κἀτενὴς
book 737.2 παρρησία.
book 738 πολλοὶ γεγῶτες ἄνδρες οὐκ ἔχους’ ὅπως δείξουσιν αὑτοὺς τῶν κακῶν ἐξουσίᾳ.
book 739.1 φεῦ φεῦ, τὸ φῦναι
book 739.2 πατρὸς εὐγενοῦς ἄπο ὅσην ἔχει
book 739.3 φρόνησιν ἀξίωμά τε. κἂν γὰρ πένης ὢν
book 739.4 τυγχάνῃ, χρηστὸς γεγὼς
book 739.5 τιμὴν ἔχει
book 739.6 τιν’, ἀναμετρούμενος δέ πως[ln_5]τὸ τοῦ πατρὸς γενναῖον ὠφελεῖ τρόπῳ.
book 740.1 . . . . . . ἦλθεν δ’ ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων ἄθλων ἕνα δεινὸν ὑποστάς, κατ’ ἔναυλ’ ὀρέων ἀβάτους ἐπί τε[ln_5]λειμῶνας
book 740.2 ποίμνιά τ’ ἄλση.
book 742.1 ἄλλη
book 742.2 πρὸς ἄλλο γαῖα
book 742.3 χρησιμωτέρα.
book 743.1 τὸ δὲ στρατηγεῖν
book 743.2 τοῦτ’ ἐγὼ κρίνω, καλῶς γνῶναι τὸν ἐχθρὸν ᾗ μάλισθ’ ἁλώσιμος.
book 744.1 ἄρξεις ἄρ’ οὕτω· χρὴ δὲ τὸν
book 744.2 στρατηλάτην ὁμῶς δίκαιον ὄντα
book 744.3 ποιμαίνειν
book 744.4 στρατόν.
book 745.1 τολμᾶν δὲ χρεών· ὁ γὰρ ἐν καιρῷ μόχθος
book 745.2 πολλὴν εὐδαιμονίαν τίκτει θνητοῖσι
book 745.3 τελευτῶν.
book 746.1 αἰδὼς γὰρ ὀργῆς
book 746.2 πλείον’ ὠφελεῖ βροτούς.
book 747 αἰσίως
book 748 ἀνανομήν
book 749 ἄπυργος
book 750 κατηβολή
book 751 σφακελισμός
book 752.1 Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν
book 752.2 πεύκαισι
book 752.3 Παρνασὸν κάτα
book 752.4 πηδᾷ χορεύων
book 752.5 παρθένοις σὺν Δελφίσιν
book 753 δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον
book 754 ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος ἄγρευμ’ ἀνθέων ἡδομένᾳ ψυχᾷ τὸ νήπιον ἄπληστον ἔχων
book 755 ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον
book 756 περίβαλ’, ὦ τέκνον, ὠλένας
book 757.1 ἅ γ’ οὖν
book 757.2 παραινῶ, ταῦτά μου δέξαι, γύναι. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν, θάπτει
book 757.3 τε τέκνα χἅτερ’ αὖ κτᾶται νέα, αὐτός
book 757.4 τε θνῄσκει· καὶ τάδ’ ἄχθονται βροτοί,[ln_5]εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δ’ ἔχει βίον θερίζειν ὥστε κάρπιμον
book 757.5 στάχυν, καὶ τὸν μὲν εἶναι, τὸν δὲ μή· τί ταῦτα δεῖ στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν; δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.
book 758 κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον.
book 759.1 πρὸς τὰ φύσεις
book 759.2 χρὴ καὶ τὰ πράγματα
book 759.3 σκοπεῖν καὶ τὰς διαίτας τῶν κακῶν
book 759.4 τε κἀγαθῶν, πειθὼ δὲ τοῖς μὲν σώφροσιν
book 759.5 πολλὴν ἔχειν, τοῖς μὴ δικαίοις δ’ οὐδὲ συμβάλλειν
book 759.6 χρεών.
book 760.1 ἔξω γὰρ ὀργῆς πᾶς ἀνὴρ
book 760.2 σοφώτερος.
book 761.1 ἄελπτον οὐδέν, πάντα δ’ ἐλπίζειν
book 761.2 χρεών.
book 762 εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα
book 763 ἢ ἑτέρᾳ φράσω;
book 764.1 ἰδού, πρὸς αἰθέρ’ ἐξαμίλλησαι κόρας γραπτούς 〈τ’ ἐν αἰετ〉οῖσι
book 764.2 πρόσβλεψον τύπους.
book 765.1 οἰνάνθα
book 765.2 τρέφει τὸν ἱερὸν βότρυν
book 766 ἀναδρομαί
book 767 ἄρκτος
book 768 ἐκδημία
book 769 κροταλισάσης
book 770 νεαρός
book 771.1 Μέροπι τῆσδ’ ἄνακτι γῆς, ἣν ἐκ
book 771.2 τεθρίππων ἁρμάτων
book 771.3 πρώτην
book 771.4 χθόνα Ἥλιος ἀνίσχων
book 771.5 χρυσέᾳ βάλλει
book 771.6 φλογί. καλοῦσι δ’ αὐτὴν γείτονες μελάμβροτοι[ln_5]Ἕω
book 771.7 φαεννὰς Ἡλίου θ’ ἱπποστάσεις.
book 772.1 θερμὴ δ’ ἄνακτος
book 772.2 φλὸξ ὑπερτέλλουσα γῆς καίει τὰ πόρρω, τἀγγύθεν δ’ εὔκρατ’ ἔχει.
book 773.1 μνησθεὶς ὅ μοί ποτ’ εἶφ’ ὅτ’ ηὐνάσθη θεός. αἰτοῦ τί χρῄζεις ἕν· πέρᾳ γὰρ οὐ θέμις λαβεῖν
book 773.2 σε· κἂν μὲν
book 773.3 τυγχάνῃς ε... θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.
book 773.1 [ln_5][spk_φαε]ΦΑΕ. πῶς οὖν
book 773.2 πρόσειμι δῶμα θερμὸν Ἡλίου; ΚΛΥ. κείνῳ μελήσει σῶμα μὴ βλάπτειν τὸ σόν. ΦΑΕ. εἴπερ
book 773.3 πατὴρ πέφυκεν, οὐ κακῶς λέγεις. ΚΛΥ. σάφ’ ἴσθι· πεύσῃ δ’ αὐτὸ τῷ χρόνῳ σαφῶς. ΦΑΕ. ἀρκεῖ· πέποιθα γάρ
book 773.4 σε μὴ ψευδῆ λέγειν.[ln_10]ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ αἵδ’ ἔξω δόμων δμῳαὶ περῶσιν, αἳ πατρὸς κατὰ σταθμοὺς
book 773.5 σαίρουσι δῶμα καὶ δόμων κειμήλια καθ’ ἡμέραν
book 773.6 φοιβῶσι κἀπιχωρίοις ὀσμαῖσι θυμιῶσιν εἰσόδους δόμων.
book 773.1 [ln_15]ὅταν δ’ ὕπνον γεραιὸς ἐκλιπὼν
book 773.2 πατὴρ πύλας ἀμείψῃ καὶ λόγους γάμων πέρι λέξῃ πρὸς ἡμᾶς, Ἡλίου μολὼν δόμους
book 773.3 τοὺς
book 773.4 σοὺς ἐλέγξω, μῆτερ, εἰ σαφεῖς λόγοι.
book 773.1 [spk_χορ]ΧΟΡ. . . . . . . .[ln_20]. . . . . κατὰ γᾶν .δειλα..α̣.κ̣υ̣..μ̣α̣ι̣ . . . . . . . . μέλπει δ’ ἐν δένδρεσι λεπτὰν ἀηδὼν ἁρμονίαν[ln_25]ὀρθρευομένα γόοις Ἴτυν Ἴτυν
book 773.2 πολύθρηνον. σύριγγας δ’ οὐριβάται κινοῦσιν
book 773.3 ποίμνας ἐλάται· ἔγρονται δ’ εἰς βοτάναν[ln_30]ξανθᾶν πώλων
book 773.4 συζυγίαι. ἤδη δ’ εἰς ἔργα κυναγοὶ στείχουσιν θηροφόνοι, παγαῖς τ’ ἐπ’ Ὠκεανοῦ μελιβόας κύκνος ἀχεῖ.
book 773.1 [ln_35]ἄκατοι δ’ ἀνάγονται ὑπ’ εἰρεσίας ἀνέμων τ’ εὐαέσσιν ῥοθίοις ἀνὰ δ’ ἱστία ....... . . . . . . . . . . . . . . . .[ln_40]. . . . . . . . . . . . . . . . . σινδὼν δὲ πρότονον ἐπὶ μέσον
book 773.2 πελάζει. τὰ μὲν οὖν ἑτέροισι μέριμνα πέλει· κόσμον δ’ ὑμεναίων δεσποσύνων[ln_45]ἐμὲ καὶ τὸ δίκαιον ἄγει καὶ ἔρως ὑμνεῖν· δμωσὶν γὰρ ἀνάκτων εὐαμερίαι
book 773.3 προσιοῦσαι μολπᾶν θράσος αἴρους’ ἐπὶ χάρματ’· εἰ δὲ τύχα
book 773.4 τι τέκοι,
book 773.1 βαρὺν βαρεῖα φόβον ἔπεμψεν οἴκοις. ὁρίζεται δὲ τόδε φάος γάμων τέλος, τὸ δή ποτ’ εὐχαῖς ἐγὼ λισσομένα
book 773.2 προσέβαν ὑμέναιον ἀεῖσαι[ln_55]φίλον φίλων δεσποτᾶν. θεὸς ἔδωκε, χρόνος ἔκρανε λέχος ἐμοῖσιν ἀρχέταις. ἴτω
book 773.3 τελεία γάμων ἀοιδά. ἀλλ’ ὅδε γὰρ δὴ βασιλεὺς
book 773.4 πρὸ δόμων[ln_60]κῆρύξ θ’ ἱερὸς καὶ παῖς
book 773.5 Φαέθων βαίνουσι, τριπλοῦν ζεῦγος, ἔχειν
book 773.6 χρὴ στόμ’ ἐν ἡσυχίᾳ· περὶ γὰρ μεγάλων γνώμας δείξει, παῖδ’ ὑμεναίοις, ὡς
book 773.7 φησί, θέλων[ln_65]ζεῦξαι νύμφης
book 773.8 τε λεπάδνοις.
book 773.1 [spk_〈κηρ.〉]〈ΚΗΡ.〉 Ὠκεανοῦ πεδίων οἰκήτορες, εὐφαμεῖτ’, ὦ, ἐκτόπιοί τε δόμων ἀπαείρετε, ὦ ἴτε, λαοί.[ln_70]κηρύσσω δ’ ὁσίαν βασιλήιον, αἰτῶ δ’ αὐδὰν εὐτεκνίαν
book 773.2 τε γάμοις, ὧν ἔξοδος ἅδ’ ἕνεχ’ ἥκει, παιδὸς
book 773.3 πατρός
book 773.4 τε τῇδ’ ἐν ἡμέρᾳ λέχη
book 773 [ln_75][spk_μερ]κρᾶναι θελόντων· ἀλλὰ σῖγ’ ἔστω λεώς. ΜΕΡ. . . . . . . . . . . . . . . . . . . . εἰ γὰρ εὖ λέγω
book 774.1 ναῦν
book 774.2 τοι μί’ ἄγκυρ’ οὐχ ὁμῶς σῴζειν
book 774.3 φιλεῖ ὡς
book 774.4 τρεῖς ἀφέντι· προστάτης θ’ ἁπλοῦς πόλει
book 774.5 σφαλερός, ὑπὼν δὲ κἄλλος οὐ κακὸν πέλει.
book 775.1 ἐλεύθερος δ’ ὢν δοῦλός ἐστι
book 775.2 τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς
book 775.3 φερνῆς ἔχων.
book 776.1 δεινόν γε, τοῖς
book 776.2 πλουτοῦσι
book 776.3 τοῦτο δ’ ἔμφυτον, σκαιοῖσιν εἶναι· τί ποτε
book 776.4 τοῦτο
book 776.5 ταἴτιον; ἆρ’ ὄλβος αὐτοῖς ὅτι
book 776.6 τυφλὸς
book 776.7 συνηρετεῖ, τυφλὰς ἔχουσι τὰς
book 776.8 φρένας καὶ τῆς τύχης;
book 777.1 ὡς
book 777.2 πανταχοῦ γε
book 777.3 πατρὶς ἡ βόσκουσα γῆ.
book 778 εὐδαιμονίζων ὄχλος ἐξέπληξέ με.
book 779.1 ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών· κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν κάτω διήσει . . . . . . . ἵει δ’ ἐφ’ ἑπτὰ πλειάδων ἔχων δρόμον ....[ln_5]τοσαῦτ’ ἀκούσας
book 779.2 παῖς ἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἳ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος
book 779.3 πτυχάς. πατὴρ δ’ ὄπισθε νῶτα
book 779.4 σειραίου βεβὼς ἵππευε
book 779.5 παῖδα νουθετῶν· ἐκεῖς’ ἔλα,[ln_10]τῇδε
book 779.6 στρέφ’ ἅρμα, τῇδε.
book 781.1 πυρός τ’ ἐρινὺς ἐν νεκροῖς θερηνυαι ζῶς’ ἥδ’ ἀνίης’ ἀτμὸν ἐμφανῆ . . ἀπωλόμην· οὐκ οἴσετ’ εἰς δόμους ν〈έκυν;〉 νοεῖς; πόσις μοι
book 781.2 πλησίον γαμηλίους[ln_5]μολπὰς ἀυτεῖ παρθένοις ἡγούμενος. οὐ θᾶσσον; οὐ σταλαγμὸν ἐξομόρξετε, εἴ πού τις ἔστιν αἵματος
book 781.3 χαμαὶ πεσών; ἐπείγετ’ εἶα, δμωίδες· κρύψω δέ νιν ξεστοῖσι θαλάμοις, ἔνθ’ ἐμῷ κεῖται πόσει[ln_10]χρυσός· μόνη δὲ κλῇθρ’ ἐγὼ σφραγίζομαι. ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας καὶ τόνδ’· Ἀπόλλων δ’ ἐν βροτοῖς ὀρθῶς καλῇ, ὅστις τὰ σιγῶντ’ ὀνόματ’ οἶδε δαιμόνων.
book 781.1 [spk_χορ]ΧΟΡ. Ὑμὴν Ὑμήν,[ln_15]τὰν Διὸς οὐρανίαν ἀείδομεν τὰν ἐρώτων πότνιαν, τὰν
book 781.2 παρθένοις γαμήλιον Ἀφροδίταν. πότνια, σοὶ τάδ’ ἐγὼ νυμφεῖ’ ἀείδω, Κύπρι θεῶν καλλίστα,[ln_20]τῷ τε νεόζυγι σῷ πώλῳ, τὸν ἐν αἰθέρι κρύπτεις σῶν γάμων γένναν· ἃ τὸν μέγαν τᾶσδε πόλεως βασιλῆ νυμφεύεται,[ln_25]ἀστερωποῖσιν δόμοισιν
book 781.3 χρυσέων ἀρχόν, φίλον Ἀφροδίτᾳ. ὦ μακάρων βασιλεὺς μείζων ἔτ’ ὄλβον· ὃς θεὰν κηδεύσεις καὶ μόνος ἀθανάτων
book 781.1 [ln_30][spk_μερ]γαμβρὸς δι’ ἀπείρονα γαῖαν θνατὸς ὑμνήσῃ. ΜΕΡ. χώρει σὺ καὶ τάσδ’ εἰς δόμους ἄγων κόρας γυναῖκ’ ἄνωχθι πᾶσι
book 781.2 τοῖς κατὰ στόμα θεοῖς
book 781.3 χορεῦσαι καὶ κυκλώσασθαι δόμους[ln_35]σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ’ ἕδος, ἀφ’ ἧς γε σώφρων πᾶς ἂν ἄρχεσθαι θέλοι εὐχὰς
book 781.4 πο〈εῖσθαι〉 . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
book 781.1 [ln_40][spk_θερ]. . . . . . . . . . . . . . . . . . . . . . . . θεᾶς
book 781.2 προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων. ΘΕΡ. ὦ δέσποτ’, ἔστρεψ’ ἐκ δόμων
book 781.3 ταχὺν πόδα. οὗ γὰρ σὺ σῴζῃ σεμνὰ θησαυρίσματα[ln_45]χρυσοῦ, δι’ ἁρμῶν ἐξαμείβεται πύλης καπνοῦ μέλαιν’ ἄησις ἔνδοθεν
book 781.4 στέγης. προσθεὶς
book 781.5 πρόσωπον
book 781.6 φλόγα μὲν οὐχ ὁρῶ πυρός, γέμοντα δ’ οἶκον μέλανος ἔνδοθεν καπνοῦ. ἀλλ’ ἔσιθ’ ἐς οἶκον, μή τιν’ Ἥφαιστος χόλον
book 781.1 [spk_μερ]δόμοις ἐπεισφρεὶς μέλαθρα
book 781.2 συμφλέξῃ πυρὶ ἐν
book 781.3 τοῖσιν ἡδίστοισι
book 781.4 Φαέθοντος γάμοις. ΜΕΡ. πῶς φής; ὅρα μὴ θυμάτων
book 781.5 πυρουμένων κατ’ οἶκον ἀτμὸν κεῖς’ ἀποσταλέντ’ ἴδῃς. ΘΕΡ. ἅπαντα
book 781.6 ταῦτ’ ἠθρησεκανπωτουσεχει[ln_55]ΜΕΡ. οἶδεν δ’ ἐμὴ τάδ’ ἢ οὐκ ἐπίσταται δάμαρ; ΘΕΡ. θυηπολοῦσα θεοῖς ἐκεῖς’ ἔχει
book 781.7 φρένας. ΜΕΡ. ἀλλ’ εἶμ’, ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε ληφθέντα
book 781.8 φαύλως ἐς μέγαν
book 781.9 χειμῶν’ ἄγειν. σὺ δ’ ὡς πάρος δέσποινα Δήμητρος κόρη
book 781.1 [ln_60][spk_χορ]Ἥφαιστέ τ’ ἔστε
book 781.2 πρευμενεῖς δόμοις ἐμοῖς. ΧΟΡ. τάλαιν’ ἐγώ, τάλαινα, ποῖ πόδα
book 781.3 πτερόεντα καταστάσω; ἀν’ αἰθέρ’; ἢ γᾶς ὑπὸ κεῦθος ἄφαν‐ τον ἐξαμαυρωθῶ;[ln_65]ἰώ μοί μοι, κακὰ φανήσεται· βασίλεια τάλαινα
book 781.4 παῖς τ’ ἔσω κρυφαῖος νέκυς. ὀτοτοτοῖ, κεραύνιαί τ’ ἐκ Διὸς
book 781.5 πυρίβολοι
book 781.6 πλαγαὶ λέχεά θ’ Ἁλίου.[ln_70]ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν Ὠκεανοῦ κόρα, πατρὸς ἴθι
book 781.7 πρόσπεσε γόνυ 〈λι〉ταῖς, σφαγὰς
book 781.8 σφαγὰς οἰκτρά τ’ ἀρκέσαι σᾶς δειρᾶς.
book 781.1 [ln_75][spk_μερ]ΜΕΡ. ἰώ μοί μοι. ΧΟΡ. ἠκούσατ’ ἀρχὰς δεσπότου
book 781.2 στεναγμάτων; ΜΕΡ. ἰὼ τέκνον. ΧΟΡ. καλεῖ τὸν οὐ κλύοντα δυστυχῆ γόνον .......των ὁρᾶν
book 781.3 σαφῆ.
book 782 ψυκτήρια δένδρεα φίλαισιν ὠλέναισι λέξεται.
book 783 χρυσέα βῶλος
book 784.1 ἐν
book 784.2 τοῖσι μώροις
book 784.3 τοῦτ’ ἐγὼ κρίνω βροτῶν, ὅστις τῶν
book 784.4 πατέρων
book 784.5 παισὶ μὴ φρονοῦσιν εὖ ἢ καὶ πολίταις
book 784.6 παραδίδως’ ἐξουσίαν.
book 785 μισῶ δὲ . . . . . . ἀγκύλον τόξον κρανείας, γυμνάσια δ’ οἰχοίατο.
book 786 φίλος δέ μοι ἄλουτος ἐν φάραγξι σήπεται νέκυς.
book 787.1 πῶς δ’ ἂν
book 787.2 φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν
book 787.3 τοῖσι
book 787.4 πολλοῖς ἠριθμημένῳ στρατοῦ ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης;
book 788.1 οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ· τοὺς γὰρ
book 788.2 περισσοὺς καί τι
book 788.3 πράσσοντας
book 788.4 πλέον
book 788.5 τιμῶμεν ἄνδρας τ’ ἐν πόλει νομίζομεν.
book 789.1 ὀκνῶν δὲ μόχθων τῶν
book 789.2 πρὶν ἐκχέαι χάριν καὶ τοὺς
book 789.3 παρόντας οὐκ ἀπωθοῦμαι πόνους.
book 790 δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε.
book 791.1 ἅλις, ὦ βιοτά· πέραινε, πρίν
book 791.2 τινα
book 791.3 συντυχίαν ἢ κτεάτεσσιν ἐμοῖς ἢ σώματι τῷδε γενέσθαι.
book 792.1 φαγέδαιν’ ἀεί μου σάρκα θοινᾶται
book 792.2 ποδός
book 793 μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει· ἐν γῇ δ’ ὁ φόρτος, καὶ πάλιν ναυτίλλεται.
book 794.1 ὁρᾶτε δ’ ὡς κἀν θεοῖσι κερδαίνειν καλόν, θαυμάζεται δ’ ὁ πλεῖστον ἐν ναοῖς ἔχων
book 794.2 χρυσόν. τί δῆτα καὶ σὲ κωλύει 〈λαβεῖν〉 κέρδος, παρόν γε κἀξομοιοῦσθαι θεοῖς;
book 795.1 τί δῆτα θάκοις μαντικοῖς ἐνήμενοι
book 795.2 σαφῶς διόμνυσθ’ εἰδέναι τὰ δαιμόνων; οὐ τῶνδε
book 795.3 χειρώνακτες ἄνθρωποι λόγων· ὅστις γὰρ αὐχεῖ θεῶν ἐπίστασθαι πέρι,[ln_5]οὐδέν
book 795.4 τι μᾶλλον οἶδεν ἢ πείθειν λέγων.
book 796.1 ὑπέρ γε μέντοι
book 796.2 παντὸς Ἑλλήνων
book 796.3 στρατοῦ αἰσχρὸν
book 796.4 σιωπᾶν, βαρβάρους δ’ ἐᾶν λέγειν.
book 797 λέξω δ’ ἐγώ, κἄν μου διαφθείρας δοκῇ λόγους ὑποστὰς αὐτὸς ἠδικηκέναι· ἀλλ’ ἐξ ἐμοῦ γὰρ τἀμὰ μαθήσῃ κλύων, ὃ δ’ αὐτὸς αὑτὸν ἐμφανιεῖ σοι λέγων.
book 798.1 πατρὶς καλῶς
book 798.2 πράσσουσα τὸν
book 798.3 τυχόντ’ ἀεὶ μείζω τίθησι, δυστυχοῦσα δ’ ἀσθενῆ.
book 799.1 ὥσπερ δὲ θνητὸν καὶ τὸ σῶμ’ ἡμῶν ἔφυ, οὕτω
book 799.2 προσήκει μηδὲ τὴν ὀργὴν ἔχειν ἀθάνατον ὅστις
book 799.3 σωφρονεῖν ἐπίσταται.
book 800.1 φεῦ, μήποτ’ εἴην ἄλλο
book 800.2 πλὴν θεοῖς φίλος ὡς πᾶν
book 800.3 τελοῦσι, κἂν βραδύνωσιν
book 800.4 χρόνῳ.
book 801 ἀπέπνευσεν αἰῶνα
book 802 αἱρεῖς
book 803 ἀκριβές
book 804 μοχθηρόν ἐστιν ἀνδρὶ πρεσβύτῃ τέκνα δίδωσιν ὅστις οὐκέθ’ ὡραῖος γαμεῖ· δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
book 805.1 ὦ γῆρας, οἷον
book 805.2 τοῖς ἔχουσιν εἶ κακόν.
book 806.1 ἀλλ’ οὔποτ’ αὐτὸς ἀμπλακὼν ἄλλον βροτὸν
book 806.2 παραινέσαιμ’ ἂν
book 806.3 παισὶ προσθεῖναι κράτη
book 806.4 πρὶν ἂν κατ’ ὄσσων
book 806.5 τυγχάνῃ με καὶ σκότος, εἰ χρὴ διελθεῖν
book 806.6 πρὸς τέκνων νικώμενον.
book 807 πικρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
book 808 γυνή τε πάντων ἀγριώτατον κακόν.
book 809.1 . . . . 〈οἱ〉 πεῖραν οὐ δεδωκότες μᾶλλον δοκοῦντες ἢ πεφυκότες
book 809.2 σοφοί
book 810.1 μέγιστον ἀρ’ ἦν ἡ φύσις· τὸ γὰρ κακὸν οὐδεὶς
book 810.2 τρέφων εὖ χρηστὸν ἂν θείη
book 810.3 ποτέ.
book 811 τἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται.
book 812.1 ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτὴς καὶ πόλλ’ ἁμιλληθέντα μαρτύρων ὕπο τἀναντί’ ἔγνων
book 812.2 συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω χὥστις ἔστ’ ἀνὴρ
book 812.3 σοφὸς[ln_5]λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν
book 812.4 σκοπῶν δίαιτάν θ’ ἥντιν’ ἡμερεύεται ... ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι
book 812.5 τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών.
book 813.1 ὦ πλοῦθ’, ὅσῳ μὲν ῥᾷστον εἶ βάρος φέρειν, πόνοι δὲ κἀν
book 813.2 σοὶ καὶ φθοραὶ πολλαὶ βίου ἔνεις’· ὁ γὰρ πᾶς ἀσθενὴς αἰὼν βροτοῖς.
book 814 φθόνον οὐ σέβω, φθονεῖσθαι δὲ θέλοιμ’ ἂν ἐπ’ ἐσθλοῖς.
book 815.1 δμωσὶν δ’ ἐμοῖσιν εἶπον ὡς
book 815.2 ταυτηρίαις
book 815.3 πυρίδες καὶ διιπετῆ κτεῖναι
book 816.1 καίτοι
book 816.2 ποτ’ εἴ τιν’ εἰσίδοιμ’ ἀνὰ πτόλιν
book 816.3 τυφλὸν
book 816.4 προηγητῆρος ἐξηρτημένον, ἀδημονοῦντα
book 816.5 συμφοραῖς ἐλοιδόρουν, ὡς δειλὸς εἴη θάνατον ἐκποδὼν ἔχων.[ln_5]καὶ νῦν λόγοισι
book 816.6 τοῖς ἐμοῖς ἐναντίως πέπτωχ’ ὁ τλήμων· ὦ φιλόζωοι βροτοί, οἳ τὴν ἐπιστείχουσαν ἡμέραν ἰδεῖν
book 816.7 ποθεῖτ’ ἔχοντες μυρίων ἄχθος κακῶν. οὕτως ἔρως βροτοῖσιν ἔγκειται βίου·[ln_10]τὸ ζῆν γὰρ ἴσμεν, τοῦ θανεῖν δ’ ἀπειρίᾳ πᾶς
book 816.8 τις
book 816.9 φοβεῖται φῶς λιπεῖν τόδ’ ἡλίου.
book 817.1 σὺ δ’, ὦ πατρῴα
book 817.2 χθὼν ἐμῶν γεννητόρων, χαῖρ’· ἀνδρὶ γάρ
book 817.3 τοι, κἂν ὑπερβάλλῃ κακοῖς, οὐκ ἔστι
book 817.4 τοῦ θρέψαντος ἥδιον πέδον.
book 818 ἀμνήστευτος γυνή
book 819.1 Σιδώνιόν
book 819.2 ποτ’ ἄστυ Κάδμος ἐκλιπών, Ἀγήνορος
book 819.3 παῖς, ἦλθε Θηβαίαν
book 819.4 χθόνα
book 819.5 Φοῖνιξ
book 819.6 πεφυκώς, ἐκ δ’ ἀμείβεται γένος Ἑλληνικόν, Διρκαῖον οἰκήσας πέδον.[ln_5]ᾗ δ’ ἦλθ’ ἀνάγκῃ πεδία
book 819.7 Φοινίκης λιπών, λέγοιμ’ ἄν. ἦσαν
book 819.8 τρεῖς Ἀγήνορος κόροι· Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται, Φοῖνίξ 〈θ’〉, ὅθεν
book 819.9 περ
book 819.10 τοὔνομ’ ἡ χώρα φέρει, καὶ Θάσος
book 821.1 εἰ μὲν τόδ’ ἦμαρ
book 821.2 πρῶτον ἦν κακουμένῳ καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν, εἰκὸς
book 821.3 σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα πῶλον
book 821.4 χαλινὸν ἀρτίως δεδεγμένον·[ln_5]νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.
book 822.1 γυνὴ γὰρ ἐν κακοῖσι καὶ νόσοις πόσει ἥδιστόν ἐστι, δώματ’ ἢν οἰκῇ καλῶς, ὀργήν
book 822.2 τε πραΰνουσα καὶ δυσθυμίας
book 822.3 ψυχὴν μεθιστᾶς’· ἡδὺ κἀπάται φίλων.
book 823 δίκαι’ ἔλεξε· χρὴ γὰρ εὐναίῳ πόσει γυναῖκα κοινῇ τὰς τύχας φέρειν ἀεί.
book 824.1 ὡς οὐδὲν ὑγιὲς
book 824.2 φασὶ μητρυιὰς
book 824.3 φρονεῖν νόθοισι
book 824.4 παισίν, ὧν
book 824.5 φυλάξομαι ψόγον.
book 825.1 κρείσσων δὲ βαιὸς ὄλβος ἀβλαβὴς βροτοῖς ἢ δῶμα
book 825.2 πλούτῳ δυσσεβῶς ὠγκωμένον.
book 826.1 δι’ ἐλπίδος ζῆ καὶ δι’ ἐλπίδος
book 826.2 τρέφου.
book 827.1 καὶ μὴν ἀνοῖξαι μὲν
book 827.2 σιροὺς οὐκ ἠξίου
book 828 αἱ γὰρ πόλεις εἴς’ ἄνδρες, οὐκ ἐρημία.
book 829 ἀνὴρ δ’ ὃς εἶναι φής, ἀνδρὸς οὐκ ἄξιον δειλὸν κεκλῆσθαι καὶ νοσεῖν αἰσχρὰν νόσον.
book 830.1 λάτρις
book 830.2 πενέστης ἁμὸς ἀρχαίων δόμων
book 831.1 πολλοῖσι δούλοις
book 831.2 τοὔνομ’ αἰσχρόν, ἡ δὲ φρὴν τῶν οὐχὶ δούλων ἐστ’ ἐλευθερωτέρα.
book 832.1 εἰ δ’ εὐσεβὴς ὢν
book 832.2 τοῖσι δυσσεβεστάτοις εἰς
book 832.3 ταὔτ’ ἔπρασσον, πῶς τάδ’ ἂν καλῶς ἔχοι; ἢ Ζεὺς ὁ λῷστος μηδὲν ἔνδικον
book 832.4 φρονεῖ;
book 833.1 τίς δ’ οἶδεν εἰ ζῆν
book 833.2 τοῦθ’ ὃ κέκληται θανεῖν, τὸ ζῆν δὲ θνῄσκειν ἐστί; πλὴν ὅμως βροτῶν νοσοῦσιν οἱ βλέποντες, οἱ δ’ ὀλωλότες οὐδὲν νοσοῦσιν οὐδὲ κέκτηνται κακά.
book 834.1 καὶ γὰρ πέφυκε
book 834.2 τοῦτ’ ἐν ἀνθρώπου φύσει· ἢν καὶ δίκῃ θνῄσκῃ τις, οὐχ ἧσσον
book 834.3 ποθεῖ πᾶς
book 834.4 τις δακρύειν
book 834.5 τοὺς
book 834.6 προσήκοντας φίλους.
book 835.1 ὅστις δὲ θνητῶν οἴεται
book 835.2 τοὐφ’ ἡμέραν κακόν
book 835.3 τι πράσσων
book 835.4 τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν
book 835.5 σχολὴν ἄγουσα
book 835.6 τυγχάνῃ Δίκη.
book 836.1 πώγωνα
book 836.2 πυρός
book 837 ἰλλάδας
book 839.1 Γαῖα μεγίστη καὶ Διὸς Αἰθήρ, ὃ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ, ἣ δ’ ὑγροβόλους
book 839.2 σταγόνας νοτίας
book 839.3 παραδεξαμένη τίκτει θνητούς,[ln_5]τίκτει βοτάνην φῦλά τε θηρῶν· ὅθεν οὐκ ἀδίκως μήτηρ πάντων νενόμισται. χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν,[ln_10]τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς εἰς οὐράνιον πάλιν ἦλθε πόλον· θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο
book 839.4 πρὸς ἄλλου μορφὴν ἑτέραν ἀπέδειξεν.
book 840 λέληθεν οὐδὲν τῶνδέ μ’ ὧν σὺ νουθετεῖς, γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται.
book 841.1 αἰαῖ, τόδ’ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν
book 841.2 τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή,
book 842 γνώμης σόφισμα καὶ χέρ’ ἀνδρείαν ἔχων δύσμορφος εἴην μᾶλλον ἢ καλὸς κακός.
book 843 ὦ δέσποτ’, οὐδεὶς οἶδεν ἄνθρωπος γεγὼς οὔτ’ εὐτυχοῦς ἀριθμὸν οὔτε δυστυχοῦς.
book 844 εἰάζων
book 845 ἀπρόσειλος
book 846.1 Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν
book 846.2 παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ Ἄργος κατασχών
book 847.1 εἰ μὴ γὰρ ἴδιον ἔλαβον εἰς
book 847.2 χεῖρας μύσος
book 848 γαυριᾶν
book 849 ἀκανθώδη ῥάχιν
book 850.1 ἡ γὰρ
book 850.2 τυραννὶς πάντοθεν
book 850.3 τοξεύεται δεινοῖς ἔρωσιν, ἧς
book 850.4 φυλακτέον πέρι.
book 852.1 ὅστις δὲ τοὺς
book 852.2 τεκόντας ἐν βίῳ σέβει, ὅδ’ ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος· ὅστις δὲ τοὺς φύσαντας μὴ τιμᾶν θέλῃ, μή μοι γένοιτο μήτε
book 852.3 συνθύτης
book 852.4 τοῖς θεοῖς[ln_5]μήτ’ ἐν θαλάσσῃ κοινόπλουν
book 852.5 στέλλοι
book 852.6 σκάφος.
book 853.1 τρεῖς εἰσὶν ἀρεταὶ τὰς
book 853.2 χρεών ς’ ἀσκεῖν, τέκνον, θεούς
book 853.3 τε τιμᾶν
book 853.4 τούς
book 853.5 τε φύσαντας γονῆς νόμους
book 853.6 τε κοινοὺς Ἑλλάδος· καὶ ταῦτα δρῶν κάλλιστον ἕξεις
book 853.7 στέφανον εὐκλείας ἀεί.
book 854.1 τὸ μὲν
book 854.2 σφαγῆναι δεινόν, εὔκλειαν δ’ ἔχει· τὸ μὴ θανεῖν δὲ δειλόν, ἡδονὴ δ’ ἔνι.
book 855 ἀναδρομαί
book 856.1 ἀλκυόνες, αἳ παρ’ ἀενάοις θαλάσσας κύμασιν
book 856.2 στωμύλλετε, τέγγουσαι νοτίοις
book 856.3 πτερῶν ῥανίσι
book 856.4 χρόα διανιζόμεναι
book 857.1 ἔλαφον δ’ Ἀχαιῶν
book 857.2 χερσὶν ἐνθήσω φίλαις κεροῦσσαν, ἣν
book 857.3 σφάζοντες αὐχήσουσι σὴν
book 857.4 σφάζειν θυγατέρα
book 858.1 ὦ θερμόβουλον
book 858.2 σπλάγχνον
book 859 διαβάλλω
book 861 δείξας γὰρ ἄστρων τὴν ἐναντίαν ὁδὸν δήμους τ’ ἔσῳσα καὶ τύραννος ἱζόμην.
book 862.1 ὁθούνεκα ἐν 〈αὐτὸσ〉 αὑτῷ πάντα
book 862.2 συλλαβὼν ἔχει
book 863 ἥκει δ’ ἐπ’ ὤμοις ἢ συὸς φέρων βάρος ἢ τὴν ἄμορφον λύγκα, δύστοκον δάκος.
book 864 παίζω· μεταβολὰς γὰρ πόνων ἀεὶ φιλῶ.
book 865 φήμη τὸν ἐσθλὸν κἀν μυχοῖς δείκνυσι γῆς.
book 866.1 ἀλλ’ ἥδε μ’ ἐξέσῳσεν, ἥδε μοι
book 866.2 τροφός, μήτηρ, ἀδελφή, δμωίς, ἄγκυρα
book 866.3 στέγης.
book 867.1 ἀλλ’ ἄγχιμος γὰρ ἥδε
book 867.2 Φοιβεία γυνή
book 868.1 θεοὶ χθόνιοι ζοφερὰν ἀδίαυλον ἔχοντες ἕδραν
book 868.2 φθειρομένων Ἀχεροντίαν λίμνην
book 869 ἄδωρος χάρις
book 870 δράκοντος αἱματωπὸν ὄμμα
book 871 αἱματοσταγῆ κηλῖδα τέγγῃ
book 872 ἀκόμπαστος λόγος
book 873 ἀκόμπαστος φάτις
book 874.1 οὔ σοι
book 874.2 παραινῶ μηχανωμένῃ κακὰ ἐχθροῖσι, σαυτῇ προσβαλεῖν ἀλάστορα.
book 875 ὦ Κύπρις, ὡς ἡδεῖα καὶ μοχθηρὸς 〈εἶ〉.
book 876 τρομὸν δράμημα γηραιοῦ ποδός
book 877.1 ἀλλ’ αἰθὴρ τίκτει
book 877.2 σε, κόρα, Ζεὺς ὃς ἀνθρώποις ὀνομάζεται.
book 878.1 τίς ἔσθ’ ὁ μέλλων
book 878.2 σκόλοπος ἢ λευσμοῦ τυχεῖν;
book 879 ὁ λῷστος οὗτος καὶ φιλοξενέστατος
book 880.1 οὐκ ἐν γυναιξὶ τοὺς νεανίας
book 880.2 χρεὼν ἀλλ’ ἐν
book 880.3 σιδήρῳ κἀν ὅπλοις
book 880.4 τιμὰς ἔχειν.
book 882.1 ἅλα
book 882.2 πορφυρέην
book 883 ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
book 884 τηλοῦ γὰρ οἰκῶν βίοτον ἐξιδρυσάμην.
book 885 ἄληθες, ὦ παῖ τῆς θαλασσίας θεοῦ;
book 886.1 μισῶ πολίτην ὅστις ὠφελεῖν πάτραν βραδὺς
book 886.2 φανεῖται, μεγάλα δὲ βλάπτειν
book 886.3 ταχύς, καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον.
book 887 ὅταν τὰ νῦν ἄπιστα πίσθ’ ἡγώμεθα, τὰ δ’ ὄντα πίστ’ ἄπιστα
book 888 βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέσσαρα
book 889 πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος
book 890.1 λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις, ἔργον δ’ ἐκεῖνος ἔργον ὃς
book 890.2 παρέσχετο.
book 892.1 ἐπεὶ τί δεῖ βροτοῖσι
book 892.2 πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου, ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς
book 892.3 τρέφειν; ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ δέ τοι[ln_5]ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.
book 893.1 ἀρκεῖ μετρία βιοτά μοι σώφρονος
book 893.2 τραπέζης, τὸ δ’ ἄκαιρον ἅπαν ὑπερβάλ‐ λον
book 893.3 τε μὴ προσείμαν.
book 894 τἀλλότρια .. τὸν καλῶς εὐδαίμονα
book 895.1 ἐν
book 895.2 πλησμονῇ τοι Κύπρις, ἐν
book 895.3 πεινῶντι δ’ οὔ.
book 896.1 Βακχίου
book 896.2 φιλανθέμου Αἴθοπα
book 896.3 πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς, ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
book 897.1 παίδευμα δ’ Ἔρως
book 897.2 σοφίας ἀρετῆς
book 897.3 πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς·[ln_5]καὶ γὰρ ἄλυπον τέρψιν
book 897.4 τιν’ ἔχων εἰς ἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις τῶν
book 897.5 τοῦδε πόνων μήτε
book 897.6 συνείην
book 897.7 χωρίς τ’ ἀγρίων ναίοιμι
book 897.8 τρόπων. τὸ δ’ ἐρᾶν
book 897.9 προλέγω
book 897.10 τοῖσι νέοισιν[ln_10]μήποτε
book 897.11 φεύγειν, χρῆσθαι δ’ ὀρθῶς, ὅταν ἔλθῃ.
book 898.1 τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται. αὕτη
book 898.2 τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.[ln_5]τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς, ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ. ἐρᾷ μὲν ὄμβρου γαῖ’, ὅταν ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ· ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς
book 898.3 πληρούμενος[ln_10]ὄμβρου
book 898.4 πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο· ὅταν δὲ συμμιχθῆτον ἐς
book 898.5 ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφους’ ἅμα,
book 898 δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
book 899.1 εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος Ἀντήνορός
book 899.2 τε τοῦ Φρυγὸς δοίη θεός, οὐκ ἂν δυναίμην μὴ στέγοντα
book 899.3 πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους.
book 900 ὤφειλε δῆθεν, εἴπερ ἔστ’ ἐν οὐρανῷ Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι.
book 901.1 πολλάκι μοι
book 901.2 πραπίδων διῆλθε
book 901.3 φροντίς, εἴτε τύχα 〈τισ〉 εἴτε δαίμων τὰ βρότεια κραίνει, παρά τ’ ἐλπίδα καὶ παρὰ δίκαν
book 901.4 τοὺς μὲν ἀπ’ οἴκων δ’ ἐναπίπτοντας[ln_5]ἀτὰρ θεοῦ, τοὺς δ’ εὐτυχοῦντας ἄγει.
book 902 τὸν ἐσθλὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτ’ ὄσσοις εἰσίδω, κρίνω φίλον.
book 903 ἄφρων ἂν εἴην, εἰ τρέφοιν τὰ τῶν πέλας.
book 904 ἀλλ’ ἄκρας εὐηθίας ἅπτοιτ’ ἂν ὅστις τὴν φύσιν νικᾶν θέλει.
book 905 μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός.
book 906 ψῦχος δὲ λεπτῷ χρωτὶ πολεμιώτατον.
book 907.1 κρέασι βοείοις
book 907.2 χλωρὰ σῦκ’ ἐπήσθιεν ἄμους’ ὑλακτῶν ὥστε βαρβάρῳ μαθεῖν.
book 908.1 τὸ μὴ γενέσθαι κρεῖσσον ἢ φῦναι βροτοῖς. ἔπειτα
book 908.2 παῖδας σὺν
book 908.3 πικραῖς ἀλγηδόσιν τίκτω; τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα 〈μὲν〉 κακούς,[ln_5]χρηστοὺς δ’ ἀπολλῦς’· ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ. τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν
book 908.4 ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους;
book 909.1 οὐδεμίαν ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δ’ ὤνησε
book 909.2 πολλάς πᾶσα γὰρ ἀγαθὴ γυνὴ ἥτις ἀνδρὶ συντέτηκε
book 909.3 σωφρονεῖν ἐπίσταται. πρῶτα μέν γε
book 909.4 τοῦθ’ ὑπάρχει· κἂν ἄμορφος ᾖ πόσις,[ln_5]χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ· οὐ γὰρ ὀφθαλμὸς τὸ κρίνειν .. ἐστὶν ἀλλὰ νοῦς. εὖ λέγειν δ’, ὅταν
book 909.5 τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι
book 909.6 πρὸς χάριν μέλλῃ τελεῖν. ἡδὺ δ’, ἢν κακὸν πάθῃ τι, συσκυθρωπάζειν πόσει[ln_10]ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος ... σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι
book 909.7 συννοσοῦς’ ἀνέξομαι καὶ κακῶν τῶν σῶν ξυνοίσω, κοὐδὲν ἔσται μοι
book 909.8 πικρόν.
book 910.1 ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε
book 910.2 πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους
book 910.3 πράξεις ὁρμῶν,[ln_5]ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρων, πῇ τε
book 910.4 συνέστη καὶ ὅπῃ καὶ ὅπως. τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν ἔργων μελέδημα
book 910.5 προσίζει.
book 911.1 χρύσεαι δή μοι
book 911.2 πτέρυγες
book 911.3 περὶ νώτῳ καὶ τὰ σειρήνων
book 911.4 πτερόεντα πέδιλα [ἁρμόζεται], βάσομαί τ’ εἰς αἰθέριον πόλον ἀρθεὶς Ζηνὶ προσμείξων
book 912.1 σοὶ τῷ πάντων μεδέοντι
book 912.2 χοὴν πέλανόν
book 912.3 τε φέρω, Ζεὺς εἴτ’ Ἀίδης ὀνομαζόμενος
book 912.4 στέργεις· σὺ δέ μοι θυσίαν ἄπυρον
book 912.5 παγκαρπείας[ln_5]δέξαι
book 912.6 πλήρη
book 912.7 προχυθεῖσαν. σὺ γὰρ ἔν
book 912.8 τε θεοῖς
book 912.9 τοῖς οὐρανίδαις
book 912.10 σκῆπτρον τὸ Διὸς μεταχειρίζεις
book 912.11 χθονίων θ’ Ἅιδῃ μετέχεις ἀρχῆς. πέμψον δ’ ἐς φῶς
book 912.12 ψυχὰς ἐνέρων[ln_10]τοῖς βουλομένοις ἄθλους
book 912.13 προμαθεῖν πόθεν ἔβλαστον, τίς ῥίζα κακῶν, τίνα δεῖ μακάρων ἐκθυσαμένους εὑρεῖν μόχθων ἀνάπαυλαν.
book 913.1 τίς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν
book 913.2 σκολιὰς ἀπάτας; ὧν ἀτηρὰ γλῶσς’ εἰκοβολεῖ περὶ τῶν ἀφανῶν[ln_5]οὐδὲν γνώμης μετέχουσα.
book 914.1 κακὸν γυναῖκα
book 914.2 πρὸς νέον ζεῦξαι νέαν· ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ’ ἐνδεὴς
book 914.3 τοῦδ’ οὖσα βουλεύει κακά.
book 915 νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τ’ ὀλουμένη γαστήρ, ἀφ’ ἧς δὴ πάντα γίγνεται κακά.
book 916.1 ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δ’ ἀποφθινύθεις· κοὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς[ln_5]εἰς ὅντινα
book 916.2 χρὴ κέλσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου
book 916.3 πεμφθεῖσα
book 916.4 τελευτή.
book 917.1 ὅσοι δ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν ἰδόντας τὰς νόσους
book 917.2 σκοπεῖν
book 917.3 χρεών.
book 918.1 πρὸς
book 918.2 ταῦθ’ ὅτι
book 918.3 χρὴ καὶ παλαμάσθων καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθων· τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον ξύμμαχον ἔσται,[ln_5]κοὐ μή ποθ’ ἁλῶ κακὰ πράσσων.
book 919.1 κορυφὴ δὲ θεῶν ὁ πέριξ
book 919.2 χθόν’ ἔχων
book 919.3 φαεννὸς αἰθήρ
book 920 ἡ φύσις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει.
book 921.1 ἀωρὶ πόντου κύματ’ εὐρέος
book 921.2 περᾷ ... σμικραῖς ἑαυτοὺς ἐπιτρέπουσιν ἐλπίσιν
book 922.1 τίς
book 922.2 τοὐμὸν ὄνομα
book 922.3 τοὐπονείδιστον βροτοῖς οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
book 923.1 οὐκ ἐγγυῶμαι, ζημίαν
book 923.2 φιλεγγύων
book 923.3 σκοπῶν· τὰ Πυθοῖ δ’ οὐκ ἐᾷ με γράμματα.
book 924.1 μή μοι λεπτῶν θίγγανε μύθων, ψυχή· τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις
book 924.2 σεμνύνεσθαι
book 924.3 παρ’ ὁμοίοις.
book 926 γλώσσῃ διαψαίρουσα μυκτήρων πόρους
book 927 ἔνδον γυναικῶν καὶ παρ’ οἰκέταις λόγος
book 928.1 οὐ γὰρ ἀσφαλὲς
book 928.2 περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν.
book 929 ἑῷος ἡνίχ’ ἱππότης ἐξέλαμψεν ἀστήρ
book 930 οἴμοι, δράκων μου γίγνεται τὸ ἥμισυ· τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί.
book 931 λωτίνας ἀηδόνας
book 932 Αἰγυπτία ἐμπολή
book 933.1 βάσκανον μέγιστον
book 933.2 ψυχαγωγόν
book 934.1 νοῦν ἔχοντος 〈ἦν ἄρα〉 φίλον
book 934.2 πρίασθαι
book 934.3 χρημάτων
book 934.4 πολλῶν
book 934.5 σαφῆ.
book 935.1 ἀλλ’ ὦ φίλιπποι
book 935.2 Τρῶες
book 936 οὔκ· ἀλλ’ ἔτ’ ἔμπνουν Ἀίδης μ’ ἐδέξατο.
book 937 μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.
book 938 νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με;
book 939.1 ὦ παγκάκιστα
book 939.2 χθόνια γῆς
book 939.3 παιδεύματα
book 940.1 τί δ’ ἔστι; πρὸς
book 940.2 χορὸν γὰρ οἰκείων ἐρεῖς.
book 941 ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
book 943 πυριγενὴς δὲ δράκων ὁδὸν ἡγεῖται [ταῖς] τετραμόρφοις ὥραις ζευγνὺς ἁρμονίᾳ πολύκαρπον ὄχημα.
book 944 καὶ Γαῖα μῆτερ· Ἑστίαν δέ ς’ οἱ σοφοὶ βροτῶν καλοῦσιν ἡμένην ἐν αἰθέρι.
book 945.1 ἀεί τι καινὸν ἡμέρα
book 945.2 παιδεύεται.
book 946.1 εὖ ἴσθ’, ὅταν
book 946.2 τις εὐσεβῶν θύῃ θεοῖς, κἂν μικρὰ θύῃ, τυγχάνει
book 946.3 σωτηρίας.
book 947 ἦ πολλὰ καὶ δύσγνωστα βουλεύει θεός.
book 948 θεοὺς ἀρέσκου· πᾶν γὰρ ἐκ θεῶν τέλος.
book 949.1 καὶ τοῖς
book 949.2 τεκοῦσιν ἀξίαν
book 949.3 τιμὴν νέμειν
book 950.1 ὡς ἡδὺ πατέρα
book 950.2 παισὶν ἤπιον κυρεῖν καὶ παῖδας εἶναι
book 950.3 πατρὶ μὴ στυγουμένους.
book 951.1 ἢν οἱ τεκόντες
book 951.2 τοῦτο γιγνώσκως’ ὅτι νέοι
book 951.3 ποτ’ ἦσαν, ἠπίως τὴν τῶν τέκνων οἴσουσι κύπριν, φύντες οὐ σκαιοὶ φύσιν.
book 952.1 ὅστις
book 952.2 πατὴρ
book 952.3 πρὸς
book 952.4 παῖδας ἐκβαίνει
book 952.5 πικρός, τὸ γῆρας οὗτος ἑρματίζεται βαρύ.
book 953.1 ὦ πάτερ, ἐχρῆν μὲν οὓς ἐγὼ λόγους λέγω, τούτους λέγειν
book 953.2 σε· καὶ γὰρ ἁρμόζει
book 953.3 φρονεῖν σὲ μᾶλλον ἢ ἐμὲ καὶ λέγειν ὅπου
book 953.4 τι δεῖ· ἐπεὶ δ’ ἀφῆκας, λοιπόν ἐστ’ ἴσως ἐμὲ[ln_5]ἐκ τῆς ἀνάγκης τά γε δίκαι’ αὐτὴν λέγειν. ἐκεῖνος εἰ μὲν μεῖζον ἠδίκηκέ τι, οὐκ ἐμὲ προσήκει λαμβάνειν
book 953.5 τούτων δίκην· ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκεν αἰσθέσθαι με δεῖ. ἀλλ’ ἀγνοῶ δὴ τυχὸν ἴσως ἄφρων ἐγὼ[ln_10]οὖς’, οὐκ ἂν ἀντείποιμι· καίτοι γ’, ὦ πάτερ, εἰ τἄλλα κρίνειν ἐστὶν ἀνόητον γυνή, περὶ τῶν γ’ ἑαυτῆς
book 953.6 πραγμάτων ἴσως
book 953.7 φρονεῖ .... ἔστω δ’ ὃ βούλει· τοῦτο τί μ’ ἀδικεῖ, λέγε. ἔστ’ ἀνδρὶ καὶ γυναικὶ κείμενος νόμος,
book 953.1 [ln_15]τῷ μὲν διὰ τέλους ἣν ἔχει
book 953.2 στέργειν ἀεί, τῇ δ’ ὅς’ ἂν ἀρέσκῃ τἀνδρὶ ταῦτ’ αὐτὴν
book 953.3 ποεῖν. γέγονεν ἐκεῖνος εἰς ἔμ’ οἷον ἠξίουν, ἐμοί τ’ ἀρέσκει πάνθ’ ἃ κἀκείνῳ, πάτερ. ἀλλ’ ἔστ’ ἐμοὶ μὲν
book 953.4 χρηστός, ἠπόρηκε δέ.[ln_20]σὺ δ’ ἀνδρί μ’, ὡς φής, ἐκδίδως νῦν
book 953.5 πλουσίῳ, ἵνα μὴ καταζῶ τὸν βίον λυπουμένη. καὶ ποῦ τοσαῦτα
book 953.6 χρήματ’ ἐστίν, ὦ πάτερ, ἃ μᾶλλον ἀνδρὸς εὐφρανεῖ παρόντα με; ἢ πῶς δίκαιόν ἐστιν ἢ καλῶς ἔχον[ln_25]τῶν μὲν ἀγαθῶν με τὸ μέρος ὧν εἶχεν λαβεῖν, τοῦ συναπορηθῆναι δὲ μὴ λαβεῖν μέρος; φέρ’ ἢν ὁ νῦν 〈δὴ〉 λαμβάνειν μέλλων μ’ ἀνήρ, ὃ μὴ γένοιτο, Ζεῦ φίλ’, οὐδ’ ἔσται
book 953.7 ποτέ, οὐκ οὖν θελούσης οὐδὲ δυναμένης ἐμοῦ,
book 953.1 [ln_30]ἢν οὗτος αὖθις ἀποβάλῃ τὴν οὐσίαν, ἑτέρῳ με δώσεις ἀνδρί; κᾆτ’ ἐὰν πάλιν ἐκεῖνος, ἑτέρῳ; μέχρι πόσου τὴν τῆς τύχης, πάτερ, σὺ λήψῃ πεῖραν ἐν τὠμῷ βίῳ; ὅτ’ ἦν ἐγὼ παῖς, τότε
book 953.2 σε χρῆν ζητεῖν ἐμοὶ[ln_35]ἄνδρ’ ᾧ με δώσεις· σὴ γὰρ ἦν τόθ’ αἵρεσις· ἐπεὶ δ’ ἅπαξ δέδωκας, ἤδη ἐστίν, πάτερ, ἐμὸν
book 953.3 σκοπεῖν
book 953.4 τοῦτ’, εἰκότως· μὴ γὰρ καλῶς κρίνας’ ἐμαυτῆς τὸν ἴδιον βλάψω βίον. ταῦτ’ ἔστιν· ὥστε μή με, πρὸς τῆς ἑστίας,
book 953.1 [ln_40]ἀποστερήσῃς ἀνδρὸς ᾧ συνῴκισας· χάριν δικαίαν καὶ φιλάνθρωπον, πάτερ, αἰτῶ σε
book 953.2 ταύτην. εἰ δὲ μή, σὺ μὲν βίᾳ πράξεις ἃ βούλει· τὴν δ’ ἐμὴν ἐγὼ τύχην
book 953.3 πειράσομ’ ὡς δεῖ μὴ μετ’ αἰσχύνης φέρειν.
book 955 Δήμητρος λάτριν
book 956.1 εὔξῃ τοιοῦτον ἄνδρα
book 956.2 σοι
book 956.3 παρεστάναι.
book 957.1 μικρὸν
book 957.2 φρονεῖν
book 957.3 χρὴ τὸν κακῶς
book 957.4 πεπραγότα.
book 958.1 τίς δ’ ἔστι δοῦλος
book 958.2 τοῦ θανεῖν ἄφροντις ὤν;
book 959.1 ἐγὼ δ’ οὐδὲν
book 959.2 πρεσβύτερον νομί‐ ζω τᾶς
book 959.3 σωφροσύνας, ἐπεὶ τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστιν.
book 960 τιμᾶν τὰν τέτασθε, πλούτῳ δ’ ἀρετὰν κατεργά‐ σασθαι δοκεῖτ’, ἐν ἐσθλοῖς δὲ καθήσεσθ’ ἄνολβοι.
book 961 φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν.
book 962 .. ἄλλ’ ἐπ’ ἄλλῃ φάρμακον κεῖται νόσῳ· λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων, ἄγαν δὲ μωραίνοντι νουθετήματα.
book 963.1 μηδ’ εὐτύχημα μηδὲν ὧδ’ ἔστω μέγα, ὅ ς’ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν
book 963.2 φρονεῖν, μηδ’ ἤν
book 963.3 τι συμβῇ δυσχερές, δουλοῦ πάλιν· ἀλλ’ αὑτὸς αἰεὶ μίμνε τὴν
book 963.4 σαυτοῦ φύσιν[ln_5]σῴζων βεβαίως ὥστε
book 963.5 χρυσὸς ἐν
book 963.6 πυρί.
book 964.1 ἐγὼ δὲ 〈ταῦτα〉 παρὰ σοφοῦ τινος μαθὼν εἰς
book 964.2 φροντίδας νοῦν
book 964.3 συμφοράς τ’ ἐβαλλόμην, φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς θανάτους τ’ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,[ln_5]ἵν’ εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζον
book 964.4 φρενί, μή μοι νεῶρες
book 964.5 προσπεσὸν μᾶλλον δάκοι.
book 965.1 ὅστις δ’ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν, σοφὸς
book 965.2 παρ’ ἡμῖν καὶ τὰ θεῖ’ ἐπίσταται.
book 966 βίος γὰρ ὄνομ’ ἔχει πόνος γεγώς.
book 967 εἴης μοι, μέτριος δέ πως εἴης μηδ’ ἀπολείποις.
book 968.1 Ἑκάτης ἄγαλμα
book 968.2 φωσφόρου κύων ἔσῃ.
book 969.1 οὐ βούλομαι
book 969.2 πλουτοῦντι δωρεῖσθαι πένης, μή μ’ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ.
book 970 ἀλλ’ ἀνοιστέος λόγος
book 971 ὃ δ’ ἄρτι θάλλων σάρκα διοπετὴς ὅπως ἀστὴρ ἀπέσβη, πνεῦμ’ ἀφεὶς ἐς αἰθέρα.
book 972.1 πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων
book 972.2 σφάλλουσιν ἡμᾶς κρείσσονες
book 972.3 πεφυκότες.
book 973 μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς.
book 974 τῶν ἄγαν γὰρ ἅπτεται θεός, τὰ μικρὰ δ’ εἰς τύχην ἀφεὶς ἐᾷ.
book 975 χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν.
book 976 ἀκόλασθ’ ὁμιλεῖν γίγνεται δούλων τέκνα.
book 977.1 ἡ γὰρ
book 977.2 σιωπὴ τοῖς
book 977.3 σοφοῖσιν ἀπόκρισις.
book 978.1 εἰ δ’ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι, οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· νῦν δ’, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος λαβεῖν ἀμοχθί, πᾶς
book 978.2 τις ἥδεται λέγων[ln_5]τά τ’ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει.
book 979.1 οὔτοι
book 979.2 προσελθοῦς’ ἡ Δίκη
book 979.3 σε, μὴ τρέσῃς, παίσει
book 979.4 πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν τὸν ἄδικον, ἀλλὰ σῖγα καὶ βραδεῖ ποδὶ στείχουσα μάρψει
book 979.5 τοὺς κακούς, ὅταν τύχῃ.
book 980.1 τὰ τῶν
book 980.2 τεκόντων
book 980.3 σφάλματ’ εἰς
book 980.4 τοὺς ἐκγόνους οἱ θεοὶ τρέπουσιν.
book 981.1 εἰ δὲ πάρεργον
book 981.2 χρή τι κομπάσαι, γύναι, οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον, ἵν’ οὔτ’ ἄγαν πῦρ οὔτε
book 981.3 χεῖμα
book 981.4 συμπίτνει· ἃ δ’ Ἑλλὰς Ἀσία τ’ ἐκτρέφει κάλλιστα, γῆν[ln_5]δέλεαρ ἔχοντες 〈τήνδε〉 συνθηρεύομεν.
book 982.1 πολλοὺς δὲ βροντῆς
book 982.2 πνεῦμ’ ἄναιμον ὤλεσεν.
book 983.1 οἶνος
book 983.2 περάσας
book 983.3 πλευμόνων διαρροάς
book 984 ἄλλην θέλουσιν εἰσαγώγιμον λαβεῖν
book 985 ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος
book 986.1 πλούτῳ χλιδῶσα θνητὰ δὴ γύναι
book 986.2 φρόνει.
book 987.1 εἴθ’ ἦν ἄφωνον
book 987.2 σπέρμα δυστήνων βροτῶν.
book 988 τέκτων γὰρ ὢν ἔπρασσες οὐ ξυλουργικά.
book 989.1 ὁ τῆς τύχης
book 989.2 παῖς κλῆρος
book 990 φίλης τ’ ὀπώρας διπτύχους ἦρός τ’ ἴσους
book 991 ἀλλ’ ἔστι, κεἴ τις ἐγγελᾷ λόγῳ, Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη.
book 992 ἀμφίπολος Ἄρεος ἀνιέρου
book 993 φίλων λαβεῖν 〈γὰρ〉 πεῖραν οὐ σμικρὸν κακόν.
book 994 εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν, εἰς ἀρετὴν καταλυσαμένους βίον.
book 995.1 πολλοῖσι
book 995.2 πολλήν, δὶς τόσοις δὲ πλείονα
book 996.1 σύμμικτον εἶδος κἀποφώλιον
book 996.2 τρέφος
book 997 ταύρου μεμῖχθαι καὶ βροτοῦ διπλῇ φύσει
book 998 αἰεὶ πρασίμοχθοι κοὔποθ’ ἥσυχοι δορί
book 999 ἀγήρων ἀρετήν
book 1000.1 Ζεὺς
book 1000.2 συγγένειος
book 1001.1 .. λίνου κλωστῆρα
book 1001.2 περιφέρει λαβών
book 1002.1 κορμοῖσι
book 1002.2 πεύκης
book 1003.1 λῦε
book 1003.2 πηκτὰ δωμάτων
book 1005 ἐγὼ δ’ ἐμός εἰμι
book 1006.1 οὐχ ἑσπέρας φάς’, ἀλλὰ καὶ μεσημβρίας
book 1006.2 τούτους ἀφεστήκασιν ἡμέραν
book 1006.3 τρίτην.
book 1007 λευκοὺς λίθους χέοντες αὐχοῦσιν μέγα.
book 1008.1 〈τί φής;〉 τί σιγᾷς; μῶν φόνον
book 1008.2 τιν’ εἰργάσω;
book 1009.1 γλαυκῶπίς
book 1009.2 τε στρέφεται μήνη
book 1010 ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα
book 1011 τί χρέος ἔβα δῶμα;
book 1012 ἀεί ποτ’ 〈ἐστὶ〉 σπέρμα κηρύκων λάλον.
book 1013 τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δ’ ἀναβλέπει.
book 1014 πόλεως μὲν ἀρχῷ, φωτὶ δ’ οὐκ ἔτῃ πρέπων
book 1015.1 αἰεὶ δὲ μήτηρ
book 1015.2 φιλότεκνος μᾶλλον
book 1015.3 πατρός· ἣ μὲν γὰρ αὑτῆς οἶδεν ὄνθ’, ὃ δ’ οἴεται.
book 1017 τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.
book 1018 ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
book 1019.1 δούλοισι γάρ
book 1019.2 τε ζῶμεν οἱ ἐλεύθεροι.
book 1020 ὃ δ’ ἐσφάδᾳζεν οὐκ ἔχων ἀπαλλαγάς.
book 1023 Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω.
book 1024.1 φθείρουσιν ἤδη
book 1024.2 χρήσθ’ ὁμιλίαι κακαί.
book 1025.1 θεοῦ γὰρ οὐδεὶς
book 1025.2 χωρὶς εὐτυχεῖ βροτῶν οὐδ’ εἰς τὸ μεῖζον ἦλθε· τὰς θνητῶν δ’ ἐγὼ χαίρειν κελεύω θεῶν ἄτερ
book 1025.3 προθυμίας.
book 1026 τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα.
book 1027.1 παῖς ὢν
book 1027.2 φυλάσσου
book 1027.3 πραγμάτων αἰσχρῶν ἄπο· ὡς ἢν
book 1027.4 τραφῇ τις μὴ κακῶς, αἰσχύνεται ἀνὴρ γενόμενος αἰσχρὰ δρᾶν· νέος δ’ ὅταν πόλλ’ ἐξαμάρτῃ, τὴν ἁμαρτίαν ἔχει[ln_5]εἰς γῆρας αὑτοῦ τοῖς
book 1027.5 τρόποισιν ἔμφυτον.
book 1028.1 ὅστις νέος ὢν μουσῶν ἀμελεῖ, τόν
book 1028.2 τε παρελθόντ’ ἀπόλωλε
book 1028.3 χρόνον καὶ τὸν μέλλοντα τέθνηκεν.
book 1029.1 οὐκ ἔστιν ἀρετῆς κτῆμα
book 1029.2 τιμιώτερον· οὐ γὰρ πέφυκε δοῦλον οὔτε
book 1029.3 χρημάτων οὔτ’ εὐγενείας οὔτε θωπείας ὄχλου. ἀρετὴ δ’ ὅσῳ περ μᾶλλον ἂν
book 1029.4 χρῆσθαι θέλῃς,[ln_5]τοσῷδε μείζων αὔξεται
book 1029.5 τελουμένη.
book 1030 ἀρετὴ μέγιστον τῶν ἐν ἀνθρώποις καλόν.
book 1031.1 τὸ μὴ εἰδέναι
book 1031.2 σε μηδὲν ὧν ἁμαρτάνεις, ἔκκαυμα τόλμης ἱκανόν ἐστι καὶ θράσους.
book 1032.1 τὸ δ’ ὠκὺ τοῦτο καὶ τὸ λαιψηρὸν
book 1032.2 φρενῶν εἰς
book 1032.3 συμφορὰν καθῆκε
book 1032.4 πολλὰ δὴ βροτούς.
book 1033.1 εὖ γὰρ τόδ’ ἴσθι, κεἴ ς’ ἐλάνθανεν πάρος, τὸ σκαιὸν εἶναι
book 1033.2 πρῶτ’ ἀμουσίαν ἔχει.
book 1034.1 φεῦ φεῦ, τὸ νικᾶν τἄνδιχ’ ὡς καλὸν γέρας, τὰ μὴ δίκαια δ’ ὡς ἁπανταχοῦ κακόν· καὶ γλῶσσα
book 1034.2 φλαύρα καὶ φθόνος
book 1034.3 τοῦ μὴ φθονεῖν ὅσῳ κάκιον μὴ καλῶς ὠγκωμένοις.
book 1035.1 δύστηνος ὅστις τὰ καλὰ καὶ ψευδῆ λέγων οὐ τοῖσδε
book 1035.2 χρῆται
book 1035.3 τοῖς καλοῖς ἀληθέσιν.
book 1036.1 πότερα θέλεις
book 1036.2 σοι μαλθακὰ ψευδῆ λέγω ἢ σκλήρ’ ἀληθῆ; φράζε· σὴ γὰρ ἡ κρίσις.
book 1037.1 ἀτὰρ
book 1037.2 σιωπᾶν τά γε δίκαι’ οὐ χρή ποτε.
book 1038.1 ὀργαὶ γὰρ ἀνθρώποισι
book 1038.2 συμφορᾶς ὕπο δειναί, πλάνος
book 1038.3 τε καρδίᾳ προσίσταται.
book 1039 ὁ θυμὸς ἀλγῶν ἀσφάλειαν οὐκ ἔχει.
book 1040.1 ἐὰν ἴδῃς
book 1040.2 πρὸς ὕψος ἠρμένον
book 1040.3 τινὰ λαμπρῷ τε
book 1040.4 πλούτῳ καὶ γένει γαυρούμενον ὀφρύν
book 1040.5 τε μείζω τῆς τύχης ἐπηρκότα, τούτου
book 1040.6 ταχεῖαν νέμεσιν εὐθὺς
book 1040.7 προσδόκα.
book 1041.1 κρινεῖ τίς αὑτὸν πώποτ’ ἀνθρώπων μέγαν, ὃν ἐξαλείφει
book 1041.2 πρόφασις ἡ τυχοῦς’ ὅλον;
book 1042.1 ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν
book 1042.2 σοφοί, αὐτοὶ δ’ ἁμαρτάνοντες οὐ γιγνώσκομεν.
book 1043 οὐδεὶς ἔπαινον ἡδοναῖς ἐκτήσατο.
book 1044.1 οὔτ’ ἐκ
book 1044.2 χερὸς μεθέντα καρτερὸν λίθον ῥᾷον κατασχεῖν οὔτ’ ἀπὸ γλώσσης λόγον.
book 1045.1 μὴ κάμνε
book 1045.2 πατρίδα σὴν λαβεῖν
book 1045.3 πειρώμενος.
book 1046.1 πολλοῦ γὰρ
book 1046.2 χρυσοῦ καὶ πλούτου κρείσσων πάτρα σώφρονι ναίειν. τὸ δὲ σύντροφον ἁδύ τι θνητοῖς ἐν βίῳ χωρεῖ.
book 1047 ἅπας μὲν ἀὴρ αἰετῷ περάσιμος, ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.
book 1048.1 οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον· χρῆν γὰρ τύχας μὲν τὰς μάτην
book 1048.2 πλανωμένας μηδὲν δύνασθαι, τἀμφανῆ δ’ ὑψήλ’ ἄγειν. ὅστις κατ’ ἰσχὺν
book 1048.3 πρῶτος ὢν ἠτάζετο[ln_5]ἢ τόξα πάλλων ἢ μάχῃ δορὸς
book 1048.4 σθένων, τοῦτον
book 1048.5 τυραννεῖν τῶν κακιόνων ἐχρῆν.
book 1049.1 ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὢν ἀνὴρ βωμὸν
book 1049.2 προσίζει, τὸν νόμον
book 1049.3 χαίρειν ἐῶν
book 1049.4 πρὸς τὴν δίκην ἄγοιμ’ ἂν οὐ τρέσας θεούς· κακὸν γὰρ ἄνδρα
book 1049.5 χρὴ κακῶς πάσχειν ἀεί.
book 1050.1 ἀλλ’ οὐ πρέπει τύραννον, ὡς ἐγὼ φρονῶ, οὐδ’ ἄνδρα
book 1050.2 χρηστὸν νεῖκος αἴρεσθαι κακοῖς· τιμὴ γὰρ αὕτη
book 1050.3 τοῖσιν ἀσθενεστέροις.
book 1051.1 σὺν
book 1051.2 τοῖσι δεινοῖς αὔξεται κλέος βροτοῖς.
book 1052.1 νεανίας γὰρ ὅστις ὢν Ἄρη
book 1052.2 στυγῇ, κόμη μόνον καὶ σάρκες, ἔργα δ’ οὐδαμοῦ. ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος ὅ τ’ ὄλβος ἔξωθέν τίς ἐστι
book 1052.3 πραγμάτων·[ln_5]ἀλλ’ οὐκ ἔνεστι
book 1052.4 στέφανος οὐδ’ εὐανδρία, εἰ μή τι καὶ τολμῶσι κινδύνου μέτα· οἱ γὰρ πόνοι τίκτουσι τὴν εὐανδρίαν, ἡ δ’ εὐλάβεια
book 1052.5 σκότον ἔχει καθ’ Ἑλλάδα, τὸ διαβιῶναι μόνον ἀεὶ θηρωμένη.
book 1053.1 μισῶ δ’ ὅταν
book 1053.2 τις καὶ χθονὸς
book 1053.3 στρατηλάτης μὴ πᾶσι πάντων
book 1053.4 προσφέρῃ μειλίγματα.
book 1054.1 ἔρωτα δεινὸν ἔχομεν· ἐκ δ’ ἐμῶν λόγων ἑλοῦ τὰ βέλτισθ’· ὡς ἄπιστόν ἐστ’ ἔρως κἀν τῷ κακίστῳ τῶν
book 1054.2 φρενῶν οἰκεῖν
book 1054.3 φιλεῖ.
book 1055 οἰκοφθόρον γὰρ ἄνδρα κωλύει γυνὴ ἐσθλὴ παραζευχθεῖσα καὶ σῴζει δόμους.
book 1056.1 οὐ πάντες οὔτε δυστυχοῦσιν ἐν γάμοις οὔτ’ εὐτυχοῦσι· συμφορὰ δ’ ὃς ἂν τύχῃ κακῆς γυναικός, εὐτυχεῖ δ’ ἐσθλῆς
book 1056.2 τυχών
book 1057 μακάριος ὅστις εὐτυχεῖ γάμον λαβὼν ἐσθλῆς γυναικός, δυστυχεῖ δ’ ὁ μὴ λαβών.
book 1058.1 ἐγὼ γὰρ ἕξω λέκτρα αὐτοῖς καλῶς ἔχειν δίκαιόν ἐστιν οἷσι
book 1058.2 συγγηράσομαι.
book 1059.1 δεινὴ μὲν ἀλκὴ κυμάτων θαλασσίων, δειναὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοαί, δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία, ἀλλ’ οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν·[ln_5]οὐδ’ ἂν γένοιτο γράμμα
book 1059.2 τοιοῦτον γραφῇ οὐδ’ ἂν λόγος δείξειεν. εἰ δέ του θεῶν τόδ’ ἐστὶ πλάσμα, δημιουργὸς ὢν κακῶν μέγιστος ἴστω καὶ βροτοῖσι δυσμενής.
book 1060.1 ἐχθροῖσιν εἴη
book 1060.2 πολεμίαν δάμαρτ’ ἔχειν.
book 1061.1 μοχθοῦμεν ἄλλως θῆλυ
book 1061.2 φρουροῦντες γένος· ἥτις γὰρ αὐτὴ μὴ πέφυκεν ἔνδικος, τί δεῖ φυλάσσειν κἀξαμαρτάνειν
book 1061.3 πλέον;
book 1062.1 γυναικὶ δ’ ὄλβος, ἢν πόσιν
book 1062.2 στέργοντ’ ἔχῃ.
book 1063.1 δεῖ πυνθάνεσθαι γάρ
book 1063.2 σε νῷν χἡμᾶς σέθεν. τὸ μὲν μέγιστον, οὔποτ’ ἄνδρα
book 1063.3 χρὴ σοφὸν λίαν
book 1063.4 φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων· ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς·[ln_5]ἐν δ’ ἀφθόνοισι
book 1063.5 τοῖσδ’ ἀναστρωφωμένη βλέπουσά τ’ εἰς πᾶν καὶ παροῦσα
book 1063.6 πανταχοῦ τὴν ὄψιν ἐμπλήσας’ ἀπήλλακται κακῶν· τό τ’ ἄρσεν ἀεὶ τοῦ κεκρυμμένου λίχνον. ὅστις δὲ μοχλοῖς καὶ διὰ σφραγισμάτων[ln_10]σῴζει δάμαρτα, δρᾶν
book 1063.7 τι δὴ δοκῶν
book 1063.8 σοφὸν μάταιός ἐστι καὶ φρονῶν οὐδὲν
book 1063.9 φρονεῖ· ἥτις γὰρ ἡμῶν καρδίαν θύραζ’ ἔχει, θᾶσσον μὲν οἰστοῦ καὶ πτεροῦ χαρίζεται, λάθοι δ’ ἂν Ἄργου τὰς
book 1063.10 πυκνοφθάλμους κόρας·
book 1063.1 [ln_15]καὶ πρὸς κακοῖσι
book 1063.2 τοῦτο δὴ μέγας γέλως, ἁνήρ τ’ ἀχρεῖος χἡ γυνὴ διοίχεται.
book 1064.1 ἀλλ’ ἴσθ’, ἐμοὶ μὲν οὗτος οὐκ ἔσται νόμος, τὸ μὴ οὐ σὲ μῆτερ
book 1064.2 προσφιλῆ νέμειν ἀεὶ καὶ τοῦ δικαίου καὶ τόκων τῶν σῶν χάριν. στέργω δὲ τὸν φύσαντα τῶν πάντων βροτῶν[ln_5]μάλισθ’· ὁρίζω
book 1064.3 τοῦτο, καὶ σὺ μὴ φθόνει· κείνου γὰρ ἐξέβλαστον· οὐδ’ ἂν εἷς ἀνὴρ γυναικὸς αὐδήσειεν, ἀλλὰ τοῦ πατρός.
book 1065.1 καὶ τῶν
book 1065.2 παλαιῶν πόλλ’ ἔπη καλῶς ἔχει· λόγοι γὰρ ἐσθλοὶ φάρμακον φόβου βροτοῖς.
book 1066 ἦ τοῖς ἐν οἴκῳ χρήμασιν λελείμμεθα, ἡ δ’ εὐγένεια καὶ τὸ γενναῖον μένει.
book 1067.1 τὸν σὸν δὲ παῖδα
book 1067.2 σωφρονοῦντ’ ἐπίσταμαι
book 1067.3 χρηστοῖς θ’ ὁμιλοῦντ’ εὐσεβεῖν τ’ ἠσκηκότα. πῶς οὖν ἂν ἐκ
book 1067.4 τοιοῦδε σώματος κακὸς γένοιτ’ ἄν; οὐδεὶς
book 1067.5 τοῦτό μ’ ἂν πίθοι
book 1067.6 ποτέ.
book 1068.1 οὐ γάρ
book 1068.2 τις οὕτω
book 1068.3 παῖδας εὖ παιδεύσεται, ὥστ’ ἐκ
book 1068.4 πονηρῶν μὴ οὐ κακοὺς
book 1068.5 πεφυκέναι.
book 1069.1 [spk_〈α.〉]〈Α.〉 χρυσοῦ σὲ πλήθει, τούσδε δ’ οὐ χαίρειν
book 1069.2 χρεών; 〈Β.〉 σκαιὸν τὸ πλουτεῖν κἄλλο μηδὲν εἰδέναι.
book 1070.1 ὅστις δὲ λύπας
book 1070.2 φησὶ πημαίνειν βροτούς, δεῖν δ’ ἀγχονῶν
book 1070.3 τε καὶ πετρῶν ῥίπτειν ἄπο, οὐκ ἐν
book 1070.4 σοφοῖσιν ἔστιν, εὐχέσθω δ’ ὅμως ἄπειρος εἶναι τῆς νόσου
book 1070.5 ταύτης ἀεί.
book 1071 λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσους.
book 1072.1 μέλλων τ’ ἰατρὸς τῇ νόσῳ διδοὺς
book 1072.2 χρόνον ἰάσατ’ ἤδη μᾶλλον ἢ τεμὼν
book 1072.3 χρόα.
book 1073.1 οὐ χρή ποτ’ ὀρθαῖς ἐν τύχαις βεβηκότα ἕξειν τὸν αὐτὸν δαίμον’ εἰς ἀεὶ δοκεῖν· ὁ γὰρ θεός
book 1073.2 πως, εἰ θεόν
book 1073.3 σφε
book 1073.4 χρὴ καλεῖν, κάμνει ξυνὼν τὰ πολλὰ τοῖς αὐτοῖς ἀεί.[ln_5]θνητῶν δὲ θνητὸς ὄλβος· οἱ δ’ ὑπέρφρονες καὶ τῷ παρόντι
book 1073.5 τοὐπιὸν
book 1073.6 πιστούμενοι ἔλεγχον ἔλαβον τῆς τύχης ἐν τῷ παθεῖν.
book 1074 βέβαια δ’ οὐδεὶς εὐτυχεῖ θνητὸς γεγώς.
book 1075 θνητὸς γὰρ ὢν καὶ θνητὰ πείσεσθαι δόκει· 〈ἢ〉 θεοῦ βίον ζῆν ἀξιοῖς ἄνθρωπος ὤν;
book 1076.1 πάντων ἄριστον μὴ βιάζεσθαι θεούς, στέργειν δὲ μοῖραν· τῶν ἀμηχάνων δ’ ἔρως
book 1076.2 πολλοὺς ἔθηκε
book 1076.3 τοῦ παρόντος ἀμπλακεῖν.
book 1077.1 πέπονθας οἷα χἅτεροι
book 1077.2 πολλοὶ βροτῶν· τὰς γὰρ
book 1077.3 παρούσας οὐχὶ σῴζοντες τύχας ὤλοντ’ ἐρῶντες μειζόνων ἀβουλίᾳ.
book 1078.1 ἀνδρῶν τάδ’ ἐστὶν ἐνδίκων
book 1078.2 τε καὶ σοφῶν, κἀν
book 1078.3 τοῖς κακοῖσι μὴ τεθυμῶσθαι θεοῖς.
book 1079.1 οὐκ ἔστι λύπης ἄλλο φάρμακον βροτοῖς ὡς ἀνδρὸς ἐσθλοῦ καὶ φίλου
book 1079.2 παραίνεσις· ὅστις δὲ ταύτῃ τῇ νόσῳ ξυνὼν ἀνὴρ μέθῃ ταράσσει καὶ γαληνίζει
book 1079.3 φρένα,[ln_5]παραυτίχ’ ἡσθεὶς ὕστερον
book 1079.4 στένει διπλᾶ.
book 1080.1 ὦ γῆρας, οἵαν ἐλπίδ’ ἡδονῆς ἔχεις, καὶ πᾶς
book 1080.2 τις εἰς σὲ βούλετ’ ἀνθρώπων μολεῖν· λαβὼν δὲ πεῖραν, μεταμέλειαν λαμβάνει, ὡς οὐδὲν ἔστι
book 1080.3 χεῖρον ἐν θνητῷ γένει.
book 1081.1 τύμβῳ γὰρ οὐδεὶς
book 1081.2 πιστὸς ἀνθρώπων φίλος.
book 1082.1 Ζεὺς γὰρ κακὸν μὲν
book 1082.2 Τρωσί, πῆμα δ’ Ἑλλάδι θέλων γενέσθαι
book 1082.3 ταῦτ’ ἐβούλευσεν
book 1082.4 πατήρ.
book 1083.1 πολὺν μὲν ἄροτον, ἐκπονεῖν δ’ οὐ ῥᾴδιον· κοίλη γὰρ ὄρεσι
book 1083.2 περίδρομος
book 1083.3 τραχεῖά τε δυσείσβολός
book 1083.4 τε πολεμίοις . . . . . . . . . καλλίκαρπον . . .[ln_5]κατάρρυτόν
book 1083.5 τε μυρίοισι νάμασιν καὶ βουσὶ καὶ ποίμναισιν εὐβοτωτάτην, οὔτ’ ἐν
book 1083.6 πνοαῖσι
book 1083.7 χείματος δυσχείμερον οὔτ’ αὖ τεθρίπποις ἡλίου θερμὴν ἄγαν[ln_8]. . . . . . . . . . . . γαίας Λακαίνης κύριον
book 1083.8 φαύλου
book 1083.9 χθονός[ln_9]. . . . . . . . . . . .
book 1083.1 [ln_10]ἀρετὴν ἐχούσης μείζον’ ἢ λόγῳ φράσαι[ln_10]. . . . . . . . . . . . Παμισὸν εἰς θάλασσαν ἐξορμώμενον[ln_11]. . . . . . . . . . . . πρόσω .. ναυτίλοισιν . . . . . πρόσω δὲ βάντι
book 1083.2 ποταμὸν Ἦλις ἡ Διὸς γείτων κάθηται.
book 1084.1 ἥκω
book 1084.2 περίκλυστον
book 1084.3 προλιποῦς’ Ἀκροκόρινθον, ἱερὸν ὄχθον, πόλιν Ἀφροδίτας.
book 1085 τὰς διωνομασμένας ναίειν Κελαινὰς ἐσχάτοις Ἴδης τόποις
book 1086 ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων
book 1087 εὐφημία γὰρ εὐκολώτατος πόνων.
book 1088 ἀρχαῖον εἴρηκας ..
book 1089.1 σῷσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ, πολλὰς
book 1089.2 προφάσεις δίδωσιν εἰς
book 1089.3 σωτηρίαν.
book 1090 ἀνέχου πάσχων· δρῶν γὰρ ἔχαιρες.
book 1091 νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς
book 1092 ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος.
book 1095 αἱμύλη
book 1096 ἀμβλυωπός
book 1097 ἀπάγου
book 1098 ἀρκεσίγυιος
book 1099 ἐμβριμώμενος
book 1100 εὐπαιδευσία
book 1101 θυστάς
book 1102 Ξάνθιος
book 1103 ξενοφόνον
book 1104 ἐπροξένει
book 1105 ῥαχίζειν
book 1106 χνοῦν
book 1107.1 ἄρχεσθαι
book 1107.2 χρεὼν κακοὺς ὑπ’ ἐσθλῶν καὶ κλύειν τῶν κρεισσόνων.
book 1108 νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος
book 1109.1 ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος
book 1109.2 Παλλάς, τί δρῶμεν; οὐκ ἐχρῆν ἡμᾶς ἔτι μέλλειν Ἀχαιῶν ὠφελεῖν
book 1109.3 στρατεύματα. νῦν γὰρ κακῶς
book 1109.4 πράσσουσιν ἐν μάχῃ δορὸς[ln_5]λόγχῃ βιαίως Ἕκτορος
book 1109.5 στροβούμενοι. ἐμοὶ γὰρ οὐδὲν ἔστιν ἀλγέων ἄκος, ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν κάλλει
book 1109.6 προήκειν τῆς ἐμῆς εὐμορφίας καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν,[ln_10]εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν
book 1109.7 Πριάμου βίᾳ πρόρριζον ἐκτετριμμένην.
book 1110 Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος καὶ τέλος αὐτὸς ἔχει.
book 1111.1 κρίμνη
book 1111.2 σεαυτὴν ἐκ μέσης ἀντηρίδος
book 1112.1 ἔδει γὰρ ἡμᾶς
book 1112.2 τοῖς θεοῖς θύειν, ὅταν γυναῖκα κατορύττῃ τις, οὐχ ὅταν γαμῇ.
book 1113.1 ἡ φύσις ἑκάστῳ τοῦ γένους ἐστὶν
book 1113.2 πατρίς.
book 1114 ἀγοραῖος νοῦς
book 1115 ἡδονὴ πανταχοῦ ἐστι καὶ πάντα δι’ ἡδονῆς γίνεται.
book 1117 κακᾶν βίων διαγωγήν
book 1123 ἀλίαστον
book 1124 ἀλλήλων
book 1125 ἔρρ’ ἰών
book 1126 κρυπταί
book 1127 περιδῦσαι
book 1129 θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον; τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον.
book 1130.1 ποῖος δ’ ἂν οἶκος
book 1130.2 τεκτόνων
book 1130.3 πλασθεὶς ὕπο δέμας τὸ θεῖον
book 1130.4 περιβάλοι
book 1130.5 τοίχων
book 1130.6 πτυχαῖς;
book 1131.1 ὁρᾶθ’ ὅσοι νομίζετ’ οὐκ εἶναι θεόν, δὶς ἐξαμαρτάνοντες οὐκ εὐγνωμόνως; ἔστιν γὰρ ἔστιν. εἰ δέ τις
book 1131.2 πράσσει καλῶς κακὸς
book 1131.3 πεφυκώς, τὸν
book 1131.4 χρόνον κερδαινέτω·[ln_5]χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.
book 1132.1 [spk_ερμης]ΕΡΜΗΣ. Δόμοι μὲν οἵδ’ εὔπυργά τ’ ἐρύματα
book 1132.2 χθονὸς οὐκ ἐν
book 1132.3 πολυχρύσοισιν ἤσκηται
book 1132.4 χλιδαῖς· ἀρχὴν δὲ τῶνδε καὶ θεῶν ἱδρύματα Ἀκρίσιος εἴληχεν, τύραννος τῆσδε γῆς·[ln_5]Ἕλλησι δ’ Ἄργος ἡ πόλις κικλήσκεται. οὗτος δ’ ἔρωτι
book 1132.5 παιδὸς ἄρσενος
book 1132.6 σχεθεὶς
book 1132.7 Πυθώδ’ ἀφῖκτο, καὶ λέγει
book 1132.8 Φοίβῳ τάδε· πῶς ἂν γένοιτο
book 1132.9 σπέρμα
book 1132.10 παιδὸς ἐν δόμῳ, τίνος θεῶν βροτῶν
book 1132.11 τε πρευμενοῦς
book 1132.12 τυχών;[ln_10]κεῖνος δὲ δυσξύμβλητον ἐξήνεγκ’ ὄπα· ἔσται μὲν ἔσται
book 1132.13 παιδὸς ἄρσενος τόκος οὐκ ἐξ ἐκείνου· πρῶτα γὰρ θῆλυν
book 1132.14 σπορὰν φῦσαι δεήσει. κᾆτά πως κείνη
book 1132.15 ποτὲ εὐνὴν κρυφαίαν γνοῦσα καὶ μὴ γνοῦσα δὴ
book 1132.1 [ln_15]ὑπόπτερον λέοντα τέξεται
book 1132.2 πατρί, ὃς τῆσδέ τ’ ἄρξει χἁτέρας
book 1132.3 πολλῆς
book 1132.4 χθονός. τοιαῦτ’ ἀκούσας Λοξίου μαντεύματα γάμων ἀπείχεθ’· ὅμως δέ γε τίκτει λαθών, πρὸς
book 1132.5 τοῦ παρόντος ἱμέρου νικώμενος.[ln_20]Δανάην δέ πως ὠνόμασε τήνδ’, ὁθούνεκα
book 1132.6 πολὺς
book 1132.7 παρῆλθεν εἰς γονὴν
book 1132.8 παίδων
book 1132.9 χρόνος. ἐν
book 1132.10 παρθενῶσι δ’ εὐθὺς οἷς ἐδείματο δίδωσιν Ἀργείαισιν ἔμφρουρον κόραις, εἰς ἀνδρὸς ὄψιν εὐλαβούμενος μολεῖν.
book 1132.1 [ln_25]εἶθ’ ὡς ὁ μακρὸς ηὔξανεν
book 1132.2 ταύτην
book 1132.3 χρόνος, καὶ κάλλος εἶχεν ἔξοχον καθ’ Ἑλλάδα, φίλτροις ἀφύκτοις Ζεὺς κατασχεθεὶς
book 1132.4 πατὴρ εὐνῇ συνελθεῖν λάθρᾳ πως ἠβούλετο. σαφῶς δὲ πείθειν οὐκ ἔχων, εἰς μηχανὴν[ln_30]τοιάνδ’ ἐχώρης’, ὡς ἄπυρος
book 1132.5 χρυσὸς γεγώς, ποθεινὸν εἰδὼς κτῆμα
book 1132.6 τοῦτο
book 1132.7 τοῖς βροτοῖς, διὰ στέγους ῥεύσειεν ἐν
book 1132.8 χερσὶν κόρης. ἣ δ’ ἀγνοοῦσα τὸν κεκρυμμένον δόλον κόλποισι τὸν θεὸν εἰσρέοντ’ ἐδέξατο.
book 1132.1 [ln_35]χρόνῳ δ’ ἑαυτὴν ὡς κατεῖδ’ ἐγκύμονα, εἰς θαῦμ’ ἐσῄει κἀξεπέπληκτο
book 1132.2 σφοδρῶς, ὡς εἰς τόδ’ ἦλθε μέμψιν εὐλαβουμένη. φυγῇ δὲ λάθρᾳ τῆσδε γῆς ὁρμωμένην μαθὼν
book 1132.3 πατήρ νιν, ἐγκατάκλειστον δόμοις[ln_40]ἔργει
book 1132.4 χολωθεὶς καὶ σκότῳ κρύψας ἔχει, τἀληθὲς ὄψει
book 1132.5 προσκοπούμενος μαθεῖν· κἂν
book 1132.6 ταῦτ’ ἀληθῆ καὶ σαφῶς ἔχοντ’ ἴδῃ, ἔγνωκεν ἄμφω
book 1132.7 ποντίους ἀφιέναι, τὴν
book 1132.8 παῖδα καὶ τὸ τεχθέν. ὧν δέ γ’ ἐστάλην,
book 1132.1 [ln_45][spk_χορος]μύθους Δανάῃ τούσδ’ εὐπροσηγόρους ἄγων ἐκ Διός, ἀφίξομαι τάχιστα
book 1132.2 σημανῶν. ὑπηρέτην γὰρ ὄντα τἀπεσταλμένα
book 1132.3 πράσσειν
book 1132.4 προθύμως, ὅστις ἄν γ’ ᾖ νουνεχής. ΧΟΡΟΣ. τίς ὁ καινοτρόπος οὗτος μῦθος κατ’ ἐμὰν ἧκεν ἀκουάν; ἔνθ’ ἀσπερχὲς μενεαίνουσα
book 1132.5 τοῖσδε δώμασι κοιράνου ἀμφίδοξος
book 1132.6 πελάζω. τίς δεσπότιν ἐμὴν Δανάην βάξις ἔχει κατὰ πτόλιν;[ln_55]ἣν μήποτ’ ὤφελ’ εἰς ὦτα φέρειν ὁ πρῶτος τάδε
book 1132.7 φράσαι
book 1132.8 τολμήσας, ὡς ἐγκύμων εἴληπται
book 1132.9 χρανθεῖς’ ἄλεκτρος ἀνδρός· πατὴρ δέ μιν κλῄσας ἐν
book 1132.10 παρθενῶσι
book 1132.11 σφραγῖσι δέμας
book 1132.12 φυλάσσει.
book 1132.1 [ln_60][spk_ακρισιος]ταῦτ’ ἐτήτυμα μαθεῖν θέλω. ἀλλ’ εἰσορῶ γὰρ τῆσδε κοίρανον
book 1132.2 χθονὸς Ἀργείας Ἀκρίσιον
book 1132.3 πρὸ δόμων
book 1132.4 στείχοντα. ὀργῇ βαρύς, ὡς δόξαι, κέαρ. ΑΚΡΙΣΙΟΣ. σὺ δ’ εἰ κατ’ οἴκους εὐνοῶν ἐτύγχανες,[ln_65]οὐκ ἄν
book 1132.5 ποτ’ ἦλθες εἰς τόδε θράσους ..