---
title: Hippolytus
title_greek: Ἱππόλυτος
author: Euripides
eul_wid: cbm-ak
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-hippolytus-cbm-ak"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hippolytus

*Ἱππόλυτος*

**Author:** Euripides

**eul_wid:** `cbm-ak` · [HTML page](https://eulogikon.org/works/euripides-hippolytus-cbm-ak)

## Text

### 1

ΑΦΡΟΔΙΤΗ

### 1.1

Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος

### 1.2

θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ’ ἔσω·

### 1.3

ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν

### 1.4

ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου,

### 5.1

τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,

### 5.2

σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.

### 5.3

ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·

### 5.4

τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.

### 5.5

δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα.

### 10.1

ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,

### 10.2

Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,

### 10.3

μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας

### 10.4

λέγει κακίστην δαιμόνων πεφυκέναι·

### 10.5

ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων,

### 15.1

Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,

### 15.2

τιμᾶι, μεγίστην δαιμόνων ἡγούμενος,

### 15.3

χλωρὰν δ’ ἀν’ ὕλην παρθένωι ξυνὼν ἀεὶ

### 15.4

κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,

### 15.5

μείζω βροτείας προσπεσὼν ὁμιλίας.

### 20.1

τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ; ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε τιμωρήσομαι

### 20.2

Ἱππόλυτον ἐν τῆιδ’ ἡμέραι· τὰ πολλὰ δὲ

### 20.3

πάλαι προκόψας’, οὐ πόνου πολλοῦ με δεῖ.

### 20.4

ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων

### 25.1

σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων

### 25.2

Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ

### 25.3

ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο

### 25.4

ἔρωτι δεινῶι τοῖς ἐμοῖς βουλεύμασιν.

### 25.5

καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,

### 30.1

πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον

### 30.2

γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθείσατο,

### 30.3

ἐρῶς’ ἔρωτ’ ἔκδημον, Ἱππολύτωι δ’ ἔπι

### 30.4

τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν.

### 30.5

ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα

### 35.1

μίασμα φεύγων αἵματος Παλλαντιδῶν

### 35.2

καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα

### 35.3

ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,

### 35.4

ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη

### 35.5

κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται

### 40.1

σιγῆι, ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον.

### 40.2

ἀλλ’ οὔτι ταύτηι τόνδ’ ἔρωτα χρὴ πεσεῖν,

### 40.3

δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται. καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν

### 40.4

κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος

### 45.1

ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,

### 45.2

μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῶι·

### 45.3

ἡ δ’ εὐκλεὴς μὲν ἀλλ’ ὅμως ἀπόλλυται

### 45.4

Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν

### 45.5

τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην τοσαύτην ὥστε μοι καλῶς ἔχειν.

### 45.6

ἀλλ’ εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως

### 45.7

στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,

### 45.8

Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.

### 45.9

πολὺς δ’ ἅμ’ αὐτῶι προσπόλων ὀπισθόπους

### 55.1

κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν

### 55.2

ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεωιγμένας πύλας

### 55.3

Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.

### 55.4

ΙΠΠΟΛΥΤΟΣ

### 58.1

ἕπεσθ’ ἄιδοντες ἕπεσθε

### 58.2

τὰν Διὸς οὐρανίαν

### 60.1

Ἄρτεμιν, ἇι μελόμεσθα.

### 60.2

ΙΠ. ΚΑΙ ΘΕΡΑΠΟΝΤΕΣ

### 61.1

πότνια πότνια σεμνοτάτα,

### 61.2

Ζηνὸς γένεθλον,

### 61.3

χαῖρε χαῖρέ μοι, ὦ κόρα

### 65.1

Λατοῦς Ἄρτεμι καὶ Διός, καλλίστα πολὺ παρθένων,

### 65.2

ἃ μέγαν κατ’ οὐρανὸν

### 65.3

ναίεις εὐπατέρειαν αὐ‐

### 65.4

λάν, Ζηνὸς πολύχρυσον οἶκον.

### 70.1

χαῖρέ μοι, ὦ καλλίστα

### 70.2

καλλίστα τῶν κατ’ Ὄλυμπον.

### 73.1

Ιπ. σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου

### 73.2

λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,

### 75.1

ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ

### 75.2

οὔτ’ ἦλθέ πω σίδηρος, ἀλλ’ ἀκήρατον

### 75.3

μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,

### 75.4

Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,

### 75.5

ὅσοις διδακτὸν μηδὲν ἀλλ’ ἐν τῆι φύσει

### 80.1

τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντ’ ἀεί,

### 80.2

τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.

### 80.3

ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης

### 80.4

ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.

### 80.5

μόνωι γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·

### 85.1

σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,

### 85.2

κλύων μὲν αὐδῆς, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν. τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.

### 85.3

ΘΕΡΑΠΩΝ

### 88.1

ἄναξ, θεοὺς γὰρ δεσπότας καλεῖν χρεών,

### 88.2

ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;

### 90.1

Ιπ. καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.

### 90.2

Θε. οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος;

### 90.3

Ιπ. οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;

### 90.4

Θε. μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.

### 90.5

Ιπ. ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;

### 95.1

Θε. ἐν δ’ εὐπροσηγόροισίν ἐστί τις χάρις;

### 95.2

Ιπ. πλείστη γε, καὶ κέρδος γε σὺν μόχθωι βραχεῖ.

### 95.3

Θε. ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;

### 95.4

Ιπ. εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.

### 95.5

Θε. πῶς οὖν σὺ σεμνὴν δαίμον’ οὐ προσεννέπεις; Ιπ. τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῆι στόμα.

### 95.6

Θε. τήνδ’ ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.

### 95.7

Ιπ. πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.

### 95.8

Θε. σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.

### 106.1

Ιπ. οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.

### 106.2

Θε. τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.

### 104

Ιπ. ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.

### 105

Θε. εὐδαιμονοίης, νοῦν ἔχων ὅσον σε δεῖ.

### 108.1

Ιπ. χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους

### 108.2

σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας

### 110.1

τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν

### 110.2

ἵππους, ὅπως ἂν ἅρμασι ζεύξας ὕπο

### 110.3

βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα. τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.

### 110.4

Θε. ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον

### 115.1

φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν

### 115.2

προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,

### 115.3

δέσποινα Κύπρι· χρὴ δὲ συγγνώμην ἔχειν.

### 115.4

εἴ τίς ς’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων

### 115.5

μάταια βάζει, μὴ δόκει τούτου κλύειν·

### 120.1

σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.

### 120.2

ΧΟΡΟΣ

### 121

Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,

### 123.1

βαπτὰν κάλπισι πα‐

### 123.2

γὰν ῥυτὰν προιεῖσα κρημνῶν.

### 125.1

τόθι μοί τις ἦν φίλα

### 125.2

πορφύρεα φάρεα

### 125.3

ποταμίαι δρόσωι

### 125.4

τέγγουσα, θερμᾶς δ’ ἐπὶ νῶτα πέτρας

### 125.5

εὐαλίου κατέβαλλ’· ὅθεν μοι

### 130.1

πρώτα φάτις ἦλθε δεσποίνας,

### 130.2

τειρομέναν νοσερᾶι κοίται δέμας ἐντὸς ἔχειν

### 133

οἴκων, λεπτὰ δὲ φά‐ ρη ξανθὰν κεφαλὰν σκιάζειν·

### 135.1

τριτάταν δέ νιν κλύω

### 135.2

τάνδ’ ἀβρωσίαι

### 135.3

στόματος ἁμέραν

### 135.4

Δάματρος ἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,

### 135.5

κρυπτῶι πάθει θανάτου θέλουσαν

### 140.1

κέλσαι ποτὶ τέρμα δύστανον.

### 140.2

σὺ γὰρ ἔνθεος, ὦ κούρα,

*[crux: σὺ γὰρ]*

### 140.3

εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας

### 140.4

ἢ σεμνῶν Κορυβάντων

### 140.5

φοιτᾶις ἢ ματρὸς ὀρείας;

### 145.1

σὺ δ’ ἀμφὶ τὰν πολύθη‐

*[crux: σὺ δ’]*

### 145.2

ρον Δίκτυνναν ἀμπλακίαις

### 145.3

ἀνίερος ἀθύτων πελανῶν τρύχηι;

### 145.4

φοιτᾶι γὰρ καὶ διὰ Λί‐

### 145.5

μνας χέρσον θ’ ὕπερ πελάγους δίναις ἐν νοτίαις ἅλμας.

### 145.6

ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν

### 145.7

ἀρχαγόν, τὸν εὐπατρίδαν,

### 145.8

ποιμαίνει τις ἐν οἴκοις

### 145.9

κρυπτᾶι κοίται λεχέων σῶν;

### 155.1

ἢ ναυβάτας τις ἔπλευ‐ σεν Κρήτας ἔξορμος ἀνὴρ

### 155.2

λιμένα τὸν εὐξεινότατον ναύταις

### 155.3

φήμαν πέμπων βασιλεί‐

### 155.4

αι, λύπαι δ’ ὑπὲρ παθέων

### 160.1

εὐναία δέδεται ψυχά;

### 160.2

φιλεῖ δὲ τᾶι δυστρόπωι γυναικῶν

### 160.3

ἁρμονίαι κακὰ

### 160.4

δύστανος ἀμηχανία συνοικεῖν

### 160.5

ὠδίνων τε καὶ ἀφροσύνας.

### 165.1

δι’ ἐμᾶς ἦιξέν ποτε νηδύος ἅδ’

### 165.2

αὔρα· τὰν δ’ εὔλοχον οὐρανίαν

### 165.3

τόξων μεδέουσαν ἀύτευν

### 165.4

Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ

### 165.5

σὺν θεοῖσι φοιτᾶι.

### 170.1

ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν

### 170.2

τήνδε κομίζους’ ἔξω μελάθρων.

### 170.3

στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται·

### 170.4

τί ποτ’ ἐστὶ μαθεῖν ἔραται ψυχή,

### 170.5

τί δεδήληται

### 175.1

δέμας ἀλλόχροον βασιλείας.

### 175.2

ΤΡΟΦΟΣ

### 176.1

ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι·

### 176.2

τί ς’ ἐγὼ δράσω, τί δὲ μὴ δράσω; τόδε σοι φέγγος, λαμπρὸς ὅδ’ αἰθήρ,

### 176.3

ἔξω δὲ δόμων ἤδη νοσερᾶς

### 180.1

δέμνια κοίτης.

### 180.2

δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,

### 180.3

τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.

### 180.4

ταχὺ γὰρ σφάλληι κοὐδενὶ χαίρεις,

### 180.5

οὐδέ ς’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν

### 185.1

φίλτερον ἡγῆι.

### 185.2

κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·

### 185.3

τὸ μέν ἐστιν ἁπλοῦν, τῶι δὲ συνάπτει

### 185.4

λύπη τε φρενῶν χερσίν τε πόνος.

### 185.5

πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων

### 190.1

κοὐκ ἔστι πόνων ἀνάπαυσις.

### 190.2

ἀλλ’ ὅτι τοῦ ζῆν φίλτερον ἄλλο

### 190.3

σκότος ἀμπίσχων κρύπτει νεφέλαις.

### 190.4

δυσέρωτες δὴ φαινόμεθ’ ὄντες

### 190.5

τοῦδ’ ὅτι τοῦτο στίλβει κατὰ γῆν

### 195.1

δι’ ἀπειροσύνην ἄλλου βιότου

### 195.2

κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,

### 195.3

μύθοις δ’ ἄλλως φερόμεσθα.

### 195.4

ΦΑΙΔΡΑ

### 198.1

αἴρετέ μου δέμας, ὀρθοῦτε κάρα·

### 198.2

λέλυμαι μελέων σύνδεσμα φίλων. λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.

### 198.3

βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν·

### 198.4

ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.

### 198.5

Τρ. θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς

### 198.6

μετάβαλλε δέμας·

### 205.1

ῥᾶιον δὲ νόσον μετά θ’ ἡσυχίας

### 205.2

καὶ γενναίου λήματος οἴσεις.

### 205.3

μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.

### 205.4

Φα. αἰαῖ·

### 208.1

πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος

### 208.2

καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,

### 210.1

ὑπό τ’ αἰγείροις ἔν τε κομήτηι

### 210.2

λειμῶνι κλιθεῖς’ ἀναπαυσαίμαν;

### 210.3

Τρ. ὦ παῖ, τί θροεῖς;

### 210.4

οὐ μὴ παρ’ ὄχλωι τάδε γηρύσηι,

### 210.5

μανίας ἔποχον ῥίπτουσα λόγον;

### 215.1

Φα. πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν

### 215.2

καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι

### 215.3

στείβουσι κύνες

### 215.4

βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.

### 215.5

πρὸς θεῶν· ἔραμαι κυσὶ θωύξαι

### 220.1

καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι

### 220.2

Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχους’

### 220.3

ἐν χειρὶ βέλος.

### 220.4

Τρ. τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις; τί κυνηγεσίων καὶ σοὶ μελέτη;

### 225.1

τί δὲ κρηναίων νασμῶν ἔρασαι;

### 225.2

πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς

### 225.3

κλειτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.

### 225.4

Φα. δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας

### 225.5

καὶ γυμνασίων τῶν ἱπποκρότων,

### 230.1

εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις

### 230.2

πώλους Ἐνετὰς δαμαλιζομένα.

### 230.3

Τρ. τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;

### 230.4

νῦν δὴ μὲν ὄρος βᾶς’ ἐπὶ θήρας

### 230.5

πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις

### 235.1

ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.

### 235.2

τάδε μαντείας ἄξια πολλῆς,

### 235.3

ὅστις σε θεῶν ἀνασειράζει

### 235.4

καὶ παρακόπτει φρένας, ὦ παῖ.

### 235.5

Φα. δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;

### 240.1

ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;

### 240.2

ἐμάνην, ἔπεσον δαίμονος ἄτηι.

### 240.3

φεῦ φεῦ τλήμων. μαῖα, πάλιν μου κρύψον κεφαλήν,

### 240.4

αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.

### 245.1

κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει

### 245.2

καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.

### 245.3

τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾶι,

### 245.4

τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ

### 245.5

μὴ γιγνώσκοντ’ ἀπολέσθαι. Τρ. κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος

### 245.6

σῶμα καλύψει;

### 245.7

πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος·

### 245.8

χρῆν γὰρ μετρίας εἰς ἀλλήλους

### 245.9

φιλίας θνητοὺς ἀνακίρνασθαι

### 255.1

καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,

### 255.2

εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν

### 255.3

ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι·

### 255.4

τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν

### 255.5

ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ

### 260.1

τῆσδ’ ὑπεραλγῶ.

### 260.2

βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις

### 260.3

φασὶ σφάλλειν πλέον ἢ τέρπειν

### 260.4

τῆι θ’ ὑγιείαι μᾶλλον πολεμεῖν.

### 260.5

οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ

### 265.1

τοῦ μηδὲν ἄγαν· καὶ ξυμφήσουσι σοφοί μοι.

### 265.2

Χο. γύναι γεραιά, βασιλίδος πιστὴ τροφέ,

### 265.3

Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας,

### 265.4

ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·

### 270.1

σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.

### 270.2

Τρ. οὐκ οἶδ’, ἐλέγχους’· οὐ γὰρ ἐννέπειν θέλει.

### 270.3

Χο. οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;

### 270.4

Τρ. ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾶι τάδε.

### 270.5

Χο. ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.

### 275.1

Τρ. πῶς δ’ οὔ, τριταίαν γ’ οὖς’ ἄσιτος ἡμέραν;

### 275.2

Χο. πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;

### 275.3

Τρ. θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.

### 275.4

Χο. θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.

### 275.5

Τρ. κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.

### 280.1

Χο. ὁ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;

### 280.2

Τρ. ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.

### 280.3

Χο. σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη

### 280.4

νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;

### 280.5

Τρ. ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.

### 285.1

οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,

### 285.2

ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῆις οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.

### 285.3

ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων

### 285.4

λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ

### 290.1

στυγνὴν ὀφρῦν λύσασα καὶ γνώμης ὁδόν,

### 290.2

ἐγώ θ’ ὅπηι σοι μὴ καλῶς τόθ’ εἱπόμην

### 290.3

μεθεῖς’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.

### 290.4

κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,

### 290.5

γυναῖκες αἵδε συγκαθιστάναι νόσον·

### 295.1

εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,

### 295.2

λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῆι τόδε.

### 295.3

εἶἑν, τί σιγᾶις; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,

### 295.4

ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,

### 295.5

ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις. φθέγξαι τι, δεῦρ’ ἄθρησον. ὦ τάλαιν’ ἐγώ,

### 295.6

γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,

### 295.7

ἴσον δ’ ἄπεσμεν τῶι πρίν· οὔτε γὰρ τότε

### 295.8

λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται.

### 295.9

ἀλλ’ ἴσθι μέντοι—πρὸς τάδ’ αὐθαδεστέρα

### 305.1

γίγνου θαλάσσης—εἰ θανῆι, προδοῦσα σοὺς

### 305.2

παῖδας, πατρώιων μὴ μεθέξοντας δόμων,

### 305.3

μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,

### 305.4

ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο,

### 305.5

νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,

### 310.1

Ἱππόλυτον ... Φα. οἶμοι. Τρ. θιγγάνει σέθεν τόδε;

### 310.2

Φα. ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.

### 310.3

Τρ. ὁρᾶις; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις

### 310.4

παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.

### 315.1

Φα. φιλῶ τέκν’· ἄλληι δ’ ἐν τύχηι χειμάζομαι.

### 315.2

Τρ. ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;

### 315.3

Φα. χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.

### 315.4

Τρ. μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;

### 315.5

Φα. φίλος μ’ ἀπόλλυς’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.

### 320.1

Τρ. Θησεύς τιν’ ἡμάρτηκεν ἐς ς’ ἁμαρτίαν;

### 320.2

Φα. μὴ δρῶς’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.

### 320.3

Τρ. τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ ς’ ἐξαίρει θανεῖν;

### 320.4

Φα. ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς ς’ ἁμαρτάνω.

### 320.5

Τρ. οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.

### 325.1

Φα. τί δρᾶις; βιάζηι, χειρὸς ἐξαρτωμένη;

### 325.2

Τρ. καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.

### 325.3

Φα. κάκ’ ὦ τάλαινά σοι τάδ’, εἰ πεύσηι, κακά.

### 325.4

Τρ. μεῖζον γὰρ ἤ σου μὴ τυχεῖν τί μοι κακόν;

### 325.5

Φα. ὀλῆι. τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.

### 330.1

Τρ. κἄπειτα κρύπτεις, χρήσθ’ ἱκνουμένης ἐμοῦ;

### 330.2

Φα. ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.

### 330.3

Τρ. οὔκουν λέγουσα τιμιωτέρα φανῆι; Φα. ἄπελθε πρὸς θεῶν δεξιάν τ’ ἐμὴν μέθες.

### 330.4

Τρ. οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.

### 335.1

Φα. δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.

### 335.2

Τρ. σιγῶιμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.

### 335.3

Φα. ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.

### 335.4

Τρ. ὃν ἔσχε ταύρου, τέκνον; ἢ τί φὴις τόδε;

### 335.5

Φα. σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ.

### 340.1

Τρ. τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;

### 340.2

Φα. τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.

### 340.3

Τρ. ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;

### 340.4

Φα. ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.

### 340.5

Τρ. οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.

### 345

Φα. φεῦ·

### 345.1

πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

### 345.2

Τρ. οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.

### 345.3

Φα. τί τοῦθ’ ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;

### 345.4

Τρ. ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.

### 345.5

Φα. ἡμεῖς ἂν εἶμεν θατέρωι κεχρημένοι. Τρ. τί φήις; ἐρᾶις, ὦ τέκνον; ἀνθρώπων τίνος;

### 345.6

Φα. ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος ...

### 345.7

Τρ. Ἱππόλυτον αὐδᾶις; Φα. σοῦ τάδ’, οὐκ ἐμοῦ, κλύεις.

### 345.8

Τρ. οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.

### 345.9

γυναῖκες, οὐκ ἀνασχέτ’, οὐκ ἀνέξομαι

### 355.1

ζῶς’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.

### 355.2

ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι

### 355.3

βίου θανοῦσα· χαίρετ’, οὐκέτ’ εἴμ’ ἐγώ.

### 355.4

οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ’ ὅμως,

### 355.5

κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,

### 360.1

ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,

### 360.2

ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.

### 360.3

Χο. ἄιες ὤ, ἔκλυες ὤν,

### 360.4

ἀνήκουστα τᾶς

### 363.1

τυράννου πάθεα μέλεα θρεομένας;

### 363.2

ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,

### 365.1

κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ·

### 365.2

ὦ τάλαινα τῶνδ’ ἀλγέων·

### 365.3

ὦ πόνοι τρέφοντες βροτούς.

### 365.4

ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.

### 365.5

τίς σε παναμέριος ὅδε χρόνος μένει;

### 370.1

τελευτάσεταί τι καινὸν δόμοις·

### 370.2

ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.

### 370.3

Φα. Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον

### 370.4

οἰκεῖτε χώρας Πελοπίας προνώπιον,

### 375.1

ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῶι χρόνωι

### 375.2

θνητῶν ἐφρόντις’ ἧι διέφθαρται βίος.

### 375.3

καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν

### 375.4

πράσσειν κακίον’· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν

### 375.5

πολλοῖσιν· ἀλλὰ τῆιδ’ ἀθρητέον τόδε·

### 380.1

τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,

### 380.2

οὐκ ἐκπονοῦμεν δ’, οἱ μὲν ἀργίας ὕπο,

### 380.3

οἱ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ

### 380.4

ἄλλην τιν’· εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,

### 380.5

μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,

### 385.1

αἰδώς τε· δισσαὶ δ’ εἰσίν, ἡ μὲν οὐ κακή,

### 385.2

ἡ δ’ ἄχθος οἴκων· εἰ δ’ ὁ καιρὸς ἦν σαφής,

### 385.3

οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.

### 385.4

ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦς’ ἐγώ,

### 385.5

οὐκ ἔσθ’ ὁποίωι φαρμάκωι διαφθερεῖν

### 390.1

ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.

### 390.2

λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.

### 390.3

ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν

### 390.4

ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον·

### 395.1

γλώσσηι γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν

### 395.2

φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,

### 395.3

αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.

### 395.4

τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν

### 395.5

τῶι σωφρονεῖν νικῶσα προυνοησάμην. τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον

### 395.6

Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,

### 395.7

κράτιστον (οὐδεὶς ἀντερεῖ) βουλευμάτων.

### 395.8

ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ

### 395.9

μήτ’ αἰσχρὰ δρώσηι μάρτυρας πολλοὺς ἔχειν.

### 405.1

τὸ δ’ ἔργον ἤιδη τὴν νόσον τε δυσκλεᾶ,

### 405.2

γυνή τε πρὸς τοῖσδ’ οὖς’ ἐγίγνωσκον καλῶς,

### 405.3

μίσημα πᾶσιν· ὡς ὄλοιτο παγκάκως

### 405.4

ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη

### 405.5

πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων

### 410.1

τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν·

### 410.2

ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῆι,

### 410.3

ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.

### 410.4

μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,

### 410.5

λάθραι δὲ τόλμας οὐ καλὰς κεκτημένας·

### 415.1

αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,

### 415.2

βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην

### 415.3

τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῆι;

### 415.4

ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,

### 420.1

ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνας’ ἁλῶ,

### 420.2

μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι

### 420.3

παρρησίαι θάλλοντες οἰκοῖεν πόλιν

### 420.4

κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.

### 420.5

δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ἦι,

### 425.1

ὅταν ξυνειδῆι μητρὸς ἢ πατρὸς κακά.

### 425.2

μόνον δὲ τοῦτό φας’ ἁμιλλᾶσθαι βίωι,

### 425.3

γνώμην δικαίαν κἀγαθὴν ὅτωι παρῆι·

### 425.4

κακοὺς δὲ θνητῶν ἐξέφην’ ὅταν τύχηι,

### 425.5

προθεὶς κάτοπτρον ὥστε παρθένωι νέαι,

### 430.1

χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.

### 430.2

Χο. φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν

### 430.3

καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.

### 430.4

Τρ. δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως

### 430.5

ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·

### 435.1

νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς

### 435.2

αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.

### 435.3

οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου πέπονθας, ὀργαὶ δ’ ἐς ς’ ἀπέσκηψαν θεᾶς.

### 435.4

ἐρᾶις (τί τοῦτο θαῦμα;) σὺν πολλοῖς βροτῶν·

### 440.1

κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;

### 440.2

οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,

### 440.3

ὅσοι τε μέλλους’, εἰ θανεῖν αὐτοὺς χρεών.

### 440.4

Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῆι,

### 440.5

ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῆι μετέρχεται,

### 445.1

ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρηι μέγα,

### 445.2

τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.

### 445.3

φοιτᾶι δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίωι

### 445.4

κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·

### 445.5

ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦς’ ἔρον, οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι.

### 445.6

ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων

### 445.7

ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεὶ

### 445.8

ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων

### 445.9

Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε

### 455.1

ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως

### 455.2

ἔρωτος οὕνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῶι

### 455.3

ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,

### 455.4

στέργουσι δ’, οἶμαι, ξυμφορᾶι νικώμενοι.

### 455.5

σὺ δ’ οὐκ ἀνέξηι; χρῆν ς’ ἐπὶ ῥητοῖς ἄρα

### 460.1

πατέρα φυτεύειν ἢ ’πὶ δεσπόταις θεοῖς

### 460.2

ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους. πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν

### 460.3

νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;

### 460.4

πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσιν

### 465.1

συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ

### 465.2

τόδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.

### 465.3

οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·

### 465.4

οὐδὲ στέγην γὰρ ἧι κατηρεφεῖς δόμοι

### 465.5

καλῶς ἀκριβώσαις ἄν· ἐς δὲ τὴν τύχην

### 470.1

πεσοῦς’ ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;

### 470.2

ἀλλ’ εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,

### 470.3

ἄνθρωπος οὖσα κάρτα γ’ εὖ πράξειας ἄν.

### 470.4

ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,

### 470.5

λῆξον δ’ ὑβρίζους’, οὐ γὰρ ἄλλο πλὴν ὕβρις

### 475.1

τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,

### 475.2

τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε·

### 475.3

νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.

### 475.4

εἰσὶν δ’ ἐπωιδαὶ καὶ λόγοι θελκτήριοι·

### 475.5

φανήσεταί τι τῆσδε φάρμακον νόσου.

### 480.1

ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,

### 480.2

εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.

### 480.3

Χο. Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα

### 480.4

πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.

### 480.5

ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων

### 485.1

τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.

### 485.2

Φα. τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας δόμους τ’ ἀπόλλυς’, οἱ καλοὶ λίαν λόγοι·

### 485.3

οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν

### 485.4

ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.

### 490.1

Τρ. τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων

### 490.2

δεῖ ς’ ἀλλὰ τἀνδρός. ὡς τάχος διιστέον,

### 490.3

τὸν εὐθὺς ἐξειπόντας ἀμφὶ σοῦ λόγον.

### 490.4

εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος

### 490.5

τοιαῖσδε, σώφρων δ’ οὖς’ ἐτύγχανες γυνή,

### 495.1

οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς

### 495.2

προῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας,

### 495.3

σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.

### 495.4

Φα. ὦ δεινὰ λέξας’, οὐχὶ συγκλήισεις στόμα

### 495.5

καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους; Τρ. αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι·

### 495.6

κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,

### 495.7

ἢ τοὔνομ’, ὧι σὺ κατθανῆι γαυρουμένη.

### 495.8

Φα. ἆ μή σε πρὸς θεῶν, εὖ λέγεις γὰρ αἰσχρὰ δέ,

### 495.9

πέρα προβῆις τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ

### 505.1

ψυχὴν ἔρωτι, τἀισχρὰ δ’ ἢν λέγηις καλῶς

### 505.2

ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.

### 505.3

Τρ. εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ ς’ ἁμαρτάνειν, εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.

### 505.4

ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια

### 510.1

ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,

### 510.2

ἅ ς’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβηι φρενῶν

### 510.3

παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένηι κακή.

### 510.4

δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου

### 510.5

σημεῖον, ἢ πλόκον τιν’ ἢ πέπλων ἄπο,

### 515.1

λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.

### 515.2

Φα. πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;

### 515.3

Τρ. οὐκ οἶδ’· ὄνασθαι, μὴ μαθεῖν, βούλου, τέκνον.

### 515.4

Φα. δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῆις σοφή.

### 515.5

Τρ. πάντ’ ἂν φοβηθεῖς’ ἴσθι. δειμαίνεις δὲ τί;

### 520.1

Φα. μή μοί τι Θησέως τῶνδε μηνύσηις τόκωι.

### 520.2

Τρ. ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.

### 520.3

μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,

### 520.4

συνεργὸς εἴης· τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ

### 520.5

τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.

### 525.1

Χο. Ἔρως Ἔρως, ὁ κατ’ ὀμμάτων

### 525.2

στάζων πόθον, εἰσάγων γλυκεῖαν

### 525.3

ψυχᾶι χάριν οὓς ἐπιστρατεύσηι,

### 525.4

μή μοί ποτε σὺν κακῶι φανείης

### 525.5

μηδ’ ἄρρυθμος ἔλθοις.

### 530

οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος

### 532-533

οἷον τὸ τᾶς Ἀφροδίτας ἵησιν ἐκ χερῶν

### 532-534

Ἔρως ὁ Διὸς παῖς.

### 532-535

ἄλλως ἄλλως παρά τ’ Ἀλφεῶι

### 532-536

Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις

### 532-537

βούταν φόνον Ἑλλὰς 〈αἶ’〉 ἀέξει,

### 532-538

Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,

### 532-539

τὸν τᾶς Ἀφροδίτας

### 540-541

φιλτάτων θαλάμων κληιδοῦχον, οὐ σεβίζομεν,

### 542-543

πέρθοντα καὶ διὰ πάσας ἱέντα συμφορᾶς

### 544

θνατοὺς ὅταν ἔλθηι.

### 545.1

τὰν μὲν Οἰχαλίαι

### 545.2

πῶλον ἄζυγα λέκτρων,

### 545.3

ἄνανδρον τὸ πρὶν καὶ ἄνυμφον, οἴκων

### 549.1

ζεύξας’ ἀπ’ Εὐρυτίων δρομάδα ναΐδ’ ὅπως τε βάκ‐

### 549.2

χαν σὺν αἵματι, σὺν καπνῶι,

### 549.3

φονίοισι νυμφείοις

### 549.4

Ἀλκμήνας τόκωι Κύπρις ἐξέδωκεν· ὦ

### 549.5

τλάμων ὑμεναίων.

### 555.1

ὦ Θήβας ἱερὸν

### 555.2

τεῖχος, ὦ στόμα Δίρκας, συνείποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρπει·

### 555.3

βροντᾶι γὰρ ἀμφιπύρωι

### 560.1

τοκάδα τὰν διγόνοιο Βάκ‐

### 560.2

χου νυμφευσαμένα πότμωι

### 560.3

φονίωι κατηύνασεν.

### 560.4

δεινὰ γὰρ τὰ πάντ’ ἐπιπνεῖ, μέλισσα δ’ οἵ‐

### 560.5

α τις πεπόταται.

### 565.1

Φα. σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα.

### 565.2

Χο. τί δ’ ἐστί, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;

### 565.3

Φα. ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.

### 565.4

Χο. σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.

### 565.5

Φα. ἰώ μοι, αἰαῖ·

### 570

ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.

### 572.1

Χο. τίνα θροεῖς αὐδάν; τίνα βοᾶις λόγον;

### 572.2

ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,

### 572.3

φρένας ἐπίσσυτος;

### 575.1

Φα. ἀπωλόμεσθα· ταῖσδ’ ἐπιστᾶσαι πύλαις

### 575.2

ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.

### 577-578

Χο. σὺ παρὰ κλῆιθρα, σοὶ μέλει πομπίμα

### 579

φάτις δωμάτων·

### 580.1

ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;

### 580.2

Φα. ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾶι Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.

### 584-585

Χο. ἰὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·

### 586.1

γεγώνει δ’ οἵα διὰ πύλας ἔμολεν

### 586.2

ἔμολέ σοι βοά.

### 589

Φα. καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,

### 590

τὴν δεσπότου προδοῦσαν ἐξαυδᾶι λέχος.

### 591-592

Χο. ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.

### 593.1

τί σοι μήσομαι;

### 593.2

τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι,

### 595.1

αἰαῖ ἒ ἔ, πρόδοτος ἐκ φίλων.

### 595.2

Φα. ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,

### 595.3

φίλως καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.

### 595.4

Χο. πῶς οὖν; τί δράσεις, ὦ παθοῦς’ ἀμήχανα;

### 595.5

Φα. οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν ὅσον τάχος, τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.

### 595.6

Ιπ. ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,

### 595.7

οἵων λόγων ἄρρητον εἰσήκους’ ὄπα.

### 595.8

Τρ. σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.

### 595.9

Ιπ. οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.

### 605.1

Τρ. ναί, πρός σε τῆσδε δεξιᾶς εὐωλένου.

### 605.2

Ιπ. οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψηι πέπλων;

### 605.3

Τρ. ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσηι.

### 605.4

Ιπ. τί δ’, εἴπερ, ὡς φήις, μηδὲν εἴρηκας κακόν;

### 605.5

Τρ. ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.

### 610.1

Ιπ. τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.

### 610.2

Τρ. ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσηις.

### 610.3

Ιπ. ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

### 610.4

Τρ. ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσηι;

### 610.5

Ιπ. ἀπέπτυς’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.

### 615.1

Τρ. σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.

### 615.2

Ιπ. ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν

### 615.3

γυναῖκας ἐς φῶς ἡλίου κατώικισας;

### 615.4

εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,

### 615.5

οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,

### 620.1

ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς

### 620.2

ἢ χαλκὸν ἢ σίδηρον ἢ χρυσοῦ βάρος

### 620.3

παίδων πρίασθαι σπέρμα του τιμήματος,

### 620.4

τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν

### 620.5

ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.

### 625.1

[νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν

### 625.2

μέλλοντες ὄλβον δωμάτων ἐκτίνομεν.]

### 625.3

τούτωι δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα· προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ

### 625.4

φερνὰς ἀπώικις’, ὡς ἀπαλλαχθῆι κακοῦ.

### 630.1

ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν

### 630.2

γέγηθε κόσμον προστιθεὶς ἀγάλματι

### 630.3

καλὸν κακίστωι καὶ πέπλοισιν ἐκπονεῖ

### 630.4

δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

### 630.5

[ἔχει δ’ ἀνάγκην· ὥστε κηδεύσας καλῶς

### 635.1

γαμβροῖσι χαίρων σώιζεται πικρὸν λέχος,

### 635.2

ἢ χρηστὰ λέκτρα πενθεροὺς δ’ ἀνωφελεῖς

### 635.3

λαβὼν πιέζει τἀγαθῶι τὸ δυστυχές.]

### 635.4

ῥᾶιστον δ’ ὅτωι τὸ μηδέν· ἀλλ’ ἀνωφελὴς

### 635.5

εὐηθίαι κατ’ οἶκον ἵδρυται γυνή.

### 640.1

σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις

### 640.2

εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.

### 640.3

τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις

### 640.4

ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ

### 640.5

γνώμηι βραχείαι μωρίαν ἀφηιρέθη.

### 645.1

χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,

### 645.2

ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη

### 645.3

θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα

### 645.4

μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.

### 645.5

νῦν δ’ αἱ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.

*[crux: αἱ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ]*

### 645.6

ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,

### 645.7

λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς· ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι

### 645.8

ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,

### 655.1

ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;

### 655.2

εὖ δ’ ἴσθι, τοὐμόν ς’ εὐσεβὲς σώιζει, γύναι·

### 655.3

εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ἡιρέθην,

### 655.4

οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.

### 655.5

νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἐκδημῆι χθονὸς

### 660.1

Θησεύς, ἄπειμι, σῖγα δ’ ἕξομεν στόμα·

### 660.2

θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ

### 660.3

πῶς νιν προσόψηι, καὶ σὺ καὶ δέσποινα σή.

### 660.4

[τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.]

### 660.5

ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι

### 665.1

γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·

### 665.2

ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.

### 665.3

ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω

### 665.4

ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.

### 665.5

Φα. τάλανες ὦ κακοτυχεῖς

### 669

γυναικῶν πότμοι·

### 670.1

τίν’ ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον σφαλεῖσαι κάθαμμα λύειν λόγου;

### 670.2

ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς·

### 670.3

πᾶι ποτ’ ἐξαλύξω τύχας;

### 670.4

πῶς δὲ πῆμα κρύψω, φίλαι;

### 675.1

τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν

### 675.2

πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων

### 675.3

φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος

### 675.4

πέραν δυσεκπέρατον ἔρχεται βίου.

### 675.5

κακοτυχεστάτα γυναικῶν ἐγώ.

### 680.1

Χο. φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,

### 680.2

δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.

### 680.3

Φα. ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,

### 680.4

οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς

### 680.5

πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.

### 685.1

οὐκ εἶπον, οὐ σῆς προυνοησάμην φρενός,

### 685.2

σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;

### 685.3

σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς

### 685.4

θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων·

### 685.5

οὗτος γὰρ ὀργῆι συντεθηγμένος φρένας

### 690.1

ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,

### 690.2

ἐρεῖ δὲ Πιτθεῖ τῶι γέροντι συμφοράς,

### 690.3

πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.

### 690.4

ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.

### 695.1

Τρ. δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,

### 695.2

τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·

### 695.3

ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξηι, λέγειν.

### 695.4

ἔθρεψά ς’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι

### 695.5

ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην. εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·

### 695.6

πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.

### 695.7

Φα. ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,

### 695.8

τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;

### 695.9

Τρ. μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.

### 705.1

ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.

### 705.2

Φα. παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς

### 705.3

παρήινεσάς μοι κἀπεχείρησας κακά.

### 705.4

ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι

### 705.5

φρόντιζ’· ἐγὼ δὲ τἀμὰ θήσομαι καλῶς.

### 710.1

ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,

### 710.2

τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένηι·

### 710.3

σιγῆι καλύψαθ’ ἁνθάδ’ εἰσηκούσατε.

### 710.4

Χο. ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,

### 710.5

μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.

### 715.1

Φα. καλῶς ἐλέξαθ’· ἓν δὲ προτρέπους’ ἐγὼ

*[crux: προτρέπους’ ἐγὼ]*

### 715.2

εὕρημα δή τι τῆσδε συμφορᾶς ἔχω

### 715.3

ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον

### 715.4

αὐτή τ’ ὄνασθαι πρὸς τὰ νῦν πεπτωκότα. οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους

### 720.1

οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι

### 720.2

αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.

### 720.3

Χο. μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;

### 720.4

Φα. θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.

### 720.5

Χο. εὔφημος ἴσθι. Φα. καὶ σύ γ’ εὖ με νουθέτει.

### 725.1

ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,

### 725.2

ψυχῆς ἀπαλλαχθεῖσα τῆιδ’ ἐν ἡμέραι

### 725.3

τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.

### 725.4

ἀτὰρ κακόν γε χἀτέρωι γενήσομαι

### 725.5

θανοῦς’, ἵν’ εἰδῆι μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς

### 730.1

ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι

### 730.2

κοινῆι μετασχὼν σωφρονεῖν μαθήσεται.

### 730.3

Χο. ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,

### 730.4

ἵνα με πτεροῦσσαν ὄρνιν

### 730.5

θεὸς ἐν ποταναῖς

### 734

ἀγέλαις θείη·

### 735.1

ἀρθείην δ’ ἐπὶ πόντιον

### 735.2

κῦμα τᾶς Ἀδριηνᾶς

### 735.3

ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ,

### 735.4

ἔνθα πορφύρεον σταλάσ‐

### 735.5

σους’ ἐς οἶδμα τάλαιναι

### 740.1

κόραι Φαέθοντος οἴκτωι δακρύων τὰς ἠλεκτροφαεῖς αὐγάς·

### 740.2

Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν

### 740.3

ἀνύσαιμι τᾶν ἀοιδῶν,

### 740.4

ἵν’ ὁ πορφυρέας πον‐

### 744

τομέδων λίμνας

### 745.1

ναύταις οὐκέθ’ ὁδὸν νέμει,

### 745.2

σεμνὸν τέρμονα κυρῶν

### 745.3

οὐρανοῦ, τὸν Ἄτλας ἔχει,

### 745.4

κρῆναί τ’ ἀμβρόσιαι χέον‐

### 745.5

ται Ζηνὸς παρὰ κοίταις, ἵν’ ὀλβιόδωρος αὔξει ζαθέα

### 745.6

χθὼν εὐδαιμονίαν θεοῖς.

### 745.7

ὦ λευκόπτερε Κρησία

### 745.8

πορθμίς, ἃ διὰ πόντιον

### 745.9

κῦμ’ ἁλίκτυπον ἅλμας

### 755.1

ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων

### 755.2

κακονυμφοτάταν ὄνασιν·

### 758-759

ἦ γὰρ ἀπ’ ἀμφοτέρων οἱ Κρησίας 〈τ’〉 ἐκ γᾶς

### 759

δυσόρνις

### 760-761

ἔπτατο κλεινὰς Ἀθήνας Μουνίχου τ’ ἀ‐

### 762.1

κταῖσιν ἐκδήσαντο πλεκτὰς πεισμάτων ἀρ‐ χὰς ἐπ’ ἀπείρου τε γᾶς ἔβασαν.

### 762.2

ἀνθ’ ὧν οὐχ ὁσίων ἐρώ‐

### 765.1

των δεινᾶι φρένας Ἀφροδί‐

### 765.2

τας νόσωι κατεκλάσθη·

### 765.3

χαλεπᾶι δ’ ὑπέραντλος οὖσα συμφορᾶι τεράμνων

### 765.4

ἄπο νυμφιδίων κρεμαστὸν

### 770-771

ἅψεται ἀμφὶ βρόχον λευκᾶι καθαρμόζουσα δειρᾶι,

### 772-773

δαίμονα στυγνὸν καταιδεσθεῖσα τάν τ’ εὔ‐

### 774

δοξον ἀνθαιρουμένα φήμαν ἀπαλλάσ‐

### 775.1

σουσά τ’ ἀλγεινὸν φρενῶν ἔρωτα.

### 775.2

Τρ. (ἔσωθεν)

### 776

ἰοὺ ἰού·

### 776.1

βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·

### 776.2

ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.

### 776.3

Χο. φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ

### 776.4

γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.

### 780.1

Τρ. οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον

### 780.2

σίδηρον, ὧι τόδ’ ἅμμα λύσομεν δέρης;

### 780.3

Χο. φίλαι, τί δρῶμεν; ἦ δοκεῖ περᾶν δόμους

### 780.4

λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;

### 780.5

— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;

### 785.1

τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.

### 785.2

Τρ. ὀρθώσατ’ ἐκτείναντες ἄθλιον νέκυν·

### 785.3

πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.

### 785.4

Χο. ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·

### 785.5

ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.

### 790

ΘΗΣΕΥΣ

### 790.1

γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοὴ

### 790.2

ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο;

*[crux: ἠχὼ βαρεῖα προσπόλων]*

### 790.3

οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος

### 790.4

πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.

### 790.5

μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;

### 795.1

πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν

### 795.2

λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.

### 795.3

Χο. οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,

### 795.4

Θησεῦ· νέοι θανόντες ἀλγύνουσί σε.

### 795.5

Θη. οἴμοι, τέκνων μοι μή τι συλᾶται βίος; Χο. ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.

### 795.6

Θη. τί φήις; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;

### 795.7

Χο. βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.

### 795.8

Θη. λύπηι παχνωθεῖς’ ἢ ἀπὸ συμφορᾶς τίνος;

### 795.9

Χο. τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμους,

### 805.1

Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.

### 805.2

Θη. αἰαῖ, τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;

### 805.3

χαλᾶτε κλῆιθρα, πρόσπολοι, πυλωμάτων,

### 805.4

ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν

### 810.1

γυναικός, ἥ με κατθανοῦς’ ἀπώλεσεν.

### 810.2

Χο. ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·

### 810.3

ἔπαθες, εἰργάσω

### 810.4

τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους,

### 810.5

αἰαῖ τόλμας,

### 814

βιαίως θανοῦς’ ἀνοσίωι τε συμ‐

### 815.1

φορᾶι, σᾶς χερὸς πάλαισμα μελέας.

### 815.2

τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;

### 815.3

Θη. ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ τάλας,

### 815.4

τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,

### 815.5

ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,

### 820.1

κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός·

### 820.2

κατακονὰ μὲν οὖν ἀβίοτος βίου.

### 820.3

κακῶν δ’, ὦ τάλας, πέλαγος εἰσορῶ τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν

### 820.4

μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.

### 826.1

τίνι λόγωι, τάλας, τίνι τύχαν σέθεν

### 826.2

βαρύποτμον, γύναι, προσαυδῶν τύχω;

### 826.3

ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,

### 826.4

πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.

### 830.1

αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη·

### 830.2

πρόσωθεν δέ ποθεν ἀνακομίζομαι

### 830.3

τύχαν δαιμόνων ἀμπλακίαισι τῶν

### 830.4

πάροιθέν τινος.

### 830.5

Χο. οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνωι κακά,

### 835.1

πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.

### 835.2

Θη. τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας

### 835.3

μετοικεῖν σκότωι θανών, ὦ τλάμων,

### 835.4

τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·

### 835.5

ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.

### 840.1

τίνος κλύω πόθεν θανάσιμος τύχα,

*[crux: τίνος κλύω]*

### 840.2

γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;

### 840.3

εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον

### 840.4

στέγει τυραννὸν δῶμα προσπόλων ἐμῶν; ὤμοι μοι 〈 〉 σέθεν,

### 845.1

μέλεος, οἷον εἶδον ἄλγος δόμων,

### 845.2

οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·

### 845.3

ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.

### 845.4

〈αἰαῖ αἰαῖ,〉 ἔλιπες ἔλιπες, ὦ φίλα

### 845.5

γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾶι φέγγος θ’ ἁλίοιο καὶ νυκτὸς ἀ‐

### 845.6

στερωπὸν σέλας.

### 845.7

Χο. ὦ τάλας, ὅσον κακὸν ἔχει δόμος·

### 845.8

δάκρυσί μου βλέφαρα καταχυθέντα τέγ‐

### 845.9

γεται σᾶι τύχαι.

### 855.1

τὸ δ’ ἐπὶ τῶιδε πῆμα φρίσσω πάλαι.

### 855.2

Θη. ἔα ἔα·

### 856.1

τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς

### 856.2

ἠρτημένη; θέλει τι σημῆναι νέον;

### 856.3

ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς

### 856.4

ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;

### 860.1

θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως

### 860.2

οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.

### 860.3

καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου

### 860.4

τῆς οὐκέτ’ οὔσης οἵδε προσσαίνουσί με.

### 860.5

φέρ’ ἐξελίξας περιβολὰς σφραγισμάτων

### 865.1

ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.

### 865.2

Χο. φεῦ φεῦ, τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς

### 865.3

ἐπεισφρεῖ θεὸς κακόν· ἐμοὶ [μὲν οὖν ἀβίοτος βίου]

*[crux: ἐμοὶ]*

### 865.4

τύχα πρὸς τὸ κρανθὲν εἴη τυχεῖν·

### 865.5

ὀλομένους γάρ, οὐκέτ’ ὄντας, λέγω,

### 870.1

φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.

### 870.2

[ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήληις δόμους,

### 870.3

αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος

### 870.4

οἰωνὸν ὥστε μάντις εἰσορῶ κακόν.]

### 870.5

Θη. οἴμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῶι κακόν,

### 875.1

οὐ τλητὸν οὐδὲ λεκτόν· ὦ τάλας ἐγώ.

### 875.2

Χο. τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.

### 875.3

Θη. βοᾶι βοᾶι δέλτος ἄλαστα· πᾶι φύγω

### 875.4

βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,

### 875.5

οἷον οἷον εἶδον γραφαῖς μέλος

### 880.1

φθεγγόμενον τλάμων.

### 880.2

Χο. αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.

### 880.3

Θη. τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις

### 880.4

καθέξω δυσεκπέρατον ὀλοὸν

### 880.5

κακόν· ἰὼ πόλις.

### 885.1

Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν

### 885.2

βίαι, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.

### 885.3

ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε

### 885.4

ἀρὰς ὑπέσχου τρεῖς, μιᾶι κατέργασαι

### 885.5

τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι

### 890.1

τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.

### 890.2

Χο. ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν,

### 890.3

γνώσηι γὰρ αὖθις ἀμπλακών· ἐμοὶ πιθοῦ.

### 890.4

Θη. οὐκ ἔστι. καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,

### 890.5

δυοῖν δὲ μοίραιν θατέραι πεπλήξεται·

### 895.1

ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους

### 895.2

θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων

### 895.3

ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος

### 895.4

ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.

### 895.5

Χο. καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ

### 895.6

Θησεῦ, τὸ λῶιστον σοῖσι βούλευσαι δόμοις.

### 895.7

Ιπ. κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,

### 895.8

σπουδῆι· τὸ μέντοι πρᾶγμ’ ὅτωι στένεις ἔπι

### 895.9

οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.

### 905.1

ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ,

### 905.2

νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·

### 905.3

ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε

### 905.4

οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.

### 905.5

τί χρῆμα πάσχει; τῶι τρόπωι διόλλυται;

### 910.1

πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.

### 910.2

σιγᾶις; σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς.

### 910.3

[ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν

### 910.4

κἀν τοῖς κακοῖσι λίχνος οὖς’ ἁλίσκεται.]

### 910.5

οὐ μὴν φίλους γε, κἄτι μᾶλλον ἢ φίλους,

### 915.1

κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.

### 915.2

Θη. ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,

### 915.3

τί δὴ τέχνας μὲν μυρίας διδάσκετε

### 915.4

καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,

### 915.5

ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,

### 920.1

φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;

### 920.2

Ιπ. δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν

### 920.3

τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.

### 920.4

ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,

### 920.5

δέδοικα μή σου γλῶσς’ ὑπερβάλληι κακοῖς.

### 925.1

Θη. φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον

### 925.2

σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,

### 925.3

ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,

### 925.4

δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,

### 925.5

τὴν μὲν δικαίαν τὴν δ’ ὅπως ἐτύγχανεν,

### 930.1

ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο

### 930.2

πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.

### 930.3

Ιπ. ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;

### 930.4

ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με

### 935.1

λόγοι, παραλλάσσοντες ἔξεδροι φρενῶν.

### 935.2

Θη. φεῦ τῆς βροτείας—ποῖ προβήσεται; —φρενός.

### 935.3

τί τέρμα τόλμης καὶ θράσους γενήσεται;

### 935.4

εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,

### 935.5

ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν

### 940.1

πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ

### 940.2

ἄλλην δεήσει γαῖαν ἣ χωρήσεται

### 940.3

τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.

### 940.4

σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς

### 940.5

ἤισχυνε τἀμὰ λέκτρα κἀξελέγχεται

### 945.1

πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.

### 945.2

δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθα,

### 945.3

τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.

### 945.4

σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ

### 945.5

ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος; οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ

### 945.6

θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.

### 945.7

ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς

### 945.8

σίτοις καπήλευ’ Ὀρφέα τ’ ἄνακτ’ ἔχων

### 945.9

βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·

### 955.1

ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ

### 955.2

φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ

### 955.3

σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.

### 955.4

τέθνηκεν ἥδε· τοῦτό ς’ ἐκσώσειν δοκεῖς;

### 955.5

ἐν τῶιδ’ ἁλίσκηι πλεῖστον, ὦ κάκιστε σύ·

### 960.1

ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι

### 960.2

τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε ς’ αἰτίαν φυγεῖν; μισεῖν σε φήσεις τήνδε, καὶ τὸ δὴ νόθον

### 960.3

τοῖς γνησίοισι πολέμιον πεφυκέναι;

### 960.4

κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις

### 965.1

εἰ δυσμενείαι σῆι τὰ φίλτατ’ ὤλεσεν.

### 965.2

ἀλλ’ ὡς τὸ σῶφρον ἀνδράσιν μὲν οὐκ ἔνι,

### 965.3

γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους

### 965.4

οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,

### 965.5

ὅταν ταράξηι Κύπρις ἡβῶσαν φρένα·

### 970.1

τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.

### 970.2

νῦν οὖν—τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις

### 970.3

νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;

### 970.4

ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,

### 970.5

καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόληις

### 975.1

μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.

### 975.2

εἰ γὰρ παθών γέ σου τάδ’ ἡσσηθήσομαι,

### 975.3

οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ

### 975.4

κτανεῖν ἑαυτὸν ἀλλὰ κομπάζειν μάτην,

### 975.5

οὐδ’ αἱ θαλάσσηι σύννομοι Σκιρωνίδες

### 980.1

φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.

### 980.2

Χο. οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα

### 980.3

θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.

### 980.4

Ιπ. πάτερ, μένος μὲν ξύντασις τε σῶν φρενῶν

### 980.5

δεινή· τὸ μέντοι πρᾶγμ’, ἔχον καλοὺς λόγους,

### 985.1

εἴ τις διαπτύξειεν οὐ καλὸν τόδε.

### 985.2

ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον, ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος·

### 985.3

ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς

### 985.4

φαῦλοι παρ’ ὄχλωι μουσικώτεροι λέγειν.

### 990.1

ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,

### 990.2

γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν

### 990.3

ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν

### 990.4

οὐκ ἀντιλέξοντ’. εἰσορᾶις φάος τόδε

### 990.5

καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,

### 995.1

οὐδ’ ἢν σὺ μὴ φῆις, σωφρονέστερος γεγώς.

### 995.2

ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν

### 995.3

φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις

### 995.4

ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ

### 995.5

μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις, οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,

### 995.6

ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.

### 995.7

ἑνὸς δ’ ἄθικτος, ὧι με νῦν ἔχειν δοκεῖς·

### 995.8

λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας.

### 995.9

οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγωι κλύων

### 1005.1

γραφῆι τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν

### 1005.2

πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.

### 1005.3

καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει ς’· ἴτω·

### 1005.4

δεῖ δή σε δεῖξαι τῶι τρόπωι διεφθάρην.

### 1005.5

πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο

### 1010.1

πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;

### 1010.2

μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.

### 1010.3

ἀλλ’ ὡς τυραννεῖν ἡδὺ τοῖσι σώφροσιν;

### 1010.4

ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν

*[crux: ἥκιστά γ’, εἰ μὴ]*

### 1015.1

θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.

### 1015.2

ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς

### 1015.3

πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος

### 1015.4

σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις·

### 1015.5

πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν

### 1020.1

κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.

### 1020.2

ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·

### 1020.3

εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγὼ

### 1020.4

καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,

### 1020.5

ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·

### 1025.1

νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς

### 1025.2

ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων

### 1025.3

μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.

### 1025.4

ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος

### 1025.5

[ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,]

### 1030.1

καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου

### 1030.2

σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.

### 1030.3

τί δ’ ἥδε δειμαίνους’ ἀπώλεσεν βίον

### 1030.4

οὐκ οἶδ’, ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν·

### 1030.5

ἐσωφρόνησε δ’ οὐκ ἔχουσα σωφρονεῖν,

### 1035.1

ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.

### 1035.2

Χο. ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφὴν

### 1035.3

ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.

### 1035.4

Θη. ἆρ’ οὐκ ἐπωιδὸς καὶ γόης πέφυχ’ ὅδε,

### 1035.5

ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίαι

### 1040.1

ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;

### 1040.2

Ιπ. καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·

### 1040.3

εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,

### 1040.4

ἔκτεινά τοί ς’ ἂν κοὐ φυγαῖς ἐζημίουν,

### 1040.5

εἴπερ γυναικὸς ἠξίους ἐμῆς θιγεῖν.

### 1045.1

Θη. ὡς ἄξιον τόδ’ εἶπας. οὐχ οὕτω θανῆι,

### 1045.2

ὥσπερ σὺ σαυτῶι τόνδε προύθηκας νόμον·

### 1045.3

ταχὺς γὰρ Ἅιδης ῥᾶιστος ἀνδρὶ δυστυχεῖ·

### 1045.4

ἀλλ’ ἐκ πατρώιας φυγὰς ἀλητεύων χθονὸς

### 1045.5

ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον. [μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.]

### 1045.6

Ιπ. οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον

### 1045.7

δέξηι καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾶις χθονός;

### 1045.8

Θη. πέραν γε Πόντου καὶ τόπων Ἀτλαντικῶν,

### 1045.9

εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.

### 1055.1

Ιπ. οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων

### 1055.2

φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;

### 1055.3

Θη. ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη

### 1055.4

κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.

### 1060.1

Ιπ. ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,

### 1060.2

ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;

### 1060.3

οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,

### 1060.4

μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.

### 1060.5

Θη. οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.

### 1065.1

οὐκ εἶ πατρώιας ἐκτὸς ὡς τάχιστα γῆς;

### 1065.2

Ιπ. ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων

### 1065.3

δόμους ἔσειμι, τῆιδ’ ἐπ’ αἰτίαι φυγών;

### 1065.4

Θη. ὅστις γυναικῶν λυμεῶνας ἥδεται

### 1065.5

ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.

### 1070.1

Ιπ. αἰαῖ, πρὸς ἧπαρ· δακρύων ἐγγὺς τόδε,

### 1070.2

εἰ δὴ κακός γε φαίνομαι δοκῶ τε σοί.

### 1070.3

Θη. τότε στενάζειν καὶ προγιγνώσκειν ς’ ἐχρῆν

### 1070.4

ὅτ’ ἐς πατρώιαν ἄλοχον ὑβρίζειν ἔτλης.

### 1070.5

Ιπ. ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι

### 1075.1

καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.

### 1075.2

Θη. ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·

### 1075.3

τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.

### 1075.4

Ιπ. φεῦ·

### 1078.1

εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον

### 1078.2

στάνθ’, ὡς ἐδάκρυς’ οἷα πάσχομεν κακά.

### 1080.1

Θη. πολλῶι γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.

### 1080.2

Ιπ. ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·

### 1080.3

μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.

### 1080.4

Θη. οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετε

### 1085.1

πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;

### 1085.2

Ιπ. κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ γε θίξεται·

### 1085.3

σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.

### 1085.4

Θη. δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσηι λόγοις·

### 1085.5

οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς.

### 1090.1

Ιπ. ἄραρεν, ὡς ἔοικεν. ὦ τάλας ἐγώ,

### 1090.2

ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω.

### 1090.3

ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,

### 1090.4

σύνθακε, συγκύναγε, φευξούμεσθα δὴ

### 1090.5

κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις

### 1095.1

καὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,

### 1095.2

ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα,

### 1095.3

χαῖρ’· ὕστατον γάρ ς’ εἰσορῶν προσφθέγγομαι.

### 1095.4

ἴτ’, ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,

### 1095.5

προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός· ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον

### 1095.6

ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῶι δοκεῖ πατρί.

### 1095.7

ΘΕΡΑΠΟΝΤΕΣ

### 1102.1

ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας

### 1102.2

ἔλθηι,

### 1104-1105

λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθων

### 1106-1107

λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι

### 1107.1

λεύσσων·

### 1107.2

ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται

### 1107.3

ἀνδράσιν αἰὼν

### 1110.1

πολυπλάνητος αἰεί.

### 1110.2

Χο. εἴθε μοι εὐξαμέναι θεόθεν τάδε μοῖρα

### 1110.3

παράσχοι,

### 1114

τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·

### 1115.1

δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος

### 1115.2

ἐνείη,

### 1118.1

ῥάιδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ

### 1118.2

βίον συνευτυχοίην.

### 1120-1121

Θε. οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω, παρὰ δ’ ἐλπίδ’

### 1122.1

ἃ λεύσσω·

### 1122.2

ἐπεὶ τὸν Ἑλλανίας φανερώτατον ἀστέρ’ Ἀφαίας

### 1122.3

εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς

### 1125.1

ἄλλαν ἐπ’ αἶαν ἱέμενον.

### 1125.2

ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς, ὦ δρυμὸς ὄρεος ὅθι κυνῶν

### 1128-1129

ὠκυπόδων μέτα θῆρας ἔναιρεν

### 1130.1

Δίκτυνναν ἀμφὶ σεμνάν.

### 1130.2

Χο. οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσηι

### 1130.3

τὸν ἀμφὶ Λίμνας τρόχον κατέχων ποδὶ

### 1134

γυμνάδος ἵππου·

### 1135.1

μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν

### 1135.2

λήξει πατρῶιον ἀνὰ δόμον·

### 1135.3

ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι

### 1135.4

Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·

### 1139-1140

νυμφιδία δ’ ἀπόλωλε φυγᾶι σᾶι

### 1141.1

λέκτρων ἅμιλλα κούραις.

### 1141.2

ἐγὼ δὲ σᾶι δυστυχίαι

### 1141.3

δάκρυσιν διοίσω

### 1141.4

πότμον ἄποτμον. ὦ τάλαινα μᾶτερ,

### 1145.1

ἔτεκες ἀνόνατα· φεῦ,

### 1145.2

μανίω θεοῖσιν.

### 1145.3

ἰὼ ἰώ·

### 1145.4

συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶς

### 1145.5

οὐδὲν ἄτας αἴτιον πέμπετε τῶνδ’ ἀπ’ οἴκων;

### 1145.6

καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ

### 1145.7

σπουδῆι σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.

### 1145.8

ΑΓΓΕΛΟΣ

### 1153.1

ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν

### 1153.2

εὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι

### 1155.1

σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω;

### 1155.2

Χο. ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται.

### 1155.3

Αγ. Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον

### 1155.4

σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν

### 1155.5

ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.

### 1160.1

Θη. τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέρα

### 1160.2

δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις;

### 1160.3

Αγ. Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·

### 1160.4

δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.

### 1160.5

Θη. πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος

### 1165.1

ὅτου κατήισχυν’ ἄλοχον ὡς πατρὸς βίαι;

### 1165.2

Αγ. οἰκεῖος αὐτὸν ὤλες’ ἁρμάτων ὄχος

### 1165.3

ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῶι πατρὶ

### 1165.4

πόντου κρέοντι παιδὸς ἠράσω πέρι.

### 1165.5

Θη. ὦ θεοί, Πόσειδόν θ’· ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ

### 1170.1

ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.

### 1170.2

πῶς καὶ διώλετ’; εἰπέ, τῶι τρόπωι Δίκης

### 1170.3

ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντά με;

### 1170.4

Αγ. ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας

### 1170.5

ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας

### 1175.1

κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων

### 1175.2

ὡς οὐκέτ’ ἐν γῆι τῆιδ’ ἀναστρέψοι πόδα

### 1175.3

Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.

### 1175.4

ὁ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος

### 1175.5

ἡμῖν ἐπ’ ἀκτάς, μυρία δ’ ὀπισθόπους

### 1180.1

φίλων ἅμ’ ἔστειχ’ ἡλίκων 〈θ’〉 ὁμήγυρις.

### 1180.2

χρόνωι δὲ δή ποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·

### 1180.3

Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.

### 1180.4

ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,

### 1180.5

δμῶες, πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.

### 1185.1

τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,

### 1185.2

καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας

### 1185.3

πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.

### 1185.4

μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,

### 1185.5

αὐταῖς ἐν ἀρβύλαισιν ἁρμόσας πόδας.

### 1190.1

καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·

### 1190.2

Ζεῦ, μηκέτ’ εἴην εἰ κακὸς πέφυκ’ ἀνήρ·

### 1190.3

αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ

### 1190.4

ἤτοι θανόντας ἢ φάος δεδορκότας.

### 1190.5

κἀν τῶιδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν

### 1195.1

πώλοις ἁμαρτῆι· πρόσπολοι δ’ ὑφ’ ἅρματος πέλας χαλινῶν εἱπόμεσθα δεσπότηι

### 1195.2

τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.

### 1195.3

ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,

### 1195.4

ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.

### 1195.5

ἔνθεν τις ἠχὼ χθόνιος, ὡς βροντὴ Διός,

### 1195.6

βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·

### 1195.7

ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν

### 1195.8

ἵπποι, παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς

### 1205.1

πόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθους

### 1205.2

ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν

### 1205.3

κῦμ’ οὐρανῶι στηρίζον, ὥστ’ ἀφηιρέθη

### 1205.4

Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν,

### 1205.5

ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.

### 1210.1

κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν

### 1210.2

πολὺν καχλάζον ποντίωι φυσήματι

### 1210.3

χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.

### 1210.4

αὐτῶι δὲ σὺν κλύδωνι καὶ τρικυμίαι

### 1210.5

κῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας·

### 1215.1

οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη

### 1215.2

φρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲ

### 1215.3

κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.

### 1215.4

εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·

### 1215.5

καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν

### 1220.1

πολὺς ξυνοικῶν ἥρπας’ ἡνίας χεροῖν,

### 1220.2

ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνήρ,

### 1220.3

ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·

### 1220.4

αἱ δ’ ἐνδακοῦσαι στόμια πυριγενῆ γνάθοις βίαι φέρουσιν, οὔτε ναυκλήρου χερὸς

### 1225.1

οὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων

### 1225.2

μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ

### 1225.3

γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,

### 1225.4

προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν,

### 1225.5

ταῦρος, φόβωι τέτρωρον ἐκμαίνων ὄχον·

### 1230.1

εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,

### 1230.2

σιγῆι πελάζων ἄντυγι ξυνείπετο,

### 1230.3

ἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν

### 1230.4

ἁψῖδα πέτρωι προσβαλὼν ὀχήματος.

### 1230.5

σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνω

### 1235.1

τροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα,

### 1235.2

αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς

### 1235.3

δεσμὸν δυσεξέλικτον ἕλκεται δεθείς,

### 1235.4

σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα

### 1235.5

θραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν·

### 1240.1

Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,

### 1240.2

μή μ’ ἐξαλείψητ’. ὦ πατρὸς τάλαιν’ ἀρά·

### 1240.3

τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;

### 1240.4

πολλοὶ δὲ βουληθέντες ὑστέρωι ποδὶ

### 1240.5

ἐλειπόμεσθα. χὠ μὲν ἐκ δεσμῶν λυθεὶς

### 1245.1

τμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτωι τρόπωι

### 1245.2

πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·

### 1245.3

ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας

### 1245.4

ταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός. δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ, ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε,

### 1245.5

τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός,

### 1245.6

οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος

### 1245.7

καὶ τὴν ἐν Ἴδηι γραμμάτων πλήσειέ τις

### 1245.8

πεύκην· ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.

### 1255.1

Χο. αἰαῖ, κέκρανται συμφορὰ νέων κακῶν,

### 1255.2

οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή.

### 1255.3

Θη. μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε

### 1255.4

λόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενος

### 1255.5

θεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ,

### 1260.1

οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.

### 1260.2

Αλ. πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον

### 1260.3

δράσαντας ἡμᾶς σῆι χαρίζεσθαι φρενί;

### 1260.4

φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν

### 1260.5

οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσηι.

### 1265

Θη. κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν

### 1267

λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς

### 1266

τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη.

### 1268.1

Χο. σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν

### 1268.2

ἄγεις, Κύπρι, σὺν δ’ ὁ ποι‐

### 1270.1

κιλόπτερος ἀμφιβαλὼν

### 1270.2

ὠκυτάτωι πτερῶι·

### 1270.3

ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’

### 1270.4

ἁλμυρὸν ἐπὶ πόντον, θέλγει δ’ Ἔρως ὧι μαινομέναι κραδίαι

### 1275

πτανὸς ἐφορμάσηι χρυσοφαής,

### 1277.1

φύσιν ὀρεσκόων σκύμνων πελαγίων θ’

### 1277.2

ὅσα τε γᾶ τρέφει

### 1277.3

τά τ’ αἰθόμενος ἅλιος δέρκεται

### 1280.1

ἄνδρας τε· συμπάντων βασιληίδα τι‐

### 1280.2

μάν, Κύπρι, τῶνδε μόνα κρατύνεις.

### 1283

ΑΡΤΕΜΙΣ

### 1283.1

σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι

### 1283.2

παῖδ’ ἐπακοῦσαι·

### 1285.1

Λητοῦς δὲ κόρη ς’ Ἄρτεμις αὐδῶ.

### 1285.2

Θησεῦ, τί τάλας τοῖσδε συνήδηι,

### 1285.3

παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας

### 1285.4

ψεύδεσι μύθοις ἀλόχου πεισθεὶς

### 1285.5

ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην.

### 1290.1

πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις

### 1290.2

δέμας αἰσχυνθείς,

### 1290.3

ἢ πτηνὸν ἄω μεταβὰς βίοτον

### 1290.4

πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις;

### 1290.5

ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι

### 1295.1

κτητὸν βιότου μέρος ἐστίν.

### 1295.2

ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν.

### 1295.3

καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε·

### 1295.4

ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα

### 1295.5

τοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνηι, καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ

### 1295.6

γενναιότητα. τῆς γὰρ ἐχθίστης θεῶν

### 1295.7

ἡμῖν ὅσαισι παρθένειος ἡδονὴ

### 1295.8

δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν·

### 1295.9

γνώμηι δὲ νικᾶν τὴν Κύπριν πειρωμένη

### 1305.1

τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς,

### 1305.2

ἣ σῶι δι’ ὅρκων παιδὶ σημαίνει νόσον.

### 1305.3

ὁ δ’, ὥσπερ οὖν δίκαιον, οὐκ ἐφέσπετο

### 1305.4

λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος

### 1305.5

ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς·

### 1310.1

ἡ δ’ εἰς ἔλεγχον μὴ πέσηι φοβουμένη

### 1310.2

ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν

### 1310.3

δόλοισι σὸν παῖδ’, ἀλλ’ ὅμως ἔπεισέ σε.

### 1310.4

Θη. οἴμοι.

### 1310.5

Αρ. δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος,

### 1314

τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξηις πλέον.

### 1315.1

ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;

### 1315.2

ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,

### 1315.3

ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρῶν τινα.

### 1315.4

πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς

### 1315.5

ἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ἤινεσεν·

### 1320.1

σὺ δ’ ἔν τ’ ἐκείνωι κἀν ἐμοὶ φαίνηι κακός,

### 1320.2

ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα

### 1320.3

ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνωι μακρῶι

### 1320.4

σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ ς’ ἐχρῆν

### 1320.5

ἀρὰς ἐφῆκας παιδὶ καὶ κατέκτανες.

### 1325.1

Θη. δέσποιν’, ὀλοίμην. Αρ. δείν’ ἔπραξας, ἀλλ’ ὅμως

### 1325.2

ἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·

### 1325.3

Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τάδε,

### 1325.4

πληροῦσα θυμόν. θεοῖσι δ’ ὦδ’ ἔχει νόμος·

### 1325.5

οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίαι

### 1330.1

τῆι τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί.

### 1330.2

ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη

### 1330.3

οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ

### 1330.4

ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ

### 1330.5

θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν

### 1335.1

τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·

### 1335.2

ἔπειτα δ’ ἡ θανοῦς’ ἀνήλωσεν γυνὴ

### 1335.3

λόγων ἐλέγχους, ὥστε σὴν πεῖσαι φρένα.

### 1335.4

μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά,

### 1335.5

λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ

### 1340.1

θνήισκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς

### 1340.2

αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.

### 1340.3

Χο. καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει, σάρκας νεαρὰς ξανθόν τε κάρα

### 1340.4

διαλυμανθείς. ὦ πόνος οἴκων,

### 1345.1

οἷον ἐκράνθη δίδυμον μελάθροις

### 1345.2

πένθος θεόθεν καταληπτόν.

### 1345.3

Ιπ. αἰαῖ αἰαῖ·

### 1345.4

δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου

### 1345.5

χρησμοῖς ἀδίκοις διελυμάνθην. ἀπόλωλα τάλας, οἴμοι μοι.

### 1345.6

διά μου κεφαλῆς ἄισσους’ ὀδύναι

### 1345.7

κατά τ’ ἐγκέφαλον πηδᾶι σφάκελος·

### 1345.8

σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.

### 1345.9

ἒ ἔ·

### 1355.1

ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς

### 1355.2

βόσκημα χερός,

### 1355.3

διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.

### 1355.4

φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμα, δμῶες,

### 1355.5

χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.

### 1360.1

τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;

### 1360.2

πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε

### 1360.3

τὸν κακοδαίμονα καὶ κατάρατον

### 1360.4

πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾶις;

### 1360.5

ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,

### 1365.1

ὅδ’ ὁ σωφροσύνηι πάντας ὑπερσχών,

### 1365.2

προῦπτον ἐς Ἅιδην στείχω, κατ’ ἄκρας ὀλέσας βίοτον, μόχθους δ’ ἄλλως

### 1365.3

τῆς εὐσεβίας

### 1365.4

εἰς ἀνθρώπους ἐπόνησα.

### 1370.1

αἰαῖ αἰαῖ·

### 1370.2

καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει·

### 1370.3

μέθετέ με τάλανα,

### 1370.4

καί μοι θάνατος παιὰν ἔλθοι.

### 1370.5

προσαπόλλυτέ μ’ ὄλλυτε τὸν δυσδαί‐

*[crux: προσαπόλλυτέ]*

### 1375.1

μονα· ἀμφιτόμου λόγχας ἔραμαι,

### 1375.2

διαμοιρᾶσαι κατά τ’ εὐνᾶσαι

### 1375.3

τὸν ἐμὸν βίοτον.

### 1375.4

ὦ πατρὸς ἐμοῦ δύστανος ἀρά·

### 1375.5

μιαιφόνον τι σύγγονον

### 1380.1

παλαιῶν προγεννη‐

### 1380.2

τόρων ἐξορίζεται

### 1381.1

κακὸν οὐδὲ μένει,

### 1381.2

ἔμολέ τ’ ἐπ’ ἐμέ—τί ποτε, τὸν οὐ‐

### 1381.3

δὲν ὄντ’ ἐπαίτιον κακῶν;

### 1381.4

ἰώ μοί μοι.

### 1385

τί φῶ; πῶς ἀπαλλά‐

### 1385.1

ξω βιοτὰν ἐμὰν τοῦδ’ ἀνάλγητον πάθους;

### 1385.2

εἴθε με κοιμάσειε τὸν

### 1385.3

δυσδαίμον’ Ἅιδα μέλαι‐

### 1388.1

να νύκτερός τ’ ἀνάγκα.

### 1388.2

Αρ. ὦ τλῆμον, οἵαι συμφορᾶι συνεζύγης·

### 1390.1

τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.

### 1390.2

Ιπ. ἔα·

### 1391.1

ὦ θεῖον ὀσμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς

### 1391.2

ὢν ἠισθόμην σου κἀνεκουφίσθην δέμας.

### 1391.3

ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.

### 1391.4

Αρ. ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.

### 1395.1

Ιπ. ὁρᾶις με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;

### 1395.2

Αρ. ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.

### 1395.3

Ιπ. οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης.

### 1395.4

Αρ. οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.

### 1395.5

Ιπ. οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ. Αρ. Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο.

### 1395.6

Ιπ. οἴμοι, φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.

### 1395.7

Αρ. τιμῆς ἐμέμφθη, σωφρονοῦντι δ’ ἤχθετο.

### 1395.8

Ιπ. τρεῖς ὄντας ἡμᾶς ὤλες’, ἤισθημαι, μία.

### 1395.9

Αρ. πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.

### 1405.1

Ιπ. ὤιμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.

### 1405.2

Αρ. ἐξηπατήθη δαίμονος βουλεύμασιν.

### 1405.3

Ιπ. ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.

### 1405.4

Θη. ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.

### 1405.5

Ιπ. στένω σε μᾶλλον ἢ ’μὲ τῆς ἁμαρτίας.

### 1410.1

Θη. εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.

### 1410.2

Ιπ. ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.

### 1410.3

Θη. ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.

### 1410.4

Ιπ. τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.

### 1410.5

Θη. δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.

### 1415

Ιπ. φεῦ·

### 1415.1

εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.

### 1415.2

Αρ. ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον

### 1415.3

θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας

### 1415.4

ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας,

### 1415.5

σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν·

### 1420.1

ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς

### 1420.2

ὃς ἂν μάλιστα φίλτατος κυρῆι βροτῶν

### 1420.3

τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.

### 1420.4

σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν

### 1420.5

τιμὰς μεγίστας ἐν πόλει Τροζηνίαι

### 1425.1

δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος

### 1425.2

κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ

### 1425.3

πένθη μέγιστα δακρύων καρπουμένωι·

### 1425.4

ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων

### 1425.5

ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν

### 1430.1

ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται. σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ

### 1430.2

σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·

### 1430.3

ἄκων γὰρ ὤλεσάς νιν, ἀνθρώποισι δὲ

### 1430.4

θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.

### 1435.1

καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,

### 1435.2

Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ἧι διεφθάρης.

### 1435.3

καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν

### 1435.4

οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·

### 1435.5

ὁρῶ δέ ς’ ἤδη τοῦδε πλησίον κακοῦ.

### 1440.1

Ιπ. χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία·

### 1440.2

μακρὰν δὲ λείπεις ῥαιδίως ὁμιλίαν.

### 1440.3

λύω δὲ νεῖκος πατρὶ χρηιζούσης σέθεν·

### 1440.4

καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.

### 1440.5

αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·

### 1445.1

λαβοῦ πάτερ μου καὶ κατόρθωσον δέμας.

### 1445.2

Θη. οἴμοι, τέκνον, τί δρᾶις με τὸν δυσδαίμονα;

### 1445.3

Ιπ. ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.

### 1445.4

Θη. ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;

### 1445.5

Ιπ. οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου. Θη. τί φήις; ἀφίης αἵματός μ’ ἐλεύθερον;

### 1445.6

Ιπ. τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.

### 1445.7

Θη. ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνηι πατρί.

### 1445.8

Ιπ. ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.

### 1445.9

Θη. οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.

### 1455.1

Ιπ. τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.

### 1455.2

Θη. μή νυν προδῶις με, τέκνον, ἀλλὰ καρτέρει.

### 1455.3

Ιπ. κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.

### 1455.4

κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.

### 1455.5

Θη. ὦ κλείν’ Ἀφαίας Παλλάδος θ’ ὁρίσματα,

### 1460.1

οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ,

### 1460.2

ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.

### 1460.3

Χο. κοινὸν τόδ’ ἄχος πᾶσι πολίταις

### 1460.4

ἦλθεν ἀέλπτως.

### 1460.5

πολλῶν δακρύων ἔσται πίτυλος·

### 1465

τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς φῆμαι μᾶλλον κατέχουσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-ak`.
