ΑΛΚΜΕΩΝ ΔΙΑ ΚΟΡΙΝΘΟΥ
κἀγὼ μὲν ἄτεκνος ἐγενόμην κείνης ἄπο·
Ἀλκμέωνι δʼ ἔτεκε δίδυμα τέκνα παρθένος.
ΑΛΕΞΑΝΔΡΟΣ
Χορός καὶ μὴν δέδορκα παῖδα Κασάνδραν σέθεν
ἥκουσαν ἀδύτων ὧδε Φοιβείων πάρος.
… τύχηι δίδωμι πάντα
… κρείσσων πεφυκὼς ἔφερε τἀπινίκια
… ἦ καὶ στέφουσιν αὐτὸν ὄντα δυσγενῆ;
… καί φασιν εἶναί γʼ ἄξιον
… ὁ δʼ ὧδε μορφῆι διαφέρων ἴσον σθένει;
… ἅπανθʼ, ὅσʼ ἄνδρα χρὴ τὸν εὐγενῆ, τελεῖ.
… ἀγῶνα ποῦ κρίνουσι;
… Πρίαμος τίθησιν
… εἰς τόνδε νικητήριʼ ἦλθε δὴ τίνα;
… ἱερός τʼ ἐλᾶιδος θαλλός
Χορός ἀλλʼ εἰσορῶ γὰρ Ἕκτορʼ ἐξ ἀγωνίων
ἥκοντα μόχθων σύγγονόν τε, παῖδε σώ·
πάρεισι δʼ, εἴς θʼ ἅμιλλαν ἥκουσιν λόγων.
Δηΐφοβος ἐπήινεσʼ οὐδένʼ ὅστις ἐστὶ δυσχερὴς
ἁλοὺς δὲ τοῖς κακοῖσι μαλθάσσει φρένας.
Ἕκτωρ μάταιος ὅστις μίκρʼ ἔχων ἐγκλήματα
δεινὸν νομίζει καὶ συνέστηκεν φόβωι.
Δηΐφοβος πῶς γάρ, κασίγνηθʼ Ἕκτορ, οὐκ ἀλγεῖς φρένας
δούλου παρʼ ἀνδρὸς ἆθλʼ ἀπεστερη- μένος;
Ἕκτωρ λίαν ἀθυμεῖς, Δηίφοβε· τί γάρ με δεῖ
μισεῖν νιν; οὔ τοι καιρὸς ὠδίνειν φρέ- νας.
Δηΐφοβος ἀργοῦντι θυμῶι ῥαιδίως φέρεις τάδε,
ἥσσων δὲ δούλου Φρυξὶν ἐμφανὴς ἔσηι.
… καὶ τοὺς λάθραι λέγοντας ὡς ἐλεύθερα
δούλης γυναικὸς παῖς ἐνίκησεν τέκνα.
μή νυν ἔτʼ εἰσὶν τ
ἀλλὰ οὐκ, ἰώ μοι, δυνατὰ ταῦθʼ ἡμῖν φέρειν,
κεῖνον μὲν ὄνθʼ ὃς ἔστι θαυμάζειν Φρύγας,
Πριάμου δὲ νίκηι μὴ γεραίρεσθαι δόμους.
… πῶς οὖν μεταβαλεῖ ταῦτά γʼ ὥστʼ ἔχειν καλῶς;
… οὐ δῆλον ὥς σφε τῆιδε χειρὶ δεῖ θανεῖν;
… οὐ μὴν ἄτρωτός γʼ εἶσιν εἰς Ἅιδου δόμους.
… ποῦ νῦν ἂν εἴη καλλίνικʼ ἔχων στέφη;
… πᾶν ἄστυ πληροῖ Τρωικὸν γαυρούμενος.
… δεῦρʼ, εἰς βόλον γὰρ ἂν πέσοι.
Δηΐφοβος … εἰδῆις γʼ ὅτι κρατεῖ τῶν σῶν τέκνων
ΑΝΤΙΟΠΗ
Ἀμφίων … τούσδε μήδʼ ὅπως φευξούμεθα.
ἀλλʼ εἴπερ ἡμᾶς Ζεὺς ἐγέννησεν πατήρ,
σώσει μεθʼ ἡμῶν τʼ ἐχθρὸν ἄνδρα τείσεται.
ἷκται δὲ πάντως εἰς τοσόνδε συμφορᾶς
ὥστʼ οὐδʼ ἂν ἐκφύγοιμεν εἰ βουλοίμεθα
Δίρκης νεῶρες αἷμα μὴ δοῦναι δίκην.
μένουσι δʼ ἡμῖν εἰς τόδʼ ἔρχεται τύχη
ὡς ἢ θανεῖν δεῖ τῶιδʼ ἐν ἡμέρας φάει,
ἤ τοι τροπαῖα πολεμίων στῆσαι χερί.
καὶ σοὶ μὲν οὕτω, μῆτερ, ἐξαυδῶ τάδε,
σοὶ δʼ ὃς τὸ λαμπρὸν αἰθέρος ναίεις πέδον
λέγω τοσοῦτον, μὴ γαμεῖν μὲν ἡδέως
σπείραντα δʼ εἶναι σοῖς τέκνοις ἀνωφελῆ·
οὐ γὰρ καλὸν τόδʼ, ἀλλὰ συμμαχεῖν φίλοις.
πιθοῦ πρὸς ἄγραν τʼ εὐτυχῆ θείης μολεῖν
ὅπως ἕλωμεν ἄνδρα δυσσεβέστατον.
Χορός ὅδʼ αὐτός, εἰ χρὴ δοξάσαι τυραννικῶι
σκήπτρωι, Λύκος πάρεστι· σιγῶμεν φίλοι.
… ποὔστʼ Ἀντιόπη … αι πέτραν
δρασμοῖς ἐπ
τίνες δὲ χοἰ συνδρῶντες ἐκ ποίας χθονός;
σημήνατʼ, εἴπαθʼ, ὡς ἔνεστʼ αὐτοὺς ἑλεῖν.
δεινὸν νομίζων, αὐτὸς οὐκ ἀτιμάσας
ἦλθον
Βουκόλος … σε κομίσας ἥδομαι κακῶν ἕκας.
… οὐκ ἀσφαλὲς τόδʼ εἶπας, ἄνθρωπε, στέγος.
… δρᾶν δεῖ τι· κείνους δʼ οἶδʼ ἐγὼ τεθνηκότας.
… καλῶς ἄρʼ, εἴπερ οἶσθα, ταξώμεσθα νῦν.
Βουκόλος τάξιν τίνʼ ἄλλην ἢ δόμων στείχειν ἔσω
ἐς τήνδʼ ἵνʼ ἡμεῖς καὶ πρὶν οἰκοῦμεν πέτραν;
Λύκος ἄφρων γʼ ἂν εἴην, τοὺς ξένους ἐῶν μʼ ἑλεῖν.
Βουκόλος ἀτὰρ λιπεῖν χρὴ δορυφόρους ἔξω θύρας.
Λύκος καλῶς ἔλεξας· πάνθʼ ἵνʼ αἴρωσιν φόβον.
Βουκόλος τὰ δʼ ἔνδον ἡμεῖς καὶ σὺ θήσομεν καλῶς.
Λύκος πόσοι δὲ καὶ τὸ πλῆθος εἰσὶν οἱ ξένοι;
… δʼ οὐκ ἔχουσιν ἐν χεροῖν.
Λύκος ἀλλʼ ἄγετε δή, φρουρεῖτε περίβολον πέτρας
πάντηι βλέποντες· κἄν τις ἐκπίπτηι δόμων
λάζυσθʼ· ἐγὼ δὲ παῖδα Νυκτέως ἐμῆι
θέλω φονεῦσαι χειρί· καὶ τάχʼ εἴσεται
θεοὺς τὸ πρὶν φιλοῦντας, ὡς μάτην λόγωι
ἐκόμπασʼ, ὄντας συμμάχους ἀνωφελεῖς.
Χορός ὅδʼ ἀρκύων ἀίδρις, ἂν θεὸς θέληι,
πληγεὶς πεσεῖται τήνδʼ ἀνὰ στέγην τάχα.
… μακαρίων σθένος βρόχοισι καταδεῖ
τὸν ἄδικον· βροτῶν δʼ αὖ τέχναις
τίς ἔφυγεν θεόν;
… ἰώ μοί μοι.
… ἔα ἔα·
καὶ δὴ πρὸς ἔργωι τῶν νεανίων χέρες. Λύκος ὦ πρόσπολοι δραμόντες οὐκ ἀρήξετε;
… ἀλαλάζεται στέγα·
βοᾶι … μέλος.
Λύκος ὦ γαῖα Κάδμου καὶ πόλισμʼ Ἀσωπικόν.
… κλύεις, ὁρᾶις;
παρακαλεῖ πόλιν φοβερός· αἵματος
δίκα τοι δίκα χρόνιος ἀλλʼ ὅμως
ἔλαβεν ὅταν ἴδηι τινʼ ἀσεβῆ βροτῶν.
… οἴμοι θανοῦμαι πρὸς δυοῖν ἀσύμμαχος.
… τὴν δʼ ἐν νεκροῖσιν οὐ στένεις δάμαρτα σήν;
… ἦ γὰρ τέθνηκεν; καινὸν αὖ λέγεις κακόν.
… ὁλκοῖς γε ταυρείοισι διαφορουμένη.
… πρὸς τοῦ; πρὸς ὑμῶν; τοῦτο γὰρ θέλω μαθεῖν.
… ἐκμανθάνοις ἂν ὡς ὄλωλʼ ἡμῶν ὕπο.
… ἀλλʼ ἦ τινων πεφύκαθʼ ὧν οὐκ οἶδʼ ἐγώ;
… τί τοῦτʼ ἐρευνᾶις; ἐν νεκροῖς πεύσει θανών.
Ἑρμῆς παῦσαι κελεύω φόνιον ἐξορμωμένους
ὁρμήν, ἄναξ Ἀμφῖον· ἐντολὰς δὲ σοὶ
Ἑρμῆς ὁ Μαίας τῶι τε … μένωι
τῶιδʼ ἐκ Διὸς κήρυγμʼ ἀφικόμην φέρων.
καὶ πρῶτα μέν σφιν μητρὸς ἐξερῶ πέρι,
ὡς Ζεὺς ἐμείχθη … ἀπαρνῆται τάδε
αὐτή τε δεινῆς συμφορᾶς ἀπηλλάγη
παῖδάς τε τούσδʼ ἐφηῦρεν ὄντας ἐκ Διός.
ὧν χρή σʼ ἀκούειν καὶ χθονὸς μοναρχίαν
ἑκόντα δοῦναι τοῖσδε Καδμείας, ἄναξ.
ὅταν δὲ θάπτηις ἄλοχον εἰς πυρὰν τιθεὶς
σαρκῶν ἀθροίσας τῆς ταλαιπώρου φύσιν
ὀστᾶ πυρώσας Ἄρεος εἰς κρήνην βαλεῖν,
ὡς ἂν τὸ Δίρκης ὄνομʼ ἐπώνυμον λάβηι
κρήνης ἀπόρρους, ὃς δίεισιν ἄστεως
πεδία τὰ Θήβης ὕδασιν ἐξαρδῶν ἀεί.
ὑμεῖς δʼ ἐπειδὰν ὅσιος ἦι Κάδμου πόλις
χωρεῖτε, παῖδες, ἄστυ δʼ Ἰσμηνὸν πάρα
ἑπτάστομον πύλαισιν ἐξαρτύετε.
σὺ μὲν … ντο πνεῦμα πολεμίων λαβών,
Ζήθωι τάδʼ εἶπον· δεύτερον δʼ Ἀμφίονα
λύραν ἄνωγα διὰ χερῶν ὡπλισμένον
μέλπειν θεοὺς ὠιδαῖσιν· ἕψονται δέ σοι
πέτραι τʼ ἐρυμναὶ μουσικῆι κηλούμεναι
δένδρη τε μητρὸς ἐκλιπόνθʼ ἑδώλια,
ὥστʼ εὐμάρειαν τεκτόνων θήσει χερί.
Ζεὺς τήνδε τίμην, σὺν δʼ ἐγὼ δίδωμί σοι,
οὗπερ τόδʼ εὕρημʼ ἔσχες, Ἀμφίων ἄναξ.
λεύκω δὲ πώλω τὼ Διὸς κεκλημένοι
τίμας μεγίστας ἕξετʼ ἐν Κάδμου πόλει.
καὶ λέκτρʼ ὁ μὲν Θηβαῖα λήψεται γαμῶν,
ὁ δʼ ἐκ Φρυγῶν κάλλιστον εὐνατήριον
τὴν Ταντάλου παῖδʼ· ἀλλʼ ὅσον τάχιστα χρὴ
σπεύδειν θεοῦ πέμψαντος οἷα βούλεται.
… ὦ πολλʼ ἄελπτα Ζεῦ τιθεὶς καθʼ ἡμέραν,
ἔδειξας εἰς φῶς τάσδʼ ἀβουλίας ἐμὰς
ἐσσφρα … δοκοῦντας οὐκ εἶναι Διός.
πάρεστε καὶ ζῆθʼ· ηὗρε μηνυτὴς χρόνος
ψευδεῖς μὲν ἡμᾶς, σφῶιν δὲ μητέρʼ εὐτυχῆ.
ἴτε νυν, κρατύνετʼ ἀντʼ ἐμοῦ τῆσδε χθονὸς
λαβόντε Κάδμου σκῆπτρα· τὴν γὰρ ἀξίαν
σφῶιν προστίθησιν Ζεὺς ἐγώ τε σὺν Διί.
Ἑρμῆι δὲ πίσυνος Ἄρεος εἰς κρήνην
βαλῶ
γυναῖκα θάψας, τῆσδʼ ὅπως θανοῦσα γῆς
νασμοῖσι τέγγηι πεδία Θηβαίας χθονός,
Δίρκη παρʼ ἀνδρῶν ὑστέρων κεκλημένη.
λύω δὲ νείκη καὶ τὰ πρὶν πεπραγμένα
ΚΡΗΤΕΣ
… οὐ γάρ τινʼ ἄλλην φημὶ τολμῆσαι τάδε·
σὺ δʼ ἐκ κακῶν, ἄναξ,
φρόντισον εὖ καλύψαι.
Πασιφάη ἀρνουμένη μὲν οὐκέτʼ ἂν πίθοιμί σε,
πάντως γὰρ ἤδη δῆλον ὡς ἔχει τάδε.
ἐγὼ γὰρ εἰ μὲν ἀνδρὶ προὔβαλον δέμας
τοὐμὸν λαθραίαν ἐμπολωμένη Κύπριν,
ὀρθῶς ἂν ἤδη μάχλος οὖσʼ ἐφαινόμην·
νῦν δʼ, ἐκ θεοῦ γὰρ προσβολῆς ἐμηνάμην,
ἀλγῶ μέν, ἐστὶ δʼ οὐχ ἑκούσιον κακόν.
ἔχει γὰρ οὐδὲν εἰκός· ἐς τί γὰρ βοὸς
βλέψασʼ ἐδήχθην θυμὸν αἰσχίστηι νόσωι;
ὡς εὐπρεπὴς μὲν ἐν πέπλοισιν ἦν ἰδεῖν,
πυρσῆς δὲ χαίτης καὶ παρʼ ὀμμάτων σέλας
οἰνωπὸν ἐξέλαμπε περκαίνων γένυν;
οὐ μὴν δέμας γʼ εὔρυθμον ὧδε νυμφίου·
τοιῶνδε λέκτρων εἵνεκʼ εἰς πεδοστιβῆ
ῥινὸν καθείσηι σῶμʼ ὅδʼ ἐξοργίζεται;
ἀλλʼ οὐδὲ παίδων φύτορʼ εἰκὸς ἦν πόσιν
θέσθαι· τί δῆτʼ ἂν τῆιδε μαινοίμην νόσωι;
δαίμων ὁ τοῦδε κἄμʼ ἐνέπλησεν κακῶν,
μάλιστα δʼ οὗτος οἴσεται ψόγον βροτῶν·
ταύρου γὰρ οὐκ ἔσφαξεν ὃν κατηύξατο
ἐλθόντα θύσειν φάσμα ποντίωι θεῶι.
ἐκ τῶνδέ τοί σʼ ὑπῆλθε κἀπετείσατο
δίκην Ποσειδῶν, ἐς δʼ ἔμʼ ἔσκηψεν τάδε.
κἄπειτʼ ἀυτεῖς καὶ σὺ μαρτύρηι θεοὺς
αὐτὸς τάδʼ ἔρξας καὶ καταισχύνας ἐμέ.
κἀγὼ μὲν ἡ τεκοῦσα κοὐδὲν αἰτία
ἔκρυψα πληγὴν δαίμονος θεήλατον,
σὺ δʼ, εὐπρεπῆ γὰρ κἀπιδείξασθαι καλά,
τῆς σῆς γυναικός, ὦ κάκιστʼ ἀνδρῶν φρονῶν,
ὡς οὐ μεθέξων πᾶσι κηρύσσεις τάδε.
σύ τοί μʼ ἀπόλλυς, σὴ γὰρ ἡ ʼξαμαρτία,
ἐκ σοῦ νοσοῦμεν. πρὸς τάδʼ εἴτε ποντίαν
κτείνειν δοκεῖ σοι, κτεῖνʼ· ἐπίστασαι δέ τοι
μιαιφόνʼ ἔργα καὶ σφαγὰς ἀνδροκτόνους·
εἴτʼ ὠμοσίτου τῆς ἐμῆς ἐρᾶις φαγεῖν
σαρκός, πάρεστι· μὴ λίπηις θοινώμενος.
ἐλεύθεροι γὰρ κοὐδὲν ἠδικηκότες
τῆς σῆς ἕκατι ζημίας θανούμεθα.
… πολλοῖσι δῆλον ὡς θεήλατον κακὸν
τόδʼ ἐστίν· ὀργῆι μὴ λίαν εἴξηις, ἄναξ.
Μίνως ἆρʼ ἐστόμωται; μᾶσσον ἢ ταῦρος βοᾶι.
χωρεῖτε, λόγχηι δʼ ἥδʼ ἴτω φρουρουμένη·
λάζυσθε τὴν πανοῦργον, ὡς καλῶς θάνηι,
καὶ τὴν ξυνεργὸν τήνδε, δωμάτων δʼ ἔσω
ἄγοντες αὐτὰς ἔρξατʼ ἐς κρυπτήριον,
ὡς μηκέτʼ εἰσίδωσιν ἡλίου κύκλον.
Χορός ἄναξ, ἐπίσχες· φροντίδος γὰρ ἄξιον
τὸ πρᾶγμα· νηλὴς δʼ οὔτις εὔβουλος
βροτῶν.
… καὶ δὴ δέδοκται μὴ ἀναβάλλεσθαι δίκην.
ΥΨΙΠΥΛΗ
… ἥξει πατὴρ οὐ σπάνιʼ ἔχων ἀθύρματα
ἃ σὰς ὀδυρμῶν ἐκγαληνιεῖ φρένας.
ὑμεῖς ἐκρούσατʼ, ὦ νεανίαι, πύλας;
ὦ μακαρία σφῶιν ἡ τεκοῦσʼ, ἥτις ποτʼ ἦν.
τί τῶνδε μελάθρων δεόμενοι προσηλθέτην;
Θόας στέγης κεχρήμεθʼ ἐντὸς ἀχθῆναι, γύναι,
εἰ δύνατον ἡμῖν νύκτʼ ἐναυλίσαι μίαν.
ἔχομεν δʼ ὅσων δεῖ· τί ποτε λυπηροὶ
δόμοις
ἐσόμεθα τοῖσδε; τὸ δὲ σὸν ὡς ἔχει μενεῖ. Ὑψιπύλη ἀδέσποτος μὲν οἶκος ἀρσένων κυρεῖ
… Λυκοῦργος αὐτὸς τυγχάνει θεωρὸς ὤν,
γυνὴ δὲ Νεμέας Εὐρυδίκη τὰ νῦν κρατεῖ.
Θόας οὐκ ἐν ξενῶσι τοῖσδʼ ἄρʼ ἀναπαυσαίμεθʼ ἄν,
πρὸς δʼ ἄλλο δή τι δῶμʼ ἀφορμᾶσθαι χρεών.
… ἥκιστα· καὶ γὰρ δώματʼ οὐκ ἐπίσταται
ξένους ἀπωθεῖν οὐδʼ ἀτιμάζειν τάδε,
ἀεὶ δὲ φιλίαι τὸν μολόντʼ ἐδέξατο.
… ὡς ἐνόπτρου
κελαινοφαῆ τινʼ αὐγάν·
ἀοιδῆι δʼ αὔξημα τὸ σὸν
προμνήσωμαι, τέκνον, εὐ-
ωποῖς ἢ θεραπείαις.
ἰδοὺ κρότος ὅδε κροτάλων· …
οὐ τάδε πήνας, οὐ τάδε κερκίδος
ἱστοτόνου παραμύθια Λήμνια,
Μοῦσα, μέλει με κρέκειν, ὅ τι δʼ εἰς ὕπνον
ἢ χάριν ἢ θεραπεύματα πρόσφορα
παιδὶ πρέπει νεαρῶι,
τάδε μελωιδὸς αὐδῶ.
… τί σὺ παρὰ προθύροις, φίλα;
πότερα δώματος εἰσόδους
σαίρεις, ἢ δρόσον ἐπὶ πέδωι
βάλλεις οἷά τε δούλα;
ἦ τὰν Ἀργὼ τὰν διὰ σοῦ
στόματος ἀεὶ κληιζομέναν
πεντηκόντερον ἄιδεις,
ἢ τὸ χρυσεόμαλλον
ἱερὸν δέρος ὃ περὶ δρυὸς
ὄζοις ὄμμα δράκοντος
φρουρεῖ, μναμοσύνα δέ σοι
τᾶς ἀγχιάλοιο Λήμνου
τὰν Αἰγαῖος ἑλίσσων
κυμοκτύπος ἀχεῖ,
δεῦρʼ ὅτʼ ἂν λειμῶνα Νέμει-
ον ἐπάγει χαλκέοισιν ὅπλοις
Ἀργεῖον πεδίον παρεὶς
ἐπὶ τὸ τᾶς κιθάρας ἔρυμα
τᾶς Ἀμφιονίας ἔργον χερὸς
ὠκυπόδας Ἄδραστος Ἄρη θοόν;
ὁ δʼ ἐκάλεσε μένος
ποικίλα σάματα
τόξα τε χρύσεα
καὶ μονοβάμονες
ἀειρόμενοι χθον . . . . . .
Ὑψιπύλη … Θραικίαν
… σ … μένης ὀρού-
σας ἐπʼ οἶδμα γαλανεί-
ας πρυμνήσιʼ ἀνάψαι,
τὸν ἁ τοῦ ποταμοῖο παρθ-
ένος Αἴγινʼ ἐτέκνωσε Πη-
λέα, μέσωι δὲ παρʼ ἱστῶι
Ἀσιάδʼ ἔλεγον ἰήιον
Θρῆισσʼ ἐβόα κίθαρις Ὀρφέως
μακροπόλων πιτύλων ἐρέτηισι κε-
λεύσματα μελπομένα, τότε μὲν ταχύ-
πλουν τότε δʼ εἰλατίνας ἀνάπαυμα πλά-
τας. τάδε μοι τάδε θυμὸς ὑδεῖν ἵε-
ται, Δαναῶν δὲ πόνους
ἕτερος ἀναβοάτω.
Χορός παρὰ σοφῶν ἔκλυον λόγους
πρότερον ὡς ἐπὶ κυμάτων
πόλιν καὶ πατρίους δόμους
Φοινίκας Τυρία παῖς
Εὐρώπα λιποῦσʼ ἐπέβα
Διοτρόφον Κρήταν ἱερὰν
Κουρήτων τροφὸν ἀνδρῶν,
ἃ τέκνων ἀρότοισιν
τρισσοῖς ἔλιπεν κράτος
χώρας τʼ ὄλβιον ἀρχάν.
Ἀργείαν θʼ ἑτέραν κλύω
οἴστρωι βασίλειαν Ἰὼ
πάτρας ἀμφὶς ἀμεῖψαι
κερασφόρον ἄταν.
ταῦτʼ ἂν θεὸς εἰς φροντίδα θῆι σοι,
στέρξεις δή, φίλα, τὸ μέσον,
ἐλπὶς δʼ οὐκ ἀπολείψει
ἔτι σε τὸν πατέρος πατέρα
ῥύσεσθαί ποτʼ· ἔχει σέθεν ὤραν,
αὐτίκα δʼ ὠκύπορος μετανίσσεται
… νεμον ἄγαγέ ποτε
κυναγόν τε Πρόκριν,
τὰν πόσις ἔκτα,
κατεθρήνησεν ἀοιδαῖς.
θάνατον ἔλαχε· τὰ δʼ ἐμὰ πάθεα
τίς ἂν ἢ γόος ἢ μέλος ἢ κιθάρας
ἐπὶ δάκρυσι μοῦσʼ ἀνοδυρομένα
μετὰ Καλλιόπας
ἐπὶ πόνους ἂν ἔλθοι;
… ὦ Ζεῦ Νεμέας τῆσδʼ ἄλσος ἔχων,
τίνος ἐμπορίαι τούσδʼ ἐγγὺς ὁρῶ
πελάτας ξείνους Δωρίδι πέπλων
ἐσθῆτι σαφεῖς πρὸς τούσδε δόμους
στείχοντας ἐρῆμον ἀνʼ ἄλσος;
Ἀμφιάραος ὡς ἐχθρὸν ἀνθρώποισιν αἵ τʼ ἐκδημίαι
ὅταν τε χρείαν εἰσπεσὼν ὁδοιπόρος
ἀγροὺς ἐρήμους καὶ μονοικήτους ἴδηι
ἄπολις ἀνερμήνευτος ἀπορίαν ἔχων
ὅπηι τράπηται· κἀμὲ γὰρ τὸ δυσχερὲς
τοῦτʼ εἰσβέβηκεν· ἄσμενος δʼ εἶδον δόμους
τούσδʼ ἐν Διὸς λειμῶνι Νεμεάδος χθονός.
καί σʼ, εἴτε δούλη τοῖσδʼ ἐφέστηκας
δόμοις
εἴτʼ οὐχὶ δοῦλον σῶμʼ ἔχουσʼ, ἐρήσομαι,
τίνος τάδʼ ἀνδρῶν μηλοβοσκὰ δώματα
Φλειουντίας γῆς, ὦ ξένη, νομίζεται;
Ὑψιπύλη ὄλβια Λυκούργου μέλαθρα κλήιζεται
τάδε,
ὃς ἐξ ἁπάσης αἱρεθεὶς Ἀσωπίας
κληιδοῦχός ἐστι τοὐπιχωρίου Διός.
Ἀμφίων ῥυτὸν λαβεῖν χρήιζοιμʼ ἂν ἐν κρωσσοῖς ὕδωρ
χέρνιβα θεοῖσιν ὅδιον ὡς χεαίμεθα.
στατῶν γὰρ ὑδάτων νάματʼ οὐ διειπετῆ,
στρατοῦ δὲ πλήθει πάντα συνταράσσεται.
Ὑψιπύλη τίνες μολόντες καὶ χθονὸς ποίας ἄπο;
… ἐκ τῶν Μυκηνῶν ἐσμὲν Ἀργεῖοι γένος,
ὅρια δʼ ὑπερβαίνοντες εἰς ἄλλην χθόνα
στρατοῦ προθῦσαι βουλόμεσθα Δαναϊδῶν.
ἡμεῖς γὰρ ὡρμήμεσθα πρὸς Κάδμου πύλας,
εἴ πως θεοὶ πέμποιεν εὐτυχῶς, γύναι.
Ὑψιπύλη τί δὲ στρατεύεσθʼ, εἴ γε σοῦ θέμις μαθεῖν;
Ἀμφίων κατάγειν θέλοντες φυγάδα Πολυνείκη πάτρας.
Ὑψιπύλη σὺ δʼ ὢν τίς … ας θηρᾶις …
… παῖς Οἰκλέους τοι μάντις Ἀμφιάρεως ἐγώ. . . . . . .
ὄνομα τὸ σὸν νῦν καὶ γένος λέξον, γύναι.
… ἡ Λημνία χθὼν Ὑψιπύλην ἔθρεψέ με. . . . . . .
… γυνὴ στρατεῦσαί μʼ οὐχ ἑκόντʼ ἠνάγκασεν.
… ὅσια φρονοῦσʼ, ἢ καί τινος κέρδους χάριν;
… ἐδέξαθʼ ὅρμον χερσὶ Πολυνείκους πάρα.
… πόθεν μ
… ἔγημʼ ὁ κλεινὸς Ἁρμονίαν Κάδμος ποτέ.
… εἷς ἦν τις, ὡς ἤκουσα, τῶν θεοῖς φίλων.
… ταύτηι δίδωσιν ὅρμον Ἀφροδίτη καλόν.
… θεοὶ θεῶν γὰρ παισὶν εὐμενεῖς ἀεί.
… Πολύδωρος οὖν ἐκλήιζεθʼ οὑξ αὐτῶν γόνος.
… εἴ που θεᾶς φὺς θεῖʼ ἐδέξατʼ, εἰκότως.
… τούτου δὲ παῖς τὸν ὅρμον ἔσχε Λάβδακος.
Ὑψιπύλη ἐδέξατʼ οὖν ἕξουσα δύσφημον κλέος;
Ἀμφίων ἐδέξαθʼ, ἥκω δʼ οὔποτʼ ἐκ μάχης πάλιν.
… εἰς χρησμὸν οὖν σοι θανάσιμον πορευτέον;
… χρὴ γὰρ στρατεύειν μʼ, εἴπερ ἀξιοῖ γυνή.
Ὑψιπύλη πάλαι σαφῶς σοι θάνατος ἦν πεπρωμένος;
Ἀμφίων οὐκ ἔστι νόστος ἀνδρὶ τῶιδε πρὸς δόμος.
Ὑψιπύλη τί δῆτα θύειν δεῖ σε κατθανούμενον;
Ἀμφίων ἄμεινον· οὐδεὶς κάματος εὐσεβεῖν θεούς.
… νυκτὸς … ἐν κοίταισι παρʼ
αὐλᾶι
ἔριδας θάμʼ ἀμειβόμενοι σιδάρου τʼ εἰρεσίαι
σφαγᾶι τε δῆλον
κλισίας περὶ νυκτέρου
γενναίων πατέρων
φυγάδες δορὶ θυμόν.
Φοίβου δʼ ἐνοπὰς βασιλεὺς ἐνύχευ-
εν Ἄδραστος ἔχων
τέκνα θηρσὶν ζεῦξαι
. . . . . .
… κρήνη σκιάζεταί τις, ἥνπερ ἀμφέπει
δράκων πάροικος, φοινίοισιν ὄμμασι γοργωπὰ λεύσσων, κρατί τε ξανθὴν ἔπι
πήληκα σείων, οὗ φόβωι φεύγουσʼ ἀεὶ
ποιμένες, ἐπεὶ σῖγʼ ἐν βοτοῖς ἑλίσσεται
. . . . . .
… ὦ φίλταται γυναῖκες, ὡς ἐπὶ ξυροῦ
ἕστηκα ἀνάξιʼ ἕξειν· οἱ φόβοι δʼ ἔχουσί με.
… εὔελπι δʼ οὔτι ῥῆμʼ ἔχεις εἰπεῖν φίλαις;
… δέδοικα θανάτωι παιδὸς οἷα πείσομαι.
… οὔκουν ἄπειρός γʼ ὦ τάλαινα συμφορῶν.
… ἔγνωκα κἀγὼ τοῦτο καὶ φυλάξομαι.
… τί δῆτά γʼ ἐξηύρηκας εἰς ἀλκὴν κακῶν;
… φεύγειν. στίβων τῶνδʼ ἴδρις εἰ γὰρ ἦ μόνον.
… ποῖ δῆτα τρέψηι; τίς σε δέξεται πόλις;
… πόδες κρινοῦσι τοῦτο καὶ προθυμία.
… φυλάσσεται γῆ φρουρίοισιν ἐν κύκλωι.
Ὑψιπύλη νικᾶις· ἐῶ δὴ τοῦτό γʼ· ἀλλʼ ἀπέρχομαι.
… σκόπει, φίλας γὰρ τάσδε συμβούλους ἔχεις.
… τί δʼ εἴ τινʼ εὕροιμʼ ὅστις ἐξάξει με γῆς;
Χορός οὐκ ἔστιν ὅστις βούλεται δούλους ἄγειν. . . . . . .
… γενναῖʼ ἔλεξας σωφρονοῦσί τʼ εὐπιθῆ·
ἐν σώφροσιν γὰρ κἄμʼ ἀριθμεῖσθαι θέλω.
… τί ταῦτα κομψῶς ἀντιλάζυσαι λόγοις
καὶ γούνατʼ ἀμπέχουσα μηκύνεις μακράν,
κτανοῦσʼ Ὀφέλτην, τῶν ἐμῶν ὄσσων χαράν;
… παιδί θʼ ὃν διώλεσας.
… οὕτω δοκεῖ με, πότνιʼ, ἀποκτείνειν κακῆι
ὀργῆι πρὶν ὀρθῶς πρᾶγμα διαμαθεῖν τόδε;
σιγᾶις, ἀμείβηι δʼ οὐδέν· ὦ τάλαινʼ ἐγώ,
ὡς τοῦ θανεῖν μὲν οὕνεκʼ οὐ μέγα στένω,
εἰ δὲ κτανεῖν τὸ τέκνον οὐκ ὀρθῶς δοκῶ,
τοὐμὸν τιθήνημʼ, ὃν ἐπʼ ἐμαῖσιν ἀγκάλαις
πλὴν οὐ τεκοῦσα τἄλλα γʼ ὡς ἐμὸν τέκνον
στέργουσʼ ἔφερβον, ὠφέλημʼ ἐμοὶ μέγα.
ὦ πρῶιρα καὶ λευκαῖνον ἐξ ἅλμης ὕδωρ
Ἀργοῦς, ἰὼ παῖδʼ, ὡς ἀπόλλυμαι κακῶς.
ὦ μάντι πατρὸς Οἰκλέους, θανούμεθα.
ἄρηξον, ἐλθέ, μή μʼ ἴδηις ὑπʼ αἰτίας
αἰσχρᾶς θανοῦσαν, διὰ σὲ γὰρ διόλλυμαι.
ἔλθʼ, οἶσθα γὰρ δὴ τἀμά, καὶ σὲ μάρτυρα
σαφέστατον δέξαιτʼ ἂν ἥδʼ ἐμῶν κακῶν.
ἄγετε, φίλων γὰρ οὐδένʼ εἰσορῶ πέλας
ὅστις με σώσει· κενὰ δʼ ἐπηιδέσθην ἄρα.
… ἐπίσχες, ὦ πέμπουσα τήνδʼ ἐπὶ σφαγὰς
δόμων ἄνασσα· τῶι γὰρ εὐπρεπεῖ σʼ ἰδὼν
τοὐλεύθερόν σοι προστίθημι τῆι φύσει.
… ὦ πρός σε γονάτων ἱκέτις Ἀμφιάρεω πίτνω
καὶ πρὸς γενείου τῆς τʼ Ἀπόλλωνος τέχνης·
καιρὸν γὰρ ἥκεις τοῖς ἐμοῖσιν ἐν κακοῖς·
ῥῦσαί με· διὰ γὰρ σὴν ἀπόλλυμαι χάριν,
μέλλω τε θνήισκειν, δεσμίαν τέ μʼ εἰσορᾶις
πρὸς σοῖσι γόνασιν, ἣ τόθʼ εἱπόμην ξένοις·
ὅσια δὲ πράξεις ὅσιος ὤν· προδοὺς δέ με
ὄνειδος Ἀργείοισιν Ἕλλησίν τʼ ἔσηι.
ἀλλʼ ὦ διʼ ἁγνῶν ἐμπύρων λεύσσων τύχας
Δαναοῖσιν, εἰπὲ τῆιδε συμφορὰν τέκνου,
παρὼν γὰρ οἶσθα. φησὶ δʼ ἥδʼ ἑκουσίως
κτανεῖν με παῖδα κἀπιβουλεῦσαι δόμοις.
… εἰδὼς ἀφῖγμαι τὴν τύχην θʼ ὑπειδόμην
τὴν σὴν ἃ πείσηι τʼ ἐκπεπνευκότος τέκνου,
ἥκω δʼ ἀρήξων συμφοραῖσι ταῖσι σαῖς,
τὸ μὲν βίαιον οὐκ ἔχων, τὸ δʼ εὐσεβές.
αἰσχρὸν γὰρ εὖ μὲν ἐξεπίστασθαι παθεῖν,
δρᾶσαι δὲ μηδὲν εὖ παθόντα πρὸς σέθεν.
πρῶτον μὲν οὖν σὸν δεῖξον, ὦ ξένη, κάρα·
σῶφρον γὰρ ὄμμα τοὐμὸν Ἑλλήνων λόγος
πολὺς διήκει. καὶ πέφυχʼ οὕτως, γύναι,
κοσμεῖν τʼ ἐμαυτὸν καὶ τὰ διαφέρονθʼ ὁρᾶν.
ἔπειτʼ ἄκουσον, τοῦ τάχους δὲ τοῦδʼ ἄνες·
εἰς μὲν γὰρ ἄλλο πᾶν ἁμαρτάνειν χρεών,
ψυχὴν δʼ ἐς ἀνδρὸς ἢ γυναικὸς οὐ καλόν.
… ὦ ξένε πρὸς Ἄργει πλησίαν ναίων χθόνα,
πάντων ἀκούσασʼ οἶδά σʼ ὄντα σώφρονα·
οὐ γάρ ποτʼ εἰς τόδʼ ὄμμʼ ἂν ἔβλεψας παρών.
νῦν δʼ, εἴ τι βούληι, καὶ κλύειν σέθεν θέλω
καί σʼ ἐκδιδάσκειν· οὐκ ἀνάξιος γὰρ εἶ.
… γύναι, τὸ τῆσδε τῆς ταλαιπώρου κακὸν
ἀγρίως φέρουσάν σʼ ἤπιον θέσθαι θέλω,
οὐ τήνδε μᾶλλον ἢ τὸ τῆς δίκης ὁρῶν.
αἰσχύνομαι δὲ Φοῖβον, οὗ διʼ ἐμπύρων
τέχνην ἐπασκῶ, ψεῦδος εἴ τι λέξομεν.
ταύτην ἐγὼ ʼξέπεισα κρηναῖον γάνος
δεῖξαι διʼ ἁγνῶν ῥευμάτων ὅπως …
στρατιᾶς πρόθυμʼ, Ἀργεῖον ὡς διεκπερῶν
θῦσαι θέλοντες· ἀλλὰ κείμενον χαμαὶ
δράκων ἀσήμωι παῖδʼ ὑφειμένος βέλει
ἠκόντισʼ, α
καί νιν δρομ
εἵλιξεν ἀμφὶ παῖδα
ἡμεῖς δʼ ἰδόντες παντόθεν προσβάλλομεν,
ἐγὼ δʼ ἐτόξευσʼ αὐτόν· ἦν δʼ ἀνήνυτον·
ἀρχὴ γὰρ ἡμῖν πημάτων πολλῶν θανὼν
Ἀρχέμορος εἰς τὸ λοιπὸν ὀνομασθήσεται.
σὺ δʼ οὐχὶ σαυτῆς μόνον ἀφηιρέθης τέκνον,
ὄρνιθα δʼ Ἀργείοισι γενόμενον κλύεις.
πολλοὶ δὲ νικηθέντες εἴξουσιν μάχηι
Κάδμου πολίταις· παῦρος ἐκ πολλῶν λεὼς
νόστου κυρήσει· φεύξεται δʼ ἐχθρῶν χέρας
Ἄδραστος, ἥξει τʼ Ἄργος ἐκ Θήβων πάλιν
ἑπτὰ στρατηγῶν ἐκσεσωσμένος μόνος.
τὰ μὲν γενόμενα δὴ σαφῶς ἐπίστασαι,
ἃ δʼ αὖ παραινῶ, ταῦτά μοι δέξαι, γύναι.
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν
θάπτει τε τέκνα χἄτερα κτᾶται νέα
αὐτός τε θνήισκει· καὶ τάδʼ ἄχθονται βρότοι,
εἰς γῆν φέροντες γῆν· ἀναγκαίως δʼ ἔχει
βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
καὶ τὸν μὲν εἶναι τὸν δὲ μή· τί ταῦτα δεῖ
στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
ἃ δʼ εἰκὸς Ἀργοῦς ἐξάγουσι πρόσφορα
θάψαι δὸς ἡμῖν παῖδʼ ἀειμνήστοις τάφοις·
οὐ γὰρ καθʼ ἡμέραν γε ταῦτʼ ἔσται μίαν,
ἀλλʼ εἰς τὸν ἀεὶ δῆτα πήμασιν χρόνον
τοῖς σοῖς βρότειον πᾶν συναλγήσει γένος.
κλεινὸς γὰρ ἔσται τάφος ἐν ἀνθρώποις ὅδε,
ἀγῶνά τʼ αὐτῶι στησόμεσθα, φυλλάδος
στεφάνους διδόντες· ὁ δὲ κρατῶν καθʼ Ἑλλάδα
ζηλωτὸς ἔσται καὶ περίβλεπτος βροτοῖς.
ἐν τῶιδε μὲν λειμῶνι συλλεχθεὶς στρατὸς
μνησθήσεται σοῦ παιδός, Ἀρχέμορος ὅτι
ἐπωνομάσθη, πρῶτος ὡς ἄρξας μόρου,
Νεμέας κατʼ ἄλσος. τήνδε δʼ οὖν λῦσαί σε χρή,
ἀναιτία γάρ, τοῖς δὲ σοῖς κλέος φέρει·
σὺν γὰρ καλῶι σόν, ὦ γύναι, πένθος τέλει
θήσει σε καὶ παῖδʼ εἰς τὸ λοιπὸν εὐκλεεῖς.
… πρὸς τὰς φύσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν
καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν·
πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν,
τοῖς μὴ δικαίοις δʼ οὐδὲ συμβάλλειν χρεών. . . . . . .
. . . τέκνα τʼ ἀνὰ μίαν ὁδὸν
ἀνάπαλιν ἐτρόχασεν
ἐπὶ φόβον ἐπὶ
χάριν ἑλίξας,
χρόνωι δʼ ἐξέλαμψεν εὐάμερος.
Ἀμφιάραος τὴν μὲν παρʼ ἡμῶν, ὦ γύναι, φέρηι χάριν,
ἐπεὶ δʼ ἐμοὶ πρόθυμος ἦσθʼ ὅτʼ ἠντόμην
ἀπέδωκα κἀγώ σοι πρόθυμʼ ἐς παῖδε σώ.
σῶιζʼ οὖν σὺ τέκνα, σφὼ δὲ τήνδε μητέρα,
καὶ χαίρεθʼ· ἡμεῖς δʼ ὥσπερ ὡρμήμεσθα δὴ
στράτευμʼ ἄγοντες ἥξομεν Θήβας ἔπι.
Οἱ Ὑψιπύλης υἱοί εὐδαιμονοίης, ἄξιος γάρ, ὦ ξένε.
— εὐδαιμονοίης δῆτα· τῶν δὲ σῶν κακῶν,
τάλαινα μῆτερ, θεῶν τις ὡς ἄπληστος ἦν.
Ὑψιπύλη αἰαῖ φυγὰς ἐμέθεν ἃς ἔφυγον,
ὦ τέκνον, εἰ μάθοις, Λήμνου ποντίας,
πολιὸν ὅτι πατέρος οὐκ ἔτεμον κάρα.
… ἦ γάρ σʼ ἔταξαν πατέρα σὸν κατακτα- νεῖν;
… φόβος ἔχει με τῶν τότε κακῶν· ἰὼ
τέκνον, οἷά τε Γοργάδες ἐν λέκτροις
ἔκανον εὐνέτας.
… σὺ δʼ ἐξέκλεψας πῶς πόδʼ ὥστε μὴ θανεῖν;
… ἀκτὰς βαρυβρόμους ἱκόμαν
ἐπί τʼ οἶδμα θαλάσσιον, ὀρνίθων
ἐρῆμον κοίταν.
… κἀκεῖθεν ἦλθες δεῦρο πῶς τίνι στόλωι;
… ναῦται κώπαις
Ναύπλιον εἰς λιμένα ξενικὸν πόρον
ἄγαγόν με δουλοσύνας τʼ ἐπέβασαν, ὦ τέκνον,
ἐνθάδε Δαναϊδῶν μέλεον ἐμπολάν.
… οἴμοι κακῶν σῶν.
… μὴ στένʼ ἐπʼ εὐτυχίαισιν.
ἀλλὰ σὺ πῶς ἐτράφης ὅδε τʼ ἐν τίνι
χειρί, τέκνον ὦ τέκνον;
ἔνεπʼ ἔνεπε ματρὶ σᾶι.
… Ἀργώ με καὶ τόνδʼ ἤγαγʼ εἰς Κόλχων πόλιν.
… ἀπομαστίδιόν γʼ ἐμῶν στέρνων.
… ἐπεὶ δʼ Ἰάσων ἔθανʼ ἐμός, μῆτερ, πατήρ
… οἴμοι, κακὰ λέγεις, δάκρυά τʼ ὄμμασιν,
τέκνον, ἐμοῖς δίδως.
… Ὀρφεύς με καὶ τόνδʼ ἤγαγʼ εἰς Θράικης τόπον.
… τίνα πατέρι ποτὲ χάριν ἀθλίωι
τιθέμενος; ἔνεπέ μοι τέκνον.
… μοῦσάν με κιθάρας Ἀσιάδος διδάσκεται,
τοῦτον δʼ ἐς Ἄρεως ὅπλʼ ἐκόσμησεν μάχης.
… διʼ Αἰγαίου δὲ τίνα πόρον
ἐμόλετʼ ἀκτὰν Λημνίαν;
… Θόας κομίζει σὸς πατὴρ τέκνω δύο.
… ἦ γὰρ σέσωσται; … Βακχίου γε μη- χαναῖς.
. . . . . .
ΜΕΛΑΝΙΠΠΗ ΔΕΣΜΩΤΙΣ
μάτην ἄρʼ εἰς γυναῖκας ἐξ ἀνδρῶν ψόγος
ψάλλει κενὸν τόξευμα καὶ λέγει κακῶς·
αἱ δʼ εἴσʼ ἀμείνους ἀρσένων. δείξω δʼ ἐγώ.
ταῖς μὲν γάρ ἐστι ξυμβόλαιʼ ἀμάρτυρα
νέμουσι δʼ οἴκους καὶ τὰ ναυστολούμενα
ἔσω δόμων σώιζουσιν, οὐδʼ ἐρημίαι
γυναικὸς οἶκος εὐπινὴς οὐδʼ ὄλβιος.
τὰ δʼ ἐν θεοῖς αὖ· πρῶτα γὰρ κρίνω τάδε·
μέρος μέγιστον ἔχομεν· ἐν Φοίβου τε γὰρ
χρησμοῖς προφητεύουσι Λοξίου φρένα
γυναῖκες, ἀμφὶ δʼ ἁγνὰ Δωδώνης βάθρα
φηγῶι παρʼ ἱερᾶι θῆλυ τὰς Διὸς φρένας
γένος πορεύει τοῖς θέλουσιν Ἑλλάδος.
ἃ δʼ εἴς τε Μοίρας τάς τʼ ἀνωνύμους θεὰς
ἱερὰ τελεῖται, ταῦτʼ ἐν ἀνδράσιν μὲν οὐχ
ὅσια καθέστηκʼ, ἐν γυναιξὶ δʼ αὔξεται
ἅπαντα. ταύτηι τἀν θεοῖς ἔχει δίκης
θήλεια. πῶς οὖν χρὴ γυναικεῖον γένος
κακῶς ἀκούειν; οὐχὶ παύσεται ψόγος
μάταιος ἀνδρῶν, οἵ τʼ ἄγαν ἡγούμενοι
ψέγειν γυναῖκας, εἰ μίʼ εὑρέθηι κακή,
πάσας ὁμοίως; διορίσω δὲ τῶι λόγωι·
τῆς μὲν κακῆς κάκιον οὐδὲν γίγνεται
γυναικός, ἐσθλῆς δʼ οὐδὲν εἰς ὑπερβολὴν
πέφυκʼ ἄμεινον· διαφέρουσι δʼ αἱ φύσεις ...
… τίς ἦν ὁ τἀργὸν τόδε βέλος μεθεὶς ἐμοί;
ὡς δʼ οὐκ ἐφαινόμεσθα, σῖγα δʼ εἴχομεν,
πρόσω πρὸς αὐτὸν πάλιν ὑποστρέψας πόδα
χωρεῖ δρομαίαν, θῆρʼ ἑλεῖν πρόθυμος ὤν,
βοᾶι δέ· κἀν τῶιδʼ ἐξεφαινόμεσθα δὴ
ὀρθοσταδὸν λόγχαις ἐπείγοντες φόνον.
τὼ δʼ εἰσιδόντε δίπτυχον θείοιν κάρα
ἥσθησαν εἶπόν τʼ· εἶα συλλάβεσθʼ ἄγρας,
καιρὸν γὰρ ἥκετʼ. οὐδʼ ὑπώπτευον δόλον
φίλων προσώπων εἰσορῶντες ὄμματα.
οἳ δʼ εἰς τὸν αὐτὸν πίτυλον ἤπειγον δορός·
πέτροι τʼ ἐχώρουν χερμάδες θʼ ἡμῶν πάρα
ἐκεῖθεν, οἳ δʼ ἐκεῖθεν, ὡς δʼ ἤιει μάχη
σιγή τʼ ἀφʼ ἡμῶν, γνωρίσαντε δὴ τὸ πᾶν
λέγουσι· μητρὸς ὦ κασίγνητοι φίλης
τί δρᾶτʼ; ἀποκτείνοντες οὓς ἥκιστα χρῆν
φωρᾶσθε. πρὸς θεῶν δρᾶτε μηδαμῶς τάδε.
σὼ δʼ αὐταδέλφω χερμάδʼ αἴρουσιν χεροῖν
λέγουσί θʼ ὡς ἔφυσαν ἐκ δούλης ποθέν,
κοὐ δεῖ τύραννα σκῆπτρα καὶ θρόνους λαβεῖν
πρεσβεῖʼ ἔχοντας δυσγενεῖς τῶν εὐγενῶν·
κἀπεὶ τάδʼ εἰσήκουσαν …
ἔσφηλέ τʼ εἰς γῆν τὸν βίον τʼ ἀφείλετο.
ἡμῶν δʼ ἐχώρει κωφὰ πρὸς γαῖαν βέλη,
δυοῖν δʼ ἀδελφοῖν σοῖν τὸν αὖ νεώτερον
λόγχηι πλατείαι συοφόνωι διʼ ἥπατος
παίσας ἔδωκε νερτέροις καλὸν νεκρὸν
Βοιωτός, ὅσπερ τὸν πρὶν ἔκτεινεν βαλών.
κἀντεῦθεν ἡμεῖς οἱ λελειμμένοι φίλων
κοῦφον πόδʼ ἄλλος ἀλλόσʼ εἴχομεν φυγῆι.
εἶδον δὲ τὸν μὲν ὄρεος ὑλίμωι φόβηι
κρυφθέντα, τὸν δὲ πευκίνων ὄζων ἔπι,
οἱ δʼ εἰς φάραγγʼ ἔδυνον, οἱ δʼ ὑπʼ εὐσκίους
θάμνους καθῖζον. τὼ δʼ ὁρῶντʼ οὐκ ἠξίουν
δούλους φονεύειν φασγάνοις ἐλευθέροις.
τάδʼ οὐκέτʼ ὄντων σῶν κασιγνήτων κλύεις.
ἐγὼ μὲν οὖν οὐκ οἶδʼ ὅτωι σκοπεῖν χρεὼν
τὴν εὐγένειαν· τοὺς γὰρ ἀνδρείους φύσιν
καὶ τοὺς δικαίους τῶν κενῶν δοξασμάτων,
κἂν ὦσι δούλων, εὐγενεστέρους λέγω.
ΜΕΛΑΝΙΠΠΗ Η ΣΟΦΗ
… Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο,
Ἕλληνʼ ἔτιχθʼ, ὃς ἐξέφυσεν Αἴολον·
οὗ χθών, ὅσον Πηνειὸς Ἀσωποῦ θʼ ὕδωρ
ὑγροῖς ὁρίζον ἐντὸς ἀγκῶσι στέγει,
σκήπτρων ἀκούει πᾶσα καὶ κικλήισκεται
ἐπώνυμος χθὼν Αἰολὶς τοὐμοῦ πατρός.
ἓν μὲν τόδʼ ἐξέβλαστεν Ἕλληνος γένος.
πτόρθον δʼ ἀφῆκεν ἄλλον εἰς ἄλλην πόλιν …
κλεινὰς Ἀθήνας Ξοῦθον, ὧι νύμφη ποτὲ
θυγάτηρ Ἐρεχθέως Κεκροπίας ἐπʼ αὐχένι
Ἴωνʼ ἔτικτεν. ἀλλʼ ἀνοιστέος λόγος
ἐπʼ ὄνομα τοὐμὸν κεῖσʼ ὅθενπερ ἠρξάμην.
καλοῦσι Μελανίππην με, Χίρωνος δέ με
ἔτικτε θυγάτηρ Αἰόλωι· κείνην μὲν οὖν
ξανθῆι κατεπτέρωσεν ἱππείαι τριχὶ
Ζεύς, οὕνεχʼ ὕμνους ἦιδε χρησμωιδὸς βροτοῖς
ἄκη πόνων φράζουσα καὶ λυτήρια.
πυκνῆι θυέλληι δʼ αἰθέρος διώκεται
μουσεῖον ἐκλιποῦσα Κωρύκιον ὄρος.
νύμφη δὲ θεσπιωιδὸς ἀνθρώπων ὕπο
Ἱππὼ κέκληται σώματος διʼ ἀλλαγάς.
μητρὸς μὲν ὧδε τῆς ἐμῆς ἔχει πέρι.
ΠΕΙΡΙΘΟΟΣ
… θεὸς δὲ μανίας ἀρτίως ἐλευθέρωι
ἔπεμψεν ἄτην· ἁρπάσας δʼ ἠικασμένην
νεφέλην γυναικὶ δυσσεβέστατον λόγον
ἔσπειρεν ἐς τοὺς Θεσσαλούς, ὡς δὴ Κρόνου
θυγατρὶ μίσγοιτʼ ἐν φυταλμίωι λέχει.
τοιῶνδε κόμπων δʼ ὕστερον καταξίους
ποινὰς θεοῖς ἔτεισεν
μανίας τροχῶι περι
οἰστρηλάτοισιν ὤχμασεν, κἄπειθʼ ἑλὼν
ἄπυστον ἀνθρώποισιν αἰθέρος βάθει
ἔκρυψεν. ἀλλὰ βορεάσιν πνοαῖς ἐκεῖ
διεσπαράχθη συμμέτρωι κομπάσμασιν
πατὴρ ἁμαρτὼν εἰς θεοὺς τιμωρίαι.
ἐγὼ δʼ ἐκείνου πήματʼ αἰνιχθέντʼ ἔχων
Περίθους ὀνόματι καὶ τύχας εἴληχʼ ἴσας.
… ἔα, τί χρῆμα; δέρκομαι σπουδῆι τινα
δεῦρʼ ἐγκονοῦντα καὶ μάλʼ εὐτόλμωι φρενί.
εἰπεῖν δίκαιον, ὦ ξένʼ, ὅστις ὢν τόπους
εἰς τούσδε χρίμπτηι καὶ καθʼ ἥντινʼ αἰτίαν.
… οὐδεὶς ὄκνος πάντʼ ἐκκαλύψασθαι λόγον.
ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δʼ Ἡρακλῆς,
θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός.
ἐμῆι γὰρ ἦλθε μητρὶ κεδνῆι πρὸς λέχος
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
ἥκω δὲ δεῦρο πρὸς βίαν, Εὐρυσθέως
ἀρχαῖς ὑπείκων, ὅς μʼ ἔπεμψʼ Ἅιδου κύνα
ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας
πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι
ἀνήνυτον τόνδʼ ὤιετʼ ἐξηυρηκέναι.
τοιόνδʼ ἰχνεύων πρᾶγος Εὐρώπης κύκλωι
Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα.
… πιστὸν γὰρ ἄνδρα καὶ φίλον
αἰσχρὸν προδοῦναι δυσμενῶς εἰλημμένον.
Ἡρακλῆς σαυτῶι τε, Θησεῦ, τῆι τʼ Ἀθηναίων πόλει
πρέποντʼ ἔλεξας· τοῖσι δυστυχοῦσι γὰρ
ἀεί ποτʼ εἶ σὺ σύμμαχος. σκῆψιν δέ τοι
ἀεικές ἐστʼ ἔχοντα πρὸς πάτραν μολεῖν.
Εὐρυσθέα γὰρ πῶς δοκεῖς ἂν ἄσμενον,
ἔμʼ εἰ πύθοιτο ταῦτα συμπράξαντά σοι,
λέγειν ἂν ὡς ἄκραντος ἤθληται πόνος;
… ἀλλʼ οὗ σὺ χρήιζεις παντελῶς ἐμὴν ἔχεις
εὔνοιαν, οὐκ ἔμπληκτον ἀλλʼ ἐλευθέρως
ἐχθροῖσί τʼ ἐχθρὰν καὶ φίλοισιν εὐμενῆ.
πρόσθεν σʼ ἐμοὶ τοιοῦτον ὄνθʼ αἱρεῖ λόγος,
λέγοις δʼ ἂν ἤδη καὶ σὺ τοὺς αὐτοὺς λόγους.
ΣΘΕΝΕΒΟΙΑ
… οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαι- μονεῖ·
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα.
πολλοὺς δὲ πλούτωι καὶ γένει γαυρουμένους
γυνὴ κατήισχυνʼ ἐν δόμοισι νηπία.
τοιᾶιδε Προῖτος γῆς ἄναξ νόσωι νοσεῖ·
ξένον γὰρ ἱκέτην τῆσδʼ ἔμʼ ἐλθόντα στέγης
λόγοισι πείθει καὶ δόλωι θηρεύεται
κρυφαῖον εὐνῆς εἰς ὁμιλίαν πεσεῖν.
αἰεὶ γὰρ ἥπερ τῶιδʼ ἐφέστηκεν λόγωι
τροφὸς γεραιὰ καὶ ξυνίστησιν λέχος
ὑμνεῖ τὸν αὐτὸν μῦθον· ὦ κακῶς φρονῶν
πιθοῦ· τί μαίνηι; τλῆθι δεσποίνης ἐμῆς
κτήσει δʼ ἄνακτος δώμαθʼ ἓν πεισθεὶς βραχύ.
ἐγὼ δὲ θεσμοὺς Ζῆνά θʼ ἱκέσιον σέβων
Προῖτόν τε τιμῶν, ὅς μʼ ἐδέξατʼ εἰς δόμους
λιπόντα γαῖαν Σισύφου φόνον τʼ ἐμῆς
ἔνιψε χειρὸς αἷμʼ ἐπισφάξας νέον,
οὐπώποτʼ ἠθέλησα δέξασθαι λόγους,
οὐδʼ εἰς νοσοῦντας ὑβρίσαι δόμους ξένος,
μισῶν ἔρωτα δεινόν, ὃς φθείρει βροτούς.
διπλοῖ γὰρ εἴσʼ ἔρωτες ἔντροφοι χθονί·
ὁ μὲν γεγὼς ἔχθιστος εἰς Ἅιδην φέρει,
ὁ δʼ εἰς τὸ σῶφρον ἐπʼ ἀρετήν τʼ ἄγων ἔρως
ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ.
οὐκοῦν νομίζω καὶ θανεῖν γε σωφρονῶν·
ἀλλʼ εἰς ἀγρὸν γὰρ ἐξιέναι βουλήσομαι
οὐ γάρ με λύει τοῖσδʼ ἐφημένον δόμοις
κακορροθεῖσθαι μὴ θέλοντʼ εἶναι κακόν,
οὐδʼ αὖ κατειπεῖν καὶ γυναικὶ προσβαλεῖν
κηλῖδα Προίτου καὶ διασπάσαι δόμον
ΤΗΛΕΦΟΣ
… ὦ γαῖα πατρίς, ἣν Πέλοψ ὁρίζεται,
χαῖρʼ, ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον
Πὰν ἐμβατεύεις, ἔνθεν εὔχομαι γένος·
Αὐγὴ γὰρ Ἀλέου παῖς με τῶι Τιρυνθίωι
τίκτει λαθραίως Ἡρακλεῖ· σύνοιδʼ ὄρος
Παρθένιον, ἔνθα μητέρʼ ὠδίνων ἐμὴν
ἔλυσεν Εἰλείθυια, γίγνομαι δʼ ἐγώ.
καὶ πόλλʼ ἐμόχθησʼ· ἀλλὰ συντεμῶ λόγον·
ἦλθον δὲ Μυσῶν πεδίον, ἔνθʼ εὑρὼν ἐμὴν
μητέρα κατοικῶ, καὶ δίδωσί μοι κράτη
Τεύθρας ὁ Μυσός, Τήλεφον δʼ ἐπώνυμον
καλοῦσί μʼ ἀστοὶ Μυσίαν κατὰ χθόνα·
τηλοῦ γὰρ οἴκων βίοτον ἐξιδρυσάμην.
Ἕλλην δὲ βαρβάροισιν ἦρχον ἐκπονῶν
πολλοῖς σὺν ὅπλοις, πρίν γʼ Ἀχαϊκὸς μολὼν
στρατὸς τὰ Μυσῶν πεδίʼ ἐπεστράφη παγ
Βοσπόρου πέρα
Νείλου τε ναυστολοῦσι χρημάτων χάριν
ἀστροσκοποῦντες ἐναλίαν τρικυμίαν.
θύραθεν οὐ θέλοιμʼ ἂν ἐλθοῦσαν μακρὰν
χρυσοῦν τὸν Ἴστρον οὐδὲ Βόσπορον λαβών.
— λάθραι δὲ τούτων δρωμένων τίνας φοβῆι;
… τοὺς μείζονα βλέποντας ἀνθρώπων θεούς.
κτήσασθʼ ἐν ὑστέροισιν εὔκλειαν χρόνοις,
ἅπασαν ἀντλήσαντες ἡμέραν πόνον
ψυχαῖς.
… τεκόντι πατρὶ δυσμενέστατοι·
δόμων γὰρ ἄρχειν εἰς ἔρωτʼ ἀφιγμένοι
τοῖς φιλτάτοις κυροῦσι πολεμιώτατοι.
σμικροὶ γέροντι παῖδες ἡδίους πατρί.
τὰς γὰρ συμφορὰς
ἀπροσδοκήτους δαίμονες διώρισαν.
ΕΥΡΙΠΙΔΗΣ: ΑΛΕΞΑΝΔΡΟΣ
… ἔνι γὰρ πόνος· ἀλλʼ
ὅτωι πάρεστιν τὸ πονεῖν
τῶν τʼ ἀγαθῶν κεκλῆσθαι,
φίλος ὢν ἐμὸς λεγέσθω.
τί μάταν βροτοὶ δὲ πολλὰ
πέπασθε, πλούτωι δὲ δοκεῖτʼ
ἀρετὰν κατεργάσεσθαι;
τί δʼ εἴ τινʼ Αἴτνας πάγον
Πιερίαν τε πέτραν χρυσήλατον
ἐν θαλάμοις ἔχοιτε
πασάμενοι πατρώιοις,
οὔτοι τό γε μὴ πεφυκὸς
. . . . . . . . . . . .
ἐν ἐσθλοῖς δὲ καθήσεσθʼ ἄνολβοι.
ΕΥΡΙΠΙΔΗΣ: ΜΕΛΕΑΓΡΟΣ
— θαύμαστʼ ἔλεξας, εἰ τόδʼ αἰτιώμενος
τολμᾶι σφʼ ἀναιρεῖν· κεῖνο δʼ εἰδέναι θέλω,
θηρὸς τίς ἐνθένδʼ ἔλαβεν ἀγρίου δέρος;
— σοί τʼ οὐκ ἀρεστὰ ταῦτα, δέσποτʼ, εἰδέναι,
κἀγὼ λέγειν τὰ μὴ φίλʼ οὐ χρήιζω δόμοις.
— μή νύν με κρύψηις, εἴ τι τῶνδʼ εἰπεῖν ἔχεις.
αὖθις αὖ
τιμῆς ἕκατι παρθένωι Σχοινηίδι
ἔδωκε τἀριστεῖον ἐς χέρας λαβεῖν·
μάλʼ ἀξία γὰρ ἡ τὸ πρὶν δεδεγμένη.
— καὶ νῦν φράσον μοι ποῦ ʼστιν Ἀταλάντη, γέρον;
— τέρψει σε, δέσποτʼ, οὐδʼ ἐκεῖνʼ· οὔπω πάλαι
— ἀλλʼ ἔργον ἤδη τοῖς ὁμαίμοσιν μέλει·
ἐγὼ δʼ ἄπειμʼ ἐς οἶκον, Ἀλθαίαν ὅπως
μολὼν ἐπίσχω μὴ παρὰ γνώμην τι δρᾶν.
ΕΥΡΙΠΙΔΗΣ: ΟΙΝΕΥΣ
λαμπρὸν σίδηρον μέλανι βάψαντες φόνωι
νῦν οὖν, τέλος γὰρ τῶν ἐμῶν λόγων ἔχεις,
ἐφʼ ἣν ὑφηγεῖ πρᾶξιν ὁρμήσω ποδί,
τῶι πατραδέλφωι Μελεάγρωι δωρήματα
ὅπως γένηται κἀποπληρωθῆι τάφος,
τύχηι δʼ ἀγώνων τῶν κεκαλλιστευμένων,
ὥσπερ τυράννοις ἀνδράσιν νομίζεται. χοροῦ μέλος
ὅσον ταραγμὸν … ἡ δυσπραξία
ψυχαῖσιν ἐμβέβληκε τλημόνων βροτῶν·
ἐγὼ γὰρ εἶδον ἄρτι τὸν τεθνηκότα