eul_wid: cbm-an
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Cassandra and Apollo Fragments by Euripides

The Cassandra and Apollo Fragments are a collection of 171 fragmentary passages attributed to the Athenian tragedian Euripides. These verses do not originate from a single, unified play but are excerpts believed to derive from lost Euripidean works, potentially including plays such as Alexandros and other dramas dealing with the Trojan prophetess Cassandra. The fragments are preserved through quotation by later authors and on papyri. The collected texts, which include dramatic speeches and choral odes, relate to the mythological figures of Cassandra and the god Apollo. Their subjects encompass the Trojan War cycle and characteristically Euripidean themes, including the conflict between divine will and human agency, the tragedy of true prophecy being ignored, the suffering of women in war, and the futility of human knowledge against heimarmenē. These fragments survive indirectly, having been excerpted for their rhetorical or philosophical value by later Greek and Roman authors like Stobaeus, as well as through papyrus discoveries. The standard edition is the Fragments of the Greek Tragedians. Even in fragmentary form, these lines demonstrate the enduring influence of Euripides. His treatment of Trojan myths informed Roman authors like Seneca and later traditions, while the figure of Cassandra became a lasting archetype in Western art and literature.

ΑΙΓΕΥΣ
κρήνης πάροιθεν ἀνθεμόστρωτον λέχος
ἀνθρωποκτόνος
ἄγωνον ἀθλήσαντα
ΑΙΟΛΟΣ
Ἦ δεινὰ καὶ δύσγνωστα βουλεύει θεός
ΑΛΕΞΑΝΔΡΟΣ
Κασάνδρα ἀλλʼ ὦ φίλιπποι Τρῶες
Κασάνδρα ἄκραντα γάρ μʼ ἔθηκε θεσπίζειν θεός,
καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων
σοφὴ κέκλημαι, πρὶν παθεῖν δὲ μαίνομαι.
ΚΑΣ. Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ
ΑΛΚΜΕΩΝ ΚΟΡ.
Ἀπόλλων κἀγὼ μὲν ἄτεκνος ἐγενόμην κείνης ἄπο,
Ἀλκμέωνι δʼ ἔτεκε δίδυμα τέκνα παρθένος
ΑΛΚΜΕΩΝ ΚΟΡ.
— ὡς αμπελον, ὦ δύστηνε, σῶμʼ ἔχεις σέθεν.
— ἐν τοῖσδʼ ἄησιν καὶ θέρος διέρχομαι.
ἀντιβαίνει
ΑΝΔΡΟΜΕΔΑ
Ἠχὼ λόγων ἀντῳδός
ὑπέρ τε πόντου χεῦμʼ ὑπέρ τε Πλειάδα
ναῦν ὅπως ὡρισμένην
ἀμβλωπὸς ὄψις
ΑΝΤΙΓΟΝΗ
λόγχην ἣν φέρουσι γηγενεῖς
ΑΝΤΙΟΠΗ
Ποιμήν ἔχειν
σύ μοι διδοίης δεσπότῃ θʼ ὃς Οἰνόης
σύγχορτα ναίει πεδία ταῖσδʼ Ἐλευθεραῖς
Ἀμφίων Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω
κακῶν κατάρχεις τήνδε μοῦσαν εἰσάγων
κοὔτʼ ἂν δίκης βουλαῖσι προσθεῖʼ ἂν λόγον
οὔτʼ εἰκὸς ἂν καὶ πιθανὸν οὐδὲν ἂν λάκοις
ΑΥΓΗ
Ἀλέου τοῦ πολυχρύσου δόμοι
ἡ φύσις ἐβούλεθʼ, ᾗ νόμων οὐδὲν μέλει·
γυνὴ δʼ ἐπʼ αὐτῷ τῷδʼ ἔφυ.
ΑΥΤΟΛΥΚΟΣ ΣΑΤΥΡΟΙ
μηδὲν τῷ πατρί
μέμφεσθʼ ἄωρον ἀποκαλοῦντες ἀνδρίον
ΒΕΛΛΕΡΟΦΟΝΤΗΣ
σπεῦδʼ ὦ ψυχή ...
ΒΟΥΣΙΡΙΣ
Λάμια Τίς τοὐμὸν ὄνομα τοὐπονείδιστον βροτοῖς
οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
ΔΑΝΑΗ
χρησμῳδία
ΔΙΚΤΥΣ
Σέριφος ἅλμῃ ποντίᾳ περίρρυτος
ΕΡΕΧΘΕΥΣ
Πραξιθέα φιλῶ τέκνʼ, ἀλλὰ πατρίδʼ ἐμὴν μᾶλλον φιλῶ
ἀνέγγυοι γάμοι
ἀνέξοδον
ΕΥΡΥΣΘΕΥΣ
βάσκανον μέγιστον ψυχαγωγόν
ΘΗΣΕΥΣ
καὐτῷ δʼ ἔπεισι νυκτὸς ἀμβλωπὸν σέλας
ΘΥΕΣΤΗΣ
ἀμβλῶπας αὐγὰς ὀμμάτων ἔχεις σέθεν
ΙΞΙΩΝ
τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο,
τὰ δʼ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖ
ΙΞΙΩΝ
ΙΠΠΟΛΥΤΟΣ ΚΑΛΥΠΤΟΜΕΝΟΣ
ἴκτινος
ΚΡΕΣΦΟΝΤΗΣ
ΚΡΗΣΣΑΙ
ΚΡΗΤΕΣ
σύμμικτον εἶδος κἀποφώλιον τρέφος
ΛΙΚΥΜΝΙΟΣ
ἑλοῦσι …
ΟΙΔΙΠΟΥΣ
Φοίβου ποτε οὐκ ἐῶντος ἔσπειρεν τέκνον
ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὢν ἀνήρ
βωμὸν προσίζει, τὸν νόμον χαίρειν ἐῶν
πρὸς τὴν δίκην ἄγοιμʼ ἂν οὐ τρέσας θεούς·
κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί.
τὸν ὑμνοποιὸν δόναχʼ, ὃν ἐκφύει Μέλας
ποταμὸς ἀηδόνʼ εὐπνόων αὐλὴν σοφήν
ΠΗΛΕΥΣ
Πηλεύς θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτός
οὐδʼ εἰς τὸ μεῖζον ἦλθε· τὰς θνητῶν δʼ ἐγώ
χαίρειν κελεύω θεῶν ἄτερ προθυμίας
ΠΟΛΥΙΔΟΣ
ὦ δύστηνοι καὶ πολύμοχθοι
ματέρες Ἅιδῃ τέκνα τίκτουσαι
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ἑρμῆς ἕπου δὲ μοῦνον ἀμπρεύοντί μοι
ΡΗΣΟΣ
Νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος
ΣΘΕΝΕΒΟΙΑ
Βελλεροφόντης παίω Χιμαίρας εἰς σφαγάς, πυρὸς δʼ ἀθήρ
βάλλει με καὶ τοῦδʼ αἰθαλοῖ πυκνὸν πτερόν
ΣΚΙΡΩΝ ΣΑΤΥΡΟΙ
Ἑρμῆ, σὺ γὰρ δὴ … ἔχεις
ΣΚΥΡΙΟΙ
Ὦ Τυνδάρεια παῖ Λάκαινα
Ὀδυσσεύς σὺ δʼ ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους
ξαίνεις ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
ΤΗΛΕΦΟΣ
Τήλεφος λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί
φέρʼ εἰ — — ἐκπλεύσας σκάφει
ΤΗΜΕΝΟΣ
......].ω[.]ως ἀ̣ρε[ί]φατος̣ τ̣ι̣ς̣[
Χαλύβοις
ΦΙΛΟΚΤΗΤΗΣ
Φιλοκτήτης οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος
ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι
ΦΟΙΝΙΞ
καὶ τῷδε δηλώσαιμʼ ἄν, εἰ βούλοιο σύ,
τἀληθές, ὡς ἔγωγε καὐτὸς ἄχθομαι,
ὅστις λέγειν μὲν εὐπρεπῶς ἐπίσταται,
τὰ δʼ ἔργα χείρω τῶν λόγων παρέσχετο
ΦΡΙΞΟΣ Αʹ
ΦΡΙΞΟΣ Βʹ
ΧΡΥΣΙΠΠΟΣ
.αι.[ ]..[
ωνος σθένος
φοινίσσεται
ἅλμη
οὐδὲν γὰρ ὧδε θρέμμʼ ἀναιδὲς ὡς γυνή
τί δʼ ἔστιν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
καλεῖν δίκαιον ὅστις ἂν ...
ἐγὼ δὲ φεύξομαί γʼ ἐλεύθερος γεγώς
ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖ
παῖδας φυτεύειν οὔποτʼ ἀνθρώπους ἐχρῆν
πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν
ὡς δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι,
ἄνθρωπος ἐγένου καὶ τὸ δυστυχὲς βίου
ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο
τρέφειν ὅδʼ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοάς·
μή νυν τὰ θνητὰ θνητὸς ὢν ἀγνωμόνει
τίς ἀτιμόθεος καὶ βαρυδαίμων
ὃς τάδε λεύσσων οὐ προδιδάσκει
ψυχὴν αὑτοῦ θεὸν ἡγεῖσθαι,
μετεωρολόγων δʼ ἑκὰς ἔρριψεν
σκολιὰς ἀπάτας, ὧν τολμηρὰ
γλῶσσʼ εἰκοβολεῖ περὶ τῶν ἀφανῶν
οὐδὲν γνώμης μετέχουσα
φιμώσατʼ αὐτοῦ κἀποκλείσατε στόμα
τριδάκτυλον σῴζει σφε πεύκινον ξύλον
γενύων τʼ ἀμυχάς
ἄρδην φερούσῃ
ᾔδη ταῦτʼ ἐγὼ φράσαι καλῶς
δισσὰ πνεύματα πνεῖς, Ἔρως
ὅμως τἀληθὲς οὐ προδώσομεν
εἴξαντες ὄκνῳ
Ἀθάνα
τὰς γὰρ συμφοράς
ἀπροσδοκήτους δαίμονες διώρισαν
Χορός πρὸς σὲ πελάζω
τὸν ὀπισθοβάτην πόδα γηροκομῶν
ἀμαυρὰ γλῶσσα
βρύττος μέγας
Ἄφιδνε, γαίας υἱὲ τῆς ἀμήτορος
ὡς ἀμφιπρύμνω δύο μʼ ἐλέγχετον λόγω
ἀναβεβίωκα
ἀνάστατα ποιεῖν
ἀνθηρὸς ᾠδός
ἄνυδρα δʼ ᾠκηκὼς ἄναξ
κριωπὸς Ἄμμων δάπεδα θεσπίζει τάδε
ἁπαλά
θεῶν κήρυκας
Βοσπόρου πέρα
Νείλου τε ναυστολοῦσι χρημάτων χάριν
ἀστροσκοποῦντες ἐναλίαν τρικυμίαν
θύραθεν οὐ θέλοιμʼ ἂν ἐλθοῦσαν μακράν
χρυσοῦν τὸν Ἴστρον οὐδὲ Βόσπορον λαβών
— λάθρᾳ δὲ τούτων δρωμένων τίνας φοβῇ;
— τοὺς μείζονα βλέποντας ἀνθρώπων θεούς.
κτήσασθʼ ἐν ὑστέροισιν εὔκλειαν χρόνοις
ἅπασαν ἀντλήσαντες ἡμέραν πόνον
ψυχαῖς … ερ … ε
… οδ … ης … υστ … τα … χρεών
καὶ τῷ τεκόντι πατρὶ δυσμενέστατοι.
δόμων γὰρ ἄρχειν εἰς ἔρωτʼ ἀφιγμένοι
τοῖς φιλτάτοις κυροῦσι πολεμιώτατοι
σμικροὶ γέροντι παῖδες ἡδίους πατρί
[ ]δῳ[ ].ολης παρ[
..]ει δʼ ἕωλος [ὥσ]τε παρθέν[ος] χ̣οροῦ
τρι[...]ι̣ τις κή[λησι]ν ἐξηῦ[ρεν] π̣οδός.
ἅπα]ς δʼ ἄτιμος [ὅς γε] μὴ κείνῳ [συνῇ
[.. ἄ]κοντι συνκλαδα[..₍.₎]
πή]δησε κοῦφʼ ἀπὸ Δ[ιὸς? ]
ἔπειτα χρῆσθαι
ὅσοι δοκοῦσιν εἰδέναι
εἰδὼς ὁθούνεκʼ ἀ
φθείρουσιν ἤθη χρήσθʼ ὁμιλίαι κακαί
οὐ δεινὸν οὐδὲν τῶν ἀναγκαίων βροτοῖς
εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον
ἀπηύρων
αὔξιμον
ζύγαστρον
Ἕλληνες ᾄξαντες ποσίν
τὰ καλὰ καὶ τὰ μὴ καλά
καλῶς ἔχουσιν
εὐρύθμοις προβήμασιν