eul_wid: lcw-aa
DOI 10.5281/zenodo.20418549

Nicander of Colophon On Wild Animals in Greek

The Theriaca, also known as On Wild Animals, is a didactic poem by the Hellenistic poet Nicander of Colophon, composed in the 2nd century BCE. Written in Homeric Greek hexameter, this work of nearly one thousand lines provides a systematic catalogue of venomous creatures, including snakes, spiders, and scorpions, and offers detailed instructions for preparing antidotes to their bites and stings. It functions as a technical treatise, merging precise zoological description with pharmacological recipes. The poem is a companion to Nicander's Alexipharmaca, which addresses poisons derived from plants and minerals.

The complete text survives through medieval manuscript transmission, often accompanied by ancient scholia that aid in interpreting its dense and specialized vocabulary. Modern scholarship situates the work within the intellectual milieu of the Attalid court at Pergamon, where poetic composition engaged with contemporary scientific inquiry. It was crafted for an educated audience, demonstrating erudition and literary artistry within the established didactic tradition, even as its practical medical advice was later supplanted by prose handbooks. Despite its archaic presentation, the Theriaca exerted a significant influence on Roman literature and remained a cited authority in the fields of toxicology and natural history for centuries.

1 Ῥεῖά κέ τοι μορφάς τε σίνη τ’ ὀλοφώια θηρῶν
2 ἀπροϊδῆ τύψαντα λύσιν θ’ ἑτεραλκέα κήδευς,
3 φίλ’ Ἑρμησιάναξ, πολέων κυδίστατε παῶν,
4 ἔμπεδα φωνήσαιμι· σὲ δ’ ἂν πολύεργος ἀροτρεύς
5 βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύπος, εὖτε καθ’ ὕλην
6 ἢ καὶ ἀροτρεύοντι βάλῃ ἔπι λοιγὸν ὀδόντα,
7 τοῖα περιφρασθέντος ἀλεξητήρια νούσων.
8 [para]Ἀλλ’ ἤτοι κακοεργὰ φαλάγγια, σὺν καὶ ἀνιγρούς
9 ἑρπηστὰς ἔχιάς τε καὶ ἄχθεα μυρία γαίης
10 Τιτήνων ἐνέπουσιν ἀφ’ αἵματος, εἰ ἐτεόν περ
11 Ἀσκραῖος μυχάτοιο Μελισσήεντος ἐπ’ ὄχθαις
12 Ἡσίοδος κατέλεξε παρ’ ὕδασι Περμησσοῖο.
13 τὸν δὲ χαλαζήεντα κόρη Τιτηνὶς ἀνῆκε
14 σκορπίον, ἐκ κέντροιο τεθηγμένον, ἦμος ἐπέχρα
15 Βοιωτῷ τεύχουσα κακὸν μόρον Ὠαρίωνι,
16 ἀχράντων ὅτε χερσὶ θεῆς ἐδράξατο πέπλων·
17 αὐτὰρ ὅγε στιβαροῖο κατὰ σφυρὸν ἤλασεν ἴχνευς
18 σκορπίος ἀπροϊδὴς ὀλίγῳ ὑπὸ λᾶι λοχήσας·
19 τοῦ δὲ τέρας περίσημον ὑπ’ ἀστέρας ἀπλανὲς αὔτως
20 οἷα κυνηλατέοντος ἀείδελον ἐστήρικται.
21 [para]Ἀλλὰ σύ γε σταθμοῖο καὶ αὐλίου ἑρπετὰ φύγδην
22 ῥηιδίως ἐκ πάντα διώξεαι, ἢ ἀπ’ ἐρίπνης,
23 ἠὲ καὶ αὐτοπόνοιο χαμευνάδος, ἦμος ἀν’ ἀγρούς
24 φεύγων αὐαλέου θέρεος πυρόεσσαν ἀυτμήν
25 αἴθριος ἐν καλάμῃ στορέσας ἀκρέσπερος εὕδῃς,
26 ἢ καὶ ἀνυλήεντα παρὲκ λόφον, ἢ ἐνὶ βήσσης
27 ἐσχατιῇ ὅθι πλεῖστα κινώπετα βόσκεται ὕλην,
28 [δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας·]
29 καί τε παρὲκ λιστρωτὸν ἅλω δρόμον, ἠδ’ ἵνα ποίη
30 πρῶτα κυϊσκομένη χνοάει σκιάοντας ἰάμνους,
31 τῆμος ὅτ’ ἀζαλέων φολίδων ἀπεδύσατο γῆρας
32 μῶλυς ἐπιστείβων, ὅτε φωλεὸν εἴαρι φεύγων
33 ὄμμασιν ἀμβλώσσει, μαράθου δέ ἑ νήχυτος ὄρπηξ
34 βοσκηθεὶς ὠκύν τε καὶ αὐγήεντα τίθησι.
35 Θιβρὴν δ’ ἐξελάσεις ὀφίων ἐπιλωβέα κῆρα
36 καπνείων ἐλάφοιο πολυγλώχινα κεραίην,
37 ἄλλοτε δ’ ἀζαλέην δαίων ἐγγαγίδα πέτρην,
38 ἣν οὐδὲ κρατεροῖο πυρὸς περικαίνυται ὁρμή·
39 ἐν δὲ πολυσχιδέος βλήτρου πυρὶ βάλλεο χαίτην,
40 ἢ σύ γε καχρυόεσσαν ἑλὼν πυριθαλπέα ῥίζαν
41 καρδάμῳ ἀμμίγδην ἰσοελκέι· μίσγε δ’ ἔνοδμον
42 ζορκὸς ἐνὶ πλάστιγγι νέον κέρας ἀσκελὲς ἱστάς,
43 καί τε μελανθείου βαρυαέος, ἄλλοτε θείου,
44 ἄλλοτε δ’ ἀσφάλτοιο φέρων ἰσοαχθέα μοῖραν·
45 ἠὲ σύ γε Θρήισσαν ἐνιφλέξαις πυρὶ λᾶαν,
46 ἥ θ’ ὕδατι βρεχθεῖσα σελάσσεται, ἔσβεσε δ’ αὐγήν
47 τυτθὸν ὅτ’ ὀδμήσαιτο ἐπιρρανθέντος ἐλαίου.
48 τὴν ἀπὸ Θρηικίου νομέες ποταμοῖο φέρονται
49 ὃν Πόντον καλέουσι, τόθι Θρήικες ἀμορβοί
50 κριοφάγοι μήλοισιν ἀεργηλοῖσιν ἕπονται.
51 ναὶ μὴν καὶ βαρύοδμος ἐπὶ φλογὶ ζωγρηθεῖσα
52 χαλβάνη ἄκνηστίς τε καὶ ἡ πριόνεσσι τομαίη
53 κέδρος, πουλυόδουσι καταψηχθεῖσα γενείοις,
54 ἐν φλογιῇ καπνηλὸν ἄγει καὶ φύξιον ὀδμήν.
55 τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνάς
56 κεινώσεις, δαπέδῳ δὲ πεσὼν ὕπνοιο κορέσσῃ.
57 [para]Εἰ δὲ τὰ μὲν καμάτου ἐπιδεύεται, ἄγχι δέ τοι νύξ
58 αὖλιν ἄγει, κοίτου δὲ λιλαίεαι ἔργον ἀνύσσας,
59 τῆμος δὴ ποταμοῖο πολυρραγέος κατὰ δίνας
60 ὑδρηλὴν καλάμινθον ὀπάζεο χαιτήεσσαν·
61 πολλὴ γὰρ λιβάσιν παραέξεται ἀμφί τε χείλη
62 ἔρσεται ἀγλαύροισιν ἀγαλλομένη ποταμοῖσιν.
63 ἢ σύ γ’ ὑποστορέσαιο λύγον πολυανθέα κόψας
64 ἢ πολιὸν βαρύοδμον, ὃ δὴ ῥίγιστον ὄδωδεν·
65 ὣς δ’ αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη,
66 ναὶ μὴν ἁβροτόνοιο τό τ’ ἄγριον οὔρεσι θάλλει
67 ἀργεννὴν ὑπὸ βῆσσαν, ἢ ἑρπύλλοιο νομαίου,
68 ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν
69 ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης.
70 φράζεσθαι δ’ ἐπέοικε χαμαιζήλοιο κονύζης
71 ἄγνου τε βρύα λευκὰ καὶ ἐμπρίοντ’ ὀνόγυρον·
72 αὕτως δὲ τρήχοντα ταμὼν ἄπο κλήματα σίδης,
73 ἠὲ καὶ ἀσφοδέλοιο νέον πολυαυξέα μόσχον,
74 στρύχνον τε σκύρα τ’ ἐχθρά, τά τ’ εἴαρι σίνατο βούτην
75 ἦμος ὅταν σκυρόωσι βόες καυλεῖα φαγοῦσαι.
76 ναὶ μὴν πευκεδάνοιο βαρυπνόου, οὗ τε καὶ ὀδμή
77 θηρί’ ἀποσσεύει τε καὶ ἀντιόωντα διώκει.
78 καὶ τὰ μὲν εἰκαίῃ παράθου ἀγραυλέι κοίτῃ,
79 ἄλλα δὲ φωλειοῖς· τὰ δὲ διπλάσσαιο χεείαις.
80 Εἴ γε μέν, ἐς τεῦχος κεραμήιον ἠὲ καὶ ὄλπην
81 κεδρίδας ἐνθρύπτων λιπάοις εὐήρεα γυῖα,
82 ἢ καὶ πευκεδάνοιο βαρυπνόου, ἄλλοτ’ ὀρείου
83 αὖα καταψήχοιο λίπει ἔνι φύλλα κονύζης·
84 αὕτως δ’ ἀλθήεντ’ ἐλελίσφακον, ἐν δέ τε ῥίζαν
85 σιλφίου, ἣν κνηστῆρι κατατρίψειαν ὀδόντες—
86 πολλάκι καὶ βροτέην σιάλων ὑποέτρεσαν ὀδμήν.
87 εἰ δὲ σύ γε τρίψας ὀλίγῳ ἐν βάμματι κάμπην
88 κηπαίην δροσόεσσαν ἐπὶ χλωρηίδα νώτῳ,
89 ἠὲ καὶ ἀγριάδος μολόχης ἐγκύμονι κάρφει
90 γυῖα πέριξ λιπάσειας, ἀναίμακτός κεν ἰαύοις.
91 ψήχεο δ’ ἐν στέρνῳ προβαλὼν μυλόεντι θυείης
92 ἐν μέν θ’ ἁβροτόνοιο δύω κομόωντας ὀράμνους
93 καρδάμῳ ἀμμίγδην—ὀδελοῦ δέ οἱ αἴσιος ὁλκή—
94 ἐν δὲ χεροπληθῆ καρπὸν νεοθηλέα δαυχμοῦ
95 λειαίνειν τριπτῆρι· τὰ δὲ τροχοειδέα πλάσσων
96 τέρσαι ὑποσκιόεντι βαλὼν ἀνεμώδεϊ χώρῳ·
97 αὖα δ’ ἐν ὄλπῃ θρύπτε, καὶ αὐτίκα γυῖα λιπαίνοις.
98 [para]Εἴ γε μὲν ἐκ τριόδοιο μεμιγμένα κνώδαλα χύτρῳ
99 ζωὰ νέον θορνύντα καὶ ἐν θρόνα τοιάδε βάλλῃς,
100 δήεις οὐλομένῃσιν ἀλεξητήριον ἄταις·
101 ἐν μὲν γὰρ μυελοῖο νεοσφαγέος ἐλάφοιο
102 δραχμάων τρίφατον δεκάδος καταβάλλεο βρῖθος,
103 ἐν δὲ τρίτην ῥοδέου μοῖραν χοός, ἥν τε θυωροί
104 πρώτην μεσσατίην τε πολύτριπτόν τε κλέονται,
105 ἰσόμορον δ’ ὠμοῖο χέειν ἀργῆτος ἐλαίου,
106 τετράμορον κηροῖο· τὰ δ’ ἐν περιηγέι γάστρῃ
107 θάλπε κατασπέρχων ἔστ’ ἂν περὶ σάρκες ἀκάνθης
108 μελδόμεναι θρύπτωνται· ἔπειτα δὲ λάζεο τυκτήν
109 εὐεργῆ λάκτιν, τὰ δὲ μυρία πάντα ταράσσειν
110 συμφύρδην ὀφίεσσιν· ἑκὰς δ’ ἀπόερσον ἀκάνθας,
111 καὶ γὰρ ταῖς κακοεργὸς ὁμῶς ἐνιτέτροφεν ἰός·
112 γυῖα δὲ πάντα λίπαζε καὶ εἰς ὁδόν, ἢ ἐπὶ κοῖτον,
113 ἢ ὅταν αὐαλέου θέρεος μεθ’ ἁλώια ἔργα
114 ζωσάμενος θρίναξι βαθὺν διακρίνεαι ἄντλον.
115 Εἰ δέ που ἐν δακέεσσιν ἀφαρμάκτῳ χροῒ κύρσῃς
116 ἄκμηνος σίτων, ὅτε δὴ κακὸν ἄνδρας ἰάπτει,
117 αἶψά κεν ἡμετέρῃσιν ἐρωήσειας ἐφετμαῖς.
118 τῶν ἤτοι θήλεια παλίγκοτος ἀντομένοισι
119 δάχματι, πλειοτέρη δὲ καὶ ὁλκαίην ἐπὶ σειρήν·
120 τοὔνεκα καὶ θανάτοιο θοώτερος ἵξεται αἶσα.
121 ἀλλ’ ἤτοι θέρεος βλαβερὸν δάκος ἐξαλέασθαι
122 Πληιάδων φάσιας δεδοκημένος, αἵ θ’ ὑπὸ Ταύρου
123 ἀλκαίην ψαίρουσαι ὀλίζωνες φορέονται·
124 ἢ ὅτε σὺν τέκνοισι θερειομένοισιν ἀβοσκής
125 φωλειοῦ λοχάδην ὑπὸ γωλεὰ διψὰς ἰαύῃ,
126 ἢ ὅτε λίπτῃσιν μεθ’ ἑὸν νομόν, ἢ ἐπὶ κοῖτον
127 ἐκ νομοῦ ὑπνώουσα κίῃ κεκορημένη ὕλης.
128 μὴ σύ γ’ ἐνὶ τριόδοισι τύχοις ὅτε δάχμα πεφυζώς
129 περκνὸς ἔχις θυίῃσι τυπῇ ψολόεντος ἐχίδνης,
130 ἡνίκα θορνυμένου ἔχιος θολερῷ κυνόδοντι
131 θουρὰς ἀμὺξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου·
132 οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοί
133 γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιήν
134 γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο·
135 οἴη γὰρ βαρύθει ὑπὸ κύματος, οἱ δὲ καθ’ ὕλην
136 ᾠοτόκοι ὄφιες λεπυρὴν θάλπουσι γενέθλην.
137 μηδ’ ὅτε ῥικνῆεν φολίδων περὶ γῆρας ἀμέρσας
138 ἂψ ἀναφοιτήσῃ νεαρῇ κεχαρημένος ἥβῃ,
139 ἢ ὁπότε σκαρθμοὺς ἐλάφων ὀχεῇσιν ἀλύξας
140 ἀνδράς’ ἐνισκίμψῃ χολόων γυιοφθόρον ἰόν·
141 ἔξοχα γὰρ δολιχοῖσι κινωπησταῖς κοτέουσι
142 νεβροτόκοι καὶ ζόρκες· ἀνιχνεύουσι δὲ πάντη
143 τρόχμαλά θ’ αἱμασιάς τε καὶ ἰλυοὺς ἐρέθοντες,
144 σμερδαλέῃ μυκτῆρος ἐπισπέρχοντες ἀυτμῇ.
145 Ναὶ μὴν καὶ νιφόεσσα φέρει δυσπαίπαλος Ὄθρυς
146 φοινὰ δάκη, κοίλη τε φάραγξ καὶ τρηχέες ἀγμοί
147 καὶ λέπας ὑλῆεν, τόθι δίψιος ἐμβατέει σήψ.
148 χροιὴν δ’ ἀλλόφατόν τε καὶ οὐ μίαν οἰαδὸν ἴσχει,
149 αἰὲν ἐειδόμενος χώρῳ ἵνα χηραμὰ τεύξῃ.
150 τῶν οἱ μὲν λίθακάς τε καὶ ἕρμακας ἐνναίοντες
151 παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων
152 ἀνδράσι δάχμα πέλοι μεταμώνιον ἀλλὰ κάκηθες.
153 ἄλλος δ’ αὖ κόχλοισι δομὴν ἰνδάλλεται αἴης,
154 ἄλλῳ δ’ ἐγχλοάουσα λοπὶς περιμήκεα κύκλον
155 ποικίλον αἰόλλει· πολέες δ’ ἀμάθοισι μιγέντες
156 σπείρῃ λεπρύνονται ἀλινδόμενοι ψαμάθοισι.
157 [para]Φράζεο δ’ αὐαλέῃσιν ἐπιφρικτὴν φολίδεσσιν
158 ἀσπίδα φοινήεσσαν, ἀμυδρότατον δάκος ἄλλων,
159 [τῇ μὲν γάρ τε κέλευθος ὁμῶς κατ’ ἐναντίον ἕρπει
160 ἀτραπὸν ὁλκαίην δολιχῷ μηρύγματι γαστρός.]
161 ἣ καὶ σμερδαλέον μὲν ἔχει δέμας, ἐν δὲ κελεύθῳ
162 νωχελὲς ἐξ ὁλκοῖο φέρει βάρος, ὑπναλέῳ δέ
163 αἰὲν ἐπιλλίζουσα φαείνεται ἐνδυκὲς ὄσσῳ·
164 ἀλλ’ ὅταν ἢ δοῦπον νέον οὔασιν ἠέ τιν’ αὐγήν
165 ἀθρήσῃ, νωθῆ μὲν ἀπὸ ῥέθεος βάλεν ὕπνον,
166 ὁλκῷ δὲ τροχόεσσαν ἅλων εἱλίξατο γαίῃ,
167 λευγαλέον δ’ ἀνὰ μέσσα κάρη πεφρικὸς ἀείρει.
168 τῆς ἤτοι μῆκος μέν, ὃ κύντατον ἔτρεφεν αἶα,
169 ὀργυιῇ μετρητόν· ἀτὰρ περιφαίνεται εὖρος
170 ὅσσον τ’ αἰγανέης δορατοξόος ἤνυσε τέκτων
171 εἰς ἐνοπὴν ταύρων τε βαρυφθόγγων τε λεόντων.
172 χροιὴ δ’ ἄλλοτε μὲν ψαφαρὴ ἐπιδέδρομε νώτοις,
173 ἄλλοτε μηλινόεσσα καὶ αἰόλος, ἄλλοτε τεφρή,
174 πολλάκι δ’ αἰθαλόεσσα μελαινομένη ὑπὸ βώλῳ
175 Αἰθιόπων, οἵην τε πολύστομος εἰς ἅλα Νεῖλος
176 πλησάμενος κατέχευεν ἄσιν προὔτυψε δὲ πόντῳ.
177 δοιοὶ δ’ ἐν σκυνίοισιν ὑπερφαίνουσι μέτωπον
178 οἷα τύλοι, τὸ δ’ ἔνερθεν ὑπαιφοινίσσεται ὄθμα
179 πολλὸν ὑπὲρ σπείρης, ψαφαρὸς δ’ ἀναπίμπραται αὐχήν
180 ἄκριτα ποιφύσσοντος ὅτ’ ἀντομένοισιν ὁδουροῖς
181 ἄιδα προσμάξηται ἐπὶ ζαμενὲς κοτέουσα.
182 τῆς ἤτοι πίσυρες κοῖλοι ὑπένερθεν ὀδόντες
183 ἀγκύλοι ἐν γναθμοῖς δολιχήρεες ἐρρίζωνται
184 ἰοδόκοι, μύχατος δὲ χιτὼν ὑμένεσσι καλύπτει·
185 ἔνθεν ἀμείλικτον γυίοις ἐνερεύγεται ἰόν.
186 ἐχθρῶν που τέρα κεῖνα καρήασιν ἐμπελάσειε·
187 σαρκὶ γὰρ οὔτ’ ἐπὶ δάχμα φαείνεται, οὔτε δυσαλθές
188 οἶδος ἐπιφλέγεται, καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ,
189 ὑπνηλὸν δ’ ἐπὶ νῶκαρ ἄγει βιότοιο τελευτήν.
190 Ἰχνεύμων δ’ ἄρα μοῦνος ἀκήριος ἀσπίδος ὁρμήν,
191 ἠμὲν ὅτ’ ἐς μόθον εἶσιν, ἀλεύεται, ἠδ’ ὅτε λυγρά
192 θαλπούσης ὄφιος κηριτρόφου ὤεα γαίῃ
193 πάντα διεσκήνιψε, καὶ ἐξ ὑμένων ἐτίναξε
194 δαρδάπτων, ὀλοοῖς δὲ συνερραθάγησεν ὀδοῦσι.
195 μορφὴ δ’ ἰχνευτᾶο κινωπέτου οἷον ἀμυδρῆς
196 ἴκτιδος ἥ τ’ ὄρνισι κατοικιδίῃσιν ὄλεθρον
197 μαίεται, ἐξ ὕπνοιο συναρπάζουσα πετεύρων
198 ἔνθα λέχος τεύχονται ἐπίκριοι ἢ καὶ ἀφαυρά
199 τέκνα τιθαιβώσσουσιν ὑπὸ πλευρῇσι θέρουσαι.
200 ἀλλ’ ὅταν Αἰγύπτοιο παρὰ θρυόεντας ἰάμνους
201 ἀσπίσι μῶλον ἔχωσιν ἀθέσφατον εἱλικοέσσαις,
202 αὐτίχ’ ὁ μὲν ποταμόνδε καθήλατο, τύψε δὲ κώλοις
203 τάρταρον ἰλυόεσσαν, ἄφαρ δ’ ἐφορύξατο γυῖα
204 πηλῷ, ἀλινδηθεὶς ὀλίγον δέμας εἰσόκε λάχνην
205 Σείριος ἀζήνῃ τεύξῃ δ’ ἄγναπτον ὀδόντι.
206 τῆμος δ’ ἠὲ κάρην λιχμήρεος ἑρπηστᾶο
207 σμερδαλέην ἔβρυξεν ἐπάλμενος ἠὲ καὶ οὐρῆς
208 ἁρπάξας βρυόεντος ἔσω ποταμοῖο κύλισεν.
209 [para]Εὖ δ’ ἂν ἐχιδνήεσσαν ἴδοις πολυδευκέα μορφήν,
210 ἄλλοτε μὲν δολιχήν, ὁτὲ παυράδα· τοιάδ’ ἀέξει
211 Εὐρώπη τ’ Ἀσίη τε· τὰ δ’ οὐκ ἐπιείκελα δήεις.
212 ἤτοι ἀν’ Εὐρώπην μὲν ὀλίζονα, καί θ’ ὑπὲρ ἄκρους
213 ῥώθωνας κεραοί τε καὶ ἀργίλιπες τελέθουσιν,
214 αἱ μὲν ὑπὸ Σκείρωνος ὄρη Παμβώνιά τ’ αἴπη,
215 Ῥυπαῖον, Κόρακός τε πάγον, πολιόν τ’ Ἀσέληνον·
216 Ἀσὶς δ’ ὀργυιόεντα καὶ ἐς πλέον ἑρπετὰ βόσκει,
217 οἷα περὶ τρηχὺν Βουκάρτερον, ἢ καὶ ἐρυμνός
218 Αἰσαγέης πρηὼν καὶ Κέρκαφος ἐντὸς ἐέργει.
219 τῶν ἤτοι βρεχμοῖς μὲν ἐπὶ πλάτος, ἠδ’ ὑπὲρ ἄκρον
220 ὁλκαῖον σπείρης κολοβὴν ἐπελίσσεται οὐρήν
221 ἀζαλέαις φρίσσουσαν ἐπηετανὸν φολίδεσσι·
222 νωθεῖ δ’ ἔνθα καὶ ἔνθα διὰ δρυμὰ νίσσεται ὁλκῷ.
223 πᾶς δέ τοι ὀξυκάρηνος ἰδεῖν ἔχις, ἄλλοτε μῆκος
224 μάσσων, ἄλλοτε παῦρος· ἀκιδνότερος δὲ κατ’ εὖρος
225 νηδύος, ἡ δὲ μύουρος ὑπ’ ἀλκαίη τετάνυσται,
226 ἴσως μὲν πεδανὴ δολιχοῦ ὑπὸ πείρασιν ὁλκοῦ,
227 ἴσως δ’ ἐκ φολίδων τετρυμένη· αὐτὰρ ἐνωπῆς
228 γλήνεα φοινίσσει τεθοωμένος, ὀξὺ δὲ δικρῇ
229 γλώσσῃ λιχμάζων νέατον σκωλύπτεται οὐρήν·
230 Κωκυτὸν δ’ ἐχιαῖον ἐπικλείουσιν ὁδῖται.
231 τοῦ μὲν ὑπὲρ κυνόδοντε δύω χροῒ τεκμαίρονται
232 ἰὸν ἐρευγόμενοι· πλέονες δέ τοι αἰὲν ἐχίδνης,
233 οὔλῳ γὰρ στομίῳ ἐμφύεται, ἀμφὶ δὲ σαρκί
234 ῥεῖά κεν εὐρυνθέντας ἐπιφράσσαιο χαλινούς.
235 τῆς καὶ ἀπὸ πληγῆς φέρεται λίπει εἴκελος ἰχώρ,
236 ἄλλοτε δ’ αἱματόεις, τοτὲ δ’ ἄχροος· ἡ δ’ ἐπί οἱ σάρξ
237 πολλάκι μὲν χλοάουσα βαρεῖ ἀναδέδρομεν οἴδει,
238 ἄλλοτε φοινίσσουσα, τότ’ εἴδεται ἄντα πελιδνή·
239 ἄλλοτε δ’ ὑδατόεν κυέει βάρος, αἱ δὲ χαμηλαί
240 πομφόλυγες ὡς εἴ τε περὶ φλύκταιναι ἀραιαί
241 οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν.
242 σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν
243 αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἱεῖσαι.
244 πᾶν δ’ ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη
245 ὀξέα πυρπολέουσα· κατ’ ἀσφάραγον δέ τε λυγμοί
246 κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν.
247 ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις
248 ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει,
249 ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ ὁ κάμνων
250 ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ,
251 πολλάκι δ’ ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις
252 χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα.
253 πολλάκι δ’ αὖ χολόεντας ἀπήρυγε νηδύος ὄγκους
254 ὠχραίνων δέμας ἀμφίς· ὁ δὲ νοτέων περὶ γυίοις
255 ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς.
256 χροιὴν δ’ ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει,
257 ἄλλοτε δ’ ἠερόεσσαν, ὅτ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
258 [para]Εὖ δ’ ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην
259 ἠύτ’ ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην.
260 ἤτοι ὁ μὲν κόλος ἐστίν, ὁ δ’ αὖ κεράεσσι πεποιθώς,
261 ἄλλοτε μὲν πισύρεσσιν, ὅτ’ ἐν δοιοῖσι κεράστης,
262 χροιῇ δ’ ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ’ ἀμάθοισιν
263 ἢ καὶ ἁματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.
264 τῶν ἤτοι σπείρῃσιν ὁ μὲν θοὸς ἀντία θύνει
265 ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός·
266 αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ
267 οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ,
268 τράμπιος ὁλκαίης ἀκάτῳ ἴσος ἥ τε δι’ ἅλμης
269 πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω
270 εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.
271 τοῦ μέν, ὅτ’ ἐμβρύξῃσιν, ἀεικέλιον περὶ νύχμα
272 ἥλῳ ἐειδόμενον τυλόεν πέλει· αἱ δὲ πελιδναί
273 φλύκταιναι πέμφιξιν ἐειδόμεναι ὑετοῖο
274 δάχμα πέρι πλάζονται, ἀμυδρήεσσαι ἐς ὠπήν.
275 ἤτοι ἀφαυρότερον τελέει πόνον, ἐννέα δ’ αὐγάς
276 ἠελίου μογέων ἐπιόσσεται, οἷσι κεράστης
277 οὐλόμενος κακοεργὸν ἐνιχραύσῃ κυνόδοντα.
278 διπλῷ δ’ ἐν βουβῶνι καὶ ἰγνύσιν ἀσκελὲς αὔτως
279 μόχθος ἐνιτρέφεται, πελιὸς δέ οἱ ἐμφέρεται χρώς·
280 τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἅψεα θυμός
281 λείπεται ἐκ καμάτοιο· μόλις γε μὲν ἔκφυγον αἶσαν.
282 [para]Σῆμα δέ τοι δάκεος αἱμορρόου αὖτις ἐνίψω,
283 ὅς τε κατ’ ἀμβαθμοὺς πετρώδεας ἐνδυκὲς αὔει,
284 τρηχὺν ὑπάρπεζον θαλάμην ὀλιγήρεα τεύχων
285 ἔνθ’ εἰλυθμὸν ἔχεσκεν ἐπεί τ’ ἐκορέσσατο φορβῆς.
286 μήκει μὲν ποδὸς ἴχνος ἰσάζεται, αὐτὰρ ἐπ’ εὖρος
287 τέτρυται μύουρος ἀπὸ φλογέοιο καρήνου,
288 ἄλλοτε μὲν χροιῇ ψολόεις, ὁτὲ δ’ ἔμπαλιν αἰθός.
289 δειρὴν δ’ ἐσφήκωται ἅλις, πεδανὴ δέ οἱ οὐρή
290 ζαχρειὲς θλιφθεῖσα κατομφάλιος τετάνυσται.
291 τοῦ μὲν ὑπὸ νιφόεντα κεράατα δοιὰ μετώπῳ
292 ἔγκειται πάρνοψι φάη λογάδας τι προσεικῆ·
293 σμερδαλέον δ’ ἐπί οἱ λαμυρὸν πέφρικε κάρηνον.
294 δοχμὰ δ’ ἐπισκάζων ὀλίγον δέμας οἷα κεράστης
295 μέσσου ὅγ’ ἐκ νώτου βαιὸν πλόον αἰὲν ὀκέλλει,
296 γαίῃ ἐπιθλίβων νηδύν, φολίσιν δὲ καὶ ὁλκῷ
297 παῦρον ὑποψοφέων καλάμης χύσιν οἷα διέρπει.
298 νύχματι δ’ ἀρχομένῳ μὲν ἐπιτρέχει ἄχροον οἶδος
299 κυάνεον, κραδίην δὲ κακὸν περιτέτροφεν ἄλγος·
300 γαστὴρ δ’ ὑδατόεσσα διέσσυτο, νυκτὶ δὲ πρώτῃ
301 αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι’ ὤτων
302 πιδύεται χολόεντι νέον πεφορυγμένον ἰῷ,
303 οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ’ ἐπὶ γυίοις
304 ὠτειλαὶ ῥήγνυνται ἐπειγόμεναι χροὸς ἄτῃ.
305 μήποτέ τοι θήλει’ αἱμορροῒς ἰὸν ἐνείη·
306 τῆς γὰρ ὀδαξαμένης τὰ μὲν ἀθρόα πίμπραται οὖλα
307 ῥιζόθεν, ἐξ ὀνύχων δὲ κατείβεται ἀσταγὲς αἷμα,
308 οἱ δὲ φόνῳ μυδόεντες ἀναπλείουσιν ὀδόντες.
309 εἰ ἔτυμον, Τροίηθεν ἰοῦς’ ἐχαλέψατο φύλοις
310 Αἰνελένη, ὅτε νῆα πολύστροιβον παρὰ Νεῖλον
311 ἔστησαν βορέαο κακὴν προφυγόντες ὁμοκλήν,
312 ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβον
313 Θώνιος ἐν ψαμάθοις ἀθρήσατο· τύψε γὰρ εὐνῇ
314 αὐχέν’ ἀποθλιφθεῖσα καὶ ἐν βαρὺν ἤρυγεν ἰόν
315 αἱμοροῒς θήλεια, κακὸν δέ οἱ ἔχραε κοῖτον.
316 τῷ δ’ Ἑλένη μέσον ὁλκὸν ἐνέθλασε, θραῦσε δ’ ἀκάνθης
317 δεσμὰ πέριξ νωταῖα, ῥάχις δ’ ἐξέδραμε γυίων·
318 ἐξ ὅθεν αἱμορόοι σκολιοπλανέες τε κεράσται
319 οἶοι χωλεύουσι κακηπελίῃ βαρύθοντες.
320 Εὖ δ’ ἂν σηπεδόνος γνοίης δέμας, ἄλλο μὲν εἴδει
321 αἱμορόῳ σύμμορφον, ἀτὰρ στίβον ἀντί’ ὀκέλλει,
322 καὶ κεράων δ’ ἔμπλην δέμας ἄμμορον, ἡ δέ νυ χροιή
323 οἵη περ τάπιδος λασίῳ ἐπιδέδρομε τέρφει·
324 κράατι δ’ ἐμβαρύθει, ἐλάχεια δὲ φαίνεται οὐρή
325 ἐσσυμένῃ· σκολιὴν γὰρ ὁμῶς ἐπιτείνεται ἄκρην.
326 τῆς δ’ ἤτοι ὀλοὸν καὶ ἐπώδυνον ἔπλετο ἕλκος
327 σηπεδόνος, νέμεται δὲ μέλας ὀλοφώιος ἰός
328 πᾶν δέμας, αὐαλέῃ δὲ περὶ χροῒ καρφομένη θρίξ
329 σκίδναται ὡς γήρεια καταψηχθέντος ἀκάνθης·
330 ἐκ μὲν γὰρ κεφαλῆς τε καὶ ὀφρύος ἀνδρὶ τυπέντι
331 ῥαίονται, βλεφάρων δὲ μέλαιν’ ἐξέφθιτο λάχνη·
332 ἅψεα δὲ τροχόεντες ἐπιστίζουσι μὲν ἀλφοί,
333 λεῦκαί τ’ ἀργινόεσσαν ἐπισσεύουσιν ἔφηλιν.
334 [para]Ναὶ μὴν διψάδος εἶδος ὁμώσεται αἰὲν ἐχίδνῃ
335 παυροτέρῃ, θανάτου δὲ θοώτερος ἵξεται αἶσα
336 οἷσιν ἐνισκίμψῃ βλοσυρὸν δάκος· ἤτοι ἀραιή
337 αἰὲν ὑποζοφόεσσα μελαίνεται ἄκροθεν οὐρή·
338 δάχματι δ’ ἐμφλέγεται κραδίη πρόπαν, ἀμφὶ δὲ καύσῳ
339 χείλε’ ὑπ’ ἀζαλέης αὐαίνεται ἄβροχα δίψης·
340 αὐτὰρ ὅγ’, ἠύτε ταῦρος ὑπὲρ ποταμοῖο νενευκώς,
341 χανδὸν ἀμέτρητον δέχεται ποτὸν εἰσόκε νηδύς
342 ὀμφαλὸν ἐξξέρρηξε χέῃ δ’ ὑπεραχθέα φόρτον.
343 ὠγύγιος δ’ ἄρα μῦθος ἐν αἰζηοῖσι φορεῖται,
344 ὡς, ὁπότ’ οὐρανὸν ἔσχε Κρόνου πρεσβίστατον αἷμα,
345 Νειμάμενος κασίεσσιν ἑκὰς περικυδέας ἀρχάς
346 Ιδμοσύνῃ νεότητα γέρας πόρεν ἡμερίοισι
347 Κυδαίνων· δὴ γάρ ῥα πυρὸς ληίστορ’ ἔνιπτον.
348 Αφρονες, οὐ μὲν τῆς γε κακοφραδίης ἀπόνηντο·
349 Νωθεῖς γὰρ κάμνοντες ἀμορβεύοντο λεπάργῳ
350 Δῶρα· πολύσκαρθμος δὲ κεκαυμένος αὐχένα δίψῃ
351 Ρώετο, γωλειοῖσι δ’ ἰδὼν ὁλκήρεα θῆρα
352 Οὐλοὸν ἐλλιτάνευε κακῇ ἐπαλαλκέμεν ἄτῃ
353 Σαίνων· αὐτὰρ ὁ βρῖθος ὃ δή ῥ’ ἀνεδέξατο νώτοις
354 ᾔτεεν ἄφρονα δῶρον· ὁ δ’ οὐκ ἀπανήνατο χρειώ.
355 ἐξότε γηραλέον μὲν ἀεὶ φλόον ἑρπετὰ βάλλει
356 ὁλκήρη, θνητοὺς δὲ κακὸν περὶ γῆρας ὀπάζει·
357 νοῦσον δ’ ἀζαλέην βρωμήτορος οὐλομένη θήρ
358 δέξατο, καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.
359 [para]Νῦν δ’ ἄγε χερσύδροιο καὶ ἀσπίδος εἴρεο μορφάς
360 ἰσαίας· πληγῇ δὲ κακήθεα σήμαθ’ ὁμαρτεῖ·
361 πᾶσα γὰρ αὐαλέη ῥινὸς περὶ σάρκα μυσαχθής
362 νειόθι πιτναμένη μυδόεν τεκμήρατο νύχμα,
363 σηπεδόσι φλιδόωσα· τὰ δ’ ἄλγεα φῶτα δαμάζει
364 μυρία πυρπολέοντα· θοαὶ δ’ ἐπὶ γυῖα χέονται
365 πρηδόνες ἄλλοθεν ἄλλαι ἐπημοιβοὶ κλονέουσαι.
366 ὃς δ’ ἤτοι τὸ πρὶν μὲν ὑπὸ βροχθώδεϊ λίμνῃ
367 ἄσπειστον βατράχοισι φέρει κότον· ἀλλ’ ὅταν ὕδωρ
368 Σείριος αὐήνῃσι, τρύγη δ’ ἐν πυθμένι λίμνης,
369 καὶ τόθ’ ὅγ’ ἐν χέρσῳ τελέθει ψαφαρός τε καὶ ἄχρους,
370 θάλπων ἠελίῳ βλοσυρὸν δέμας· ἐν δὲ κελεύθοις
371 γλώσσῃ ποιφύγδην νέμεται διψήρεας ὄγμους.
372 [para]Τὸν δὲ μετ’ ἀμφίσβαιναν ὀλίζωνα βραδύθουσαν
373 δήεις ἀμφικάρηνον, ἀεὶ γλήνῃσιν ἀμυδρήν·
374 ἀμβλὺ γὰρ ἀμφοτέρωθεν ἐπιπρονένευκε γένειον
375 νόσφιν ἀπ’ ἀλλήλων· χροιή γε μὲν ἠύτε γαίης,
376 ῥωγαλέον φορέουσα περιστιγὲς αἰόλον ἔρφος.
377 τὴν μὲν ὅθ’ ἁδρύνηται, ὀροιτύποι, οἷα βατῆρα
378 κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο,
379 δέρματος ἐσκύλευσαν, ὅτε πρώτιστα πέφανται
380 πρόσθε βοῆς κόκκυγος ἐαρτέρου· ἡ δ’ ὀνίνησι
381 ῥινῷ δυσπαθέοντας ὅτ’ ἐν παλάμῃσιν ἀεργοί
382 μάλκαι ἐπιπροθέωσιν ὑπὸ κρυμοῖο δαμέντων
383 ἠδ’ ὁπόταν νεύρων ξανάᾳ κεχαλασμένα δεσμά.
384 Δήεις καὶ σκυτάλην ἐναλίγκιον ἀμφισβαίνῃ
385 εἶδος ἀτὰρ πάχετόν τε καὶ οὐτιδανὴν ἐπὶ σειρήν
386 μάσσον’, ἐπεὶ σκυτάλης μὲν ὅσον σμινύοιο τέτυκται
387 στειλειῆς πάχετος, τῆς δ’ ἕλμινθος πέλει ὄγκος
388 ἠὲ καὶ ἔντερα γῆς οἷα τρέφει ὄμβριος αἶα.
389 οὐδ’ ἄρ’, ὅταν χαράδρεια λίπῃ καὶ ῥωγάδα κοίλην
390 ἦρος ἀεξομένου ὁπόθ’ ἑρπετὰ γαῖα φαείνῃ,
391 ἀκρεμόνος μαράθοιο χυτὸν περιβόσκεται ἔρνος,
392 εὖτ’ ἂν ὑπ’ ἠελίοιο περὶ φλόον ἅψεα βάλλῃ,
393 ἀλλ’ ἥγ’ ἀρπέζαις τε καὶ ἐν νεμέεσσι πεσοῦσα
394 φωλεύει βαθύυπνος, ἀπ’ εἰκαίης δὲ βοτεῖται
395 γαίης οὐδ’ ἀπὸ δίψος ἀλέξεται ἱεμένη περ.
396 [para]Τεκμαίρευ δ’ ὀλίγον μὲν ἀτὰρ προφερέστατον ἄλλων
397 ἑρπηστῶν βασιλῆα· τὸ μὲν δέμας ὀξυκάρηνος,
398 ξανθός, ἐπὶ τρία δῶρα φέρων μῆκός τε καὶ ἰθύν.
399 οὐκ ἄρα δὴ κείνου σπειραχθέα κνώδαλα γαίης
400 ἰυγὴν μίμνουσιν ὅτ’ ἐς νομὸν ἠὲ καὶ ὕλην
401 ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀίξαντες
402 μείρονται, φύζῃ δὲ παλιντροπέες φορέονται.
403 τύμματι δ’ ἐπρήσθη φωτὸς δέμας, αἱ δ’ ἀπὸ γυίων
404 σάρκες ἀπορρείουσι πελιδναί τε ζοφεραί τε·
405 οὐδέ τις οὐδ’ οἰωνὸς ὑπὲρ νέκυν ἴχνια τείνας,
406 αἰγυπιοὶ γῦπές τε κόραξ τ’ ὀμβρήρεα κρώζων,
407 οὐδὲ μὲν ὅσσα τε φῦλα νομάζεται οὔρεσι θηρῶν
408 δαίνυνται· τοῖόν περ ἀυτμένα δεινὸν ἐφίει.
409 εἰ δ’ ὀλοὴ βούβρωστις ἀιδρείηφι πελάσσῃ,
410 αὐτοῦ οἱ θάνατός τε καὶ ὠκέα μοῖρα τέτυκται.
411 [para]Κῆρα δέ τοι δρυΐναο πιφαύσκεο, τόν τε χέλυδρον
412 ἐξέτεροι καλέουσιν· ὁ δ’ ἐν δρυσὶν οἰκία τεύξας
413 ἢ ὅγε που φηγοῖσιν ὀρεσκεύει περὶ βήσσας
414 [ὕδρον μιν καλέουσι, μετεξέτεροι δὲ χέλυδρον]·
415 ὅς τε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην
416 ἀγρώσσων λειμῶσι μολουρίδας ἢ βατραχῖδας
417 σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν.
418 ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ
419 ὀξὺς ἀλείς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.
420 αἰθαλόεις μὲν νῶτα, κάρη γε μὲν ἁρπεδὲς αὔτως
421 ὕδρῳ ἐισκόμενος· τὸ δ’ ἀπὸ χροὸς ἐχθρὸν ἄηται
422 οἷον ὅτε πλαδόωντα περὶ σκύλα καὶ δέρε’ ἵππων
423 γναπτόμενοι μυδόωσιν ὑπ’ ἀρβήλοισι λάθαργοι.
424 ἤτοι ὅταν κώληπας ἢ ἐν ποδὸς ἴχνεϊ τύψῃ,
425 χρωτὸς ἄπο πνιγόεσσα κεδαιομένη φέρετ’ ὀδμή·
426 τοῦ δ’ ἤτοι περὶ τύμμα μέλαν κορθύεται οἶδος,
427 ἐν δὲ νόον πεδόωσιν ἀλυσθαίνοντος ἀνῖαι
428 ἐχθόμεναι, χροιὴ δὲ μόγῳ αὐαίνεται ἀνδρός.
429 ῥινοὶ δὲ πλαδόωσιν ἐπὶ χροΐ, τοῖά μιν ἰός
430 ὀξὺς ἀεὶ νεμέθων ἐπιβόσκεται· ἀμφὶ καὶ ἀχλύς
431 ὄσσε κατακρύπτουσα κακοσταθέοντα δαμάζει·
432 οἱ δέ τε μηκάζουσι περιπνιγέες τε πέλονται,
433 οὖρα δ’ ἀπέστυπται· τοτὲ δ’ ἔμπαλιν ὑπνώοντες
434 ῥέγκουσιν, λυγμοῖσι βαρυνόμενοι θαμέεσσιν,
435 ἢ ἀπερευγόμενοι ἔμετον χολοειδέα δειρῆς,
436 ἄλλοτε δ’ αἱματόεντα· κακὴ δ’ ἐπιδίψιος ἄτη
437 ἐσχατίη μογέουσι τρόμον κατεχεύατο γυίοις.
438 [para]Φράζεο δὲ χλοάοντα δαεὶς κύανόν τε δράκοντα,
439 ὅν ποτε Παιήων λασίῃ ἐνεθρέψατο φηγῷ
440 Πηλίῳ ἐν νιφόεντι Πελεθρόνιον κατὰ βῆσσαν.
441 ἤτοι ὅγ’ ἄγλαυρος μὲν ἐείδεται, ἐν δὲ γενείῳ
442 τρίστοιχοι ἑκάτερθε περιστιχόωσιν ὀδόντες·
443 πίονα δ’ ἐν σκυνίοισιν ὕπ’ ὄθματα, νέρθε δὲ πώγων
444 αἰὲν ὑπ’ ἀνθερεῶνι χολοίβαφος. οὐ μὲν ὅγ’ αὕτως
445 ἐγχρίμψας ἤλγυνε καὶ ἢν ἔκπαγλα χαλεφθῇ·
446 βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροῒ νύχμα
447 εἴδεται αἱμαχθέντος ὑπὸ κραντῆρος ἀραιοῦ.
448 τῷ μέν τ’ ἔκπαγλον κοτέων βασιλήιος ὄρνις
449 αἰετὸς ἐκ παλαχῆς ἐπαέξεται, ἀντία δ’ ἐχθρήν
450 δῆριν ἄγει γενύεσσιν ὅταν βλώσκοντα καθ’ ὕλην
451 δέρκηται· πάσας γὰρ ὅγ’ ἠρήμωσε καλιάς,
452 αὕτως ὀρνίθων τε τόκον κτίλα τ’ ὤεα βρύκων.
453 αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν
454 ῥεῖα δράκων ἤμερσε νέον μάρψαντος ὄνυξι
455 θάμνου ὑπαΐξας· ὁ δ’ ἀλεύεται· ἀμφὶ δὲ δαιτός
456 μάρνανθ’· ἱπτάμενον δὲ πέριξ ἀτέλεστα διώκει
457 σπειρηθεὶς καὶ λοξὸν ὑποδρὰξ ὄμμασι λεύσσων.
458 [para]Εἴ γε μὲν Ἡφαίστοιο χαλαίποδος ἐν πτυχὶ νήσου
459 βήσεαι ἠὲ Σάμον δυσχείμερον, αἵ τ’ ἐνὶ κόλπῳ
460 Θρηικίῳ βέβληνται ἑκάς, Ῥησκυνθίδος Ἥρης
461 Ἕβρος ἵνα Ζωναῖά τ’ ὄρη χιόνεσσι φάληρα
462 καὶ δρύες Οἰαγρίδαο, τόθι Ζηρύνθιον ἄντρον,
463 δήεις κεγχρίνεω δολιχὸν τέρας, ὅν τε λέοντα
464 αἰόλον αὐδάξαντο, περίστικτον φολίδεσσι.
465 τοῦ πάχετος μῆκός τε πολύστροφον, αἶψα δὲ σαρκί
466 πυθεδόνας κατέχευε δυσαλθέας, αἱ δ’ ἐπὶ γυίοις
467 ἰοβόροι βόσκονται· ἀεὶ δ’ ὑπὸ νηδύσιν ὕδρωψ
468 ἄλγεσιν ἐμβαρύθουσα κατὰ μέσον ὀμφαλὸν ἵζει.
469 ἤτοι ὅτ’ ἠελίοιο θερειτάτη ἵσταται ἀκτίς,
470 οὔρεα μαιμώσσων ἐπινίσσεται ὀκριόεντα
471 αἵματος ἰσχανόων καὶ ἐπὶ κτίλα μῆλα δοκεύων,
472 ἢ Σάου ἠὲ Μοσύχλου ὅτ’ ἀμφ’ ἐλάτῃσι μακεδναῖς
473 ἄγραυλοι ψύχωσι, λελοιπότες ἔργα νομήων.
474 μὴ σύ γε θαρσαλέος περ ἐὼν θέλε βήμεναι ἄντην
475 μαινομένου, μὴ δή σε καταπλέξῃ καὶ ἀνάγχῃ
476 πάντοθι μαστίζων οὐρῇ δέμας, ἐν δὲ καὶ αἷμα
477 λαιφάξῃ κληῖδας ἀναρρήξας ἑκάτερθεν.
478 φεῦγε δ’ ἀεὶ σκολιήν τε καὶ οὐ μίαν ἀτραπὸν ἴλλων,
479 δοχμὸς ἀνακρούων θηρὸς πάτον· ἦ γὰρ ὁ δεσμούς
480 βλάπτεται ἐν καμπῇσι πολυστρέπτοισιν ἀκάνθης,
481 ἰθεῖαν δ’ ὤκιστος ἐπιδρομάδην στίβον ἕρπει.
482 τοῖος Θρηικίῃσιν ὄφις νήσοισι πολάζει.
483 [para]Ἔνθα καὶ οὐτιδανοῦ περ ἀπεχθέα βρύγματ’ ἔασιν
484 ἀσκαλάβου· τὸν μέν τε ῥέει φάτις οὕνεκ’ Ἀχαιή
485 Δημήτηρ ἔβλαψεν ὅθ’ ἅψεα σίνατο παιδός
486 Καλλίχορον παρὰ φρεῖαρ, ὅτ’ ἐν Κελεοῖο θεράπναις
487 ἀρχαίη Μετάνειρα θεὴν δείδεκτο περίφρων.
488 [para]Ἄλλα γε μὴν ἄβλαπτα κινώπετα βόσκεται ὕλην,
489 δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας,
490 οὓς ἔλοπας λίβυάς τε πολυστεφέας τε μυάγρους
491 φράζονται, σὺν δ’ ὅσσοι ἀκοντίαι ἠδὲ μόλουροι
492 ἠδ’ ἔτι που τυφλῶπες ἀπήμαντοι φορέονται.
493 [para]Τῶν μὲν ἐγὼ θρόνα πάντα καὶ ἀλθεστήρια νούσων
494 φύλλα τε ῥιζοτόμον τε διείσομαι ἀνδράσιν ὥρην,
495 πάντα διαμπερέως καὶ ἀπηλεγές, οἷσιν ἀρήγων
496 ἀλθήσῃ νούσοιο κατασπέρχουσαν ἀνίην.
497 τὰς μὲν ἔτι βλύοντι φόνῳ περιαλγέι ποίας
498 δρέψασθαι νεοκμῆτας—ὃ γὰρ προφερέστατον ἄλλων—
499 χώρῳ ἵνα κνῶπες θαλερὴν βόσκονται ἀν’ ὕλην.
500 πρώτην μὲν Χείρωνος ἐπαλθέα ῥίζαν ἑλέσθαι,
501 Κενταύρου Κρονίδαο φερώνυμον, ἥν ποτε Χείρων
502 Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ.
503 τῆς μὲν ἀμαρακόεσσα χυτὴ περιδέδρομε χαίτη,
504 ἄνθεα δὲ χρύσεια φαείνεται· ἡ δ’ ὑπὲρ αἴης
505 ῥίζα καὶ οὐ βυθόωσα Πελεθρόνιον νάπος ἴσχει.
506 ἣν σὺ καὶ αὐαλέην ὁτὲ δ’ ἔγχλοον ὅλμῳ ἀράξας,
507 φυρσάμενος κοτύλῃ πιέειν μενοεικέος οἴνης·
508 παντὶ γὰρ ἄρκιός ἐστι· τό μιν πανάκειον ἔπουσιν.
509 [para]Ἤτοι ἀριστολόχεια παλίσκιος ἐνδατέοιτο,
510 φύλλ’ ἅτε κισσήεντα περικλυμένοιο φέρουσα·
511 ἄνθεα δ’ ὑσγίνῳ ἐνερεύθεται, ἡ δέ οἱ ὀδμή
512 σκίδναται ἐμβαρύθουσα, μέσον δ’ ὡς ἀχράδα καρπόν
513 μυρτάδος ἐξ ὄχνης ἐπιόψεαι ἢ σύ γε βάκχης·
514 ῥίζα δὲ θηλυτέρης μὲν ἐπιστρογγύλλεται ὄγκῳ,
515 ἄρσενι δ’ αὖ δολιχή τε καὶ ἂμ πυγόνος βάθος ἴσχει,
516 πύξου δὲ χροιῇ προσαλίγκιος Ὠρικίοιο.
517 τὴν ἤτοι ἔχιός τε καὶ αἰνοπλῆγος ἐχίδνης
518 ἀγρεύσεις ὄφελος περιώσιον· ἔνθεν ἀπορρώξ
519 δραχμαίη μίσγοιτο ποτῷ ἔνι κιρράδος οἴνης.
520 ναὶ μὴν καὶ τρίσφυλλον ὀπάζεο κνωψὶν ἀρωγήν
521 ἠέ που ἐν τρήχοντι πάγῳ ἢ ἀποσφάγι βήσσῃ,
522 τὴν ἤτοι μινυανθές, ὁ δὲ τριπέτηλον ἐνίσποι,
523 χαίτην μὲν λωτῷ, ῥυτῇ γε μὲν εἴκελον ὀδμήν.
524 ἤτοι ὅτ’ ἄνθεα πάντα καὶ ἐκ πτίλα ποικίλα χεύῃ
525 οἷόν τ’ ἀσφάλτου ἀπερεύγεται· ἔνθα κολούσας
526 σπέρμαθ’ ὅσον κύμβοιο τραπεζήεντος ἑλέσθαι
527 καρδόπῳ ἐντρίψας πιέειν ὀφίεσσιν ἀρωγήν.
528 [para]Νῦν δ’ ἄγε τοι ἐπίμικτα νόσων ἀλκτήρια λέξω.
529 Θρινακίην μὲν ῥίζαν ἕλευ γυιαλθέα θάψου
530 σμώξας, ἐν δὲ σπέρμα χυτὸν λευκανθέος ἄγνου,
531 νῆριν, πηγάνιόν τε περιβρυές, ἐν δέ τε θύμβρης
532 δρεψάμενος βλαστὸν χαμαιευνάδος ἥ τε καθ’ ὕλην
533 οἵας θ’ ἑρπύλλοιο περὶ ῥάδικας ἀέξει.
534 ἄγρει δ’ ἀσφοδέλοιο διανθέος ἄλλοτε ῥίζαν,
535 ἄλλοτε καὶ καυλεῖον ὑπέρτερον ἀνθερίκοιο,
536 πολλάκι δ’ ἐν καὶ σπέρμα τό τε λοβὸς ἀμφὶς ἀέξει,
537 ἠὲ καὶ ἑλξίνην, τήν τε κλύβατιν καλέουσιν,
538 ὕδασι τερπομένην καὶ ἀεὶ θάλλουσαν ἰάμνοις·
539 πῖνε δ’ ἐνιτρίψας κοτυλήρυτον ὄξος ἀφύσσων
540 ἢ οἴνης· ῥέα δ’ αὖτε καὶ ὕδατι κῆρας ἀλύξαις.
541 [para]Ἐσθλὴν δ’ Ἀλκιβίου ἔχιος περιφράζεο ῥίζαν.
542 τῆς καὶ ἀκανθοβόλος μὲν ἀεὶ περιτέτροφε χαίτη,
543 λείρια δ’ ὡς ἴα τοῖα περιτρέφει· ἡ δὲ βαθεῖα
544 καὶ ῥαδινὴ ὑπένερθεν ἀέξεται οὔδεϊ ῥίζα.
545 τὸν μὲν ἔχις βουβῶνος ὕπερ νεάτοιο χαράξας
546 ἄντλῳ ἐνυπνώοντα χυτῆς παρὰ τέλσον ἅλωος
547 εἶθαρ ἀνέπνευσεν καμάτου βίῃ· αὐτὰρ ὁ γαίης
548 ῥίζαν ἐρυσάμενος τὸ μὲν ἕρκεϊ θρύψεν ὀδόντων
549 θηλάζων, τὸ δὲ πέσκος ἑῷ περὶ κάββαλεν ἕλκει.
550 Ἦ μὴν καὶ πρασίοιο χλοανθέος ἔρνος ὀλόψας
551 χραισμήσεις ὀφίεσσι πιὼν ἀργῆτι μετ’ οἴνῳ,
552 ἥ τε καὶ ἀστόργοιο κατείρυσεν οὔθατα μόσχου
553 πρωτογόνου, στέργει δὲ περισφαραγεῦσα γάλακτι·
554 τὴν ἤτοι μελίφυλλον ἐπικλείουσι βοτῆρες,
555 οἱ δὲ μελίκταιναν· τῆς γὰρ περὶ φύλλα μέλισσαι
556 ὀδμῇ θελγόμεναι μέλιτος ῥοιζηδὸν ἵενται.
557 [para]Ἠὲ σύ γ’ ἐγκεφάλοιο περὶ σμήνιγγας ἀραιάς
558 ὄρνιθος λέψαιο κατοικάδος· ἄλλοτ’ ἀμόρξαις
559 ψηχρὰ πολύκνημον καὶ ὀρίγανον, ἢ ἀπὸ κάπρου
560 ἥπατος ἀκρότατον κέρσαι λοβὸν ὅς τε τραπέζης
561 ἐκφύεται νεύει δὲ χολῆς σχεδὸν ἠδὲ πυλάων·
562 καὶ τὰ μὲν ἂρ σύμμικτα πιεῖν ἢ ἀπ’ ἄνδιχα βάψας
563 ὄξεος ἢ οἴνης· πλεῖον δ’ ἄκος ἕψεται οἴνῃ.
564 ἐν δὲ φόβην ἐρύσασθαι ἀειθαλέος κυπαρίσσου
565 ἐς ποτόν, ἢ πάνακες, ἢ κάστορος οὐλοὸν ὄρχιν,
566 ἢ ἵππου τὸν Νεῖλος ὑπὲρ Σάιν αἰθαλόεσσαν
567 βόσκει· ἀρούρῃσιν δὲ κακὴν ἐπιβάλλεται ἅρπην,
568 ὅς τε καὶ ἐκ ποταμοῖο λιπὼν ζάλον ἰλυόεντα,
569 χιλοὶ ὅτε χλοάουσι νεὸς δ’ ἀπεχεύατο ποίην,
570 τόσσον ἐπιστείβων λείπει βυθὸν ὁσσάτιόν περ
571 ἐκνέμεται γενύεσσι παλίσσυτον ὄγμον ἐλαύνων.
572 τοῦ μὲν ἀποπροταμὼν δραχμῆς βάρος ἰσοφαρίζειν,
573 ὕδατι δ’ ἐμπίσαιο κύτει ἐναολλέα κόψας.
574 [para]Μηδὲ σύ γ’ ἁβροτόνου ἐπιλήθεο, μηδέ τι δάφνης
575 καρποῦ ἀραιοτέρης· μάλα δ’ ἂν καὶ ἀμάρακος εἴη
576 χραισμήεις πρασιῇσι καὶ ἀνδήροισι χλοάζων·
577 ἐν δὲ τίθει τάμισον σκίνακος νεαροῖο λαγωοῦ
578 ἢ προκὸς ἠὲ νεβροῖο πάροιθ’ ἀπὸ λύματα κόψας,
579 ἠὲ καὶ ἐξ ἐλάφοιο ταμὼν πηρῖνα θοραίην,
580 ἢ ἐλάφου νηδύν, τὸ μὲν ἂρ καλέουσιν ἐχῖνον,
581 ἄλλοι δ’ ἐγκατόεντα κεκρύφαλον· ὧν ἀπερύσας
582 δραχμάων ὅσσον τε δύω καταβάλλεο μοίρας
583 τέτρασιν ἐν κυάθοις μέθυος πολιοῦ ἐπιμίξας.
584 [para]Μηδὲ σέ γε χραίσμη πολίου λάθοι ἠὲ κέδροιο,
585 ἀρκευθίς, σφαῖραί τε θερειλεχέος πλατάνοιο,
586 σπέρματα βουπλεύρου τε καὶ Ἰδαίης κυπαρίσσου·
587 πάντα γὰρ ἀλθήσει καὶ ἀθέσφατον ἐκ μόγον ὤσει.
588 [para]Τὴν δὲ μετ’ ἐξετέρην θανάτου φύξιν τε καὶ ἀλκήν
589 φράζεο κουλυβάτειαν ἑλών· τροχαλῷ δ’ ἐνὶ λίγδῳ
590 σώχειν, ἐν δέ τέ οἱ κοτύλην πτισάνοιο χέασθαι,
591 ἐν δὲ δύω κυάθεια παλαισταγέος οἴνοιο,
592 ἐν δὲ καὶ ἀργέσταο λίπευς ἰσόμοιρον ἐλαίου·
593 φύρσας δὲ πληγῇσι χολοιβόρον ἰὸν ἐρύξεις.
594 [para]Ἄγρει δ’ ἑξάμορον κοτύλης εὐώδεα πίσσαν,
595 καὶ χλοεροῦ νάρθηκος ἀπὸ μέσον ἦτρον ὀλόψας,
596 ἠὲ καὶ ἱππείου μαράθου πολυαυξέα ῥίζαν
597 κεδρίσιν ἐντρίψας, ἐλεοθρέπτου τε σελίνου
598 σπέρματα· μεστωθὲν δὲ χάδοι βάθος ὀξυβάφοιο.
599 [para]Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,
600 δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,
601 ἐν δὲ θερειγενέος καρπὸν κέρσαιο κυμίνου
602 στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·
603 πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.
604 νάρδου δ’ εὐστάχυος δραχμήιον ἄχθος ἑλέσθαι,
605 σὺν δὲ καὶ ὀκταπόδην ποταμοῦ ἀποσυληθέντα
606 καρκίνον ἐνθρύψαιο νεοβδάλτοιο γάλακτος,
607 ἶρίν θ’, ἣν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,
608 Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε
609 ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντε.
610 λάζεο δ’ ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,
611 ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·
612 καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,
613 μάντιν ἐνὶ ζωοῖσι γεράσμιον, ᾗ ἐν Ἀπόλλων
614 μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·
615 μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον ἠδὲ καὶ ἀκτῆς
616 καυλοὺς ἠνεμόεντας ἰδὲ πτερὰ πολλὰ καὶ ἄνθη
617 σαμψύχου κύτισόν τε καὶ εὐγλαγέας τιθυμάλλους·
618 πάντα δὲ λίγδῳ θρύπτε, καὶ ἐν σκαφίδεσσι δοχαίαις
619 φαρμάσσων μέθυ κεῖνο χοὸς δεκάτῃ ἐνὶ μοίρῃ.
620 ἀλλ’ ἤτοι γερύνων καναχοὶ περίαλλα τοκῆες
621 βάτραχοι ἐν χύτρῃσι καθεψηθέντες ἄριστοι
622 βάμματι· πολλάκι δ’ ἧπαρ ἐνὶ σχεδίῃ ποθὲν οἴνῃ,
623 ἢ αὐτοῦ σίνταο κάρη κακὸν ἄλλοτε νύμφαις
624 ἐμπισθέν, τοτὲ δ’ οἴνου ἐνὶ σταγόνεσσιν ἀρήξει.
625 Μὴ σύ γ’ ἑλιχρύσοιο λιπεῖν πολυδευκέος ἄνθην,
626 κόρκορον ἢ μύωπα, πανάκτειόν τε κονίλην,
627 ἥν τε καὶ Ἡράκλειον ὀρίγανον ἀμφὶς ἔπουσι·
628 σὺν καὶ ὄνου πετάλειον ὀριγάνῳ, αὖά τε θύμβρης
629 στρομβεῖα ψώχοιο, κακῆς ἐμφόρβια νούσου.
630 Ἄγρει μὰν ὀλίγαις μηκωνίσι ῥάμνον ἐίσην
631 ἐρσομένην, ἀργῆτι δ’ ἀεὶ περιδέδρομεν ἄνθῃ·
632 τὴν ἤτοι φιλέταιριν ἐπίκλησιν καλέουσιν
633 ἀνέρες οἳ Τμώλοιο παραὶ Γύγαό τε σῆμα
634 Παρθένιον ναίουσι λέπας, τόθι Κίλβιν ἀεργοί
635 ἵπποι χιλεύουσι καὶ ἀντολαί εἰσι Καΰστρου.
636 [para]Νῦν δ’ ἄγε τοι ῥίζας ἐρέω ὀφίεσσιν ἀρωγούς.
637 ἔνθα δύω ἐχίεια πιφαύσκεο· τῆς δὲ τὸ μέν που
638 ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον,
639 παῦρον ἐπεί, τυτθὸν δὲ καὶ ἐν χθονὶ πυθμένα τείνει.
640 ἡ δ’ ἑτέρη πετάλοισι καὶ ἐν καύλοισι θάλεια,
641 ὑψηλή· ὀλίγῳ δὲ πέριξ καλχαίνεται ἄνθει,
642 βλαστεῖ δ’ ὡς ἔχιος σφεδανὸν δ’ ἐφύπερθε κάρηαρ·
643 τῶν μὲν ἀπ’ ἀνδρακάδα προταμὼν ἰσήρεα χραισμεῖν,
644 ἢ σφέλᾳ ἢ ὅλμῳ κεάσας ἢ ῥωγάδι πέτρῃ.
645 καί τε σύ γ’ ἠρύγγοιο καὶ ἀνθήεντος ἀκάνθου
646 ῥίζεα λειήναιο, φέροις δ’ ἰσορρεπὲς ἄχθος
647 ἀμφοῖιν κλώθοντος ἐν ἀρπέζῃσιν ἐρίνου·
648 λάζεο δ’ εὐκνήμοιο κόμην βρίθουσαν ὀρείου
649 καὶ σπέραδος Νεμεαῖον ἀειφύλλοιο σελίνου,
650 σὺν δὲ καὶ ἀννήσοιο τὸ διπλόον ἄχθος ἀείραι
651 ῥίζαις ὁλκήεσσαν ὑπὸ πλάστιγγα πεσοῦσαν·
652 καὶ τὰ μὲν ὀργάζοιο, καὶ εἰν ἑνὶ τεύχεϊ μίξας
653 ἄλλοτε μέν τ’ ἐχίων ὀλοὸν σίνος, ἄλλοτε τύμμα
654 σκορπιόεν, τοτὲ δάχματ’ ἐπαλθήσαιο φάλαγγος,
655 τριπλόον ἐνθρύπτων ὀδελοῦ βάρος ἔνδοθεν οἴνης.
656 [para]Φράζεο δ’ αἰγλήεντα χαμαίλεον ἠδὲ καὶ ὀρφνόν·
657 δοιοὶ δ’ ἀμφὶς ἔασιν· ὁ μὲν ζοφοείδελος ὠπήν
658 ἤικται σκολύμῳ, τροχεὴν δ’ ἀπεχεύατο χαίτην·
659 ῥίζα δέ οἱ βριαρή τε καὶ αἴθαλος, ἠδ’ ὑπὸ κνημοῖς
660 σκοιοῖς ἐντελέθει φυξήλιος ἢ νεμέεσσι.
661 τὸν δ’ ἕτερον δήεις αἰεὶ πετάλοισιν ἀγαυρόν,
662 μέσση δ’ ἐν κεφαλὴ δύεται πεδόεσσα μολοβρή,
663 ῥίζα δ’ ὑπαργήεσσα μελίζωρος δὲ πάσασθαι.
664 τῶν δὴ κυανέην μὲν ἀναίνεο, τῆς δ’ ἀπὸ φάρσος
665 δραχμαῖον ποταμοῖο πιεῖν ὑδάτεσσι ταράξας.
666 [para]Ἄλλην δ’ Ἀλκιβίοιο φερώνυμον ἄγρεο ποίην,
667 δράχμα χερὸς πλήσας, παύρῳ δ’ ἐν νέκταρι πίνειν.
668 τὴν μὲν ὑπὸ σκοπέλοισι Φαλακραίοισιν ἐπακτήρ
669 Κρύμνης ἂμ πεδίον καὶ ἀνὰ Γράσον ἠδ’ ἵνα θ’ ἵππου
670 λειμῶνες, σκυλάκεσσιν Ἀμυκλαίῃσι κελεύων,
671 κνυζηθμῷ κυνὸς οὔλῳ ἐπήισε θυμολέοντος,
672 ὅς τε μεταλλεύων αἰγὸς ῥόθον ἐν στίβῳ ὕλης
673 κανθῷ ἐνὶ ῥαντῆρι τυπὴν ἀνεδέξατ’ ἐχίδνης·
674 καὶ τὴν μὲν κλάγξας ἀφ’ ἑκὰς βάλε, ῥεῖα δὲ ποίης
675 φύλλα κατέβρυξεν, καὶ ἀλεύατο φοινὸν ὄλεθρον.
676 [para]Ἆσαι δ’ ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος
677 συμμίγδην πετάλοισι μελισσοφύτοιο δασείης,
678 ἠὲ καὶ ἠελίοιο τροπαῖς ἰσώνυμον ἔρνος
679 ἥ θ’ Ὑπεριονίδαο παλινστρέπτοιο κελεύθους
680 τεκμαίρει γλαυκοῖσιν ἴσον πετάλοισιν ἐλαίης.
681 αὕτως δὲ ῥίζαν κοτυληδόνος, ἥ τ’ ἀνὰ κρυμόν
682 ῥηγνυμένων ὀλοφυδνὰ διήφυσε ποσσὶ χίμετλα.
683 δήποτε δ’ ἢ βλωθροῖο πυρίτιδος ἔγχλοα φύλλα,
684 ἢ σκολοπενδρείοιο φέρειν ἀπὸ καυλὸν ἀμήσας.
685 ἄγρει καὶ πάνακες Φλεγυήιον, ὅ ῥά τε πρῶτος
686 Παιήων Μέλανος ποταμοῦ παρὰ χεῖλος ἄμερξεν,
687 Ἀμφιτρυωνιάδαο θέρων Ἰφικλέος ἕλκος,
688 εὖτε σὺν Ἡρακλῆι κακὴν ἐπυράκτεεν Ὕδρην.
689 [para]Εἰ δέ, σύ γε σκύλακας γαλέης ἢ μητέρα λαιδρήν
690 ἀγρεύσαις πρόσπαιον, ἀποσκύλαιο δὲ λάχνην
691 καρχαλέου καθύπερθε πυρὸς σελάοντος ἀυτμῆς,
692 τῆς δ’ ἐξ ἔγκατα πάντα βαλὼν καὶ ἀφόρδια γαστρός
693 φύρσον ἁλὸς δίοιο καὶ ἠελίου δίχα τέρσαι
694 μή τοι ἐνισκήλῃ νεαρὸν σκίναρ ὠκὺς ἀίξας.
695 ἀλλ’ ὁπόταν χρειώ σε κατεμπάζῃ μογέοντα,
696 σῶχε διὰ κνήστι σκελετὸν δάκος, οἷά τ’ ἀφαυρόν
697 σίλφιον ἢ στροφάλιγγα περιξήροιο γάλακτος
698 οἴνῳ ἐπικνήθων· τὸ δέ τοι προφερέστατον ἄλκαρ
699 ἐσσεῖται, πάσας γὰρ ὁμῶς ἀπὸ κῆρας ἐρύξει.
700 Πεύθεο δ’ εἰναλίης χέλυος κρατέουσαν ἀρωγήν
701 δάχματος εἶλαρ ἔμεν δολιχῶν ὅσα φῶτας ἀνιγρούς
702 ἑρπετὰ σίνονται· τὸ δέ τοι μέγ’ ἀλέξιον εἴη.
703 ἤτοι ὅταν βροτολοιγὸν ὑπὲκ πόντοιο χελύνην
704 αἰγιαλῶν ἐρύσωσιν ἐπὶ ξερὸν ἀσπαλιῆες,
705 τήνδ’ ἀνακυπώσας κεφαλῆς ἀπὸ θυμὸν ἀράξαι
706 μαύλιδι χαλκείῃ, βλοσυρὸν δ’ ἐξ αἷμα χέασθαι
707 ἐν κεράμῳ νεοκμῆτι καμινόθεν, ἐκ δὲ πελιδνόν
708 οὐρὸν ἀπηθῆσαι πλαδάον εὐεργέι μάκτρῃ·
709 ἧς ἔπι δὴ τέρσαιο διατρυφὲς αἷμα κεδάσσας
710 δραχμάων πισύρων μίσγων βάρος· ἐν δὲ κυμίνου
711 δοιὰς ἀγροτέροιο, καὶ ἐκ ταμίσοιο λαγωοῦ
712 τετράμορον δραχμῇσι δύω καταβάλλεο βρῖθος·
713 ἔνθεν ἀποτμήγων πιέειν δραχμαῖον ἐν οἴνῃ.
714 Καὶ τάδε μέν τ’ ὀφίεσσιν ἀλεξητήρια δήεις.
715 Ἔργα δέ τοι σίνταο περιφράζοιο φάλαγγος
716 σήματά τ’ ἐν βρυχμοῖσιν· ἐπεί ῥ’ ὁ μὲν αἰθαλόεις ῥώξ
717 κέκληται πισσῆεν, ἐπασσυτέροις ποσὶν ἕρπων·
718 γαστέρι δ’ ἐν μεσάτῃ ὀλοοῖς ἔσκληκεν ὀδοῦσι.
719 τοῦ δὲ καὶ ἐγχρίμψαντος ἀνουτήτῳ ἴκελος χρώς
720 μίμνει ὅμως, τὰ δ’ ὕπερθε φάη ὑποφοινίσσονται,
721 φρίκη δ’ ἐν ῥέθεϊ σκηρίπτεται· αὐτίκα δὲ χρώς
722 μέζεά τ’ ἀνδρὸς ἔνερθε τιταίνεται, ἐν δέ τε καυλός
723 φύρματι μυδαλέος προϊάπτεται· ἰσχία δ’ αὔτως
724 μάλκη ἐνισκήπτουσα κατήριπεν ἔχμα τε γούνων.
725 Ἀστέριον δέ φιν ἄλλο πιφαύσκεο, τεῦ τ’ ἐπὶ νώτῳ
726 λεγνωταὶ στίλβουσι διαυγέες ἐν χροῒ ῥάβδοι·
727 βρύξαντος δ’ ἀίδηλος ἐπέδραμεν ἀνέρι φρίκη,
728 ἐν δὲ κάρος κεφαλῇ, γούνων δ’ ὑποέκλασε δεσμά.
729 [para]Κυάνεον δέ τοι ἄλλο πεδήορον ἀμφὶς ἀίσσει
730 λαχνῆεν· δεινὸν δὲ φέρει καὶ ἐπὶ χροῒ νύχμα
731 ὅντινα γυιώσῃ· κραδίη δέ οἱ ἐν βάρος ἴσχει,
732 νὺξ δὲ περὶ κροτάφοις, ἔμετον δ’ ἐξήρυγε δειρῆς
733 λοιγὸν ἀραχνήεντα· νέμει δέ οἱ ἐγγὺς ὄλεθρον.
734 [para]Ἀγρώστης γε μὲν ἄλλος, ὃ δὴ λύκου εἴσατο μορφῇ
735 μυιάων ὀλετῆρος· ὀπιπτεύει δὲ μελίσσας,
736 ψῆνας, μύωπάς τε καὶ ὅσς’ ἐπὶ δεσμὸν ἵκηται.
737 ἄκμητον δ’ ἐπὶ τύμμα φέρει μεταμώνιον ἀνδρί.
738 [para]Ἄλλο γε μὴν δύσδηρι, τὸ δὴ σφήκειον ἔπουσι,
739 πυρσὸν ἅλις, σφηκὶ προσαλίγκιον ὠμοβορῆι,
740 ὃς δὴ θαρσαλέην γενεὴν ἐκμάσσεται ἵππου·
741 ἵπποι γὰρ σφηκῶν γένεσις ταῦροι δὲ μελισσῶν
742 [σκήνεσι πυθομένοισι λυκοσπάδες ἐξεγένοντο].
743 τοῦ δὲ καὶ οὐτήσαντος ἐπὶ κρατερὸν θέει οἶδος,
744 νοῦσοί τ’ ἐξέτεραι· μετὰ γούνασι δ’ ἄλλοτε παλμός,
745 ἄλλοτε δ’ ἀδρανίη· μινύθοντα δὲ τόνδε δαμάζει
746 ἐσχάτιον κακοεργὸς ἄγων παυστήριον ὕπνος.
747 [para]Εἰ δ’ ἄγε, μυρμήκειον, ὃ δὴ μύρμηξιν ἔικται,
748 δειρῇ μὲν πυρόεν, ἄζῃ γε μὲν εἴσατο μορφήν,
749 πάντοθεν ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ·
750 αἰθαλέη δ’ ἐπὶ τυτθὸν ἀείρεται αὐχένι κόρση·
751 ἄλγεα δὲ προτέροισιν ἴσα κνώπεσσι πελάζει.
752 [para]Χειροδρόποι δ’ ἵνα φῶτες ἄτερ δρεπάνοιο λέγονται
753 ὄσπρια χέδροπά τ’ ἄλλα μεσοχλόου ἐντὸς ἀρούρης,
754 ἐνθάδ’ ἐπασσύτερα φλογερῇ εἰλυμένα χροιῇ
755 εἴκελα κανθαρίδεσσι φαλάγγια τυτθὰ δίενται.
756 τοῦ μὲν ὅμως ἔμμοχθον ἀεὶ περὶ δάχμα χέονται
757 φλύκταιναι, κραδίη δὲ παραπλάζουσα μέμηνε,
758 γλῶσσα δ’ ἄτακτα λέληκε, παρέστραπται δὲ καὶ ὄσσε.
759 [para]Φράζεο δ’ Αἰγύπτοιο τά τε τρέφει οὐλοὸς αἶα
760 κνώδαλα, φαλλαίνῃ ἐναλίγκια τὴν περὶ λύχνους
761 ἀκρόνυχος δειπνητὸς ἐπήλασε παιφάσσουσαν·
762 στεγνὰ δέ οἱ πτερὰ πάντα καὶ ἔγχνοα, τοῖα κονίης
763 ἢ καὶ ἀπὸ σπληδοῖο φαείνεται ὅστις ἐπαύρῃ.
764 τῷ ἴκελος Περσεῖος ὑποτρέφεται πετάλοισι,
765 τοῦ καὶ σμερδαλέον νεύει κάρη αἰὲν ὑποδράξ
766 ἐσκληκός, νηδὺς δὲ βαρύνεται· αὐτὰρ ὁ κέντρον
767 αὐχένι τ’ ἀκροτάτῳ κεφαλῇ τ’ ἐνεμάξατο φωτός,
768 ῥεῖα δέ κεν θανάτοιο καὶ αὐτίκα μοῖραν ἐφείη.
769 [para]Εἰ δ’ ἄγε, καὶ κέντρῳ κεκορυθμένον ἀλγινόεντι
770 σκορπίον αὐδήσω καὶ ἀεικέα τοῖο γενέθλην.
771 τῶν ἤτοι λευκὸς μὲν ἀκήριος οὐδ’ ἐπιλωβής,
772 πυρσὸς δ’ ἐν γενύεσσι θοὸν προσεμάξατο καῦσον
773 ἀνδράσιν αἰθαλόεντα· περισπαίρουσι δὲ λώβαις
774 οἷα πυρίβλητοι, κρατερὸν δ’ ἐπὶ δίψος ὄρωρεν.
775 αὐτὰρ ὅ γε ζοφόεις ἄραδον κακὸν ὤπασε τύψας
776 ἀνδρί· παραπλῆγες δὲ καὶ ἄφραστοι γελόωσιν.
777 ἄλλος δὲ χλοάων τε, καὶ ὁππότε γυῖον ἀράξῃ
778 φρῖκας ἐπιπροΐησι, κακὴ δ’ ἐπὶ τοῖσι χάλαζα
779 εἴδεται ἐμπλάζουσα καὶ ἢν μέγα Σείριος ἄζῃ·
780 τοίη οἱ κέντροιο κοπίς, τοιῷ δ’ ἐπὶ κέντρῳ
781 σφόνδυλοι ἐννεάδεσμοι ὑπερτείνουσι κεραίης.
782 ἄλλος δ’ ἐμπέλιος—φορέει δ’ ὑπὸ βοσκάδα νηδύν
783 εὐρεῖαν, δὴ γάρ τε ποηφάγος αἰὲν ἄητος,
784 γαιοφάγος—βουβῶσι τυπὴν ἀλίαστον ἰάπτει,
785 τοίη οἱ βούβρωστις ἐνέσκληκεν γενύεσσι.
786 τὸν δ’ ἕτερον δήεις ἐναλίγκιον αἰγιαλῆι
787 καρκίνῳ ὃς μνία λεπτὰ ῥόθον τ’ ἐπιβόσκεται ἅλμης.
788 ἄλλοι δὲ ῥοικοῖσιν ἰσήρεες ἄντα παγούροις
789 γυῖα βαρύνονται· βαρέαι δ’ ἐσκλήκασι χηλαί,
790 οἷά τε πετραίοισιν ἐποκριόωσι παγούροις·
791 τῶν δὴ καὶ γενεὴν ἐξέμμορον εὖτε λίπωσι
792 πέτρας καὶ βρύα λεπτὰ πολυστίοιο θαλάσσης.
793 τοὺς ἁλὸς ἐξερύουσι δελαστρέες ἰχθυβολῆες,
794 αὐτίκα δ’ ἀγρευθέντες ἐνὶ γρώνῃσιν ἔδυσαν
795 μυοδόκοις, ἵνα τέκνα κακοφθόρα τῶνδε θανόντων
796 σκορπίοι ἐξεγένοντο καθ’ ἕρκεα λωβητῆρες.
797 τὸν δὲ μελίχλωρον· τοῦ μὲν προμελαίνεται ἄκρη
798 σφόνδυλος, ἄσβεστον δὲ νέμει πολυκήριον ἄτην.
799 ἔχθιστος δ’ ὅ τε ῥαιβὰ φέρει φλογὶ εἴκελα γυῖα
800 ἀνδράσι, νηπιάχοις δὲ παρασχεδὸν ἤγαγεν αἶσαν·
801 οἷς δὴ καὶ νώτοισι περὶ πτερὰ λευκὰ χέονται
802 μάστακι σιτοβόρῳ ἐναλίγκια, τοί θ’ ὑπὲρ ἄκρων
803 ἱπτάμενοι ἀθέρων λεπυρὸν στάχυν ἐκβόσκονται
804 Πήδασα καὶ Κισσοῖο κατὰ πτύχας ἐμβατέοντες.
805 Οἶδά γε μὴν φράσσασθαι ἀλέξια τοῖο βολάων,
806 οἷά περ ἐκ βέμβικος ὀρεστέρου ἠὲ μελίσσης,
807 ᾗ τε καὶ ἐκ κέντρου θάνατος πέλει εὖτε χαράξῃ
808 ἄνδρα πέριξ σίμβλοιο πονεύμενον ἠὲ καὶ ἀγροῖς·
809 κέντρον γὰρ πληγῇ περικάλλιπεν ἐμματέουσα,
810 κέντρον δὲ ζωήν τε φέρει θάνατόν τε μελίσσαις.
811 [para]Οἶδά γε μὴν καὶ ἴουλος ἃ μήδεται ἠδ’ ὀλοὸς σφήξ,
812 πεμφρηδὼν ὀλίγη τε καὶ ἀμφικαρὴς σκολόπενδρα,
813 ἥ τε καὶ ἀμφοτέρωθεν ὀπάζεται ἀνδράσι κῆρα,
814 νήιά θ’ ὡς σπέρχονται ὑπὸ πτερὰ θηρὶ κιούσῃ·
815 τυφλήν τε σμερδνήν τε βροτοῖς ἐπὶ λοιγὸν ἄγουσαν
816 μυγαλέην, τροχιῇσιν ἐνιθνῄσκουσαν ἁμάξης.
817 σῆπά γε μὴν πεδανοῖσιν ὁμὴν σαύροισιν ἀλύξαις,
818 καὶ σαλαμάνδρειον δόλιον δάκος αἰὲν ἀπεχθές,
819 ἥ τε καὶ ἀσβέστοιο διὲκ πυρὸς οἶμον ἔχουσα
820 ἔσσυται ἀκμήνης καὶ ἀνώδυνος· οὐδέ τί οἱ φλόξ
821 σίνεται ἀσβέστη ῥαγόεν δέρος ἄκρα τε γυίων.
822 ναὶ μὴν οἶδ’ ὅσα πόντος ἁλὸς ῥόχθοισιν ἑλίσσει,
823 σμυραίνης δ’ ἔκπαγλον· ἐπεὶ μογεροὺς ἁλιῆας
824 πολλάκις ἐμπρήσασα κατεπρήνιξεν ἐπάκτρου
825 εἰς ἅλα φυζηθέντας ἐχετλίου ἐξαναδῦσα.
826 . . . . . . . . . . . εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι
827 θόρνυσθαι προλιποῦσαν ἁλὸς νομὸν ἠπείροισι.
828 τρυγόνα μὴν ὀλοεργὸν ἁλιρραίστην τε δράκοντα
829 οἶδ’ ἀπαλέξασθαι· φορέει γε μὲν ἄλγεα τρυγών
830 ἦμος ἐν ὁλκαίοισι λίνοις μεμογηότα κέντρῳ
831 ἐργοπόνον τύψῃσιν, ἢ ἐν πρέμνοισι παγείῃ
832 δενδρείου τό τε πολλὸν ἀγαυρότατον θαλέθῃσι·
833 τοῦ μὲν ὑπὸ πληγῇσιν ἅτ’ ἠελίοιο δαμέντος
834 ῥίζαι σὺν δέ τε φυλλὰς ἀποφθίνει, ἀνδρὶ δὲ σάρκες
835 πυθόμεναι μινύθουσι· λόγος γε μὲν ὥς ποτ’ Ὀδυσσεύς
836 ἔφθιτο λευγαλέοιο τυπεὶς ἁλίου ὑπὸ κέντρου.
837 [para]Οἷσιν ἐγὼ τὰ ἕκαστα διείσομαι ἄρκια νούσων.
838 δὴ γὰρ ὅτ’ ἀγχούσης θριδακηίδα λάζεο χαίτην,
839 ἄλλοτε πενταπέτηλον, ὅτ’ ἄνθεα φοινὰ βάτοιο,
840 ἄρκτιον, ὀξαλίδας τε καὶ ὀρμενόεντα λυκαψόν,
841 κίκαμα τόρδειλόν τε περιβρυές, ἐν δὲ χαμηλήν
842 ῥεῖα πίτυν, φηγοῦ τε βαθὺν περὶ φλοιὸν ἀράξας,
843 σὺν δ’ ἄρα καυκαλίδας τε καὶ ἐκ σταφυλίνου ἀμήσας
844 σπέρματα καὶ τρεμίθοιο νέον πολυειδέα καρπόν·
845 ἢ ἔτι καὶ φοινίσσον ἁλὸς καταβάλλεο φῦκος,
846 ἀχραές τ’ ἀδίαντον, ἵν’ οὐκ ὄμβροιο ῥαγέντος
847 λεπταλέη πίπτουσα νοτὶς πετάλοισιν ἐφίζει.
848 εἰ δ’ ἄγε καὶ σμυρνεῖον ἀειβρυὲς ἢ σύ γε ποίης
849 λευκάδος ἠρύγγου τε τάμοις ἀθερηίδα ῥίζαν
850 ἄμμιγα καχρυφόρῳ λιβανωτίδι· μηδ’ ἀπαρίνη
851 μηδ’ ἔτι κουλυβάτεια περιβρίθουσά τε μήκων
852 θυλακὶς ἢ ἐπιτηλὶς ἐπὶ χραίσμῃσιν ἀπείη.
853 σὺν δὲ κράδης κυέουσαν ἀποτμήξαιο κορύνην,
854 ἢ αὐτοὺς κόκκυγας ἐρινάδος, οἵ τε πρὸ ἄλλης
855 γογγύλοι ἐκφαίνουσιν ἀνοιδείοντες ὀπώρης.
856 λάζεο καὶ πυράκανθαν ἰδὲ φλόμου ἀργέος ἄνθην,
857 ἄμμιγα δ’ αἰγίλοπός τε χελιδονίου τε πέτηλα,
858 δαύκειον, ῥίζαν τε βρυωνίδος, ἣ καὶ ἔφηλιν
859 θηλυτέρης ἐχθρήν τε χρόης ὠμόρξατο λεύκην.
860 ἐν δὲ περιστερόεντα κατασμώξαιο πέτηλα,
861 ἢ καὶ ἀλεξιάρης πτόρθους ἀπαμέργεο ῥάμνου·
862 μούνη γὰρ δρήστειρα βροτῶν ἀπὸ κῆρας ἐρύκει.
863 ναὶ μὴν παρθενίοιο νεοδρέπτους ὀροδάμνους,
864 κόρκορον ἢ πεταλῖτιν ἀμέργεο, πολλάκι μίλτου
865 Λημνίδος ἣ πάσῃσι πέλει θελκτήριον ἄταις.
866 δήποτε καὶ σικύοιο τάμοις ἐνιπευκέα ῥίζαν
867 ἀγροτέρου· νηδὺν δὲ καὶ ἐμβρίθουσαν ἀνίης
868 ἤμυνεν καὶ καρπὸς ἐυρρήχου παλιούρου·
869 σὺν καὶ ἀκανθοβόλος χαίτη, νεαλεῖς τ’ ὀρόβακχοι
870 σίδης ὑσγινόεντος ἐπιμύοντας ὀλόσχους
871 αὐχενίους ἵνα λεπτὰ πέριξ ἐνερεύθεται ἄνθη·
872 ἄλλοτε δ’ ὕσσωπός τε καὶ ἡ πολύγουνος ὄνωνις,
873 φύλλα τε τηλεφίλοιο, νέον τ’ ἐν βότρυσι κλῆμα,
874 ἀγλῖθες, καὶ καρπὸς ὀρειγενέος κορίοιο,
875 ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης.
876 πολλάκι δ’ ἢ πέπεριν κόψας νέον ἢ ἀπὸ Μήδων
877 κάρδαμον ἐμπίσαιο· σὲ δ’ ἂν πολυάνθεα γλήχων
878 στρύχνον τ’ ἠδὲ σίνηπι κακηπελέοντα σαώσαι.
879 ἄγρει καὶ πρασιῆς χλοερὸν πράσον, ἄλλοτε δ’ αὐτῆς
880 σπέρμ’ ὀλοὸν κνίδης ἥ θ’ ἑψίη ἔπλετο κούροις·
881 σὺν καί που νιφόεν σκίλλης κάρη, αὖά τε βολβῶν
882 σπείρεα, καὶ καυλεῖον ὁμοκλήτοιο δράκοντος,
883 ῥάμνου τ’ ἀσπαράγους θαμνίτιδος, ἠδ’ ὅσα πεῦκαι
884 ἀγρότεραι στρόμβοισιν ὑπεθρέψαντο ναπαῖαι.
885 εἰ δέ, σύ γ’ ἐκ ποίης ἀβληχρέος ἔγχλοα ῥίζαν
886 θηρὸς ἰσαζομένην τμήξαις ἰοειδέι κέντρῳ
887 σκορπίου, ἠὲ σίδας Ψαμαθηίδας, ἅς τε Τράφεια
888 Κῶπαί τε λιμναῖον ὑπεθρέψαντο παρ’ ὕδωρ,
889 ᾗπερ Σχοινῆός τε ῥόος Κνώποιό τε βάλλει,
890 ὅσσα θ’ ὑπ’ Ἰνδὸν χεῦμα πολυφλοίσβοιο Χοάσπεω
891 πιστάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλόεντα πέφανται·
892 καυκαλίδας, σὺν δ’ αἰθὰ βάλοις φιμώδεα μύρτα,
893 κάρφεά θ’ ὁρμίνοιο καὶ ἐκ μαράθου βρυόεντος,
894 εἰρύσιμόν τε καὶ ἀγροτέρου σπερμεῖ’ ἐρεβίνθου
895 σὺν χλοεροῖς θάμνοισι βαλὼν βαρυώδεα ποίην.
896 ναὶ μὴν καὶ σίσυμβρα πέλει μειλίγματα νούσων,
897 σὺν δὲ μελιλλώτοιο νέον στέφος, ἠδ’ ὅσα χαύνης
898 οἰνάνθης βρύα λευκὰ καταψήχουσι νομῆες,
899 ὅσσα τε λυχνὶς ἔνερθεν ἐρευθήεις τε θρυαλλίς
900 καὶ ῥόδον ἠδ’ ἴα λεπτὸν ὅσον σπερμεῖον ἀέξει.
901 ἢ καὶ πουλύγονον λασίων ὑπάμησον ἰάμνων,
902 ψίλωθρον, καρπόν τε πολυθρήνου ὑακίνθου,
903 ὃν Φοῖβος θρήνησεν ἐπεί ῥ’ ἀεκούσιος ἔκτα
904 παῖδα βαλὼν προπάροιθεν Ἀμυκλαίου ποταμοῖο,
905 πρωθήβην Ὑάκινθον, ἐπεὶ σόλος ἔμπεσε κόρσῃ
906 πέτρου ἀφαλλόμενος νέατον δ’ ἤραξε κάλυμμα.
907 σὺν δέ τε καὶ τριπέτηλον ὀποῖό τε δάκρυα βάλλοις
908 τρισσοῖς ὁλκήεσσιν ἰσοζυγέων ὀδελοῖσιν·
909 ἠὲ σύ γ’ ἕρπυλλον κεροειδέα, πολλάκι κρῆθμον,
910 ἢ ποίην κυπάρισσον ἀμέργεο, σὺν δὲ καὶ αὐτοῖς
911 ἄννησον Λιβυκάς τε ποτῷ ἐνικνήθεο ῥίζας·
912 ὧν σὺ τότ’ ἀμμίγδην, τοτὲ δ’ ἄνδιχα πίνεο θρύψας
913 ἐν κελέβῃ, κεράσαι δὲ σὺν ὄξεϊ, πολλάκι δ’ οἴνῃ
914 ἢ ὕδατι· χραισμεῖ δὲ καὶ ἐνθρυφθέντα γάλακτι.
915 Ἢν δέ ς’ ὁδοιπλανέοντα καὶ ἐν νεμέεσσιν ἀνύδροις
916 νύχμα κατασπέρχῃ, βεβαρημένος αὐτίκα ῥίζας
917 ἢ ποίην ἢ σπέρμα παρ’ ἀτραπιτοῖσι χλοάζον
918 μαστάζειν γενύεσσιν, ἀμελγόμενος δ’ ἀπὸ χυλόν
919 τύμμασιν ἡμίβρωτα βάλοις ἔπι λύματα δαιτός
920 ὄφρα δύην καὶ κῆρα κατασπέρχουσαν ἀλύξῃς.
921 [para]Ναὶ μὴν καὶ σικύην χαλκήρεα λοιγέι τύψει
922 προσμάξας ἰόν τε καὶ ἀθρόον αἷμα κενώσεις,
923 ἠὲ κράδης γλαγόεντα χέας ὀπόν, ἠὲ σίδηρον
924 καυστείρης θαλφθεῖσαν ὑπὸ στέρνοισι καμίνου.
925 ἄλλοτε φορβάδος αἰγὸς ἐνίπλειον δέρος οἴνης
926 χραισμήσει τημοῦτος ἐπὴν σφυρὸν ἢ χέρα κόψῃ.
927 ἀσκοῦ ἔσω βαρύθοντα μέσον διὰ πῆχυν ἐρείσεις
928 ἢ σφυρόν, ἀσκοδέταις δὲ πέριξ βουβῶνας ἑλίξεις
929 εἰσόκε τοι μένος οἴνου ἀπὸ χροὸς ἄλγος ἐρύξῃ.
930 δήποτε καὶ βδέλλας κορέσαις ἐπὶ τύμμασι βόσκων,
931 ἢ ἀπὸ κρομμυόφι στάζων ὀπόν, ἄλλοτε δ’ οἴνης
932 μίγδην ἐν πυράθοισι χέας τρύγα φυρήσασθαι
933 ἢ ὄξευς, νεαλεῖ δὲ πάτῳ περὶ τύψιν ἑλίξαις.
934 [para]Ὄφρα δὲ καὶ πάσῃσιν ἀλεξητήριον ἄταις
935 τευξάμενος πεπύθοιο, τό τοι μέγα κρήγυον ἔσται
936 ἦμος ὅτε θρόνα πάντα μιῇ ὑπὸ χειρὶ ταράξῃς,
937 ἐν μὲν ἀριστολόχεια, καὶ ἴριδος ἐν δέ τε νάρδου
938 ῥίζαι, χαλβανίδες τε σὺν αὐαλέοισι πυρέθροις
939 εἶεν, δαυκείου τε παναλθέος, ἐν δὲ βρυώνης,
940 σὺν δέ τε ῥίζεα χαῦνα νεωρυχέος γλυκυσίδης
941 κάρφεά τ’ ἐλλεβόρου μελανόχροος, ἄμμιγα δ’ ἀφρός
942 λίτρου· σὺν δὲ κύμινα χέαις βλαστόν τε κονύζης,
943 ἄμμιγα δ’ ἀγροτέρης σταφίδος λέπος· ἶσα δὲ δάφνης
944 σπερμεῖα κύτισόν τε κατακνήθειν τε χαμηλόν
945 ἱππεῖον λειχῆνα, καὶ ἐν κυκλάμινον ἀγείρας.
946 ἐν καὶ μήκωνος φιαρῆς ὀπόν, ἀμφὶ καὶ ἄγνου
947 σπέρματα βάλσαμόν τε καὶ ἐν κινάμοιο βαλέσθαι,
948 σὺν καὶ σφονδύλειον ἁλός τ’ ἐμπληθέα κύμβην,
949 ἄμμιγα καὶ τάμισον καὶ καρκίνον· ἀλλ’ ὁ μὲν εἴη
950 πτωκός, ὁ δ’ ἐν ποταμοῖσι πολυστίοισι νομάζων.
951 καὶ τὰ μὲν ἐν στύπεϊ προβαλὼν πολυχανδέος ὅλμου
952 μάξαι λαϊνέοισιν ἐπιπλήσσων ὑπέροισιν·
953 αἶψα δ’ ἐπ’ αὐαλέοισι χέας ἀπαρινέα χυλόν
954 ἄμμιγα συμφύρσαιο, καταρτίζοιο δὲ κύκλους
955 δραχμαίους πλάστιγγι διακριδὸν ἄχθος ἐρύξας,
956 οἴνης δ’ ἐν δοιῇσι χαδεῖν κοτύλῃσι ταράξας.
957 [para]Καί κεν Ὁμηρείοιο καὶ εἰσέτι Νικάνδροιο
958 μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη.