eul_wid: cbm-ax
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Electra by Euripides

Euripides' Electra is a Greek tragedy composed circa 420–410 BCE that dramatizes the myth of Orestes and Electra avenging their father Agamemnon by murdering their mother Clytemnestra and her consort Aegisthus. Structured in conventional tragic form with a prologue, episodes, choral odes, and a concluding scene, the play distinguishes itself through its realism of character and critical perspective. Departing from earlier treatments, Euripides relocates the action from a royal palace to a poor farmer's hut, thereby emphasizing Electra's degraded social condition and framing the revenge not as a heroic duty but as a sordid and morally ambiguous act. The climax features a divine epiphany in which the gods Castor and Polydeuces appear, openly condemning Apollo's command for the matricide. This conclusion is widely interpreted as Euripides' critique of traditional notions of divine justice and heroic ethics, reflecting the skeptical intellectual climate of Athens during the Peloponnesian War. The complete text of the play survives due to its inclusion in a select group of Euripides' works that were frequently copied in the Byzantine era, transmitted through medieval manuscripts such as a notable 10th- or 11th-century codex.

ΗΛΕΚΤΡΑ
Αὐτουργός Ὦ γῆς παλαιὸν Ἄργος, Ἰνάχου ῥοαί,
ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρη
ἐς γῆν ἔπλευσε Τρωιάδʼ Ἀγαμέμνων ἄναξ.
κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶ
Πρίαμον ἑλών τε Δαρδάνου κλεινὴν πόλιν
ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶ
ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασιν
θνήισκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλωι
καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.
χὠ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,
ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει,
ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος,
τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
μέλλοντʼ Ὀρέστην χερὸς ὕπʼ Αἰγίσθου θανεῖν
Στροφίωι τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·
ἢ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,
ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος
μνηστῆρες ἤιτουν Ἑλλάδος πρῶτοι χθονός.
δείσας δὲ μή τωι παῖδʼ ἀριστέων τέκοι
Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις
Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίωι τινί.
ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων,
μή τωι λαθραίως τέκνα γενναίωι τέκοι,
κτανεῖν σφε βουλεύσαντος ὠμόφρων ὅμως
μήτηρ νιν ἐξέσωσεν Αἰγίσθου χερός.
ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα,
παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνωι.
ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο
Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνηι,
ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο
γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι·
λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται —,
ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ,
εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
φόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθωι τότε.
ἣν οὔποθʼ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις —
ἤισχυνʼ ἐν εὐνῆι· παρθένος δʼ ἔτʼ ἐστὶ δή.
αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα
λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.
στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶ
ἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼν
γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼν
νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,
γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.
Ἠλέκτρα ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,
ἐν ἧι τόδʼ ἄγγος τῶιδʼ ἐφεδρεῦον κάραι
φέρουσα πηγὰς ποταμίας μετέρχομαι
γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί,
οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη
ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς.
ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,
ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει·
τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθωι πάρα
πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων.
Αὐτουργός τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν
πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,
καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;
Ἠλέκτρα ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·
ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.
δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾶιον φέρηις,
συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχεις
τἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼν
ἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτηι
θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.
Αὐτουργός εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω
πηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέραι
βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα
βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου.
Ὀρέστης Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ
πιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί·
μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων,
πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών,
ὅς μου κατέκτα πατέρα χἠ πανώλεθρος
μήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων
Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς
δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην
πυρᾶι τʼ ἐπέσφαξʼ αἶμα μηλείου φόνου,
λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω πόδα
ἄλλην ἐπʼ αἶαν εἴ μέ τις γνοίη σκοπῶν,
ζητῶν τʼ ἀδελφήν — φασὶ γάρ νιν ἐν γάμοις
ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν —,
ὡς συγγένωμαι καὶ φόνου συνεργάτιν
λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω.
νῦν οὖν — ἕω γὰρ λευκὸν ὄμμʼ ἀναίρεται —
ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα.
ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
φανήσεται νῶιν, ἥντινʼ ἱστορήσομεν
εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
ἀλλʼ εἰσορῶ γὰρ τήνδε πρόσπολόν τινα
πηγαῖον ἄχθος ἐν κεκαρμένωι κάραι
φέρουσαν, ἑζώμεσθα κἀκπυθώμεθα
δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος
ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.
Ἠλέκτρα σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,
ἔμβα ἔμβα κατακλαίουσα.
ἰώ μοί μοι.
ἐγενόμαν Ἀγαμέμνονος
καί μʼ ἔτικτε Κλυταιμήστρα
στυγνὰ Τυνδάρεω κόρα,
κικλήσκουσι δέ μʼ ἀθλίαν
Ἠλέκτραν πολιῆται.
φεῦ φεῦ σχετλίων πόνων
καὶ στυγερᾶς ζόας.
ὦ πάτερ, σὺ δʼ ἐν Ἀίδα
κεῖσαι σᾶς ἀλόχου σφαγαῖς
Αἰγίσθου τʼ, Ἀγάμεμνον.
ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
ἄναγε πολύδακρυν ἁδονάν.
σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,
ἔμβα ἔμβα κατακλαίουσα.
ἰώ μοί μοι.
τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ
τλᾶμον σύγγονʼ, ἀλατεύεις
οἰκτρὰν ἐν θαλάμοις λιπὼν
πατρώιοις ἐπὶ συμφοραῖς
ἀλγίσταισιν ἀδελφάν;
ἔλθοις δὲ πόνων ἐμοὶ
τᾶι μελέαι λυτήρ,
ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων
αἰσχίστων ἐπίκουρος, Ἄρ-
γει κέλσας πόδʼ ἀλάταν.
θὲς τόδε τεῦχος ἐμᾶς ἀπὸ κρατὸς ἑ-
λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους
ἐπορθοβοάσω·
ἰαχὰν ἀοιδὰν μέλος Ἀίδα, πάτερ, σοὶ
κατὰ γᾶς ἐνέπω γόους
οἷς ἀεὶ τὸ κατʼ ἦμαρ
λείβομαι, κατὰ μὲν φίλαν
ὄνυχι τεμνομένα δέραν
χέρα τε κρᾶτʼ ἔπι κούριμον
τιθεμένα θανάτωι σῶι.
ἒ ἔ, δρύπτε κάρα·
οἷα δέ τις κύκνος ἀχέτας
ποταμίοις παρὰ χεύμασιν
πατέρα φίλτατον καλεῖ,
ὀλόμενον δολίοις βρόχων
ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
πάτερ, ἐγὼ κατακλαίομαι,
λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ
κοίται ἐν οἰκτροτάται θανάτου.
ἰώ μοι ἰώ μοι
πικρᾶς μὲν πελέκεως τομᾶς
σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ Τροίας ὅδου βουλᾶς.
οὐ μίτραισι γυνά σε
δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις,
ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν
Αἰγίσθου λώβαν θεμένα
δόλιον ἔσχεν ἀκοίταν.
Χορός Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα,
ποτὶ σὰν ἀγρότειραν αὐλάν.
ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
Μυκηναῖος οὐριβάτας·
ἀγγέλλει δʼ ὅτι νῦν τριταί-
αν καρύσσουσιν θυσίαν
Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ-
ραν μέλλουσιν παρθενικαὶ στείχειν.
Ἠλέκτρα οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι,
θυμὸν οὐδʼ ἐπὶ χρυσέοις
ὅρμοις ἐκπεπόταμαι
τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς
Ἀργείαις ἅμα νύμφαις
εἱλικτὸν κρούσω πόδʼ ἐμόν.
δάκρυσι νυχεύω, δακρύων δέ μοι μέλει
δειλαίαι τὸ κατʼ ἦμαρ.
σκέψαι μου πιναρὰν κόμαν
καὶ τρύχη τάδʼ ἐμῶν πέπλων,
εἰ πρέποντʼ Ἀγαμέμνονος
κούραι τᾶι βασιλείαι
τᾶι Τροίαι θʼ, ἃ ʼμοῦ πατέρος
μέμναταί ποθʼ ἁλοῦσα.
Χορός μεγάλα θεός· ἀλλʼ ἴθι καὶ παρʼ ἐμοῦ χρῆσαι
πολύπηνα φάρεα δῦναι
χρύσεά τε χάρισιν προσθήματʼ ἀγλαΐας.
δοκεῖς τοῖσι σοῖς δακρύοις
μὴ τιμῶσα θεοὺς κρατή-
σειν ἐχθρῶν; οὔτοι στοναχαῖς
ἀλλʼ εὐχαῖσι θεοὺς σεβί-
ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ.
Ἠλέκτρα οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
τᾶς δυσδαίμονος, οὐ παλαι-
ῶν πατρὸς σφαγιασμῶν.
οἴμοι τοῦ καταφθιμένου
τοῦ τε ζῶντος ἀλάτα,
ὅς που γᾶν ἄλλαν κατέχει
μέλεος ἀλαίνων ποτὶ θῆσσαν ἑστίαν,
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
αὐτὰ δʼ ἐν χερνῆσι δόμοις
ναίω ψυχὰν τακομένα
δωμάτων φυγὰς πατρίων
οὐρείας ἀνʼ ἐρίπνας.
μάτηρ δʼ ἐν λέκτροις φονίοις
ἄλλωι σύγγαμος οἰκεῖ.
Χορός πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
Ἠλέκτρα οἴμοι· γυναῖκες, ἐξέβην θρηνημάτων.
ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
φυγῆι σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
Ὀρέστης μένʼ, ὦ τάλαινα· μὴ τρέσηις ἐμὴν χέρα.
Ἠλέκτρα ὦ Φοῖβʼ Ἄπολλον, προσπίτνω σε μὴ θανεῖν.
Ὀρέστης ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ἠλέκτρα ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.
Ὀρέστης οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.
Ἠλέκτρα καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾶις ἐμοῖς;
Ὀρέστης μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.
Ἠλέκτρα ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.
Ὀρέστης ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ἠλέκτρα ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος;
Ὀρέστης ζῆι· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω.
Ἠλέκτρα εὐδαιμονοίης μισθὸν ἡδίστων λόγων.
Ὀρέστης κοινῆι δίδωμι τοῦτο νῶιν ἀμφοῖν ἔχειν.
Ἠλέκτρα ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
Ὀρέστης οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
Ἠλέκτρα οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;
Ὀρέστης ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
Ἠλέκτρα λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων;
Ὀρέστης εἰ ζῆις, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.
Ἠλέκτρα οὔκουν ὁρᾶις μου πρῶτον ὡς ξηρὸν δέμας;
Ὀρέστης λύπαις γε συντετηκός, ὥστε με στένειν.
Ἠλέκτρα καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῶι.
Ὀρέστης δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
Ἠλέκτρα οἴμοι· τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον;
Ὀρέστης φεῦ φεῦ· τί δʼ αὖ σοῦ σῶι κασιγνήτωι δοκεῖς;
Ἠλέκτρα ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
Ὀρέστης ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς;
Ἠλέκτρα ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον.
Ὀρέστης ὤιμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ἠλέκτρα οὐχ ὧι πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ.
Ὀρέστης εἴφʼ, ὡς ἀκούσας σῶι κασιγνήτωι λέγω.
Ἠλέκτρα ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις.
Ὀρέστης σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
Ἠλέκτρα πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής.
Ὀρέστης ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῶι πόσει;
Ἠλέκτρα οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
Ὀρέστης ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν;
Ἠλέκτρα γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
Ὀρέστης καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
Ἠλέκτρα οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.
Ὀρέστης ξυνῆκʼ· Ὀρέστηι μή ποτʼ ἐκτείσηι δίκην.
Ἠλέκτρα τοῦτʼ αὐτὸ ταρβῶν· πρὸς δὲ καὶ σώφρων ἔφυ.
Ὀρέστης φεῦ· γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον.
Ἠλέκτρα εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών.
Ὀρέστης μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο;
Ἠλέκτρα γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι.
Ὀρέστης τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε;
Ἠλέκτρα τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῶιδε δούς.
Ὀρέστης ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
Ἠλέκτρα τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην.
Ὀρέστης οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις;
Ἠλέκτρα οὐκ οἶδε· σιγῆι τοῦθʼ ὑφαιρούμεσθά νιν.
Ὀρέστης αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους;
Ἠλέκτρα ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς.
Ὀρέστης τί δῆτʼ Ὀρέστης πρὸς τάδʼ, Ἄργος ἢν μόληι;
Ἠλέκτρα ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή;
Ὀρέστης ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
Ἠλέκτρα τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ.
Ὀρέστης ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν;
Ἠλέκτρα ταὐτῶι γε πελέκει τῶι πατὴρ ἀπώλετο.
Ὀρέστης λέγω τάδʼ αὐτῶι, καὶ βέβαια τἀπὸ σοῦ;
Ἠλέκτρα θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς.
Ὀρέστης φεῦ· εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε.
Ἠλέκτρα ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
Ὀρέστης νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου.
Ἠλέκτρα εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
Ὀρέστης ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
Ἠλέκτρα πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
Ὀρέστης ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
Ἠλέκτρα ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
Ὀρέστης οἴμοι, τόδʼ οἷον εἶπας· αἴσθησις γὰρ οὖν
καὶ τῶν θυραίων πημάτων δάκνει βροτούς.
λέξον δʼ, ἵνʼ εἰδὼς σῶι κασιγνήτωι φέρω
λόγους ἀτερπεῖς ἀλλʼ ἀναγκαίους κλύειν.
ἔνεστι δʼ οἶκτος ἀμαθίαι μὲν οὐδαμοῦ,
σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
Χορός κἀγὼ τὸν αὐτὸν τῶιδʼ ἔρον ψυχῆς ἔχω.
πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
Ἠλέκτρα λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν —,
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
ἄγγελλʼ Ὀρέστηι τἀμὰ κἀκείνου κακά,
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
πίνωι θʼ ὅσωι βέβριθʼ, ὑπὸ στέγαισί τε
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους
ἢ γυμνὸν ἕξω σῶμα καὶ στερήσομαι
…
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη.
ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
αἰσχύνομαι δὲ Κάστορʼ, ὃς πρὶν ἐς θεοὺς
ἐλθεῖν ἔμʼ ἐμνήστευεν, οὖσαν ἐγγενῆ.
μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
θρόνωι κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες
δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ,
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας
μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν
ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾶι πατρί,
καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης
ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
μέθηι δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρώισκει τάφωι
πέτροις τε λεύει μνῆμα λάινον πατρός,
καὶ τοῦτο τολμᾶι τοὔπος εἰς ἡμᾶς λέγειν·
Ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβωι καλῶς
παρὼν ἀμύνει; ταῦτʼ ἀπὼν ὑβρίζεται.
ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.
πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ,
αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρὴν
κάρα τʼ ἐμὸν ξυρῆκες ὅ τʼ ἐκεῖνον τεκών.
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
Χορός καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
λήξαντα μόχθου πρὸς δόμους ὁρμώμενον.
Αὐτουργός ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;
τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας
προσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοι
αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.
Ἠλέκτρα ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόληις ἐμοί·
τὸν ὄντα δʼ εἴσηι μῦθον· οἵδε γὰρ ξένοι
ἥκουσʼ Ὀρέστου πρὸς ἐμὲ κήρυκες λόγων.
ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
Αὐτουργός τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
Ἠλέκτρα ἔστιν λόγωι γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί.
Αὐτουργός ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
Ἠλέκτρα ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ.
Αὐτουργός ἦλθον δʼ Ὀρέστου τίνα πορεύοντες λόγον;
Ἠλέκτρα σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
Αὐτουργός οὔκουν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις;
Ἠλέκτρα ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.
Αὐτουργός οὔκουν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;
χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.
Ὀρέστης πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους
τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
Ἠλέκτρα οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
Ὀρέστης φεῦ· οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
τὸ μηδὲν ὄντα, χρηστὰ δʼ ἐκ κακῶν τέκνα,
λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι,
γνώμην δὲ μεγάλην ἐν πένητι σώματι.
οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας
οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος,
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων
πλήρεις πλανᾶσθε, τῆι δʼ ὁμιλίαι βροτῶν
κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
ἀλλʼ ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν,
δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών,
δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης
εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων,
ἐβουλόμην δʼ ἂν εἰ κασίγνητός με σὸς
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
Χορός νῦν ἢ πάροιθε μᾶλλον, Ἠλέκτρα, χαρᾶι
θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
μόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς.
Ἠλέκτρα ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους;
Αὐτουργός τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς;
Ἠλέκτρα ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
ἔλθʼ ὡς παλαιὸν τροφέʼ ἐμοῦ φίλον πατρός,
ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
κέλευε δʼ αὐτὸν τόνδʼ ἐς δόμους ἀφιγμένον
ἐλθεῖν ξένιά τʼ ἐς δαῖτα πορσῦναί τινα.
ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσώιζει ποτέ.
οὐ γὰρ πατρώιων ἐκ δόμων μητρὸς πάρα
λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν,
εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι.
Αὐτουργός ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους
γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
χρήιζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.
ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι
ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμη πέσηι,
σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος
ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν
δαπάναισι σῶσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς
ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
ὁ πλούσιός τε χὠ πένης ἴσον φέρει.
Χορός κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν
τοῖς ἀμετρήτοις ἐρετμοῖς
πέμπουσαι χορεύματα Νηρήιδων,
ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ-
φὶς πρώιραις κυανεμβόλοι-
σιν εἱλισσόμενος,
πορεύων τὸν τᾶς Θέτιδος
κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
σὺν Ἀγαμέμνονι Τρωίας
ἐπὶ Σιμουντίδας ἀκτάς.
Νηρῆιδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι
μόχθους ἀσπιστὰς ἀκμόνων
Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
ἀνά τε Πήλιον ἀνά τʼ ἐρυ-
μνᾶς Ὄσσας ἱερὰς νάπας
Νυμφαίας σκοπιὰς
κόρας μάτευσʼ ἔνθα πατὴρ
ἱππότας τρέφεν Ἑλλάδι φῶς
Θέτιδος εἰναλίας γόνον
ταχύπορον πόδʼ Ἀτρείδαις.
Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσιν
Ναυπλίοις βεβῶτος
τᾶς σᾶς, ὦ Θέτιδος παῖ,
κλεινᾶς ἀσπίδος ἐν κύκλωι
τοιάδε σήματα δείματα
Φρύγια τετύχθαι·
περιδρόμωι μὲν ἴτυος ἕδραι
Περσέα λαιμοτόμαν ὑπὲρ ἁλὸς
ποτανοῖσι πεδίλοις κορυφὰν Γοργόνος ἴσχειν,
Διὸς ἀγγέλωι σὺν Ἑρμᾶι,
τῶι Μαίας ἀγροτῆρι κούρωι
ἐν δὲ μέσωι κατέλαμπε σάκει φαέθων
κύκλος ἁλίοιο
ἵπποις ἂμ πτεροέσσαις
ἄστρων τʼ αἰθέριοι χοροί,
Πλειάδες Ὑάδες, Ἕκτορος
ὄμμασι τροπαῖοι·
ἐπὶ δὲ χρυσοτύπωι κράνει
Σφίγγες ὄνυξιν ἀοίδιμον ἄγραν
φέρουσαι· περιπλεύρωι δὲ κύτει πύρπνοος ἔσπευ-
δε δρόμωι λέαινα χαλαῖς
Πειρηναῖον ὁρῶσα πῶλον.
ἄορι δʼ ἐν φονίωι τετραβάμονες ἵπποι ἔπαλλον,
κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις.
τοιῶνδʼ ἄνακτα δοριπόνων
ἔκανεν ἀνδρῶν, Τυνδαρί,
σὰ λέχεα, κακόφρον κόρα.
τοιγάρ σοί ποτʼ οὐρανίδαι
πέμψουσιν θανάτου δίκαν.
ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν
ὄψομαι αἷμα χυθὲν σιδάρωι.
Πρέσβυς ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε,
Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ;
ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει
ῥυσῶι γέροντι τῶιδε προσβῆναι ποδί.
ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.
ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ —,
ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
ποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδε
στεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα,
πολιόν τε θησαύρισμα Διονύσου τόδε
ὀσμῆι κατῆρες, σμικρὸν ἀλλʼ ἐπεσβαλεῖν
ἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρωι ποτῶι.
ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους.
ἐγὼ δὲ τρύχει τῶιδʼ ἐμῶν πέπλων κόρας
δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.
Ἠλέκτρα τί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις;
μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακῶν;
ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις
καὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχων
ἀνόνητʼ ἔθρεψάς σοί τε καὶ τοῖς σοῖς φίλοις;
Πρέσβυς ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην·
ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦ
καὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών,
σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
ἔσπεισα, τύμβωι δʼ ἀμφέθηκα μυρσίνας.
πυρᾶς δʼ ἔπʼ αὐτῆς οἶν μελάγχιμον πόκωι
σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲν
ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.
κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτλη
πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.
ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθραι,
μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός.
σκέψαι δὲ χαίτην προστιθεῖσα σῆι κόμηι,
εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·
φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ἦι πατρός,
τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι.
Ἠλέκτρα οὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,
εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβωι
δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον.
πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους
καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
Πρέσβυς σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν
εἰ σύμμετρος σῶι ποδὶ γενήσεται, τέκνον.
Ἠλέκτρα πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέωι πέδωι
γαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε,
δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος
ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ.
Πρέσβυς οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολὼν
κερκίδος ὅτωι γνοίης ἂν ἐξύφασμα σῆς,
ἐν ὧι ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;
Ἠλέκτρα οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός,
νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῶι σώματι;
ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος
ἐκείρατʼ ἢ τῆσδε σκοποὺς λαβὼν χθονός.
Πρέσβυς οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
αὐτοὺς ἐρέσθαι σοῦ κασιγνήτου πέρι.
Ἠλέκτρα οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῶι ποδί.
Πρέσβυς ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλωι τόδε·
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
ὅμως δὲ χαίρειν τοὺς ξένους προσεννέπω.
Ὀρέστης χαῖρʼ, ὦ γεραιέ. τοῦ ποτʼ, Ἠλέκτρα, τόδε
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
Ἠλέκτρα οὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ὦ ξένε.
Ὀρέστης τί φήις; ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον;
Ἠλέκτρα ὅδʼ ἔσθʼ ὁ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι.
Ὀρέστης ἔα· τί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
λαμπρὸν χαρακτῆρʼ; ἦ προσεικάζει μέ τωι;
Ἠλέκτρα ἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων.
Ὀρέστης φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
Ἠλέκτρα καὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε.
Πρέσβυς ὦ πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
Ἠλέκτρα τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;
Πρέσβυς λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.
Ἠλέκτρα ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;
Πρέσβυς βλέψον νυν ἐς τόνδʼ, ὦ τέκνον, τὸν φίλτατον.
Ἠλέκτρα πάλαι δέδορκα· μὴ σύ γʼ οὐκέτʼ εὖ φρονεῖς;
Πρέσβυς οὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων;
Ἠλέκτρα πῶς εἶπας, ὦ γεραίʼ, ἀνέλπιστον λόγον;
Πρέσβυς ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
Ἠλέκτρα ποῖον χαρακτῆρʼ εἰσιδών, ὧι πείσομαι;
Πρέσβυς οὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοις
νεβρὸν διώκων σοῦ μέθʼ ἡιμάχθη πεσών.
Ἠλέκτρα πῶς φήις; ὁρῶ μὲν πτώματος τεκμήριον.
Πρέσβυς ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
Ἠλέκτρα ἀλλʼ οὐκέτʼ, ὦ γεραιέ· συμβόλοισι γὰρ
τοῖς σοῖς πέπεισμαι θυμόν. ὦ χρόνωι φανείς,
ἔχω σʼ ἀέλπτως Ὀρέστης κἀξ ἐμοῦ γʼ ἔχηι χρόνωι.
Ἠλέκτρα οὐδέποτε δόξασʼ. Ὀρέστης οὐδʼ ἐγὼ γὰρ ἤλπισα.
Ἠλέκτρα ἐκεῖνος εἶ σύ; Ὀρέστης σύμμαχός γέ σοι μόνος.
ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον
πέποιθα δʼ· ἢ χρὴ μηκέθʼ ἡγεῖσθαι θεούς,
εἰ τἄδικʼ ἔσται τῆς δίκης ὑπέρτερα.
Χορός ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,
κατέλαμψας, ἔδειξας ἐμφανῆ
πόλει πυρσόν, ὃς παλαιᾶι φυγᾶι
πατρίων ἀπὸ δωμάτων τάλας
ἀλαίνων ἔβα.
θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει
νίκαν, ὦ φίλα.
ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς
ἐς θεούς, τύχαι σοι τύχαι
κασίγνητον ἐμβατεῦσαι πόλιν.
Ὀρέστης εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων
ἔχω, χρόνωι δὲ καὖθις αὐτὰ δώσομεν.
σὺ δʼ, ὦ γεραιέ, καίριος γὰρ ἤλυθες,
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρὸς
μητέρα τε τὴν κοινωνὸν ἀνοσίων γάμων;
ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων;
ἢ πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι;
τῶι ξυγγένωμαι; νύχιος ἢ καθʼ ἡμέραν;
ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς;
Πρέσβυς ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
κοινῆι μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνήιρησαι φίλοις
οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων·
ἐν χειρὶ τῆι σῆι πάντʼ ἔχεις καὶ τῆι τύχηι,
πατρῶιον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
Ὀρέστης τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα;
Πρέσβυς κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
Ὀρέστης ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
Πρέσβυς τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις.
Ὀρέστης φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
Πρέσβυς ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ὀρέστης εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρέσβυς τἄμʼ οὖν ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι.
Ὀρέστης ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ.
Πρέσβυς Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε.
Ὀρέστης προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρέσβυς ἀγρῶν πέλας τῶνδʼ, ἱπποφορβίων ἔπι.
Ὀρέστης τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων.
Πρέσβυς Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι.
Ὀρέστης τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
Πρέσβυς οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
Ὀρέστης πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
Πρέσβυς οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
Ὀρέστης οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον;
Πρέσβυς δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.
Ὀρέστης ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρέσβυς δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ὀρέστης πῶς οὖν ἂν αὐτῶι πλησιασθείην ποτέ;
Πρέσβυς στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
Ὀρέστης ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει.
Πρέσβυς ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
Ὀρέστης πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέληι.
Πρέσβυς τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
Ὀρέστης καλῶς ἔλεξας. ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ;
Πρέσβυς Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι.
Ὀρέστης τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει;
Πρέσβυς ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
Ὀρέστης ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει.
Πρέσβυς τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
Ὀρέστης πῶς οὖν; ἐκείνην τόνδε τʼ ἐν ταὐτῶι κτενῶ;
Ἠλέκτρα ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
Ὀρέστης καὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς.
Ἠλέκτρα ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
Ὀρέστης ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;
Ἠλέκτρα λέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστραι μολών.
Πρέσβυς
Ἠλέκτρα λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκωι.
Πρέσβυς πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;
Ἠλέκτρα δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
Πρέσβυς καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;
Ἠλέκτρα ἥξει κλύουσα λόχιά μου νοσήματα.
Πρέσβυς πόθεν; τί δʼ αὐτῆι σοῦ μέλειν δοκεῖς, τέκνον;
Ἠλέκτρα ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων.
Πρέσβυς ἴσως· πάλιν μοι μῦθον ἐς καμπὴν ἄγε.
Ἠλέκτρα ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.
Πρέσβυς καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας.
Ἠλέκτρα οὔκουν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τότε;
Πρέσβυς εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε.
Ἠλέκτρα πρώτιστα μέν νυν τῶιδʼ ὑφήγησαι, γέρον.
Πρέσβυς Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;
Ἠλέκτρα ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον.
Πρέσβυς ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
Ἠλέκτρα σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
Ὀρέστης στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ.
Πρέσβυς καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως.
Ὀρέστης ὦ Ζεῦ πατρῶιε καὶ τροπαῖʼ ἐχθρῶν ἐμῶν
Ἠλέκτρα οἴκτιρέ γʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν.
Πρέσβυς οἴκτιρε δῆτα σοῦ γε φύντας ἐκγόνους.
Ὀρέστης Ἥρα τε βωμῶν ἣ Μυκηναίων κρατεῖς
Ἠλέκτρα νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα.
Πρέσβυς δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.
Ὀρέστης σύ τʼ ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ
Ἠλέκτρα καὶ Γαῖʼ ἄνασσα, χεῖρας ἧι δίδωμʼ ἐμάς
Πρέσβυς ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
Ὀρέστης νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών
Ἠλέκτρα οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορί
Πρέσβυς χὤσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
Ὀρέστης ἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών;
Πρέσβυς πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή.
Ἠλέκτρα πάντʼ, οἶδα· πρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή.
ὡς ἢν μὲν ἔλθηι πύστις εὐτυχὴς σέθεν,
ὀλολύξεται πᾶν δῶμα· θνήισκοντος δέ σου
τἀναντίʼ ἔσται τῶνδε· ταῦτα σοὶ λέγω.
ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼ
πρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῆι.
οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
δίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.
Χορός ἀταλᾶς ὑπὸ ματέρος Ἀργείων
ὀρέων ποτὲ κληδὼν
ἐν πολιαῖσι μένει φήμαις
εὐαρμόστοις ἐν καλάμοις
Πᾶνα μοῦσαν ἡδύθροον
πνέοντʼ, ἀγρῶν ταμίαν,
χρυσέαν ἄρνα καλλίποκον
πορεῦσαι. πετρίνοις δʼ ἐπι-
στὰς κᾶρυξ ἰαχεῖ βάθροις·
Ἀγορὰν ἀγοράν, Μυκη-
ναῖοι, στείχετε μακαρίων
ὀψόμενοι τυράννων
φάσματα δείματα.
χοροὶ δʼ Ἀτρειδῶν ἐγέραιρον οἴκους.
θυμέλαι δʼ ἐπίτναντο χρυσήλατοι,
σελαγεῖτο δʼ ἀνʼ ἄστυ
πῦρ ἐπιβώμιον Ἀργείων·
λωτὸς δὲ φθόγγον κελάδει
κάλλιστον, Μουσᾶν θεράπων,
μολπαὶ δʼ ηὔξοντʼ ἐραταὶ
χρυσέας ἀρνὸς ἐπίλογοι
Θυέστου· κρυφίαις γὰρ εὐ-
ναῖς πείσας ἄλοχον φίλαν
Ἀτρέως, τέρας ἐκκομί-
ζει πρὸς δώματα· νεόμενος δʼ
εἰς ἀγόρους ἀυτεῖ
τὰν κερόεσσαν ἔχειν
χρυσεόμαλλον κατὰ δῶμα ποίμναν.
τότε δὴ τότε δὴ φαεν-
νὰς ἄστρων μετέβασʼ ὁδοὺς
Ζεὺς καὶ φέγγος ἀελίου
λευκόν τε πρόσωπον ἀοῦς,
τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύνει
θερμᾶι φλογὶ θεοπύρωι,
νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρκτον,
ξηραί τʼ Ἀμμωνίδες ἕδραι
φθίνουσʼ ἀπειρόδροσοι,
καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
λέγεται τάδε, τὰν δὲ πί-
στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει,
στρέψαι θερμὰν ἀέλιον
χρυσωπὸν ἕδραν ἀλλάξαν-
τα δυστυχίαι βροτείωι
θνατᾶς ἕνεκεν δίκας.
φοβεροὶ δὲ βροτοῖσι μῦθοι
κέρδος πρὸς θεῶν θεραπείαν.
ὧν οὐ μνασθεῖσα πόσιν
κτείνεις, κλεινῶν συγγενέτειρʼ ἀδελφῶν.
ἔα ἔα· φίλαι, βοῆς ἠκούσατʼ, ἢ δοκὼ κενὴ
ὑπῆλθέ μʼ, ὥστε νερτέρας βροντῆς Διός;
ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται.
δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε.
Ἠλέκτρα φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
Χορός οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
Ἠλέκτρα ἤκουσα κἀγώ, τηλόθεν μὲν ἀλλʼ ὅμως.
Χορός μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
Ἠλέκτρα Ἀργεῖος ὁ στεναγμὸς ἢ φίλων ἐμῶν;
Χορός οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
Ἠλέκτρα σφαγὴν ἀυτεῖς τῆιδέ μοι· τί μέλλομεν;
Χορός ἔπισχε, τρανῶς ὡς μάθηις τύχας σέθεν.
Ἠλέκτρα οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
Χορός ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.
Ἄγγελος ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,
νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδωι
Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
Ἠλέκτρα τίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
Ἄγγελος οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον;
Ἠλέκτρα ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν
εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
τί φήις; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
Ἄγγελος τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούληι, λέγω.
Ἠλέκτρα ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε.
ποίωι τρόπωι δὲ καὶ τίνι ῥυθμῶι φόνου
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
Ἄγγελος ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα,
ἐσβάντες ἦιμεν δίκροτον εἰς ἁμαξιτὸν
ἔνθʼ ἦν ὁ καινὸς τῶν Μυκηναίων· ἄναξ.
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
δρέπων τερείνης μυρσίνης κάραι πλόκους·
ἰδὼν δʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνες
πόθεν πορεύεσθʼ ἔστε τʼ ἐκ ποίας χθονός;
ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν
θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίωι Διί.
κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε·
Νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ὁμοῦ
θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν
Νύμφαις· ἑῶιοι δʼ ἐξαναστάντες λέχους
ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους—
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν
παρῆγεν ἡμᾶς—οὐδʼ ἀπαρνεῖσθαι χρεών.
ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·
λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ.
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
οἱ μὲν σφαγεῖον ἔφερον, οἱ δʼ ἦιρον κανᾶ,
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάραις
λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη·
Νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν
πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς—
λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς
τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους,
λαβεῖν πατρῶια δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾶι,
κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν
δμῶες, λέγει δὲ σῶι κασιγνήτωι τάδε·
Ἓν τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,
ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα,
Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,
δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
δισσοὺς διαύλους ἱππίους διήνυσεν,
κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
κακὰς ἔφαινον τῶι σκοποῦντι προσβολάς.
χὠ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ·
Τί χρῆμʼ ἀθυμεῖς; Ὦ ξένʼ, ὀρρωδῶ τινα
δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν
Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις.
ὁ δʼ εἶπε· Φυγάδος δῆτα δειμαίνεις δόλον,
πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς
οἴσει τις ἡμῖν κοπίδʼ ἀναρρῆξαι χέλυν;
λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
ὄνυχας ἔπʼ ἄκρους στὰς κασίγνητος σέθεν
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω
ἤσπαιρεν ἠλέλιζε δυσθνήισκων φόνωι.
δμῶες δʼ ἰδόντες εὐθὺς ἦιξαν ἐς δόρυ,
πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕπο
ἔστησαν ἀντίπρωιρα σείοντες βέλη
Πυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· Οὐχὶ δυσμενὴς
ἥκω πόλει τῆιδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν,
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,
πατρὸς παλαιοὶ δμῶες. οἱ δʼ, ἐπεὶ λόγων
ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα
χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
κάρα ʼπιδείξων, οὐχὶ Γοργόνος φέρων
ἀλλʼ ὃν στυγεῖς Αἴγισθον. αἷμα δʼ αἵματος
πικρὸς δανεισμὸς ἦλθε τῶι θανόντι νῦν.
Χορός θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, ὡς νεβρὸς οὐράνιον
πήδημα κουφίζουσα σὺν ἀγλαΐαι.
νικᾶι στεφαναφόρα κρείσσω τῶν παρʼ Ἀλφειοῦ
ῥεέθροις τελέσας
κασίγνητος σέθεν· ἀλλʼ ὑπάειδε
καλλίνικον ὠιδὰν ἐμῶι χορῶι.
Ἠλέκτρα ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,
ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι,
ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
φέρʼ, οἷα δὴ ʼχω καὶ δόμοι κεύθουσί μου
κόμης ἀγάλματʼ ἐξενέγκωμεν, φίλαι,
στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
Χορός σὺ μέν νυν ἀγάλματʼ ἄειρε κρατί· τὸ δʼ ἁμέτερον
χωρήσεται Μούσαισι χόρευμα φίλον.
νῦν οἱ πάρος ἁμετέρας γαίας τυραννεύσουσι φίλοι βασιλῆς
δικαίως, τοὺς ἀδίκους καθελόντες.
ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾶι.
Ἠλέκτρα ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου
γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίωι μάχης,
δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
ἥκεις γὰρ οὐκ ἀχρεῖον ἕκπλεθρον δραμὼν
ἀγῶνʼ ἐς οἴκους ἀλλὰ πολέμιον κτανὼν
Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσεν.
σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου
παίδευμα, Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
δέχου· φέρηι γὰρ καὶ σὺ τῶιδʼ ἴσον μέρος
ἀγῶνος. αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι.
Ὀρέστης θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον
τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην.
ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν
Αἴγισθον· ὡς δὲ τῶι σάφʼ εἰδέναι τάδε
προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
ὃν εἴτε χρήιζεις θηρσὶν ἁρπαγὴν πρόθες,
ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν
δοῦλος, πάροιθε δεσπότης κεκλημένος.
Ἠλέκτρα αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως.
Ὀρέστης τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ.
Ἠλέκτρα νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνωι βάληι.
Ὀρέστης οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
Ἠλέκτρα δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
Ὀρέστης λέγʼ εἴ τι χρήιζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ
νόμοισιν ἔχθραν τῶιδε συμβεβλήκαμεν.
Ἠλέκτρα εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν,
ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον
θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν,
εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
τῶν πρόσθε. νῦν οὖν ἔσμεν· ἀποδώσω δέ σοι
ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά.
ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος,
κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες
στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας
ὡς ἐς σὲ μὲν δὴ μητέρʼ οὐχ ἕξεις κακὴν
γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκει λέχη.
ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του
κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῆι λαβεῖν,
δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.
ἄλγιστα δʼ ὤικεις, οὐ δοκῶν οἰκεῖν κακῶς·
ἤιδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον,
μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη.
ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνηιρεῖσθον τύχην
κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε·
Ὁ τῆς γυναικός, οὐχὶ τἀνδρὸς ἡ γυνή.
καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων
γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ
τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·
τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
ἡ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά·
ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
ἃ δʼ ἐς γυναῖκας — παρθένωι γὰρ οὐ καλὸν
λέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι.
ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
κάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσις
μὴ παρθενωπὸς ἀλλὰ τἀνδρείου τρόπου.
τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνωι
δίκην δέδωκας. ὧδέ τις κακοῦργος ὢν
μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμηι καλῶς
νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέρας
γραμμῆς ἵκηται καὶ τέλος κάμψηι βίου.
Χορός ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκέ σοι
καὶ τῶιδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.
Ἠλέκτρα εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼν
σκότωι τε δοῦναι, δμῶες, ὡς, ὅταν μόληι
μήτηρ, σφαγῆς πάροιθε μὴ ʼσίδηι νεκρόν.
Ὀρέστης ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.
Ἠλέκτρα τί δʼ; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρᾶις;
Ὀρέστης οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μʼ ἐγείνατο.
Ἠλέκτρα καλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται.
Ὀρέστης
Ἠλέκτρα καὶ μὴν ὄχοις γε καὶ στολῆι λαμπρύνεται.
Ὀρέστης τί δῆτα δρῶμεν; μητέρʼ ἦ φονεύσομεν;
Ἠλέκτρα μῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;
Ὀρέστης φεῦ· πῶς γὰρ κτάνω νιν, ἥ μʼ ἔθρεψε κἄτεκεν;
Ἠλέκτρα ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
Ὀρέστης ὦ Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας.
Ἠλέκτρα ὅπου δʼ Ἀπόλλων σκαιὸς ἦι, τίνες σοφοί;
Ὀρέστης ὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν.
Ἠλέκτρα βλάπτηι δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
Ὀρέστης μητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν.
Ἠλέκτρα καὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσηι.
Ὀρέστης ἐγὦιδα· μητρὸς δʼ οὐ φόνου δώσω δίκας;
Ἠλέκτρα τί δʼ ἢν πατρώιαν διαμεθῆις τιμωρίαν;
Ὀρέστης ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῶι;
Ἠλέκτρα ἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ.
Ὀρέστης οὔ τἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
Ἠλέκτρα οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῆι,
ἀλλʼ εἶ τὸν αὐτὸν τῆιδʼ ὑποστήσων δόλον
ὧι καὶ πόσιν καθεῖλεν Αἴγισθον κτανών;
Ὀρέστης ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβήματος,
καὶ δεινὰ δράσω γʼ. εἰ θεοῖς δοκεῖ τάδε,
ἔστω· πικρὸν δʼ οὐχ ἡδὺ τἀγώνισμά μοι.
Χορός ἰώ, βασίλεια γύναι χθονὸς Ἀργείας,
παῖ Τυνδάρεω,
καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν
Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις
ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
τιμὰς σωτῆρας ἔχοντες·
χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαρας
πλούτου μεγάλης τʼ εὐδαιμονίας.
τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
καιρός, ὦ βασίλεια.
Κλυταιμήστρα ἔκβητʼ ἀπήνης, Τρωιάδες, χειρὸς δʼ ἐμῆς
λάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα.
σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι
Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρωιάδος χθονὸς
ἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα
σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
Ἠλέκτρα οὔκουν ἐγώ — δούλη γὰρ ἐκβεβλημένη
δόμων πατρώιων δυστυχεῖς οἰκῶ δόμους —,
μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
Κλυταιμήστρα δοῦλαι πάρεισιν αἵδε· μὴ σύ μοι πόνει.
Ἠλέκτρα τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπώικισας δόμων,
ἡιρημένων δὲ δωμάτων ἡιρήμεθα,
ὡς αἵδε, πατρὸς ὀρφανοὶ λελειμμένοι.
Κλυταιμήστρα τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων.
λέξω δέ· καίτοι δόξʼ ὅταν λάβηι κακὴ
γυναῖκα, γλώσσηι πικρότης ἔνεστί τις·
ὡς μὲν παρʼ ἡμῖν, οὐ κακῶς· τὸ πρᾶγμα δὲ
μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχηι,
στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
ἡμᾶς δʼ ἔδωκε Τυνδάρεως τῶι σῶι πατρὶ
οὐχ ὥστε θνήισκειν οὐδʼ ἃ γειναίμην ἐγώ.
κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
λέκτροισι πείσας ὤιχετʼ ἐκ δόμων ἄγων
πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς
λευκὴν διήμησʼ Ἰφιγόνης παρηίδα.
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος
ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσώιζων τέκνα
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν.
νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼν
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν.
ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν.
ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην
λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατεῖχʼ ὁμοῦ.
μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·
ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνηι πόσις
τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
γυνὴ τὸν ἄνδρα χἄτερον κτᾶσθαι φίλον.
κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,
οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς.
εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθραι,
κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
ἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖν
κτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν
…
ἔκτεινʼ, ἐτρέφθην ἧιπερ ἦν πορεύσιμον
πρὸς τοὺς ἐκείνωι πολεμίους. φίλων γὰρ ἂν
τίς ἂν φόνου σοῦ πατρὸς ἐκοινώνησέ μοι;
λέγʼ εἴ τι χρήιζεις κἀντίθες παρρησίαι,
ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.
Χορός δίκαιʼ ἔλεξας, ἡ δίκη δʼ αἰσχρῶς ἔχει.
γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
ἥτις φρενήρης· ἧι δὲ μὴ δοκεῖ τάδε,
οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.
Ἠλέκτρα μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους
λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.
Κλυταιμήστρα καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
Ἠλέκτρα ἆρʼ ἂν κλύουσα, μῆτερ, εἶτʼ ἔρξαις κακῶς;
Κλυταιμήστρα οὐκ ἔστι, τῆι σῆι δʼ ἡδὺ προσθήσω φρενί.
Ἠλέκτρα λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου·
εἶθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.
τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω,
ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω.
ἡ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο,
σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας,
σκῆψιν προτείνουσʼ ὡς ὑπὲρ τέκνου πόσιν
ἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ.
ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου,
ξανθὸν κατόπτρωι πλόκαμον ἐξήσκεις κόμης.
γυνὴ δʼ ἀπόντος ἀνδρὸς ἥτις ἐκ δόμων
ἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν.
οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῆι κακόν.
μόνην δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων,
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
εἰ δʼ ἥσσονʼ εἴη, συννέφουσαν ὄμματα,
Ἀγαμέμνονʼ οὐ χρήιζουσαν ἐκ Τροίας μολεῖν.
καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·
ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν,
ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·
Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης
ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ
παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει.
εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ,
ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος;
πῶς οὐ πόσιν κτείνασα πατρώιους δόμους
ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει
τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη,
κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις
οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
κτείνας ἀδελφῆς ζῶσαν; εἰ δʼ ἀμείψεται
φόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼ
καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι.
εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα.
Κλυταιμήστρα ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί.
ἔστιν δὲ καὶ τόδʼ· οἱ μέν εἰσιν ἀρσένων,
οἱ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν
χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσει.
Ἠλέκτρα ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη.
πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸς
πῶς οὐ κομίζηι παῖδʼ ἀλητεύοντα σόν;
Κλυταιμήστρα δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου σκοπῶ.
πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνωι.
Ἠλέκτρα τί δʼ αὖ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
Κλυταιμήστρα τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς.
Ἠλέκτρα ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.
Κλυταιμήστρα καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς.
Ἠλέκτρα φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.
Κλυταιμήστρα ὁρᾶις; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα.
Ἠλέκτρα σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ.
Κλυταιμήστρα παῦσαι λόγων τῶνδʼ. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον;
Ἠλέκτρα ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·
τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδʼ ἐγώ —
δεκάτην σελήνην παιδὸς ὡς νομίζεται.
τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῶι πάρος.
Κλυταιμήστρα ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων.
Ἠλέκτρα αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος.
Κλυταιμήστρα οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;
Ἠλέκτρα πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
Κλυταιμήστρα σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόα
λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον
θύσω θεοῖσι. σοὶ δʼ ὅταν πράξω χάριν
τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ
Νύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες,
φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με
δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς,
πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
Ἠλέκτρα χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι
μή σʼ αἰθαλώσηι πολύκαπνον στέγος πέπλους.
θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῆι
πληγεῖσα· νυμφεύσηι δὲ κἀν Ἅιδου δόμοις
ὧιπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼ
δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
Χορός ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου-
σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖς
ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
ἰάχησε δὲ στέγα λάινοί
τε θριγκοὶ δόμων, τάδʼ ἐνέποντος· Ὦ
σχέτλιε, τί με, γύναι, φονεύσεις φίλαν
πατρίδα δεκέτεσι
σποραῖσιν ἐλθόντʼ ἐμάν;
…
παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκα
διαδρόμου λέχους, μέλεον ἃ πόσιν
χρόνιον ἱκόμενον εἰς οἴκους
Κυκλώπειά τʼ οὐράνια τείχεʼ ὀ-
ξυθήκτωι βέλους ἔκανεν αὐτόχειρ,
πέλεκυν ἐν χεροῖν λαβοῦσʼ. ὦ τλάμων
πόσις, ὅτι ποτὲ τὰν
τάλαιναν ἔσχεν κακόν.
ὀρεία τις ὡς λέαινʼ ὀργάδων
δρύοχα νεμομένα τάδε κατήνυσεν.
Κλυταιμήστρα — ἔσωθεν — ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.
Χορός κλύεις ὑπώροφον βοάν;
Κλυταιμήστρα ἰώ μοί μοι.
Χορός ὤιμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.
νέμει τοι δίκαν θεός, ὅταν τύχηι.
σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω,
τάλαινʼ, εὐνέταν.
ἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασιν
πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα
τροπαῖα, δείγματʼ ἀθλίων προσφαγμάτων.
οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος
τῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων.
Ὀρέστης ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα
βροτῶν, ἴδετε τάδʼ ἔργα φόνι-
α μυσαρά, δίγονα σώματʼ ἐν
χθονὶ κείμενα πλαγᾶι
χερὸς ὕπʼ ἐμᾶς, ἄποινʼ ἐμῶν πημάτων …
Ἠλέκτρα δακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ.
διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾶιδʼ,
ἅ μʼ ἔτικτε κούραν.
Χορός ἰὼ τύχας σᾶς τύχας
μᾶτερ τεκοῦσʼ
ἄλαστα μέλεα καὶ πέρα
παθοῦσα σῶν τέκνων ὑπαί.
πατρὸς δʼ ἔτεισας φόνον δικαίως.
Ὀρέστης ἰὼ Φοῖβʼ, ἀνύμνησας δίκαιʼ
ἄφαντα, φανερὰ δʼ ἐξέπρα-
ξας ἄχεα, φόνια δʼ ὤπασας
λάχεʼ ἀπὸ γᾶς Ἑλλανίδος.
τίνα δʼ ἑτέραν μόλω πόλιν;
τίς ξένος, τίς εὐσεβὴς
ἐμὸν κάρα προσόψεται
ματέρα κτανόντος;
Ἠλέκτρα ἰὼ ἰώ μοι. ποῖ δʼ ἐγώ, τίνʼ ἐς χορόν,
τίνα γάμον εἶμι; τίς πόσις με δέξεται
νυμφικὰς ἐς εὐνάς;
Χορός πάλιν πάλιν φρόνημα σὸν
μετεστάθη πρὸς αὔραν·
φρονεῖς γὰρ ὅσια νῦν, τότʼ οὐ
φρονοῦσα, δεινὰ δʼ εἰργάσω,
φίλα, κασίγνητον οὐ θέλοντα.
Ὀρέστης κατεῖδες οἷον ἁ τάλαινʼ ἔξω πέπλων
ἔβαλεν ἔδειξε μαστὸν ἐν φοναῖσιν,
ἰώ μοι, πρὸς πέδωι
τιθεῖσα γόνιμα μέλεα; τακόμαν δʼ ἐγώ.
Χορός σάφʼ οἶδα· διʼ ὀδύνας ἔβας,
ἰήιον κλύων γόον
ματρὸς ἅ σʼ ἔτικτεν.
Ὀρέστης βοὰν δʼ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν
τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω.
παρήιδων τʼ ἐξ ἐμᾶν
ἐκρίμναθʼ, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.
Χορός τάλαινα. πῶς δʼ ἔτλας φόνον
διʼ ὀμμάτων ἰδεῖν σέθεν
ματρὸς ἐκπνεούσας;
Ὀρέστης ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς
φασγάνωι κατηρξάμαν
ματέρος ἔσω δέρας μεθείς.
Ἠλέκτρα ἐγὼ δέ γʼ ἐπεκέλευσά σοι
ξίφους τʼ ἐφηψάμαν ἅμα.
δεινότατον παθέων ἔρεξα.
Ὀρέστης λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις
καὶ καθάρμοσον σφαγάς.
φονέας ἔτικτες ἆρά σοι.
Ἠλέκτρα ἰδού, φίλαι τε κοὐ φίλαι
φάρεα τάδʼ ἀμφιβάλλομεν,
τέρμα κακῶν μεγάλων δόμοισιν.
Χορός ἀλλʼ οἵδε δόμων ὕπερ ἀκροτάτων
βαίνουσί τινες δαίμονες ἢ θεῶν
τῶν οὐρανίων· οὐ γὰρ θνητῶν γʼ
ἥδε κέλευθος. τί ποτʼ ἐς φανερὰν
ὄψιν βαίνουσι βροτοῖσιν;
Κάστωρ Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε
καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.
δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
παύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομεν
σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾶις.
Φοῖβος δέ, Φοῖβος—ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός,
σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά.
αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ
πράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι.
Πυλάδηι μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοὶ πόλιν
τήνδʼ ἐμβατεύειν, μητέρα κτείναντα σήν.
δειναὶ δὲ Κῆρές σʼ αἱ κυνώπιδες θεαὶ
τροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον.
ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
πρόσπτυξον· εἴρξει γάρ νιν ἐπτοημένας
δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
γοργῶφʼ ὑπερτείνουσα σῶι κάραι κύκλον.
ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
ἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι,
Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης,
μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτη
ψήφου βεβαία τʼ ἐστὶν ἐκ τούτου θέσις.
ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
ἴσαι δέ σʼ ἐκσώσουσι μὴ θανεῖν δίκηι
ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν
ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί.
δειναὶ μὲν οὖν θεαὶ τῶιδʼ ἄχει πεπληγμέναι
πάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός,
σεμνὸν βροτοῖσιν εὐσεβέσι χρηστήριον.
σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖς
οἰκεῖν Λυκαίου πλησίον σηκώματος·
ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.
σοὶ μὲν τάδʼ εἶπον. τόνδε δʼ Αἰγίσθου νέκυν
Ἄργους πολῖται γῆς καλύψουσιν τάφωι.
μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
Μενέλαος, ἐξ οὗ Τρωϊκὴν εἷλε χθόνα,
Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων
ἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας·
Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον.
Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχων
Ἀχαιίδος γῆς οἴκαδʼ ἐκπορευέτω,
καὶ τὸν λόγωι σὸν πενθερὸν κομιζέτω
Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάθος.
σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνων ποδὶ
χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
εὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.
Χορός ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς
τὰς ὑμετέρας ἡμῖν πελάθειν;
Κάστωρ θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
Χορός πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼ
τῆς καπφθιμένης οὐκ ἠρκέσατον
Κῆρας μελάθροις;
Κάστωρ μοῖρά τʼ ἀνάγκη τʼ ἦγʼ ἐς τὸ χρεὼν
Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί.
Ἠλέκτρα κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;
Κάστωρ καὶ σοί· Φοίβωι τήνδʼ ἀναθήσω
πρᾶξιν φονίαν.
Ἠλέκτρα τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶ
φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
Κάστωρ κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
μία δʼ ἀμφοτέρους
ἄτη πατέρων διέκναισεν.
Ὀρέστης ὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν
τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
καὶ σʼ ἀπολείψω σοῦ λειπόμενος.
Κάστωρ πόσις ἔστʼ αὐτῆι καὶ δόμος· οὐχ ἥδʼ
οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
πόλιν Ἀργείων.
Ἠλέκτρα καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;
Ὀρέστης ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸς
καὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνον
μητρὸς ὑφέξω.
Κάστωρ ὁσίαν, θάρσει, Παλλάδος ἥξεις
πόλιν· ἀλλʼ ἀνέχου.
Ἠλέκτρα περί μοι στέρνοις στέρνα πρόσαψον,
σύγγονε φίλτατε·
διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων
μελάθρων μητρὸς φόνιοι κατάραι.
Ὀρέστης βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ
ὡς ἐπὶ τύμβωι καταθρήνησον.
Κάστωρ φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω
καὶ θεοῖσι κλύειν.
ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις
οἶκτος θνητῶν πολυμόχθων.
Ὀρέστης οὐκέτι σʼ ὄψομαι.
Ἠλέκτρα οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ὀρέστης τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ἠλέκτρα ὦ χαῖρε, πόλις·
χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες.
Ὀρέστης ὦ πιστοτάτη, στείχεις ἤδη;
Ἠλέκτρα στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν.
Ὀρέστης Πυλάδη, χαίρων ἴθι, νυμφεύου
δέμας Ἠλέκτρας.
Κάστωρ τοῖσδε μελήσει γάμος. ἀλλὰ κύνας
τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν·
δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ
χειροδράκοντες χρῶτα κελαιναί,
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῆι
σώσοντε νεῶν πρώιρας ἐνάλους.
διὰ δʼ αἰθερίας στείχοντε πλακὸς
τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,
οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιον
φίλον ἐν βιότωι, τούτους χαλεπῶν
ἐκλύοντες μόχθων σώιζομεν.
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
μηδʼ ἐπιόρκων μέτα συμπλείτω·
θεὸς ὢν θνητοῖς ἀγορεύω.
Χορός χαίρετε· χαίρειν δʼ ὅστις δύναται
καὶ ξυντυχίαι μή τινι κάμνει
θνητῶν εὐδαίμονα πράσσει.