ΕΥΡΙΠΙΔΟΥ ΑΝΤΙΟΠΗ
Βουκόλος ἔχεις,
εὖ μοι διδοίης δεσπότηι θʼ ὃς Οἰνόης
σύγχορτα ναίει πεδία ταῖσδʼ Ἐλευθεραῖς
τὸν μὲν κικλήσκω Ζῆθον· ἐζήτησε γὰρ
τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν
Ἀμφίονα
Ἀμφίων λύρα βοῶν ... ῥύσιʼ ἐξερρύσατο
χρόνος θεῶν τε πνεῦμʼ ἔρως θʼ ὑμνωιδίας
Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω
Ζῆθος κακῶν κατάρχεις τήνδε μοῦσαν εἰσάγων
ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ
ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
τὰ μὲν κατʼ οἴκους ἀμελίαι παρεὶς ἐᾶι,
μολπαῖσι δʼ ἡσθεὶς τοῦτʼ ἀεὶ θηρεύεται,
ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,
φίλοισι δʼ οὐδείς· ἡ φύσις γὰρ οἴχεται,
ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ἦι.
ἀμελεῖς ὧν σε φροντίζειν ἐχρῆν·
ψυχῆς φύσιν γὰρ ὧδε γενναίαν λαχὼν
γυναικομίμωι διαπρέπεις μορφώματι
κοὔτʼ ἂν δίκης βουλαῖσι προσθεῖʼ ἂν λόγον,
οὔτʼ εἰκὸς ἂν καὶ πιθανὸν οὐδὲν ἂν λάκοις
κοὔτʼ ἂν ἀσπίδος κύτει
καλῶς ὁμιλήσειας οὔτʼ ἄλλων ὕπερ
νεανικὸν βούλευμα βουλεύσαιό τι
ἀλλʼ ἐμοὶ πιθοῦ·
παῦσαι ματάιζων καὶ πόνων εὐμουσίαν
ἄσκει· τοιαῦτʼ ἄειδε καὶ δόξεις φρονεῖν,
σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν,
ἄλλοις τὰ κομψὰ ταῦτʼ ἀφεὶς σοφίσματα,
ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.
Ἀμφίων .. κρεῖσσον ὄλβου κτῆμα ...
ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει
βροτοῖσιν εὐκρὰς οὐ γένοιτʼ ἂν ἡδονή.
τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος·
οὔτʼ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ,
εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ.
τί δῆτʼ ἐν ὄλβωι μὴ σαφεῖ βεβηκότες
οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;
ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν,
μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα.
εἰ δʼ εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δόμοισι τῶν καλῶν θηράσεται,
ἐγὼ μὲν αὐτὸν οὔποτʼ ὄλβιον καλῶ,
φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.
ὁ δʼ ἥσυχος φίλοισί τʼ ἀσφαλὴς φίλος
πόλει τʼ ἄριστος· μὴ τὰ κινδυνεύματα
αἰνεῖτʼ· ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ
τολμῶντα λίαν οὔτε προστάτην χθονός.
τὸ δʼ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος
κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω,
κρεῖσσον τόδʼ ἐστὶ καρτεροῦ βραχίονος.
γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις,
εὖ δʼ οἶκος, εἴς τʼ αὖ πόλεμον ἰσχύει μέγα·
σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾶι, σὺν ὄχλωι δʼ ἀμαθία πλεῖστον κακόν.
καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν
ἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων,
κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρʼ εἰθισμένον
ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῶι μένειν.
Χορός ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων
ἀγῶνα θεῖτʼ ἄν, εἰ λέγειν εἴη σοφός.
Ζῆθος πῶς γὰρ σοφὸν τοῦτʼ ἔστιν, ἥτις εὐφυῆ
λαβοῦσα τέχνη φῶτʼ ἔθηκε χείρονα;
ἐν τούτωι γέ τοι
λαμπρός θʼ ἕκαστος κἀπὶ τοῦτʼ ἐπείγεται,
νέμων τὸ πλεῖστον ἡμέρας τούτωι μέρος,
ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν.
κόσμος δὲ σιγῆς στέφανος ἀνδρὸς οὐ κακοῦ
τὸ δʼ ἐκλαλοῦν τοῦθʼ ἡδονῆς μὲν ἅπτεται,
κακὸν δʼ ὁμίλημʼ, ἀσθενὲς δὲ καὶ πόλει.
πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσι κακόν·
γνώμηι φρονοῦντες οὐ θέλουσʼ ὑπηρετεῖν
ψυχῆι τὰ πολλὰ πρὸς φίλων νικώμενοι.
Ἀμφίων ἐγὼ μὲν οὖν ἄιδοιμι καὶ λέγοιμί τι
σοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ.
Ἀντιόπη πόλλʼ ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά.
Ὑσιαὶ
ἡνίκʼ ἠγόμην πάλιν
κύουσα τίκτω
Χορός φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι
ὅσαι τε μορφαί· τέρμα δʼ οὐκ εἴποι τις ἄν.
Ἀμφίων οὐδὲ γὰρ λάθραι δοκῶ
θηρὸς κακούργου σχήματʼ ἐκμιμούμενον
σοὶ Ζῆνʼ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν
Ἀντιόπη ὦ παῖ, γένοιντʼ ἂν εὖ λελεγμένοι λόγοι
ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῶιεν ἂν
τἀληθές· ἀλλʼ οὐ τοῦτο τἀκριβέστατον,
ἀλλʼ ἡ φύσις καὶ τοὐρθόν· ὃς δʼ εὐγλωσσίαι
νικᾶι, σοφὸς μέν, ἀλλʼ ἐγὼ τὰ πράγματα
κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.
εἰ δʼ ἠμελήθην ἐκ θεῶν καὶ παῖδʼ ἐμώ,
ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶν
δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δʼ εὐτυχεῖς.
φρονῶ δʼ ἃ πάσχω, καὶ τόδʼ οὐ σμικρὸν κακόν·
τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ
νοσοῦντα, κέρδος δʼ ἐν κακοῖς ἀγνωσία.
Ἀμφίων τὸ δοῦλον οὐχ ὁρᾶις ὅσον κακόν;
Χορός φεῦ, φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῆι γένος
πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός.
εἶδον δὲ θαλάμοις ... βουκόλων
κομῶντα κισσῶι στῦλον εὐίου θεοῦ
Βουκόλος οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή,
γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι φθόνον.
Ἄγγελος εἰ δέ που τύχοι
πέριξ ἑλίξας ... εἷλχʼ ὁμοῦ λαβὼν
γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί.
τήν τοι Δίκην λέγουσι παῖδʼ εἶναι Χρόνου,
δείκνυσι δʼ ἡμῶν ὅστις ἐστὶ μὴ κακός.
εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς
γυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι;
κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων
λέκτροις ἐπʼ αἰσχροῖς εἶδον ἐκπεπληγμένους,
δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν
φαύληι διαίτηι προσβαλὼν ἥσθη στόμα.
κῆδος καθʼ αὑτὸν τὸν σοφὸν κτᾶσθαι χρεών.
πᾶσι δʼ ἀγγέλλω βροτοῖς
ἐσθλῶν ἀπʼ ἀνδρῶν εὐγενῆ σπείρειν τέκνα.
οὐ χρή ποτʼ ἄνδρα δοῦλον ὄντʼ ἐλευθέρας
γνώμας διώκειν οὐδʼ εἰς ἀργίαν βλέπειν.
νόσον ἔχειν
εὐθύδημον
… τούσδε μηδʼ ὅπως φευξούμεθα.
… ἡμᾶς Ζεὺς ἐγέννησεν πατήρ,
σώσει μεθʼ ἡμῶν τʼ ἐχθρὸν ἄνδρα τείσεται.
ἷκται δὲ πάντως εἰς τοσόνδε συμφορᾶς
ὥστʼ οὐδʼ ἂν ἐκφύγοιμεν εἰ βουλοίμεθα
Δίρκης νεῶρες αἷμα μὴ δοῦναι δίκην.
… σι δʼ ἡμῖν εἰς τόδʼ ἔρχεται τύχη
… θανεῖν δεῖ τῶιδʼ ἐν ἡμέρας φάει
… τροπαῖα πολεμίων στῆσαι χερί·
… μεν οὕτω, μῆτερ, ἐξαυδῶ τάδε,
ὃς τὸ λαμπρὸν αἰθέρος ναίεις πέδον,
… τοσοῦτον μὴ γαμεῖν μὲν ἡδέως,
… τα δʼ εἶναι σοῖς τέκνοις ἀνωφελῆ·
… καλὸν τόδʼ, ἀλλὰ συμμαχεῖν φίλοις.
… πρὸς ἄγραν τʼ εὐτυχῆ θείης μολεῖν,
ὅπως ἕλωμεν ἄνδρα δυσσεβέστατον.
ὅδʼ αὐτός, εἰ χρὴ δοξάσαι τυραννικῶι
σκήπτρωι, Λύκος πάρεστι· σιγῶμεν, φίλοι.
ποὔστʼ Ἀντιόπη … αι πέτραν
δρασμοῖς επ … δε … κην
τίνες δὲ χοἰ συνδρῶντες; ἐκ ποίας χθονός;
σημήνατʼ, εἴπαθʼ ὡς ἔνεστʼ αὐτοὺς ἑλεῖν.
δεινὸν νομίζων αὐτὸς οὐκ ἀτιμάσας
ἦλθον θ …
αλαιτις …
ανκατε … ω πειρω …
αιπο … αφ … στο φθεγμ
…
… σας ἥδομαι κακῶν ἑκάς.
οὐκ ἀσφαλὲς τόδʼ εἶπας, ἄνθρωπε, στέγος. δρᾶν δεῖ τι· κείνους δʼ οἶδʼ ἐγὼ τεθνηκότας.
καλῶς ἄρʼ, εἴπερ οἶσθα, ταξώμεσθα νῦν.
… ἄλλην ἢ δόμων στείχειν ἔσω
… καὶ πρὶν οἰκοῦμεν
… τοὺς ξένους ἐῶν μ
… δορυφόρους ἔξω θύρας.
… πάνθʼ ἵνʼ αἴρωσιν φόβον.
… ἡμεῖς καὶ σὺ θήσομεν καλῶς.
… πλῆθός εἰσιν οἱ ξένοι;
… δʼ οὐκ ἔχουσιν ἐν χεροῖν.
… φρουρεῖτε περίβολον πέτρας
… ντες, κἄν τις ἐκπίπτηι δόμων,
… δὲ παῖδα Νυκτέως ἐμῆι
… σαι χειρὶ καὶ τάχʼ εἴσεται
… ντας ὡς μάτην λόγωι
… συμμάχους ἀνωφελεῖς.
… ις, ἂν θεὸς θέληι,
… τήνδʼ ἀνὰ στέγην τάχα.
… μακαρίων σθένος βρόχοισι κατα-
δεῖ … βροτῶν δʼ αὖ τέχναις
… ι … θεόν; Λύκος ἰώ μοί μοι.
ἔα ἔα
καὶ δὴ πρὸς ἔργωι τῶν νεανιῶν χέρες.
ὦ πρόσπολοι δραμόντες οὐκ ἀρήξετε;
ἀλαλάζεται στέγα· βοᾶι … ον μέλος.
ὦ γαῖα Κάδμου καὶ πόλισμʼ Ἀσωπικόν.
κλύεις; ὁρᾶις; παρακαλεῖ πόλιν φοβερὸς
αἵματος· δίκα τοι δίκα χρόνιος, ἀλλʼ ὅμως
ἔλαβεν, ὅταν ἴδηι τινʼ ἀσεβῆ βροτῶν.
οἴμοι θανοῦμαι πρὸς δυοῖν ἀσύμμαχος.
τὴν δʼ ἐν νεκροῖσιν οὐ στένεις δάμαρτα σήν;
ἦ γὰρ τέθνηκεν; καινὸν αὖ λέγεις κακόν.
ὁλκοῖς γε ταυρείοισι διαφορουμένη.
πρὸς τοῦ; πρὸς ὑμῶν; τοῦτο γὰρ θέλω μαθεῖν.
ἐκμανθάνοις ἂν ὡς ὄλωλʼ ἡμῶν ὕπο.
ἀλλʼ ἦ τινων πεφύκαθʼ ὧν οὐκ οἶδʼ ἐγώ;
τί τοῦτʼ ἐρευνᾶις; ἐν νεκροῖς πεύσει θανών.
παῦσαι κελεύω φόνιον ἐξορμωμένους
ὁρμήν, ἄναξ Ἀμφῖον· ἐντολὰς δὲ σοὶ
Ἑρμῆς ὁ Μαίας τ … ενωι
… Διὸς κήρυγμʼ ἀφικόμην φέρων·
καὶ πρῶτα μέν σφιν μητρὸς ἐξερῶ πέρι
ὡς Ζεὺς ἐμείχθη κοὐκ ἀπαρνεῖται τάδε·
τί δῆτʼ ἂν ει … αλλο … ετο
Ζηνὸς μολοῦσα λέκτρ … μασα
ἐπεὶ δʼ ὁρίζει καὶ δ … κακά,
αὐτή τε δεινῆς συμφορᾶς ἀπηλλάγη
παῖδάς τε τούσδʼ ἀνηῦρεν ὄντας ἐκ Διός.
ὧν χρή σʼ ἀκούειν καὶ χθονὸς μοναρχίαν
ἑκόντα δοῦναι … ε Καδμείας, ἄναξ.
ὅταν δὲ θάπτηις ἄλοχον εἰς πυρὰν τιθεὶς
σαρκῶν ἀθροίσας τῆς ταλαιπώρου φύσιν
ὀστᾶ πυρώσας Ἄρεος εἰς κρήνην βαλεῖν,
ὡς ἂν τὸ Δίρκης ὄνομʼ ἐπώνυμον λάβηι
κρήνης ἀπόρρους ὃς δίεισιν ἄστεως
πεδία τὰ Θήβης ὕδασιν ἐξάρδων ἀεί.
ὑμεῖς δʼ, ἐπειδὰν ὅσιος ἦι Κάδμου πόλις,
χωρεῖτε, παῖδες, ἄστυ δʼ Ἰσμηνὸν πάρα
ἑπτάστομον πύλαισιν ἐξαρτύετε.
σὺ μεν … ντο πνεῦμα πολεμίων λαβὼν . . . . . . . . . . . . . . . . . . . . . . . .
Ζήθωι τάδʼ εἶπον· δεύτερον δʼ Ἀμφίονα
λύραν ἄνωγα διὰ χερῶν ὡπλισμένον
μέλπειν θεοὺς ὠιδαῖσιν· ἕψονται δέ σοι
πέτραι τʼ ἐρυμναὶ μουσικῆι κηλούμεναι
δένδρη τε μητρὸς ἐκλιπόνθʼ ἑδώλια,
ὥστʼ εὐμάρειαν τεκτόνων θήσει χερί.
Ζεὺς τήνδε τιμὴν σὺν δʼ ἐγὼ δίδωμί σοι,
οὗπερ τόδʼ εὕρημʼ ἔσχες, Ἀμφίων ἄναξ.
λευκὼ δὲ πώλω τὼ Διὸς κεκλημένοι
τιμὰς μεγίστας ἕξετʼ ἐν Κάδμου πόλει.
καὶ λέκτρʼ ὁ μὲν Θηβαῖα λήψεται γάμων,
ὁ δʼ ἐκ Φρυγῶν κάλλιστον εὐναστήριον,
τὴν Ταντάλου παῖδʼ· ἀλλʼ ὅσον τάχιστα χρὴ
σπεύδειν θεοῦ πέμψαντος οἷα βούλεται.
ὦ πόλλʼ ἄελπτα, Ζεῦ, τιθεὶς καθʼ ἡμέραν
ἔδειξας εἰς φῶς τάσδʼ ἀβουλίας ἐμὰς
εσσφρα … δοκοῦντας οὐκ εἶναι Διός.
πάρεστε καὶ ζῆθʼ· ηὗρε μηνυτὴς χρόνος
ψευδεῖς μὲν ἡμᾶς, σφῶιν δὲ μητέρʼ εὐτυχῆ.
ἴτε νυν, κρατύνετʼ ἀντʼ ἐμοῦ τῆσδε χθονὸς
λαβόντε Κάδμου σκῆπτρα· τὴν γὰρ ἀξίαν
σφῶιν προστίθησιν Ζεὺς ἐγώ τε σὺν Διί.
Ἑρμῆι … Ἄρεος εἰς κρήνην βαλῶ
γυναῖκα θάψας, τῆς δʼ ὅπως θανοῦσα γῆς
νασμοῖσι τέγγηι πεδία Θηβαίας χθονός,
Δίρκη παρʼ ἀνδρῶν ὑστέρων κεκλημένη.
λύω δὲ νείκη καὶ τὰ πρὶν πεπραγμένα.
ὄλβιος ὅστις τῆς ἱστορίας
ἔσχε μάθησιν,
μήτε πολιτῶν ἐπὶ πημοσύνην
μήτʼ εἰς ἀδίκους πράξεις ὁρμῶν,
ἀλλʼ ἀθανάτου καθορῶν φύσεως
κόσμον ἀγήρων, πῆι τε συνέστη
χὤθεν χὤπως·
τοῖς δὲ τοιούτοις οὐδέποτʼ αἰσχρῶν
ἔργων μελέδημα προσίζει.
Χρύσεαι δή μοι πτέρυγες περὶ νώτωι
καὶ τὰ Σειρήνων πτερόεντα πέδιλʼ ἁρμόζεται·
βάσομαι δʼ εἰς αἰθέρα πουλὺν ἀερθεὶς
Ζηνὶ προσμείξων