Πινδαρικὴ ὑπόμνησις Ἱέρωνι Αἰτναίῳ Γέγραπται μὲν ὁ ἐπίνικος Ἱέρωνι, λέγεται δὲ ὁ Πίνδαρος οὕτως ἐπιβεβλῆσθαι κατὰ Ἀρτέμονα τὸν ἱστορικὸν, ὅτι δὴ αὐτῷ ὁ Ἱέρων χρυσῆν ὑπέσχετο κιθάραν.
Πινδαρικὴ ὑπόμνησις Τινὲς χρυσῆν ὑποσχέσθαι φασὶ κιθάραν τὸν Ἱέρωνα τῷ Πινδάρῳ. Διὸ καὶ ὁ ποιητὴς ὑπομιμνήσκων αὐτὸν τῆς ἐπαγγελίας ἀπὸ τῆς κιθάρας ἤρξατο.
Πινδαρικὴ ὑπόμνησις Ἀρτέμων δέ τις ἱστορικὸς πιθανώτερον λογοποιεῖ· καθάπαξ γὰρ, φησὶν, πᾶν ὄρος ἔχον πυρὸς ἀναδόσεις ἐπὶ Τυφῶνι καίεται.
Πινδαρικὴ ὑπόμνησις Καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ Ἀρίσταρχος τὴν πόλιν οἴκημα ποταμοῦ προσηγορεῦσθαί φησι διὰ τὸ ὁμώνυμον εἶναι τῷ ποταμῷ Ἀκράγαντι. Τὴν γὰρ ὀνομασίαν ἡ πόλις ἀπὸ τοῦ ποταμοῦ ἔσχεν. Ἀρτέμων δὲ ὁ ἀπὸ Περγάμου τὴν Γέλλαν οἴεται δεῖν ἀκούειν, οὕτω καλουμένην πόλιν ἐν Σικελίᾳ παρὰ τῷ ποταμῷ τῷ Γέλᾳ, ὡς Καλλίμαχος· Οἱ δὲ Γέλα ποταμοῦ κεφαλῇ ἐπικείμενον ἄστυ. Καὶ γὰρ ταύτην ὁμώνυμον εἶναι Γέλλᾳ τῷ ποταμῷ, τοὺς δὲ Ἀκραγαντίνους Γελλῴων εἶναι ἀποίκους. Ὥστε τὸ πατέρων ἄωτον ἐν Γέλλᾳ ἐπὶ τῶν τοῦ Θήρωνος προγόνων συντετάχθαι. Κεφαλαιώδει δὲ χρῆται τῷδε· τὸ δὲ καμόντες, ἔφη, προσήκειν μᾶλλον ἀκούειν ὑπὲρ τῶν τὴν Γέλλαν ἐκτικότων, ἀλλʼ οὐ τὴν Ἀκράγαντα. Οἱ μὲν γὰρ ἀπὸ τοῦ ῥᾴστου συνῳκίσθησαν, οἱ δὲ χαλεπῶς καὶ μόλις. Ἀντίφημος γὰρ ὁ Ῥόδιος καὶ Ἔντιμος ὁ Κρὴς οἱ τὴν εἰς Γέλλαν στείλαντες ἀποικίαν πρῶτον μὲν περὶ τὴν συναγωγὴν ἔκαμον οὐ μετρίως, συναθροίζοντες τοὺς ἐκ Πελοποννήσου καὶ Ῥόδου καὶ Κρήτης, εἶτα περὶ τὸν διάπλουν, εἶτα περὶ τὸν κατοικισμὸν, καὶ πάλιν διαγωνισάμενοι πρὸς τοὺς Σικανούς. Μενεκράτης δέ φησι ληρεῖν τὸν Ἀρτέμονα κ. τ. λ.
Πινδαρικὴ ὑπόμνησις Ὠκεανοῦ θυγάτηρ Ἀρίσταρχος δὲ ἀκούει Ὠκεανοῦ θυγατέρα Καμάριναν, τὴν λίμνην, ἀφʼ ἧς καὶ τὴν πόλιν ὠνομάσθαι. Ἀρτέμων δὲ πρὸς τὴν Ἀρέθουσαν τὸν λόγον εἶναί φησιν· αὕτη δὲ ἐν Συρακούσαις κρήνη, ὑποτέτακται δὲ ἡ Καμάρινα ταῖς Συρακούσαις. Ἔχει δὲ ἡ Ἀρέθουσα καὶ πᾶσα κρήνη τὰς πηγὰς ἀπὸ Ὠκεανοῦ.
Πινδαρικὴ ὑπόμνησις Ἐπαινεῖ τὸν Πίνδαρον ὁ Ἀρτέμων, ὅτι παρακρουσάμενος τὴν περὶ τὸν κόρακα ἱστορίαν αὐτὸν διʼ ἑαυτοῦ ἐγνωκέναι φησὶ τὸν Ἀπόλλωνα. Ἱστορεῖται γὰρ ὅτι τὴν Ἴσχυος μίξιν ἐδήλωσεν αὐτῷ ὁ κόραξ· παρὸ καὶ δυσχεράναντα ἐπὶ τῇ ἀγγελίᾳ τὸν Ἀπόλλωνα ἀντὶ λευκοῦ μέλανα αὐτὸν ποιῆσαι. Τοῦτον οὖν τὸν μῦθον διωσάμενόν φησι τὸν Πίνδαρον τῷ ἑαυτοῦ νῷ καταλαβεῖν τὰ πεπραγμένα τῇ Κορωνίδι. Παράλογον γὰρ τὸν ἄλλοις μαντευόμενον αὐτὸν μὴ συμβαλεῖν τὰ κατʼ αὐτοῦ δρώμενα. Χαίρειν οὖν φράσας τῷ τοιούτῳ μύθῳ τέλεον ὄντι ληρώδει αὐτόν φησι τὸν Ἀπόλλωνα παρὰ τοῦ νοῦ πυθόμενον ἐπιπέμψαι τῇ Κορωνίδι τὴν Ἄρτεμιν. Τὸν δὲ περὶ τὸν κόρακα μῦθόν φησι καὶ Ἡσίοδον μνημονεύοντα λέγειν οὕτω· Τῷ μὲν ἄρʼ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτὸς Πυθὼ ἐς ἠγαθέην, καί ῥʼ ἔφρασεν ἔργʼ ἀΐδηλα Φοίβῳ ἀκερσεκόμῃ, ὅτʼ ἄρʼ Ἴσχυς γῆμε Κορωνὶν Εἰλατίδης, Φλεγύαο Διογνήτοιο θύγατρα.
Πινδαρικὴ ὑπόμνησις Ξενοκράτει Ἀκραγαντίνῳ Τὸν δὲ Ξενοκράτην τοῦτον οἱ μὲν προϋπομνηματισάμενοι Θήρωνος ἀδελφὸν εἶναί φασιν, ὁ δὲ Ἀρτέμων σφόδρα τὰ περὶ τοὺς Σικελιώτας πεπολυπραγμονηκὼς αὐτὸν μόνον συγγενῆ φησὶν εἶναι Θήρωνος.