eul_wid: gcm-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Life and Pleasure by Philetaerus the Comic Poet

Comic Fragments on Life and Pleasure is a modern thematic compilation of passages attributed to the Athenian comic poet Philetaerus, who was active during the 4th-century BCE era of Middle Comedy. No complete play by him survives; the work consists of quotations from his lost dramas, preserved by later authors and organised around the subjects of life and pleasure. The fragments, primarily in verse, reflect the characteristic themes of Middle Comedy, including mythological parody of tragic subjects, social observation of behaviours like gluttony and dining, and comedy derived from contemporary stereotypes and metatheatrical references. Philetaerus’s work survives only through indirect citation, most notably in Athenaeus’s Deipnosophistae from the 2nd–3rd century CE and in various ancient lexica. The definitive modern edition is found in Greek Comic Poets (PCG) Volume VII, which catalogues his fragments. As a poet of Middle Comedy, Philetaerus represents the transition from Old Comedy’s political satire to New Comedy’s focus on social types. His fragments provide valuable evidence for the development of the genre, for Athenian social history, and for the comic treatment of myth and daily life.

ΑΔΩΝΙΑΖΟΥΣΑΙΑΝΤΥΛΛΟΣ
ΑΣΚΛΗΠΙΟΣ
ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα
μεγάλην ὑπειπὼν τῆς Ὑγιείας τοὔνομα.
ΑΤΑΛΑΝΤΗ
κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου,
τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ,
τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.
ΑΧΙΛΛΕΥΣ
Πηλεύς· ὁ Πηλεὺς δʼ ἐστὶν ὄνομα κεραμέως,
ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,
ἀλλʼ οὐ τυράννου νὴ Δία.
ΚΕΦΑΛΟΣ
ΚΟΡΙΝΘΙΑΣΤΗΣ
ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμʼ ἔχει.
οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλʼ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
ΚΥΝΑΓΙΣ
παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθʼ ὅτι
ἥδιστόν ἐστιν ἀποθανεῖν βινοῦνθʼ ἅμα,
ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν,
πλὴν ἡδέως ζῆν τὸν βίον καθʼ ἡμέραν,
ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν
τοῦτʼ αὐτό, τἀνθρώπειʼ ὁρῶντα πράγματα,
εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι
ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
ἕωλον ἔνδον ἀργύριον.
οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλʼ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
οὐχὶ Κερκώπη μὲν ἤδη γέγονʼ ἔτη τρισχίλια,
ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;
Θεολύτην δʼ οὐδʼ οἶδεν οὐδείς, ὅτε τὸ πρῶτον ἐγένετο.
οὐχὶ Λαῒς μὲν τελευτῶσʼ ἀπέθανεν βινουμένη,
Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.
ΛΑΜΠΑΔΗΦΟΡΟΙ
καὶ χειροβαρὲς σαρκὸς ὑείας
θετταλότμητον κρέας
ΜΕΛΕΑΓΡΟΣ
οὐ πρὸς γυναικὸς ὁ κόρος. οἴκαδʼ, ὦ κόρη,
ἄπιθʼ ἀμπαλίνορρος.
ΜΗΝΕΣ
τίς ἐστι μαιμακτηριών; Β. μὴν δικάσιμος.
ΟΙΝΟΠΙΩΝ
θνητῶν δʼ ὅσοι
ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω·
οὐκ ἂν θανὼν δήπουθεν ἔγχελυν φάγοις,
οὐδʼ ἐν νεκροῖσι πέττεται γαμήλιος.
ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω. . . . . . . . . . . . . . .
πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ
ἕξειν Πατανίων.
ΤΗΡΕΥΣ
πεπωκέναι δοκεῖ τὸν κατὰ δύο
καὶ τρεῖς ἀκράτου.
ἐπίπλοον
ΦΙΛΑΥΛΟΣ
ὦ Ζεῦ, καλόν γʼ ἔστʼ ἀποθανεῖν αὐλούμενον·
τούτοις ἐν ᾅδου γὰρ μόνοις ἐξουσία
ἀφροδισιάζειν ἐστίν, οἱ δὲ τοὺς τρόπους
ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ,
εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
χλαμὺς ὁλόλευκος