ΠΟΣΕΙΔΙΠΠΟΥ
Κεκροπί, ῥαῖνε, λάγυνε, πολύδροσον ἰκμάδα Βάκχου,
ῥαῖνε, δροσιζέσθω συμβολικὴ πρόποσις.
σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος ἅ τε Κλεάνθους
μοῦσα· μέλοι δʼ ἡμῖν ὁ γλυκύπικρος Ἔρως.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Τέσσαρες οἱ πίνοντες, ἐρωμένη ἔρχεθʼ ἑκάστῳ·
ὀκτὼ γινομένοις ἓν Χίον οὐχ ἱκανόν.
παιδάριον, βαδίσας πρὸς Ἀρίστιον εἰπὲ τὸ πρῶτον
ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἔνεισι δύο
ἀσφαλέως, οἶμαι δʼ, ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε·
ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Μή με δόκει πιθανῶς ἀπατᾶν δακρύοισι, Φιλαινί.
οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ,
τοῦτον ὅσον παρʼ ἐμοὶ κέκλισαι χρόνον· εἰ δʼ ἕτερός σε
εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.
ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ
Αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες,
Κύπριδος ἐκ χρυσέων ἐρχόμενοι θαλάμων,
ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου
γλυπτήν, παρθενίων βριθομένην χαρίτων,
καὶ πολλοὺς τότε χερσὶν ἐπʼ ἠιθέοισιν ὀιστοὺς
τόξου πορφυρέης ἧκαν ἀφʼ ἁρπεδόνης.
ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ
Πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα
Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,
νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον
ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.
Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης
δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.
ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ
Σήν, Παφίη Κυθέρεια, παρʼ ἠιόνʼ εἶδε Κλέανδρος
Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·
καιόμενος δʼ ὑπʼ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ
ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.
χὠ μὲν ἐναυάγει γαίης ἔπι, τὴν δὲ θαλάσσης
ψαύουσαν πρηεῖς εἴχοσαν αἰγιαλοί.
νῦν δʼ ἴσος ἀμφοτέροις φιλίης πόθος· οὐκ ἀτελεῖς γὰρ
εὐχαὶ τὰς κείνης εὔξατʼ ἐπʼ ἠιόνος.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Δάκρυα καὶ κῶμοι, τί μʼ ἐγείρετε, πρὶν πόδας ἄρω
ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;
λήγω δʼ οὔποτʼ ἔρωτος, ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης
ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Πυθιὰς εἰ μὲν ἔχει τινʼ, ἀπέρχομαι· εἰ δὲ καθεύδει
ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐκκάλεσαι.
εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν
ἦλθεν Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι.
ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΚΑΛΛΙΜΑΧΟΥ
Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα
εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο·
ἐκ δʼ ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ
σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει.
Νύμφας δʼ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλʼ ἐπὶ γούνοις
ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε
χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει.
φρίσσω κύματος ἦχον, ἐμὸν μόρον. ἀλλὰ καὶ οὕτως
χαίρετε, Νικήτην οἵτινες οἰκτίσατε.
ΠΟΣΕΙΔΙΠΠΟΥ, οἱ δὲ ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΚΩΜΙΚΟΥ
Ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν
νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις
φροντίδες· ἐν δʼ ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ
τάρβος· ἐπὶ ξείνης δʼ, ἢν μὲν ἔχῃς τι, δέος·
ἢν δʼ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος
ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτʼ ἐρημότερος.
τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες
ἄφρονες, αἱ πολιαὶ δʼ ἔμπαλιν ἀδρανέες.
ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι
μηδέποτʼ ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Ναὶ ναὶ βάλλετʼ, Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς
κεῖμαι. μὴ φείσησθʼ, ἄφρονες· ἢν γὰρ ἐμὲ
νικήσητʼ, ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε
τοξόται ὡς μεγάλης δεσπόται ἰοδόκης.
ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ
Εἰ καθύπερθε λάβοις χρύσεα πτερὰ καί σευ ἀπʼ ὤμων
τείνοιτʼ ἀργυρέων ἰοδόκος φαρέτρη
καὶ σταίης παρʼ Ἔρωτα, φίλʼ Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν,
οὐδʼ αὐτὴ Κύπρις γνώσεται, ὃν τέτοκεν.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπʼ ἀκάνθαις
κοιμίζειν ἐθέλει πῦρ ὑπὸ πλευρὰ βαλών·
ἡ δὲ πρὶν ἐν βύβλοις πεπονημένη ἄθλια τρίζει
ψυχὴ ἀνιηρῷ δαίμονι μεμφομένη.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Εὐοπλῶ καὶ πρὸς σὲ μαχήσομαι, οὐδʼ ἀπεροῦμαι
θνητὸς ἐών· σὺ δʼ, Ἔρως, μηκέτι μοι πρόσαγε.
ἤν με λάβῃς μεθύοντʼ, ἄπαγʼ ἔκδοτον· ἄχρι δὲ νήφω,
τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Ἃ Κύπρον ἅ τε Κύθηρα καὶ ἃ Μίλητον ἐποιχνεῖς
καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον,
ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν
οὐδέποτʼ οἰκείων ὦσεν ἀπὸ προθύρων.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Ναννοῦς καὶ Λύδης ἐπίχει δύο καὶ φέρʼ ἑκάστου
Μιμνέρμου καὶ τοῦ σώφρονος Ἀντιμάχου·
συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δʼ ἕκτον «Ἑκάστου,»
Ἡλιόδωρʼ, εἴπας, «ὅστις ἐρῶν ἔτυχεν.»
ἕβδομον Ἡσιόδου, τὸν δʼ ὄγδοον εἶπον Ὁμήρου,
τὸν δʼ ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον.
μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δʼ Ἔρωτες
νήφοντʼ, οἰνωθέντʼ οὐχὶ λίην ἄχαριν.
ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΠΟΣΕΙΔΙΠΠΟΥ
Κύπριδος ἅδʼ εἰκών· φέρʼ ἰδώμεθα, μὴ Βερενίκας·
διστάζω, ποτέρᾳ φῇ τις ὁμοιοτέραν.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ,
δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ,
ὃν κατʼ Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ
Πέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Τίς, πόθεν ὁ πλάστης; —«Σικυώνιος.» —Οὔνομα δὴ τίς; —
«Λύσιππος.» —Σὺ δὲ τίς; —«Καιρὸς ὁ πανδαμάτωρ.» —
Τίπτε δʼ ἐπʼ ἄκρα βέβηκας; —«Ἀεὶ τροχάω.» —Τί δὲ ταρσοὺς
ποσσὶν ἔχεις διφυεῖς; —«Ἵπταμʼ ὑπηνέμιος.» —
Χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; —«Ἀνδράσι δεῖγμα,
ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.» —
Ἡ δὲ κόμη τί κατʼ ὄψιν; —«Ὑπαντιάσαντι λαβέσθαι,
νὴ Δία.» —Τἀξόπιθεν πρὸς τί φαλακρὰ πέλει; —
«Τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν
οὔτις ἔθʼ ἱμείρων δράξεται ἐξόπιθεν.» —
Τοὔνεχʼ ὁ τεχνίτης σε διέπλασεν; —«Εἵνεκεν ὑμέων,
ξεῖνε, καὶ ἐν προθύροις θῆκε διδασκαλίην.»