eul_wid: cbm-aj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Andromache by Euripides

Andromache, a tragedy by Euripides written around 425 BCE, dramatizes the plight of the Trojan queen Andromache in the aftermath of the Trojan War. Enslaved and made the concubine of Neoptolemus, son of Achilles, she resides in Phthia, where she faces mortal danger from Neoptolemus's jealous Spartan wife, Hermione, and her father, King Menelaus. They conspire to kill Andromache and her young son by Neoptolemus, a child who represents a threat to Hermione's childless marriage. The domestic crisis of the play's first half is averted by the intervention of Neoptolemus's aged grandfather, Peleus. The action then shifts to Delphi, where Orestes, Hermione's former betrothed, orchestrates the murder of Neoptolemus. The drama concludes with a divine epiphany from the goddess Thetis, who delivers prophecies securing the future of the surviving characters, including the establishment of a royal lineage through Andromache's son.

The complete play survives in 1,206 lines of verse, composed primarily in Attic Greek with choral passages in the Doric dialect. Scholarly interpretation often views its severe depiction of the Spartan characters Hermione and Menelaus as a form of political commentary, reflecting Athenian animosity toward Sparta during the Peloponnesian War. The tragedy is also considered a complex engagement with contemporary Athenian social anxieties, particularly laws concerning citizenship and inheritance, through its focus on the status of a foreign concubine and the contested legitimacy of her child.

ΑΝΔΡΟΜΑΧΗ
Ἀνδρομάχη Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,
ὅθεν ποθʼ ἕδνων σὺν πολυχρύσωι χλιδῆι
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
ζηλωτὸς ἔν γε τῶι πρὶν Ἀνδρομάχη χρόνωι,
νῦν δʼ, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·
ἥτις πόσιν μὲν Ἕκτορʼ ἐξ Ἀχιλλέως
θανόντʼ ἐσεῖδον, παῖδά θʼ ὃν τίκτω πόσει
ῥιφθέντα πύργων Ἀστυάνακτʼ ἀπʼ ὀρθίων,
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
οἴκων νομισθεῖσʼ Ἑλλάδʼ εἰσαφικόμην
τῶι νησιώτηι Νεοπτολέμωι δορὸς γέρας
δοθεῖσα λείας Τρωϊκῆς ἐξαίρετον.
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
σύγχορτα ναίω πεδίʼ, ἵνʼ ἡ θαλασσία
Πηλεῖ ξυνώικει χωρὶς ἀνθρώπων Θέτις
φεύγουσʼ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς
Θετίδειον αὐδᾶι θεᾶς χάριν νυμφευμάτων.
ἔνθʼ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
Πηλέα δʼ ἀνάσσειν γῆς ἐᾶι Φαρσαλίας,
ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
κἀγὼ δόμοις τοῖσδʼ ἄρσενʼ ἐντίκτω κόρον,
πλαθεῖσʼ Ἀχιλλέως παιδί, δεσπότηι δʼ ἐμῶι.
καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
ἐλπίς μʼ ἀεὶ προῆγε σωθέντος τέκνου
ἀλκήν τινʼ εὑρεῖν κἀπικούρησιν κακῶν·
ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,
κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
τίθημʼ ἄπαιδα καὶ πόσει μισουμένην,
αὐτὴ δὲ ναίειν οἶκον ἀντʼ αὐτῆς θέλω
τόνδʼ, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίαι·
ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσʼ ἐδεξάμην,
νῦν δʼ ἐκλέλοιπα· Ζεὺς τάδʼ εἰδείη μέγας,
ὡς οὐχ ἑκοῦσα τῶιδʼ ἐκοινώθην λέχει.
ἀλλʼ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,
πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾶι τάδε.
καὶ νῦν κατʼ οἴκους ἔστʼ, ἀπὸ Σπάρτης μολὼν
ἐπʼ αὐτὸ τοῦτο· δειματουμένη δʼ ἐγὼ
δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
θάσσω τόδʼ ἐλθοῦσʼ, ἤν με κωλύσηι θανεῖν.
Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως
σέβουσιν, ἑρμήνευμα Νηρῆιδος γάμων.
ὃς δʼ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθραι
ἄλλους ἐς οἴκους, μὴ θάνηι φοβουμένη.
ὁ γὰρ φυτεύσας αὐτὸν οὔτʼ ἐμοὶ πάρα
προσωφελῆσαι παιδί τʼ οὐδέν ἐστʼ, ἀπὼν
Δελφῶν κατʼ αἶαν, ἔνθα Λοξίαι δίκην
δίδωσι μανίας, ἧι ποτʼ ἐς Πυθὼ μολὼν
ἤιτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
εἴ πως τὰ πρόσθε σφάλματʼ ἐξαιτούμενος
θεὸν παράσχοιτʼ ἐς τὸ λοιπὸν εὐμενῆ.
Θεράπαινα δέσποινʼ, ἐγώ τοι τοὔνομʼ οὐ φεύγω τόδε
καλεῖν σʼ, ἐπείπερ καὶ κατʼ οἶκον ἠξίουν
τὸν σόν, τὸ Τροίας ἡνίκʼ ὠικοῦμεν πέδον,
εὔνους δʼ ἐκεῖ σοι ζῶντί τʼ ἦ τῶι σῶι πόσει·
καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,
φόβωι μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
οἴκτωι δὲ τῶι σῶι· δεινὰ γὰρ βουλεύεται
Μενέλαος ἐς σὲ παῖς θʼ, ἅ σοι φυλακτέα.
Ἀνδρομάχη ὦ φιλτάτη σύνδουλε — σύνδουλος γὰρ εἶ
τῆι πρόσθʼ ἀνάσσηι τῆιδε, νῦν δὲ δυστυχεῖ —,
τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;
Θεράπαινα τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,
κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου·
φροῦδος δʼ ἐπʼ αὐτὸν Μενέλεως δόμων ἄπο.
Ἀνδρομάχη οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
πόθεν ποτʼ; ὦ δύστηνος, ὡς ἀπωλόμην.
Θεράπαινα οὐκ οἶδʼ, ἐκείνων δʼ ἠισθόμην ἐγὼ τάδε.
Ἀνδρομάχη ἀπωλόμην ἄρʼ. ὦ τέκνον, κτενοῦσί σε
δισσοὶ λαβόντες γῦπες, ὁ δὲ κεκλημένος
πατὴρ ἔτʼ ἐν Δελφοῖσι τυγχάνει μένων.
Θεράπαινα δοκῶ γὰρ οὐκ ἂν ὧδέ σʼ ἂν πράσσειν κακῶς
κείνου παρόντος· νῦν δʼ ἔρημος εἶ φίλων.
Ἀνδρομάχη οὐδʼ ἀμφὶ Πηλέως ἦλθεν ὡς ἥξοι φάτις;
Θεράπαινα γέρων ἐκεῖνος ὥστε σʼ ὠφελεῖν παρών.
Ἀνδρομάχη καὶ μὴν ἔπεμψʼ ἐπʼ αὐτὸν οὐχ ἅπαξ μόνον.
Θεράπαινα μῶν οὖν δοκεῖς σου φροντίσαι τινʼ ἀγγέλων;
Ἀνδρομάχη πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;
Θεράπαινα τί δῆτα φήσω χρόνιος οὖσʼ ἐκ δωμάτων;
Ἀνδρομάχη πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.
Θεράπαινα κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.
Ἀνδρομάχη ὁρᾶις; ἀπαυδᾶις ἐν κακοῖς φίλοισι σοῖς.
Θεράπαινα οὐ δῆτα· μηδὲν τοῦτʼ ὀνειδίσηις ἐμοί.
ἀλλʼ εἶμʼ, ἐπεί τοι κοὐ περίβλεπτος βίος
δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.
Ἀνδρομάχη χώρει νυν· ἡμεῖς δʼ οἷσπερ ἐγκείμεσθʼ ἀεὶ
θρήνοισι καὶ γόοισι καὶ δακρύμασιν
πρὸς αἰθέρʼ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ
γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν
ἀνὰ στόμʼ αἰεὶ καὶ διὰ γλώσσης ἔχειν.
πάρεστι δʼ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,
πόλιν πατρώιαν τὸν θανόντα θʼ Ἕκτορα
στερρόν τε τὸν ἐμὸν δαίμονʼ ὧι συνεζύγην
δούλειον ἦμαρ ἐσπεσοῦσʼ ἀναξίως.
χρὴ δʼ οὔποτʼ εἰπεῖν οὐδένʼ ὄλβιον βροτῶν,
πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδηις
ὅπως περάσας ἡμέραν ἥξει κάτω.
Ἰλίωι αἰπεινᾶι Πάρις οὐ γάμον ἀλλά τινʼ ἄταν
ἀγάγετʼ εὐναίαν ἐς θαλάμους Ἑλέναν.
ἇς ἕνεκʼ, ὦ Τροία, δορὶ καὶ πυρὶ δηϊάλωτον
εἷλέ σʼ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης
καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη
εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·
αὐτὰ δʼ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,
δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάραι.
πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκʼ ἔλειπον
ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
ὤμοι ἐγὼ μελέα, τί μʼ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι
Ἑρμιόνας δούλαν; ἆς ὕπο τειρομένα
πρὸς τόδʼ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα
τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
Χορός ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις
δαρὸν οὐδὲ λείπεις,
Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,
εἴ τί σοι δυναίμαν
ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,
οἵ σε καὶ Ἑρμιόναν ἔριδι στυγερᾶι συνέκληισαν,
τλᾶμον, ἀμφὶ λέκτρων
διδύμων, ἐπίκοινον ἔχουσαν
ἄνδρα, παῖδʼ Ἀχιλλέως.
γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.
δεσπόταις ἁμιλλᾶι
Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέταισιν;
λεῖπε δεξίμηλον
δόμον τᾶς ποντίας θεοῦ. τί σοι
καιρὸς ἀτυζομέναι δέμας αἰκέλιον καταλείβειν
δεσποτᾶν ἀνάγκαις;
τὸ κρατοῦν δέ σʼ ἔπεισι· τί μόχθον
οὐδὲν οὖσα μοχθεῖς;
ἀλλʼ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,
γνῶθι δʼ οὖσʼ ἐπὶ ξένας
δμωὶς ἀπʼ ἀλλοτρίας
πόλεος, ἔνθʼ οὐ φίλων τινʼ εἰσορᾶις
σῶν, ὦ δυστυχεστάτα,
ὦ παντάλαινα νύμφα.
οἰκτροτάτα γὰρ ἔμοιγʼ ἔμολες, γύναι Ἰλιάς, οἴκους
δεσποτᾶν ἐμῶν· φόβωι δʼ
ἡσυχίαν ἄγομεν
— τὸ δὲ σὸν οἴκτωι φέρουσα τυγχάνω —
μὴ παῖς τᾶς Διὸς κόρας
σοί μʼ εὖ φρονοῦσαν εἰδῆι.
Ἑρμιόνη κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς
στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων
οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἀπὸ
δόμων ἀπαρχὰς δεῦρʼ ἔχουσʼ ἀφικόμην,
ἀλλʼ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς
Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ
πολλοῖς σὺν ἕδνοις, ὥστʼ ἐλευθεροστομεῖν.
σὺ δʼ οὖσα δούλη καὶ δορίκτητος γυνὴ
δόμους κατασχεῖν ἐκβαλοῦσʼ ἡμᾶς θέλεις
τούσδε, στυγοῦμαι δʼ ἀνδρὶ φαρμάκοισι σοῖς,
νηδὺς δʼ ἀκύμων διὰ σέ μοι διόλλυται·
δεινὴ γὰρ ἠπειρῶτις ἐς τὰ τοιάδε
ψυχὴ γυναικῶν· ὦν ἐπισχήσω σʼ ἐγώ,
κοὐδέν σʼ ὀνήσει δῶμα Νηρῆιδος τόδε,
οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῆι.
ἢν δʼ οὖν βροτῶν τίς σʼ ἢ θεῶν σῶσαι θέληι,
δεῖ σʼ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
πτῆξαι ταπεινὴν προσπεσεῖν τʼ ἐμὸν γόνυ
σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
τευχέων χερὶ σπείρουσαν Ἀχελώιου δρόσον
γνῶναί θʼ ἵνʼ εἶ γῆς. οὐ γάρ ἐσθʼ Ἕκτωρ τάδε,
οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλʼ Ἑλλὰς πόλις.
ἐς τοῦτο δʼ ἥκεις ἀμαθίας, δύστηνε σύ,
ἣ παιδὶ πατρὸς ὃς σὸν ὤλεσεν πόσιν
τολμᾶις ξυνεύδειν καὶ τέκνʼ αὐθεντῶν πάρα
τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·
πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μείγνυται
κόρη τʼ ἀδελφῶι, διὰ φόνου δʼ οἱ φίλτατοι
χωροῦσι, καὶ τῶνδʼ οὐδὲν ἐξείργει νόμος.
ἃ μὴ παρʼ ἡμᾶς ἔσφερʼ· οὐδὲ γὰρ καλὸν
δυοῖν γυναικοῖν ἄνδρʼ ἕνʼ ἡνίας ἔχειν,
ἀλλʼ ἐς μίαν βλέποντες εὐναίαν Κύπριν
στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέληι.
Χορός ἐπίφθονόν τι χρῆμα θηλείας φρενὸς
καὶ ξυγγάμοισι δυσμενὲς μάλιστʼ ἀεί.
Ἀνδρομάχη φεῦ φεῦ·
κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῶι νέωι
τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
λόγων ἀπώσηι πόλλʼ ἔχουσαν ἔνδικα,
ἢν δʼ αὖ κρατήσω, μὴ ʼπὶ τῶιδʼ ὄφλω βλάβην·
οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·
ὅμως δʼ ἐμαυτὴν οὐ προδοῦσʼ ἁλώσομαι.
εἴπʼ, ὦ νεᾶνι, τῶι σʼ ἐχεγγύωι λόγωι
πεισθεῖσʼ ἀπωθῶ γνησίων νυμφευμάτων;
ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις
τύχηι θʼ ὑπερθεῖ κἄμʼ ἐλευθέραν ὁρᾶις;
ἢ τῶι νέωι τε καὶ σφριγῶντι σώματι
πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη
οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;
πότερον ἵνʼ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
δούλους ἐμαυτῆι τʼ ἀθλίαν ἐφολκίδα;
ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκηις;
φιλοῦσι γάρ μʼ Ἕλληνες Ἕκτορός γʼ ὕπερ;
αὐτή τʼ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;
οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις
ἀλλʼ εἰ ξυνεῖναι μὴ ʼπιτηδεία κυρεῖς.
φίλτρον δὲ καὶ τόδʼ· οὐ τὸ κάλλος, ὦ γύναι,
ἀλλʼ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
σὺ δʼ ἤν τι κνισθῆις, ἡ Λάκαινα μὲν πόλις
μέγʼ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης,
πλουτεῖς δʼ ἐν οὐ πλουτοῦσι, Μενέλεως δέ σοι
μείζων Ἀχιλλέως. ταῦτά τοί σʼ ἔχθει πόσις.
χρὴ γὰρ γυναῖκα, κἂν κακῶι πόσει δοθῆι,
στέργειν ἅμιλλάν τʼ οὐκ ἔχειν φρονήματος.
εἰ δʼ ἀμφὶ Θρήικην τὴν χιόνι κατάρρυτον
τύραννον ἔσχες ἄνδρʼ, ἵνʼ ἐν μέρει λέχος
δίδωσι πολλαῖς εἶς ἀνὴρ κοινούμενος,
ἔκτεινας ἂν τάσδʼ; εἶτʼ ἀπληστίαν λέχους
πάσαις γυναιξὶ προστιθεῖσʼ ἂν ηὑρέθης.
αἰσχρόν γε· καίτοι χείρονʼ ἀρσένων νόσον
ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.
ὦ φίλταθʼ Ἕκτορ, ἀλλʼ ἐγὼ τὴν σὴν χάριν
σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,
καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς
ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.
καὶ ταῦτα δρῶσα τῆι ἀρετῆι προσηγόμην
πόσιν· σὺ δʼ οὐδὲ ῥανίδʼ ὑπαιθρίας δρόσου
τῶι σῶι προσίζειν ἀνδρὶ δειμαίνουσʼ ἐᾶις.
μὴ τὴν τεκοῦσαν τῆι φιλανδρίαι, γύναι,
ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων
φεύγειν τρόπους χρὴ τέκνʼ ὅσοις ἔνεστι νοῦς.
Χορός δέσποινʼ, ὅσον σοι ῥαιδίως προσίσταται,
τοσόνδε πείθου τῆιδε συμβῆναι λόγοις.
Ἑρμιόνη τί σεμνομυθεῖς κἀς ἀγῶνʼ ἔρχηι λόγων,
ὡς δὴ σὺ σώφρων, τἀμὰ δʼ οὐχὶ σώφρονα;
Ἀνδρομάχη οὔκουν ἐφʼ οἷς γε νῦν καθέστηκας λόγοις.
Ἑρμιόνη ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.
Ἀνδρομάχη νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
Ἑρμιόνη σὺ δʼ οὐ λέγεις γε, δρᾶις δέ μʼ εἰς ὅσον δύναι.
Ἀνδρομάχη οὐκ αὖ σιωπῆι Κύπριδος ἀλγήσεις πέρι;
Ἑρμιόνη τί δʼ; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
Ἀνδρομάχη ναί, καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.
Ἑρμιόνη οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
Ἀνδρομάχη κἀκεῖ τά γʼ αἰσχρὰ κἀνθάδʼ αἰσχύνην ἔχει.
Ἑρμιόνη σοφὴ σοφὴ σύ· κατθανεῖν δʼ ὅμως σε δεῖ.
Ἀνδρομάχη ὁρᾶις ἄγαλμα Θέτιδος ἐς σʼ ἀποβλέπον;
Ἑρμιόνη μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνωι.
Ἀνδρομάχη Ἑλένη νιν ὤλεσʼ, οὐκ ἐγώ, μήτηρ γε σή.
Ἑρμιόνη ἧ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
Ἀνδρομάχη ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
Ἑρμιόνη ἐκεῖνο λέξον οὗπερ οὕνεκʼ ἐστάλην.
Ἀνδρομάχη λέγω σʼ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σʼ ἔδει.
Ἑρμιόνη λείψεις τόδʼ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
Ἀνδρομάχη εἰ μὴ θανοῦμαί γʼ· εἰ δὲ μή, οὐ λείψω ποτέ.
Ἑρμιόνη ὡς τοῦτʼ ἄραρε κοὐ μενῶ πόσιν μολεῖν.
Ἀνδρομάχη ἀλλʼ οὐδʼ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.
Ἑρμιόνη πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι, ...
Ἀνδρομάχη σὺ δʼ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.
Ἑρμιόνη καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
Ἀνδρομάχη σφάζʼ, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.
Ἑρμιόνη ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλʼ ἐγώ σʼ ἕδρας
ἐκ τῆσδʼ ἑκοῦσαν ἐξαναστήσω τάχα·
τοιόνδʼ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους
κρύψω, τὸ δʼ ἔργον αὐτὸ σημανεῖ τάχα.
κάθησʼ ἑδραία· καὶ γὰρ εἰ πέριξ σʼ ἔχοι
τηκτὸς μόλυβδος, ἐξαναστήσω σʼ ἐγὼ
πρὶν ὧι πέποιθας παῖδʼ Ἀχιλλέως μολεῖν.
Ἀνδρομάχη πέποιθα. δεινὸν δʼ ἑρπετῶν μὲν ἀγρίων
ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα,
ὃ δʼ ἔστʼ ἐχίδνης καὶ πυρὸς περαιτέρω
οὐδεὶς γυναικὸς φάρμακʼ ἐξηύρηκέ πω.
Χορός ἦ μεγάλων ἀχέων ἄρʼ ὑπῆρξεν, ὅτʼ Ἰδαίαν
ἐς νάπαν ἦλθʼ, ὁ Μαί-
ας τε καὶ Διὸς τόκος,
τρίπωλον ἅρμα δαιμόνων
ἄγων τὸ καλλιζυγές,
ἔριδι στυγερᾶι κεκορυθμένον εὐμορφίας,
σταθμοὺς ἔπι βούτας
βοτῆρά τʼ ἀμφὶ μονότροπον νεανίαν
ἔρημόν θʼ ἑστιοῦχον αὐλάν.
ταὶ δʼ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
πιδάκων νίψαν αἰ-
γλᾶντα σώματα ῥοαῖς,
ἔβαν δὲ Πριαμίδαν ὑπερ-
βολαῖς λόγων δυσφρόνων
παραβαλλόμεναι, δολίοις δʼ ἕλε Κύπρις λόγοις,
τερπνοῖς μὲν ἀκοῦσαι,
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
ταλαίναι περγάμοις τε Τροίας.
εἰ γὰρ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν
ἁ τεκοῦσά νιν μόρον
πρὶν Ἰδαῖον κατοικίσαι λέπας,
ὅτε νιν παρὰ θεσπεσίωι δάφναι
βόασε Κασσάνδρα κτανεῖν,
μεγάλαν Πριάμου πόλεως λώβαν.
τίνʼ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
δαμογερόντων βρέφος φονεύειν;
οὔτʼ ἂν ἐπʼ Ἰλιάσι ζυγὸν ἤλυθε
δούλιον σύ τʼ ἄν, γύναι,
τυράννων ἔσχες ἂν δόμων ἕδρας·
παρέλυσε δʼ ἂν Ἑλλάδος ἀλγεινοὺς
μόχθους οὓς ἀμφὶ Τροίαν
δεκέτεις ἀλάληντο νέοι λόγχαις,
λέχη τʼ ἔρημʼ ἂν οὔποτʼ ἐξελείπετο
καὶ τεκέων ὀρφανοὶ γέροντες.
Μενέλαος ἥκω λαβὼν σὸν παῖδʼ, ὃν εἰς ἄλλους δόμους
λάθραι θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σώσειν τόδε,
τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλʼ ἐφηυρέθης
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
κεἰ μὴ τόδʼ ἐκλιποῦσʼ ἐρημώσεις πέδον,
ὅδʼ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
ταῦτʼ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
ἢ τόνδʼ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
ἣν εἰς ἔμʼ ἔς τε παῖδʼ ἐμὴν ἁμαρτάνεις.
Ἀνδρομάχη ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
τοσόνδʼ ἔπνευσας καὶ γυναικὶ δυστυχεῖ
δούληι κατέστης εἰς ἀγῶνʼ· οὐκ ἀξιῶ
οὔτʼ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
τέθνηκα τῆι σῆι θυγατρὶ καί μʼ ἀπώλεσεν·
μιαιφόνον μὲν οὐκέτʼ ἂν φύγοι μύσος.
ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδʼ ἀγωνιῆι
φόνον· τὸ συνδρῶν γάρ σʼ ἀναγκάσει χρέος.
ἢν δʼ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
τὸν παῖδά μου κτενεῖτε; κἆιτα πῶς πατὴρ
τέκνου θανόντος ῥαιδίως ἀνέξεται;
οὐχ ὧδʼ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·
ἀλλʼ εἶσιν οἷ χρή, Πηλέως γὰρ ἄξια
πατρός τʼ Ἀχιλλέως ἔργα δρῶν φανήσεται,
ὤσει δὲ σὴν παῖδʼ ἐκ δόμων· σὺ δʼ ἐκδιδοὺς
ἄλλωι τί λέξεις; πότερον ὡς κακὸν πόσιν
φεύγει τὸ ταύτης σῶφρον; ἀλλʼ οὐ πείσεται.
γαμεῖ δὲ τίς νιν; ἤ σφʼ ἄνανδρον ἐν δόμοις
χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
κακῶν τοσούτων οὐχ ὁρᾶις ἐπιρροάς;
πόσας ἂν εὐνὰς θυγατέρʼ ἠδικημένην
βούλοιʼ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;
οὐ χρὴ ʼπὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
οὐδʼ, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,
ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
βλάβην ὀφείλω προστιθεῖσʼ ἀπαιδίαν.
ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενός,
ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν
καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.
Χορός ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας
καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.
Μενέλαος γύναι, τάδʼ ἐστὶ σμικρὰ καὶ μοναρχίας
οὐκ ἄξιʼ, ὡς φήις, τῆς ἐμῆς οὐδʼ Ἑλλάδος.
εὖ δʼ ἴσθʼ, ὅτου τις τυγχάνει χρείαν ἔχων,
τοῦτʼ ἔσθʼ ἑκάστωι μεῖζον ἢ Τροίαν ἑλεῖν.
κἀγὼ θυγατρί — μεγάλα γὰρ κρίνω τάδε,
λέχους στέρεσθαι — σύμμαχος καθίσταμαι.
τὰ μὲν γὰρ ἄλλα δεύτερʼ ἃν πάσχηι γυνή,
ἀνδρὸς δʼ ἁμαρτάνουσʼ ἁμαρτάνει βίου.
δούλων δʼ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
καὶ τῶν ἐκείνου τοὺς ἐμοὺς ἡμᾶς τε πρός·
φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
ὀρθῶς πεφύκασʼ, ἀλλὰ κοινὰ χρήματα.
μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
τἄμʼ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
ἀλλʼ ἐξανίστω τῶνδʼ ἀνακτόρων θεᾶς·
ὡς, ἢν θάνηις σύ, παῖς ὅδʼ ἐκφεύγει μόρον,
σοῦ δʼ οὐ θελούσης κατθανεῖν τόνδε κτενῶ.
δυοῖν δʼ ἀνάγκη θατέρωι λιπεῖν βίον.
Ἀνδρομάχη οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι
βίου καθίστης· καὶ λαχοῦσά γʼ ἀθλία
καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.
ὧ μεγάλα πράσσων αἰτίας σμικρᾶς πέρι,
πιθοῦ· τί καίνεις μʼ; ἀντὶ τοῦ; ποίαν πόλιν
προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;
ποῖον δʼ ἔπρησα δῶμʼ; ἐκοιμήθην βίαι
σὺν δεσπόταισι· κἆιτʼ ἔμʼ, οὐ κεῖνον κτενεῖς,
τὸν αἴτιον τῶνδʼ, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς
πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρηι;
οἴμοι κακῶν τῶνδʼ· ὦ τάλαινʼ ἐμὴ πατρίς,
ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν
ἄχθος τʼ ἐπʼ ἄχθει τῶιδε προσθέσθαι διπλοῦν;
ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους
κατεῖδον οἰκτρῶς τʼ Ἴλιον πυρούμενον,
αὐτὴ δὲ δούλη ναῦς ἔπʼ Ἀργείων ἔβην
κόμης ἐπισπασθεῖσʼ· ἐπεὶ δʼ ἀφικόμην
Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.
τί δῆτά μοι ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;
πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;
εἶς παῖς ὅδʼ ἧν μοι λοιπός, ὀφθαλμὸς βίου·
τοῦτον κτανεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.
οὐ δῆτα τοὐμοῦ γʼ οὕνεκʼ ἀθλίου βίου·
ἐν τῶιδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,
ἐμοὶ δʼ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.
ἰδού, προλείπω βωμὸν ἥδε χειρία
σφάζειν φονεύειν δεῖν ἀπαρτῆσαι δέρην.
ὦ τέκνον, ἡ τεκοῦσά σʼ, ὡς σὺ μὴ θάνηις,
στείχω πρὸς Ἅιδην· ἢν δʼ ὑπεκδράμηις μόρον,
μέμνησο μητρός, οἷα τλᾶσʼ ἀπωλόμην,
καὶ πατρὶ τῶι σῶι διὰ φιλημάτων ἰὼν
δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας
λέγʼ οἷʼ ἔπραξα. πᾶσι δʼ ἀνθρώποις ἄρʼ ἦν
ψυχὴ τέκνʼ· ὅστις δʼ αὔτʼ ἄπειρος ὢν ψέγει,
ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δʼ εὐδαιμονεῖ.
Χορός ὤικτιρʼ ἀκούσασʼ· οἰκτρὰ γὰρ τὰ δυστυχῆ
βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῆι.
ἐς ξύμβασιν δʼ ἐχρῆν σε παῖδα σὴν ἄγειν,
Μενέλαε, καὶ τήνδʼ, ὡς ἀπαλλαχθῆι πόνων.
Μενέλαος λάβεσθέ μοι τῆσδʼ, ἀμφελίξαντες χέρας,
δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται.
ἔχω σʼ· ἵνʼ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,
προύτεινα παιδὸς θάνατον, ὧι σʼ ὑπήγαγον
ἐς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
καὶ τἀμφὶ σοῦ μὲν ὧδʼ ἔχοντʼ ἐπίστασο·
τὰ δʼ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,
ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέληι.
ἀλλʼ ἕρπʼ ἐς οἴκους τούσδʼ, ἵνʼ εἰς ἐλευθέρους
δούλη γεγῶσα μήποθʼ ὑβρίζειν μάθηις.
Ἀνδρομάχη οἴμοι· δόλωι μʼ ὑπῆλθες, ἠπατήμεθα.
Μενέλαος κήρυσσʼ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.
Ἀνδρομάχη ἧ ταῦτʼ ἐν ὑμῖν τοῖς παρʼ Εὐρώται σοφά;
Μενέλαος καὶ τοῖς γε Τροίαι, τοὺς παθόντας ἀντιδρᾶν.
Ἀνδρομάχη τὰ θεῖα δʼ οὐ θεῖʼ οὐδʼ ἔχειν ἡγῆι δίκην;
Μενέλαος ὅταν τάδʼ ἧι, τότʼ οἴσομεν· σὲ δὲ κτενῶ.
Ἀνδρομάχη ἧ καὶ νεοσσὸν τόνδʼ, ὑπὸ πτερῶν σπάσας;
Μενέλαος οὐ δῆτα· θυγατρὶ δʼ, ἢν θέληι, δώσω κτανεῖν.
Ἀνδρομάχη οἴμοι· τί δῆτά σʼ οὐ καταστένω, τέκνον;
Μενέλαος οὔκουν θρασεῖά γʼ αὐτὸν ἐλπὶς ἀμμένει.
Ἀνδρομάχη ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν
Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,
ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,
ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ
φρονοῦντες, ἀδίκως εὐτυχεῖτʼ ἀνʼ Ἑλλάδα.
τί δʼ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;
οὐκ αἰσχροκερδεῖς, οὐ λέγοντες ἄλλα μὲν
γλώσσηι, φρονοῦντες δʼ ἄλλʼ ἐφευρίσκεσθʼ ἀεί;
ὄλοισθʼ. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
ὅς σοι δέδοκται· κεῖνα γάρ μʼ ἀπώλεσεν,
ὅθʼ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν
πόσις θʼ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ
ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
νῦν δʼ ἐς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
κτείνεις μʼ· ἀπόκτεινʼ· ὡς ἀθώπευτόν γέ σε
γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.
ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτηι μέγας,
ἡμεῖς δὲ Τροίαι γʼ. εἰ δʼ ἐγὼ πράσσω κακῶς,
μηδὲν τόδʼ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.
Χορός οὐδέποτε δίδυμα λέκτρʼ ἐπαινέσω βροτῶν
οὐδʼ ἀμφιμάτορας κόρους,
ἔριδας οἴκων δυσμενεῖς τε λύπας·
μίαν μοι στεργέτω πόσις γάμοις
ἀκοινώνητον ἀνδρὸς εὐνάν.
οὐδὲ γὰρ ἐν πόλεσι δίπτυχοι τυραννίδες
μιᾶς ἀμείνονες φέρειν,
ἄχθος τʼ ἐπʼ ἄχθει καὶ στάσιν πολίταις·
τεκόντοιν θʼ ὕμνον ἐργάταιν δυοῖν
ἔριν Μοῦσαι φιλοῦσι κραίνειν.
πνοαὶ δʼ ὅταν φέρωσι ναυτίλους θοαί,
κατὰ πηδαλίων διδύμα πραπίδων γνώμα
σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον
φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.
ἑνὸς ἄρʼ ἄνυσις ἀνά τε μέλαθρα
κατά τε πόλιας, ὁπόταν εὑ-
ρεῖν θέλωσι καιρόν.
ἔδειξεν ἁ Λάκαινα τοῦ στρατηλάτα
Μενέλα· διὰ γὰρ πυρὸς ἦλθʼ ἑτέρωι λέχει,
κτείνει δὲ τὰν τάλαιναν Ἰλιάδα κόραν
παῖδά τε δύσφρονος ἔριδος ὕπερ.
ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·
ἔτι σε, πότνια, μετατροπὰ
τῶνδʼ ἔπεισιν ἔργων.
καὶ μὴν ἐσορῶ τόδε σύγκρατον
ζεῦγος πρὸ δόμων ψήφωι θανάτου
κατακεκριμένον.
δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,
μητρὸς λεχέων ὃς ὑπερθνήισκεις
οὐδὲν μετέχων
οὐδʼ αἴτιος ὢν βασιλεῦσιν.
Ἀνδρομάχη ἅδʼ ἐγὼ χέρας αἱματη-
ρὰς βρόχοισι κεκληιμένα
πέμπομαι κατὰ γαίας.
Παῖς μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾶι
πτέρυγι συγκαταβαίνω.
Ἀνδρομάχη θῦμα δάιον, ὦ χθονὸς
Φθίας κράντορες. Παῖς ὦ πάτερ,
μόλε φίλοις ἐπίκουρος.
Ἀνδρομάχη κείσηι δή, τέκνον ὦ φίλος,
μαστοῖς ματέρος ἀμφὶ σᾶς
νεκρὸς ὑπὸ χθονὶ σὺν νεκρῶι τε.
Παῖς ὤμοι μοι, τί πάθω; τάλας
δῆτʼ ἐγὼ σύ τε, μᾶτερ.
Μενέλαος ἴθʼ ὑποχθόνιοι· καὶ γὰρ ἀπʼ ἐχθρῶν
ἥκετε πύργων, δύο δʼ ἐκ δισσαῖν
θνήισκετʼ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα
ψῆφος ἀναιρεῖ, παῖδα δʼ ἐμὴ παῖς
τόνδʼ Ἑρμιόνη. καὶ γὰρ ἀνοία
μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,
ἐξὸν κτείνειν
καὶ φόβον οἴκων ἀφελέσθαι.
Ἀνδρομάχη ὦ πόσις πόσις, εἴθε σὰν
χεῖρα καὶ δόρυ σύμμαχον
κτησαίμαν, Πριάμου παῖ.
Παῖς δύστανος, τί δʼ ἐγὼ μόρου
παράτροπον μέλος εὕρω;
Ἀνδρομάχη λίσσου γούνασι δεσπότου
χρίμπτων, ὦ τέκνον. Παῖς ὦ φίλος
φίλος, ἄνες θάνατόν μοι.
Ἀνδρομάχη λείβομαι δάκρυσιν κόρας,
στάζω λισσάδος ὡς πέτρας
λιβὰς ἀνάλιος, ἁ τάλαινα.
Παῖς ὤμοι μοι, τί δʼ ἐγὼ κακῶν
μῆχος ἐξανύσωμαι;
Μενέλαος τί με προσπίτνεις, ἁλίαν πέτραν
ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;
τοῖς γὰρ ἐμοῖσιν γέγονʼ ὠφελία,
σοὶ δʼ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι
μέγʼ ἀναλώσας ψυχῆς μόριον
Τροίαν εἷλον καὶ μητέρα σήν·
ἧς ἀπολαύων
Ἅιδην χθόνιον καταβήσηι.
Χορός καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,
σπουδῆι τιθέντα δεῦρο γηραιὸν πόδα.
Πηλεύς ὑμᾶς ἐρωτῶ τόν τʼ ἐφεστῶτα σφαγῆι,
τί ταῦτα, πῶς ταῦτʼ; ἐκ τίνος λόγου νοσεῖ
δόμος; τί πράσσετʼ ἄκριτα μηχανώμενοι;
Μενέλαʼ, ἐπίσχες· μὴ τάχυνʼ ἄνευ δίκης.
ἡγοῦ σὺ θᾶσσον· οὐ γὰρ ὡς ἔοικέ μοι
σχολῆς τόδʼ ἔργον, ἀλλʼ ἀνηβητηρίαν
ῥώμην με καὶ νῦν λαμβάνειν, εἴπερ ποτέ.
πρῶτον μὲν οὖν κατʼ οὖρον ὥσπερ ἱστίοις
ἐμπνεύσομαι τῆιδʼ· εἰπέ, τίνι δίκηι χέρας
βρόχοισιν ἐκδήσαντες οἵδʼ ἄγουσί σε
καὶ παῖδʼ; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.
Ἀνδρομάχη οἵδʼ, ὦ γεραιέ, σὺν τέκνωι θανουμένην
ἄγουσί μʼ οὕτως ὡς ὁρᾶις. τί σοι λέγω;
οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίαι
μετῆλθον ἀλλὰ μυρίων ὑπʼ ἀγγέλων.
ἔριν δὲ τὴν κατʼ οἶκον οἶσθά που κλύων
τῆς τοῦδε θυγατρός, ὧν τʼ ἀπόλλυμαι χάριν.
καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ
ἔτικτέ σοι παῖδʼ, ἣν σὺ θαυμαστὴν σέβεις,
ἄγουσʼ ἀποσπάσαντες, οὔτε τωι δίκηι
κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων
μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν
γνόντες τέκνου τε τοῦδʼ, ὃν οὐδὲν αἴτιον
μέλλουσι σὺν ἐμοὶ τῆι ταλαιπώρωι κτανεῖν.
ἀλλʼ ἀντιάζω σʼ, ὦ γέρον, τῶν σῶν πάρος
πίτνουσα γονάτων—χειρὶ δʼ οὐκ ἔξεστί μοι
τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—
ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα
αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δʼ ἐμοί, γέρον.
Πηλεύς χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.
Μενέλαος ἐγὼ δʼ ἀπαυδῶ, τἄλλα τʼ οὐχ ἥσσων σέθεν
καὶ τῆσδε πολλῶι κυριώτερος γεγώς.
Πηλεύς πῶς; ἦ τὸν ἁμὸν οἶκον οἰκήσεις μολὼν
δεῦρʼ; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;
Μενέλαος εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.
Πηλεύς οὑμὸς δέ γʼ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.
Μενέλαος οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τʼ ἐμά;
Πηλεύς ναί, δρᾶν εὖ, κακῶς δʼ οὔ, μηδʼ ἀποκτείνειν βίαι.
Μενέλαος ὡς τήνδʼ ἀπάξεις οὔποτʼ ἐξ ἐμῆς χερός.
Πηλεύς σκήπτρωι γε τῶιδε σὸν καθαιμάξας κάρα.
Μενέλαος ψαῦσόν θʼ, ἵνʼ εἰδῆις, καὶ πέλας πρόσελθʼ ἐμοῦ.
Πηλεύς σὺ γὰρ μετʼ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;
σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;
ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχους,
ἄκληιστʼ ἄδουλα δώμαθʼ ἑστίας λιπών,
ὡς δὴ γυναῖκα σώφρονʼ ἐν δόμοις ἔχων
πασῶν κακίστην. οὐδʼ ἂν εἰ βούλοιτό τις
σώφρων γένοιτο Σπαρτιατίδων κόρη·
αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
δρόμους παλαίστρας τʼ οὐκ ἀνασχετῶς ἐμοὶ
κοινὰς ἔχουσι. κἆιτα θαυμάζειν χρεὼν
εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
Ἑλένην ἐρέσθαι χρὴ τάδʼ, ἥτις ἐκ δόμων
τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασεν
νεανίου μετʼ ἀνδρὸς εἰς ἄλλην χθόνα.
κἄπειτʼ ἐκείνης οὕνεχʼ Ἑλλήνων ὄχλον
τοσόνδʼ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
ἣν χρῆν σʼ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
κακὴν ἐφευρόντʼ, ἀλλʼ ἐᾶν αὐτοῦ μένειν
μισθόν τε δόντα μήποτʼ εἰς οἴκους λαβεῖν.
ἀλλʼ οὔτι ταύτηι σὸν φρόνημʼ ἐπούρισας,
ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας
παίδων τʼ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις
πολιούς τʼ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δέ σε
μιάστορʼ ὥς τινʼ ἐσδέδορκʼ Ἀχιλλέως.
ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
κάλλιστα τεύχη δʼ ἐν καλοῖσι σάγμασιν
ὅμοιʼ ἐκεῖσε δεῦρό τʼ ἤγαγες πάλιν.
κἀγὼ μὲν ηὔδων τῶι γαμοῦντι μήτε σοὶ
κῆδος συνάψαι μήτε δώμασιν λαβεῖν
κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
μητρῶιʼ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
μνηστῆρες, ἐσθλῆς θυγατέρʼ ἐκ μητρὸς λαβεῖν.
πρὸς τοῖσδε δʼ εἰς ἀδελφὸν οἷʼ ἐφύβρισας,
σφάξαι κελεύσας θυγατέρʼ εὐηθέστατα·
οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτʼ ἔχοις;
ἑλὼν δὲ Τροίαν — εἶμι γὰρ κἀνταῦθά σοι —
οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
ἀλλʼ, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
φίλημʼ ἐδέξω, προδότιν αἰκάλλων κύνα,
ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.
κἄπειτʼ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
κτείνεις ἀτίμως παῖδά θʼ, ὃς κλαίοντά σε
καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,
κεἰ τρὶς νόθος πέφυκε· πολλάκις δέ τοι
ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾶι,
νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.
ἀλλʼ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς
πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον
γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δʼ οὐδὲν εἶ.
Χορός σμικρᾶς ἀπʼ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
γλῶσσʼ ἐκπορίζει· τοῦτο δʼ οἱ σοφοὶ βροτῶν
ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.
Μενέλαος τί δῆτʼ ἂν εἴποις τοὺς γέροντας ὡς σοφοὶ
καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;
ὅτʼ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῶι λέγεις
ἡμῖν δʼ ὀνείδη διὰ γυναῖκα βάρβαρον
τήνδʼ, ἣν ἐλαύνειν χρῆν σʼ ὑπὲρ Νείλου ῥοὰς
ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί,
οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
πλεῖσθʼ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
τοῦ σοῦ τε παιδὸς αἵματος κοινουμένην.
Πάρις γάρ, ὃς σὸν παῖδʼ ἔπεφνʼ Ἀχιλλέα,
Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δʼ ἥδʼ Ἕκτορος.
καὶ τῆιδέ γʼ εἰσέρχηι σὺ ταὐτὸν ἐς στέγος
καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
τίκτειν δʼ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾶις.
κἀγὼ προνοίαι τῆι τε σῆι κἀμῆι, γέρον,
κτανεῖν θέλων τήνδʼ ἐκ χερῶν ἁρπάζομαι.
καίτοι φέρʼ· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·
ἢν παῖς μὲν ἡμὴ μὴ τέκηι, ταύτης δʼ ἄπο
βλάστωσι παῖδες, τούσδε γῆς Φθιώτιδος
στήσεις τυράννους, βάρβαροι δʼ ὄντες γένος
Ἕλλησιν ἄρξουσʼ; εἶτʼ ἐγὼ μὲν οὐ φρονῶ
μισῶν τὰ μὴ δίκαια, σοὶ δʼ ἔνεστι νοῦς;
γέρων γέρων εἶ. τὴν δʼ ἐμὴν στρατηγίαν
λέγων ἔμʼ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
Ἑλένη δʼ ἐμόχθησʼ οὐχ ἑκοῦσʼ ἀλλʼ ἐκ θεῶν,
καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·
ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες
ἔβησαν ἐς τἀνδρεῖον· ἡ δʼ ὁμιλία
πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
εἰ δʼ ἐς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ
γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
οὐδʼ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
ταῦτʼ εὖ φρονῶν σʼ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·
ἢν δʼ ὀξυθυμῆι, σοὶ μὲν ἡ γλωσσαλγία
μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.
Χορός παύσασθον ἤδη—λῶιστα γὰρ μακρῶι τάδε—
λόγων ματαίων, μὴ δύο σφαλῆσθʼ ἅμα.
Πηλεύς οἴμοι, καθʼ Ἑλλάδʼ ὡς κακῶς νομίζεται·
ὅταν τροπαῖα πολεμίων στήσηι στρατός,
οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,
ἀλλʼ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
ὃς εἷς μετʼ ἄλλων μυρίων πάλλων δόρυ,
οὐδὲν πλέον δρῶν ἑνός, ἔχει πλείω λόγον.
ὡς καὶ σὺ σός τʼ ἀδελφὸς ἐξωγκωμένοι
Τροίαι κάθησθε τῆι τʼ ἐκεῖ στρατηγίαι,
μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
δείξω δʼ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
μείζω νομίζειν Πηλέως ἐχθρόν ποτε,
εἰ μὴ φθερῆι τῆσδʼ ὡς τάχιστʼ ἀπὸ στέγης
καὶ παῖς ἄτεκνος, ἣν ὅ γʼ ἐξ ἡμῶν γεγὼς
ἐλᾶι διʼ οἴκων τῶνδʼ ἐπισπάσας κόμης·
ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
τίκτοντας ἄλλους, οὐκ ἔχουσʼ αὐτὴ τέκνα.
ἀλλʼ, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω
εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.
ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων
πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
ὧδʼ, ὦ κάκιστε, τῆσδʼ ἐλυμήνω χέρας;
βοῦν ἢ λέοντʼ ἤλπιζες ἐντείνειν βρόχοις;
ἢ μὴ ξίφος λαβοῦσʼ ἀμυνάθοιτό σε
ἔδεισας; ἕρπε δεῦρʼ ὑπʼ ἀγκάλας, βρέφος,
ξύλλυε δεσμὰ μητρός· ἐν Φθίαι σʼ ἐγὼ
θρέψω μέγαν τοῖσδʼ ἐχθρόν. εἰ δʼ ἀπῆν δορὸς
τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,
τἄλλʼ ὄντες ἴστε μηδενὸς βελτίονες.
Χορός ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος
καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.
Μενέλαος ἄγαν προνωπὴς ἐς τὸ λοιδορεῖν φέρηι·
ἐγὼ δὲ πρὸς βίαν μὲν ἐς Φθίαν μολὼν
οὔτʼ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
καὶ νῦν μέν — οὐ γὰρ ἄφθονον σχολὴν ἔχω —
ἄπειμʼ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω
Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,
νῦν δʼ ἐχθρὰ ποιεῖ· τῆιδʼ ἐπεξελθεῖν θέλω
στρατηλατήσας χὐποχείριον λαβεῖν.
ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
κἂν μὲν κολάζηι τήνδε καὶ τὸ λοιπὸν ἦι
σώφρων καθʼ ἡμᾶς, σώφρονʼ ἀντιλήψεται,
θυμούμενος δὲ τεύξεται θυμουμένων.
τοὺς σοὺς δὲ μύθους ῥαιδίως ἐγὼ φέρω·
σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
ἀδύνατος οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.
Πηλεύς ἡγοῦ τέκνον μοι δεῦρʼ ὑπʼ ἀγκάλαις σταθείς,
σύ τʼ, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου
τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
Ἀνδρομάχη ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,
σώσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
ὅρα δὲ μὴ νῶιν εἰς ἐρημίαν ὁδοῦ
πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
γέροντα μὲν σʼ ὁρῶντες, ἀσθενῆ δʼ ἐμὲ
καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,
μὴ νῦν φυγόντες εἶθʼ ἁλῶμεν ὕστερον.
Πηλεύς οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·
χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
ψαύσει. θεῶν γὰρ οὕνεχʼ ἱππικοῦ τʼ ὄχλου
πολλῶν θʼ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·
ἡμεῖς δʼ ἔτʼ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
ἀλλʼ ἔς γε τοιόνδʼ ἄνδρʼ ἀποβλέψας μόνον
τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ἦι
κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντʼ εὐσωματεῖν;
Χορός ἢ μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν
εἴην πολυκτήτων τε δόμων μέτοχος.
εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς
οὐ σπάνις εὐγενέταις,
κηρυσσομένοισι δʼ ἀπʼ ἐσθλῶν δωμάτων
τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν
ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δʼ ἀρετὰ
καὶ θανοῦσι λάμπει.
κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν
ἢ ξὺν φθόνωι σφάλλειν δυνάμει τε δίκαν.
ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
ἐν δὲ χρόνωι τελέθει
ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμος.
ταύταν ἤινεσα ταύταν καὶ φέρομαι βιοτάν,
μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις
καὶ πόλει δύνασθαι.
ὦ γέρον Αἰακίδα,
πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-
ροις ὁμιλῆσαι δορὶ
κλεινοτάτωι, καὶ ἐπʼ Ἀργώιου δορὸς ἄξενον ὑγρὰν
ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων
κλεινὰν ἐπὶ ναυστολίαν,
Ἰλιάδα τε πόλιν ὅτε τὸ πάρος
εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνωι
κοινὰν τὰν εὔκλειαν ἔχοντʼ
Εὐρώπαν ἀφικέσθαι.
Τροφός ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῶι
διάδοχον ἐν τῆιδʼ ἡμέραι πορσύνεται.
δέσποινα γὰρ κατʼ οἶκον, Ἑρμιόνην λέγω,
πατρός τʼ ἐρημωθεῖσα συννοίαι θʼ ἅμα
οἷον δέδρακεν ἔργον, Ἀνδρομάχην κτανεῖν
καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
ἐκ τῶνδʼ ἀτίμως δωμάτων ἀποσταλῆι.
μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
ἔγνωκε πράξασʼ οὐ καλῶς. ἐγὼ μὲν οὖν
δέσποιναν εἴργουσʼ ἀγχόνης κάμνω, φίλαι·
ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων
φίλων νέοι μολόντες εὐπιθέστεροι.
Χορός καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν
βοὴν ἐφʼ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
δείξειν δʼ ἔοικεν ἡ τάλαινʼ ὅσον στένει
πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾶι
φεύγουσα χεῖρας προσπόλων πόθωι θανεῖν.
Ἑρμιόνη ἰώ μοί μοι·
σπάραγμα κόμας ὀνύχων τε
δάϊʼ ἀμύγματα θήσομαι.
Τροφός ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῆι;
Ἑρμιόνη αἰαῖ αἰαῖ·
ἔρρʼ αἰθέριον πλοκαμῶν ἐ-
μῶν ἄπο, λεπτόμιτον φάρος.
Τροφός τέκνον, κάλυπτε στέρνα, σύνδησον πέπλους.
Ἑρμιόνη τί δὲ στέρνα δεῖ καλύπτειν πέπλοις;
δῆλα καὶ ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
δράκαμεν πόσιν.
Τροφός ἀλγεῖς φόνον ῥάψασα συγγάμωι σέθεν;
Ἑρμιόνη κατὰ μὲν οὖν τόλμας στένω δαΐας,
ἃν ῥέξʼ ἁ κατάρατος ἐγὼ κατά-
ρατος ἀνθρώποις.
Τροφός συγγνώσεταί σοι τήνδʼ ἁμαρτίαν πόσις.
Ἑρμιόνη τί μοι ξίφος ἐκ χερὸς ἠγρεύσω;
ἀπόδος, ὦ φίλος, ἀπόδος, ἵνʼ ἀνταίαν
ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
Τροφός ἀλλʼ εἴ σʼ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνηις;
Ἑρμιόνη οἴμοι πότμου.
ποῦ μοι πυρὸς φίλα φλόξ;
ποῦ δʼ ἐκ πέτρας ἀερθῶ,
ἢ κατὰ πόντον ἢ καθʼ ὕλαν ὀρέων,
ἵνα θανοῦσα νερτέροισιν μέλω;
Τροφός τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
πᾶσιν βροτοῖσιν ἢ τότʼ ἦλθον ἢ τότε.
Ἑρμιόνη ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
μονάδʼ ἔρημον οὖσαν ἐνάλου κώπας.
ὀλεῖ μʼ ὀλεῖ με δηλαδὴ
πόσις· οὐκέτι τᾶιδʼ ἐνοικήσω
νυμφιδίωι στέγαι.
τίνος ἄγαλμα θεῶν ἱκέτις ὁρμαθῶ;
ἢ δούλα δούλας γόνασι προσπέσω;
Φθιάδος ἐκ γᾶς
κυανόπτερος ὄρνις εἴθʼ εἴην,
πευκᾶεν σκάφος ἇι διὰ κυανέ-
ας ἐπέρασεν ἀκτάς,
πρωτόπλοος πλάτα.
Τροφός ὦ παῖ, τὸ λίαν οὔτʼ ἐκεῖνʼ ἐπήινεσα,
ὅτʼ ἐς γυναῖκα Τρωιάδʼ ἐξημάρτανες,
οὔτʼ αὖ τὸ νῦν σου δεῖμʼ ὃ δειμαίνεις ἄγαν.
οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
οὐ γάρ τί σʼ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
ἀλλʼ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι πόλεώς τʼ οὐ μέσως εὐδαίμονος.
πατὴρ δέ σʼ οὐχ ὧδʼ ὡς σὺ δειμαίνεις, τέκνον,
προδοὺς ἐάσει δωμάτων τῶνδʼ ἐκπεσεῖν.
ἀλλʼ εἴσιθʼ εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τινʼ αἰσχύνην λάβηις.
Χορός καὶ μὴν ὅδʼ ἀλλόχρως τις ἔκδημος ξένος
σπουδῆι πρὸς ἡμᾶς βημάτων πορεύεται.
Ὀρέστης ξέναι γυναῖκες, ἦ τάδʼ ἔστʼ Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
Χορός ἔγνως· ἀτὰρ δὴ πυνθάνηι τίς ὢν τάδε;
Ὀρέστης Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
ὄνομα δʼ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς
μαντεῖα Δωδωναῖʼ. ἐπεὶ δʼ ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν περὶ
γυναικός, εἰ ζῆι κεὐτυχοῦσα τυγχάνει
ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ
ναίουσʼ ἀφʼ ἡμῶν πεδίʼ ὅμως ἐστὶν φίλη.
Ἑρμιόνη ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. στεμμάτων δʼ οὐχ ἥσσονας
σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.
Ὀρέστης ἔα· τί χρῆμα; μῶν ἐσφάλμεθʼ ἢ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;
Ἑρμιόνη ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
Ἑλένη κατʼ οἴκους πατρί· μηδὲν ἀγνόει.
Ὀρέστης ὦ Φοῖβʼ ἀκέστορ, πημάτων δοίης λύσιν.
τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
Ἑρμιόνη τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μʼ ἔχει,
τὰ δʼ ἐκ θεῶν του· πανταχῆι δʼ ὀλώλαμεν.
Ὀρέστης τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
παίδων γυναικὶ συμφορὰ πλὴν ἐς λέχος;
Ἑρμιόνη τοῦτʼ αὐτὸ καὶ νοσοῦμεν· εὖ μʼ ὑπηγάγου.
Ὀρέστης ἄλλην τινʼ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
Ἑρμιόνη τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
Ὀρέστης κακόν γʼ ἔλεξας, δίσσʼ ἕνʼ ἄνδρʼ ἔχειν λέχη.
Ἑρμιόνη τοιαῦτα ταῦτα. κἆιτʼ ἔγωγʼ ἠμυνάμην.
Ὀρέστης μῶν ἐς γυναῖκʼ ἔρραψας οἷα δὴ γυνή;
Ἑρμιόνη φόνον γʼ ἐκείνηι καὶ τέκνωι νοθαγενεῖ.
Ὀρέστης κἄκτεινας, ἤ τις συμφορά σʼ ἀφείλετο;
Ἑρμιόνη γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
Ὀρέστης σοὶ δʼ ἦν τις ὅστις τοῦδʼ ἐκοινώνει φόνου;
Ἑρμιόνη πατήρ γʼ ἐπʼ αὐτὸ τοῦτʼ ἀπὸ Σπάρτης μολών.
Ὀρέστης κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
Ἑρμιόνη αἰδοῖ γε· καί μʼ ἔρημον οἴχεται λιπών.
Ὀρέστης συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
Ἑρμιόνη ἔγνως· ὀλεῖ γάρ μʼ ἐνδίκως. τί δεῖ λέγειν;
ἀλλʼ ἄντομαί σε Δία καλοῦσʼ ὁμόγνιον,
πέμψον με χώρας τῆσδʼ ὅποι προσωτάτω
ἢ πρὸς πατρῶιον μέλαθρον· ὡς δοκοῦσί γε
δόμοι τʼ ἐλαύνειν φθέγμʼ ἔχοντες οἵδε με,
μισεῖ τε γαῖα Φθιάς. εἰ δʼ ἥξει πάρος
Φοίβου λιπὼν μαντεῖον ἐς δόμους πόσις,
κτενεῖ μʼ ἐπʼ αἰσχίστοισιν, ἢ δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
πῶς οὖν τάδʼ, ὡς εἴποι τις, ἐξημάρτανον;
κακῶν γυναικῶν εἴσοδοί μʼ ἀπώλεσαν,
αἵ μοι λέγουσαι τούσδʼ ἐχαύνωσαν λόγους·
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξηι σοι λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γʼ ἐμοῖς δόμοις
βλέπουσʼ ἂν αὐγὰς τἄμʼ ἐκαρποῦτʼ ἂν λέχη.
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους
ἐξηνεμώθην μωρίαι. τί γάρ μʼ ἐχρῆν
πόσιν φυλάσσειν, ἧι παρῆν ὅσων ἔδει;
πολὺς μὲν ὄλβος, δωμάτων δʼ ἠνάσσομεν,
παῖδας δʼ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
ἡ δʼ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
ἀλλʼ οὔποτʼ οὔποτʼ — οὐ γὰρ εἰσάπαξ ἐρῶ —
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
ἡ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
ἡ δʼ ἀμπλακοῦσα συννοσεῖν αὑτῆι θέλει,
πολλαὶ δὲ μαργότητι· κἀντεῦθεν δόμοι
νοσοῦσιν ἀνδρῶν. πρὸς τάδʼ εὖ φυλάσσετε
κλήιθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.
Χορός ἄγαν ἐφῆκας γλῶσσαν ἐς τὸ σύμφυτον.
συγγνωστὰ μέν νυν σοὶ τάδʼ, ἀλλʼ ὅμως χρεὼν
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.
Ὀρέστης σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων
ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος
φυλακὰς ἔχων ἔμιμνον, εἴτʼ αὐτοῦ μενεῖς
εἴτʼ ἐκφοβηθεῖσʼ αἰχμαλωτίδος φόνωι
γυναικὸς οἴκων τῶνδʼ ἀπηλλάχθαι θέλεις.
ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,
εἰ δʼ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον
πέμψων σʼ ἀπʼ οἴκων τῶνδʼ. ἐμὴ γὰρ οὖσα πρὶν
σὺν τῶιδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκηι,
ὃς πρὶν τὰ Τροίας ἐσβαλεῖν ὁρίσματα
γυναῖκʼ ἐμοί σε δοὺς ὑπέσχεθʼ ὕστερον
τῶι νῦν σʼ ἔχοντι, Τρωιάδʼ εἰ πέρσοι πόλιν.
ἐπεὶ δʼ Ἀχιλλέως δεῦρʼ ἐνόστησεν γόνος,
σῶι μὲν συνέγνων πατρί, τὸν δʼ ἐλισσόμην
γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας
καὶ τὸν παρόντα δαίμονʼ, ὡς φίλων μὲν ἂν
γήμαιμʼ ἀπʼ ἀνδρῶν, ἔκτοθεν δʼ οὐ ῥαιδίως,
φεύγων ἀπʼ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
ὁ δʼ ἦν ὑβριστὴς ἔς τʼ ἐμῆς μητρὸς φόνον
τάς θʼ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
ἤλγουν μὲν ἤλγουν, συμφορὰς δʼ ἠνειχόμην,
σῶν δὲ στερηθεὶς ὠιχόμην ἄκων γάμων.
νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
καὶ ξυμφορὰν τήνδʼ ἐσπεσοῦσʼ ἀμηχανεῖς,
ἄξω σʼ ἐς οἴκους καὶ πατρὸς δώσω χερί.
τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς
οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.
Ἑρμιόνη νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
ἀλλʼ ὡς τάχιστα τῶνδέ μʼ ἔκπεμψον δόμων,
μὴ φθῆι σε προσβὰς δῶμα καί μʼ ἑλὼν πόσις
ἢ πρέσβυς οἴκους μʼ ἐξερημοῦσαν μαθὼν
Πηλεὺς μετέλθηι πωλικοῖς διώγμασιν.
Ὀρέστης θάρσει γέροντος χεῖρα· τὸν δʼ Ἀχιλλέως
μηδὲν φοβηθῆις παῖδʼ, ὅσʼ εἰς ἔμʼ ὕβρισεν.
τοία γὰρ αὐτῶι μηχανὴ πεπλεγμένη
βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου
πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,
τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.
ὁ μητροφόντης δʼ, ἢν δορυξένων ἐμῶν
μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,
δείξω γαμεῖν σφε μηδένʼ ὧν ἐχρῆν ἐμέ.
πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην
ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις
γνώμης ὀνήσει θεῶι διδόντα νῦν δίκας,
ἀλλʼ ἔκ τʼ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς
κακῶς ὀλεῖται· γνώσεται δʼ ἔχθραν ἐμήν.
ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν
δαίμων δίδωσι κοὐκ ἐᾶι φρονεῖν μέγα.
Χορός ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίωι εὐτειχῆ πάγον
καὶ πόντιε κυανέαις ἵπποις διφρεύ-
ων ἅλιον πέλαγος,
τίνος οὕνεκʼ ἄτιμον ὄργα-
νον χεροτεκτοσύνας Ἐ-
νυαλίωι δοριμήστορι προσθέν-
τες τάλαιναν τάλαι-
ναν μεθεῖτε Τροίαν;
πλείστους δʼ ἐπʼ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους ὄχους
ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ-
λας ἔθετʼ ἀστεφάνους·
ἀπὸ δὲ φθίμενοι βεβᾶσιν
Ἰλιάδαι βασιλῆες,
οὐδʼ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί-
αι θεοῖσιν λέλαμ-
πεν καπνῶι θυώδει.
βέβακε δʼ Ἀτρείδας ἀλόχου παλάμαις,
αὐτά τʼ ἐναλλάξασα φόνον θανάτου
πρὸς τέκνων ἐπηῦρεν.
θεοῦ θεοῦ νιν κέλευσμʼ ἐπεστράφη
μαντόσυνον, ὅτε νιν Ἄργος ἐμπορευθεὶς
Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἀποβάς,
ἔκτανʼ, ὢν ματρὸς φονεύς.
ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;
πολλαὶ δʼ ἀνʼ Ἑλλάνων ἀγόρους στοναχαὶ
μέλποντο δυστάνων τεκέων, ἄλοχοι δʼ
ἐξέλειπον οἴκους
πρὸς ἄλλον εὐνάτορʼ. οὐχὶ σοὶ μόναι
δύσφρονες ἐνέπεσον, οὐ φίλοισι, λῦπαι·
νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν
καὶ πρὸς εὐκάρπους γύας
σκηπτὸς σταλάσσων Δαναΐδαις φόνον.
Πηλεύς Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι
σημήνατʼ· ἠισθόμην γὰρ οὐ σαφῆ λόγον
ὡς δώματʼ ἐκλιποῦσα Μενέλεω κόρη
φρούδη τάδʼ· ἥκω δʼ ἐκμαθεῖν σπουδὴν ἔχων
εἰ ταῦτʼ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων
δεῖ τοὺς κατʼ οἶκον ὄντας ἐκπονεῖν τύχας.
Χορός Πηλεῦ, σαφῶς ἤκουσας· οὐδʼ ἐμοὶ καλὸν
κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·
βασίλεια γὰρ τῶνδʼ οἴχεται φυγὰς δόμων.
Πηλεύς τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.
Χορός πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάληι.
Πηλεύς μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;
Χορός ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόνωι.
Πηλεύς σὺν πατρὶ δʼ οἴκους ἢ τίνος λείπει μέτα;
Χορός Ἀγαμέμνονός νιν παῖς βέβηκʼ ἄγων χθονός.
Πηλεύς ποίαν περαίνων ἐλπίδʼ; ἦ γῆμαι θέλων;
Χορός καὶ σῶι γε παιδὸς παιδὶ πορσύνων μόρον.
Πηλεύς κρυπτὸς καταστὰς ἢ κατʼ ὄμμʼ ἐλθὼν μάχηι;
Χορός ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.
Πηλεύς οἴμοι· τόδʼ ἤδη δεινόν. οὐχ ὅσον τάχος
χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν
καὶ τἀνθάδʼ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,
πρὶν παῖδʼ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;
Ἄγγελος ὤμοι μοι· οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας
σοί τʼ, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.
Πηλεύς αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾶι.
Ἄγγελος οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθηις, γέρον
Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει
Δελφῶν ὑπʼ ἀνδρῶν καὶ Μυκηναίου ξένου.
Χορός ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσηις·
ἔπαιρε σαυτόν. Πηλεύς οὐδέν εἰμʼ· ἀπωλόμην.
φρούδη μὲν αὐδή, φροῦδα δʼ ἄρθρα μου κάτω.
Ἄγγελος ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν
χρήιζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.
Πηλεύς ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν
οἵα με τὸν δύστηνον ἀμφιβᾶσʼ ἔχεις.
πῶς δʼ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;
σήμαινʼ· ἀκοῦσαι δʼ οὐκ ἀκούσθʼ ὅμως θέλω.
Ἄγγελος ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,
τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους
θέαι διδόντες ὄμματʼ ἐξεπίμπλαμεν.
καὶ τοῦθʼ ὕποπτον ἦν ἄρʼ· ἔς τε συστάσεις
κύκλους τʼ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.
Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν
ἐς οὖς ἑκάστωι δυσμενεῖς ηὔδα λόγους·
Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ
χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,
τὸ δεύτερον παρόνθʼ ἐφʼ οἷσι καὶ πάρος
δεῦρʼ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;
κἀκ τοῦδʼ ἐχώρει ῥόθιον ἐν πόλει κακόν,
ἀρχαῖσί τʼ ἐπληροῦτο βουλευτήρια
ἰδίαι θʼ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν
φρουρὰν ἐτάξαντʼ ἐν περιστύλοις δόμοις.
ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας
παιδεύματʼ, οὐδὲν τῶνδέ πω πεπυσμένοι,
λαβόντες ἦιμεν ἐσχάραις τʼ ἐφέσταμεν
σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.
καί τις τόδʼ εἶπεν· Ὦ νεανία, τί σοι
θεῶι κατευξώμεσθα; τίνος ἥκεις χάριν;
ὁ δʼ εἶπε· Φοίβωι τῆς πάροιθʼ ἁμαρτίας
δίκας παρασχεῖν βουλόμεσθʼ· ἤιτησα γὰρ
πατρός ποτʼ αὐτὸν αἵματος δοῦναι δίκην.
κἀνταῦθʼ Ὀρέστου μῦθος ἰσχύων μέγα
ἐφαίνεθʼ, ὡς ψεύδοιτο δεσπότης ἐμός,
ἥκων ἐπʼ αἰσχροῖς. ἔρχεται δʼ ἀνακτόρων
κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων
εὔξαιτο Φοίβωι, τυγχάνει δʼ ἐν ἐμπύροις·
τῶι δὲ ξιφήρης ἆρʼ ὑφειστήκει λόχος
δάφνηι σκιασθείς, ὧν Κλυταιμήστρας τόκος
εἶς ἦν, ἁπάντων τῶνδε μηχανορράφος.
χὠ μὲν κατʼ ὄμμα στὰς προσεύχεται θεῶι,
οἱ δʼ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι
κεντοῦσʼ ἀτευχῆ παῖδʼ Ἀχιλλέως λάθραι.
χωρεῖ δὲ πρύμναν· οὐ γὰρ ἐς καιρὸν τυπεὶς
ἐτύγχανʼ· ἐξέλκει δὲ καὶ παραστάδος
κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας
ἔστη ʼπὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,
βοᾶι δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·
Τίνος μʼ ἕκατι κτείνετʼ εὐσεβεῖς ὁδοὺς
ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;
τῶν δʼ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας
ἐφθέγξατʼ, ἀλλʼ ἔβαλλον ἐκ χειρῶν πέτροις.
πυκνῆι δὲ νιφάδι πάντοθεν σποδούμενος
προύτεινε τεύχη κἀφυλάσσετʼ ἐμβολὰς
ἐκεῖσε κἀκεῖσʼ ἀσπίδʼ ἐκτείνων χερί.
ἀλλʼ οὐδὲν ἦνον, ἀλλὰ πόλλʼ ὁμοῦ βέλη,
οἰστοί, μεσάγκυλʼ ἔκλυτοί τʼ ἀμφώβολοι
σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.
δεινὰς δʼ ἂν εἶδες πυρρίχας φρουρουμένου
βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν
κύκλωι κατεῖχον οὐ διδόντες ἀμπνοάς,
βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,
τὸ Τρωϊκὸν πήδημα πηδήσας ποδοῖν
χωρεῖ πρὸς αὐτούς· οἱ δʼ ὅπως πελειάδες
ἱέρακʼ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.
πολλοὶ δʼ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων
αὐτοί θʼ ὑφʼ αὑτῶν στενοπόρους κατʼ ἐξόδους.
κραυγὴ δʼ ἐν εὐφήμοισι δύσφημος δόμοις
πέτραισιν ἀντέκλαγξʼ· ἐν εὐδίαι δέ πως
ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις,
πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο
δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν
στρέψας πρὸς ἀλκήν. ἔνθʼ Ἀχιλλέως πίτνει
παῖς ὀξυθήκτωι πλευρὰ φασγάνωι τυπεὶς
πολλῶν μετʼ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,
τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,
βάλλων ἀράσσων; πᾶν δʼ ἀνήλωται δέμας
τὸ καλλίμορφον τραυμάτων ὕπʼ ἀγρίων.
νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας
ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.
ἡμεῖς δʼ ἀναρπάσαντες ὡς τάχος χεροῖν
κομίζομέν νίν σοι κατοιμῶξαι γόοις
κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφωι.
τοιαῦθʼ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,
ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,
δίκας διδόντα παῖδʼ ἔδρασʼ Ἀχιλλέως.
ἐμνημόνευσε δʼ ὥσπερ ἄνθρωπος κακὸς
παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;
Χορός καὶ μὴν ὅδʼ ἄναξ ἤδη φοράδην
Δελφίδος ἐκ γῆς δῶμα πελάζει.
τλήμων ὁ παθών, τλήμων δέ, γέρον,
καὶ σύ· δέχηι γὰρ τὸν Ἀχίλλειον
σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις,
αὐτὸς δὲ κακοῖς
εἰς ἓν μοίρας συνέκυρσας.
Πηλεύς ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε
καὶ δέχομαι χερὶ δώμασιν ἁμοῖς.
ἰώ μοί μοι, αἰαῖ·
ὦ πόλι Θεσσαλίας, διολώλαμεν,
οἰχόμεθʼ· οὐκέτι μοι γένος, οὐ τέκνα λείπεται οἴκοις.
ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα
δὴ φίλον αὐγὰς βαλὼν τέρψομαι;
ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,
εἴθε σʼ ὑπʼ Ἰλίωι ἤναρε δαίμων
Σιμοεντίδα παρʼ ἀκτάν.
Χορός οὕτως ἂν ὡς ἐκ τῶνδʼ ἐτιμᾶτʼ ἄν, γέρον,
θανών, τὸ σὸν δʼ ἦν ὧδʼ ἂν εὐτυχέστερον.
Πηλεύς ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα
καὶ πόλιν ὤλεσας ὤλεσας ἁμάν.
αἰαῖ, ἒ ἔ, ὦ παῖ·
μήποτε σῶν λεχέων τὸ δυσώνυμον
ὤφελʼ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον
ἀμφιβαλέσθαι
Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,
ἀλλὰ κεραυνῶι πρόσθεν ὀλέσθαι·
μηδʼ ἐπὶ τοξοσύναι φονίωι πατρὸς
αἷμα τὸ διογενές ποτε Φοῖβον
βροτὸς ἐς θεὸν ἀνάψαι.
Χορός ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις
νόμωι τῶι νερτέρων κατάρξω.
Πηλεύς ὀττοτοτοτοῖ, διάδοχά σοι τάλας ἐγὼ
γέρων καὶ δυστυχὴς δακρύω.
Χορός θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.
Πηλεύς ὦ φίλος, δόμον ἔλιπες ἔρημον,
γέροντʼ ἄπαιδα νοσφίσας.
Χορός θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.
Πηλεύς οὐ σπαράξομαι κόμαν,
οὐκ ἐμῶι ʼπιθήσομαι
κάραι κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,
διπλῶν τέκνων μʼ ἐστέρησε Φοῖβος.
Χορός ὦ κακὰ παθὼν ἰδών τε δυστυχὲς γέρον,
τίνʼ αἰῶνʼ ἐς τὸ λοιπὸν ἕξεις;
Πηλεύς ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν
διαντλήσω πόνους ἐς Ἅιδαν.
Χορός μάτην δέ σʼ ἐν γάμοισιν ὤλβισαν θεοί.
Πηλεύς ἀμπτάμενα φροῦδα πάντʼ ἐκεῖνα
κόμπων μεταρσίων πρόσω.
Χορός μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφηι.
Πηλεύς οὐκέτʼ ἐστί μοι πόλις,
σκῆπτρά τʼ ἐρρέτω τάδε·
σύ τʼ, ὦ κατʼ ἄντρα νύχια Νηρέως κόρα,
πανώλεθρόν μʼ ὄψεαι πίτνοντα.
Χορός ἰὼ ἰώ· τί κεκίνηται, τίνος αἰσθάνομαι
θείου; κοῦραι, λεύσσετʼ ἀθρήσατε·
δαίμων ὅδε τις λευκὴν αἰθέρα
πορθμευόμενος τῶν ἱπποβότων
Φθίας πεδίων ἐπιβαίνει.
Θέτις Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων
ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.
καὶ πρῶτα μέν σοι τοῖς παρεστῶσιν κακοῖς
μηδέν τι λίαν δυσφορεῖν παρήινεσα·
κἀγὼ γάρ, ἣν ἄκλαυτʼ ἐχρῆν τίκτειν τέκνα,
θεὰν γεγῶσαν καὶ θεοῦ πατρὸς τέκος,
ἀπώλεσʼ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας
Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.
ὧν δʼ οὕνεκʼ ἦλθον σημανῶ, σὺ δʼ ἐνδέχου.
τὸν μὲν θανόντα τόνδʼ Ἀχιλλέως γόνον
θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,
Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλληι τάφος
φόνον βίαιον τῆς Ὀρεστείας χερός·
γυναῖκα δʼ αἰχμάλωτον, Ἀνδρομάχην λέγω,
Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,
Ἑλένωι συναλλαχθεῖσαν εὐναίοις γάμοις,
καὶ παῖδα τόνδε, τῶν ἀπʼ Αἰακοῦ μόνον
λελειμμένον δή. βασιλέα δʼ ἐκ τοῦδε χρὴ
ἄλλον διʼ ἄλλου διαπερᾶν Μολοσσίας
εὐδαιμονοῦντας· οὐ γὰρ ὧδʼ ἀνάστατον
γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,
Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,
καίπερ πεσούσης Παλλάδος προθυμίαι.
σὲ δʼ, ὡς ἂν εἰδῆις τῆς ἐμῆς εὐνῆς χάριν,
κακῶν ἀπαλλάξασα τῶν βροτησίων
ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.
κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα
τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾶι·
ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα
τὸν φίλτατόν σοι παῖδʼ ἐμοί τʼ Ἀχιλλέα
ὄψηι δόμους ναίοντα νησιωτικοὺς
Λευκὴν κατʼ ἀκτὴν ἐντὸς ἀξένου πόρου.
ἀλλʼ ἕρπε Δελφῶν ἐς θεόδμητον πόλιν
νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ
ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν
Σηπιάδος ἵζου· μίμνε δʼ ἔστʼ ἂν ἐξ ἁλὸς
λαβοῦσα πεντήκοντα Νηρήιδων χορὸν
ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον
δεῖ σʼ ἐκκομίζειν, Ζηνὶ γὰρ δοκεῖ τάδε.
παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·
πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν
ψῆφος κέκρανται κατθανεῖν τʼ ὀφείλεται.
Πηλεύς ὦ πότνιʼ, ὦ γενναῖα συγκοιμήματα,
Νηρέως γένεθλον, χαῖρε· ταῦτα δʼ ἀξίως
σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.
παύω δὲ λύπην σοῦ κελευούσης, θεά,
καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,
οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.
Χορός πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,
τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.