ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας.
συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν,
γᾶ μὲν εἰς γᾶν, πνεῦμα δʼ ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἕν.
αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσαμένοι.
ἀποθανεῖν ἢ τεθνάναι οὔ μοι διαφέρει.
νοῦς ὁρῆι καὶ νοῦς ἀκούει· τἄλλα κωφὰ καὶ τυφλά.
νᾶφε καὶ μέμνασʼ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.
εἰκότως μὲν οὐκ ἔφα τόδʼ, ἀλλʼ ἀλαθέως ἔφα.
τὰ πρὸ τοῦ δύʼ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.
ὡς δʼ ἐγὼ δοκέω—δοκέων γὰρ σάφα ἴσαμι τοῦθʼ ὅτι
τῶν ἐμῶν μνάμα ποκʼ ἐσσεῖται λόγων τούτων ἔτι.
καὶ λαβών τις αὐτὰ περιλύσας τὸ μέτρον ὃ νῦν ἔχει,
εἷμα δοὺς καὶ πορφύραν, λόγοισι ποικίλας καλοῖς,
δυσπάλαιστος αὐτὸς ἄλλους εὐπαλαίστους ἀποφανεῖ.
ΧΡΥΣΟΓΟΝΟΥ ΤΟΥ ΑΥΛΗΤΟΥ ΠΟΛΙΤΕΙΑ
ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ·
ζῶμεν ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς.
ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώιζει ...
ἔστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος
.... ἀνθρώπωι πέφυκε περὶ βίου καταστροφάς.
ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος,
ἐκδιδάσκων αὐτὸς αὐτοὺς ὅτι ποιεῖν δεῖ συμφέρον·
οὐ γὰρ ἄνθρωπος τέχναν τινʼ εὗρεν, ὁ δὲ θεὸς ταύταν φέρει·
ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου.
ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.
ΑΞΙΟΠΙΣΤΟΥ ΤΟΥ ΛΟΚΡΟΥ Η ΣΙΚΥΩΝΙΟΥ ΓΝΩΜΑΙ
εὐσεβὴς βίος μέγιστον ἐφόδιον θνατοῖς ἐστι.
ἀνδρὶ δʼ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γʼ ἐμὶν δοκεῖ.
θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.
γνῶθι πῶς ἄλλωι κέχρηται.
εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κʼ οὐδὲν κακὸν
κατθανών· ἄνω τὸ πνεῦμα διαμένει κατʼ οὐρανόν.
οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν τυ δεῖ·
αὐτός ἐσθʼ ἁμῶν ἐπόπτας, ἀδυνατεῖ δʼ οὐδὲν θεός.
ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον, οὕτως διανοοῦ.
ἐγγύας ἄτα ἐστὶ θυγάτηρ, ἐγγύα δὲ ζαμίας.
καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.
αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον.
πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.
οὐ λέγειν τύγʼ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.
ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καὶ λάβʼ αἴ τι λῆις.
οὐ φιλάνθρωπος τύγʼ ἔσσʼ· ἔχεις νόσον, χαίρεις διδούς.
ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία.
πρὸς στάθμαι πέτρον τίθεσθαι, μή τι πρὸς πέτρωι στάθμαν.
πρὸς δὲ τοὺς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων,
καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως οὐδὲν φρονῶν.
τῶι λόγωι μὲν εὖ διέρχηι πάντα, τῶι δʼ ἔργωι κακῶς.
φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ μανθάνειν.
οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν.
μὴ ἐπὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε.
ἐπιπολάζειν οὔ τι χρὴ τὸν θυμὸν ἀλλὰ τὸν νόον.
οὐδὲ εἷς οὐδὲν μετʼ ὀργᾶς κατὰ τρόπον βουλεύεται.
ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται φίλοις.
τίς δέ κα λώιη γενέσθαι μὴ φθονούμενος φίλοις;
δῆλον ὡς ἀνὴρ παρʼ οὐδέν ἐσθʼ ὁ μὴ φθονούμενος·
τυφλὸν ἠλέησʼ ἰδών τις, ἐφθόνησε δʼ οὐδὲ εἷς.
σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν.
τῶν πόνων πωλοῦσιν ἁμῖν πάντα τἀγάθʼ οἱ θεοί.
ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρʼ ἔχηις.
ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ
ΧΙΡΩΝ
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
ΟΨΟΠΟΙΙΑ
ΛΟΓΟΣ ΠΡΟΣ ΑΝΤΗΝΟΡΑ
ΕΠΙΓΡΑΜΜΑ
Εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν·
εἰ δὴ γῆ νεκρός ἐστʼ, οὐ νεκρὸς ἀλλὰ θεός.
μηδὲν γὰρ εἴ τις δυστυχῶν βίον τʼ ἔχων
μηδὲν καλόν τε κἀγαθὸν ψυχᾶι διδῶι,
ἐγὼ μὲν αὐτὸν οὔτι φασῶ μακάριον,
φύλακα δὲ μᾶλλον χρημάτων καλῶν κακόν.
ὦ θύγατερ, αἰαῖ τύχας·
ξυνοικεῖς ὦν νέωι γʼ ἔσσα παλαιτέρα.
ὃ μὲν γὰρ ἄλλην λαμβάνει νεανίδα,
ἃ δʼ ἄλλον ἄλληι δῆτα μαστεύει τινά.