ΕΚΑΒΗ
Πολυδώρου εἴδωλον Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
λιπών, ἵνʼ Ἅιδης χωρὶς ὤικισται θεῶν,
Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
Πριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλιν
κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῶι,
δείσας ὑπεξέπεμψε Τρωϊκῆς χθονὸς
Πολυμήστορος πρὸς δῶμα Θρηικίου ξένου,
ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκα
σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθραι
πατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι,
τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς
ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα
οὔτʼ ἔγχος οἷός τʼ ἦ νέωι βραχίονι.
ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα
πύργοι τʼ ἄθραυστοι Τρωϊκῆς ἦσαν χθονὸς
Ἕκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
καλῶς παρʼ ἀνδρὶ Θρηικὶ πατρώιωι ξένωι
τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην τάλας·
ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται
ψυχὴ πατρώια θʼ ἑστία κατεσκάφη
αὐτός τε βωμῶι πρὸς θεοδμήτωι πίτνει
σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν
ξένος πατρῶιος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸς
μεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχηι.
κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλωι,
πολλοῖς διαύλοις κυμάτων φορούμενος,
ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίλης
Ἑκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν,
τριταῖον ἤδη φέγγος αἰωρούμενος,
ὅσονπερ ἐν γῆι τῆιδε Χερσονησίαι
μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι
θάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρηικίας χθονός.
ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
κατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν,
πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·
αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην
τύμβωι φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
καὶ τεύξεται τοῦδʼ οὐδʼ ἀδώρητος φίλων
ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγει
θανεῖν ἀδελφὴν τῶιδʼ ἐμὴν ἐν ἤματι.
δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται
μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.
φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,
δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίωι.
τοὺς γὰρ κάτω σθένοντας ἐξηιτησάμην
τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.
τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν
ἔσται· γεραιᾶι δʼ ἐκποδὼν χωρήσομαι
Ἑκάβηι· περᾶι γὰρ ἥδʼ ὑπὸ σκηνῆς πόδα
Ἀγαμέμνονος, φάντασμα δειμαίνουσʼ ἐμόν.
φεῦ· ὦ μῆτερ, ἥτις ἐκ τυραννικῶν δόμων
δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς
ὅσονπερ εὖ ποτʼ· ἀντισηκώσας δέ σε
φθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.
Ἑκάβη ἄγετʼ, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,
ἄγετʼ ὀρθοῦσαι τὴν ὁμόδουλον,
Τρωιάδες, ὑμῖν, πρόσθε δʼ ἄνασσαν,
γεραιᾶς χειρὸς προσλαζύμεναι·
κἀγὼ σκολιῶι σκίπωνι χερὸς
διερειδομένη σπεύσω βραδύπουν
ἤλυσιν ἄρθρων προτιθεῖσα.
ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,
τί ποτʼ αἴρομαι ἔννυχος οὕτω
δείμασι φάσμασιν; ὦ πότνια Χθών,
μελανοπτερύγων μᾶτερ ὀνείρων,
ἀποπέμπομαι ἔννυχον ὄψιν.
ὦ χθόνιοι θεοί, σώσατε παῖδʼ ἐμόν,
ὃς μόνος οἴκων ἄγκυρʼ ἔτʼ ἐμῶν
τὴν χιονώδη Θρήικην κατέχει
ξείνου πατρίου φυλακαῖσιν.
ἔσται τι νέον·
ἥξει τι μέλος γοερὸν γοεραῖς.
οὔποτʼ ἐμὰ φρὴν ὧδʼ ἀλίαστον
φρίσσει ταρβεῖ.
ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
καὶ Κασσάνδραν ἐσίδω, Τρωιάδες,
ὥς μοι κρίνωσιν ὀνείρους;
Χορός Ἑκάβη, σπουδῆι πρὸς σʼ ἐλιάσθην
τὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ,
ἵνʼ ἐκληρώθην καὶ προσετάχθην
δούλη, πόλεως ἀπελαυνομένη
τῆς Ἰλιάδος, λόγχης αἰχμῆι
δοριθήρατος πρὸς Ἀχαιῶν,
οὐδὲν παθέων ἀποκουφίζουσʼ
ἀλλʼ ἀγγελίας βάρος ἀραμένη
μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.
ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδωι
λέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖ
σφάγιον θέσθαι. τύμβου δʼ ἐπιβὰς
οἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,
τὰς ποντοπόρους δʼ ἔσχε σχεδίας
λαίφη προτόνοις ἐπερειδομένας,
τάδε θωύσσων· Ποῖ δή, Δαναοί,
τὸν ἐμὸν τύμβον
στέλλεσθʼ ἀγέραστον ἀφέντες;
πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων,
δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνων
στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
τύμβωι σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν.
ἦν δὲ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν
τῆς μαντιπόλου Βάκχης ἀνέχων
λέκτρʼ Ἀγαμέμνων· τὼ Θησείδα δʼ,
ὄζω Ἀθηνῶν, δισσῶν μύθων
ῥήτορες ἦσαν, γνώμηι δὲ μιᾶι
συνεχωρείτην τὸν Ἀχίλλειον
τύμβον στεφανοῦν αἵματι χλωρῶι,
τὰ δὲ Κασσάνδρας λέκτρʼ οὐκ ἐφάτην
τῆς Ἀχιλείας
πρόσθεν θήσειν ποτὲ λόγχης.
σπουδαὶ δὲ λόγων κατατεινομένων
ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
κόπις ἡδυλόγος δημοχαριστὴς
Λαερτιάδης πείθει στρατιὰν
μὴ τὸν ἄριστον Δαναῶν πάντων
δούλων σφαγίων οὕνεκʼ ἀπωθεῖν,
μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνηι
στάντα φθιμένων ὡς ἀχάριστοι
Δαναοὶ Δαναοῖς τοῖς οἰχομένοις
ὑπὲρ Ἑλλήνων
Τροίας πεδίων ἀπέβησαν.
ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη
πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς,
κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας
τούς θʼ ὑπὸ γαίας. ἢ γάρ σε λιταὶ
διακωλύσουσʼ ὀρφανὸν εἶναι
παιδὸς μελέας ἢ δεῖ σʼ ἐπιδεῖν
τύμβωι προπετῆ φοινισσομένην
αἵματι παρθένον ἐκ χρυσοφόρου
δειρῆς νασμῶι μελαναυγεῖ.
Ἑκάβη οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;
ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
δειλαία δειλαίου γήρως
καὶ δουλείας τᾶς οὐ τλατᾶς,
τᾶς οὐ φερτᾶς; ὤμοι μοι.
τίς ἀμύνει μοι; ποία γενεά,
ποία δὲ πόλις; φροῦδος πρέσβυς,
φροῦδοι παῖδες.
ποίαν ἢ ταύταν ἢ κείναν
στείχω; ποῖ δὴ σωθῶ; ποῦ τις
θεῶν ἢ δαίμων ἐπαρωγός;
ὦ κάκʼ ἐνεγκοῦσαι
Τρωιάδες, ὦ κάκʼ ἐνεγκοῦσαι
πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος
ἀγαστὸς ἐν φάει.
ὦ τλάμων ἅγησαί μοι πούς,
ἅγησαι τᾶι γηραιᾶι
πρὸς τάνδʼ αὐλάν. ὦ τέκνον, ὦ παῖ
δυστανοτάτας ματέρος, ἔξελθʼ
ἔξελθʼ οἴκων, ἄιε ματέρος αὐδάν.
ἰὼ τέκνον.
Πολυξένη μᾶτερ μᾶτερ, τί βοᾶις; τί νέον
καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν
θάμβει τῶιδʼ ἐξέπταξας;
Ἑκάβη οἴμοι τέκνον.
Πολυξένη τί με δυσφημεῖς; φροίμιά μοι κακά.
Ἑκάβη αἰαῖ σᾶς ψυχᾶς.
Πολυξένη ἐξαύδα· μὴ κρύψηις δαρόν.
δειμαίνω δειμαίνω, μᾶτερ,
τί ποτʼ ἀναστένεις.
Ἑκάβη τέκνον τέκνον μελέας ματρός ...
Πολυξένη τί τόδʼ ἀγγέλλεις;
Ἑκάβη σφάξαι σʼ Ἀργείων κοινὰ
συντείνει πρὸς τύμβον γνώμα
Πηλείαι γένναι.
Πολυξένη οἴμοι, μᾶτερ, πῶς φθέγγηι;
ἀμέγαρτα κακῶν μάνυσόν μοι,
μάνυσον, μᾶτερ.
Ἑκάβη αὐδῶ, παῖ, δυσφήμους φήμας,
ἀγγέλλουσʼ Ἀργείων δόξαι
ψήφωι τᾶς σᾶς περὶ μοίρας.
Πολυξένη ὦ δεινὰ παθοῦσʼ, ὦ παντλάμων,
ὦ δυστάνου, μᾶτερ, βιοτᾶς,
οἵαν οἵαν αὖ σοι λώβαν
ἐχθίσταν ἀρρήταν τʼ
ὦρσέν τις δαίμων.
οὐκέτι σοι παῖς ἅδʼ οὐκέτι δὴ
γήραι δειλαία δειλαίωι
συνδουλεύσω.
σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπταν
μόσχον δειλαία δειλαίαν … ἐσόψηι
χειρὸς ἀναρπαστὰν
σᾶς ἄπο λαιμότομόν θʼ Ἅιδαι
γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα
τάλαινα κείσομαι.
Χορός καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῆι ποδός,
Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.
Ὀδυσσεύς γύναι, δοκῶ μέν σʼ εἰδέναι γνώμην στρατοῦ
ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλʼ ὅμως φράσω.
ἔδοξʼ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην
σφάξαι πρὸς ὀρθὸν χῶμʼ Ἀχιλλείου τάφου.
ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης
τάσσουσιν εἶναι· θύματος δʼ ἐπιστάτης
ἱερεύς τʼ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
οἶσθʼ οὖν ὃ δρᾶσον· μήτʼ ἀποσπασθῆις βίαι
μήτʼ ἐς χερῶν ἅμιλλαν ἐξέλθηις ἐμοί,
γίγνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶν
τῶν σῶν· σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.
Ἑκάβη αἰαῖ· παρέστηχʼ, ὡς ἔοικʼ, ἀγὼν μέγας,
πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.
κἄγωγʼ ἄρʼ οὐκ ἔθνηισκον οὗ μʼ ἐχρῆν θανεῖν,
οὐδʼ ὤλεσέν με Ζεύς, τρέφει δʼ ὅπως ὁρῶ
κακῶν κάκʼ ἄλλα μείζονʼ ἡ τάλαινʼ ἐγώ.
εἰ δʼ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια
ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
Ὀδυσσεύς ἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.
Ἑκάβη οἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος
δυσχλαινίαι τʼ ἄμορφος ὀμμάτων τʼ ἄπο
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
Ὀδυσσεύς οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
Ἑκάβη ἔγνω δέ σʼ Ἑλένη καὶ μόνηι κατεῖπʼ ἐμοί;
Ὀδυσσεύς μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.
Ἑκάβη ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;
Ὀδυσσεύς ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.
Ἑκάβη τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
Ὀδυσσεύς πολλῶν λόγων εὑρήμαθʼ ὥστε μὴ θανεῖν.
Ἑκάβη ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;
Ὀδυσσεύς ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
Ἑκάβη οὔκουν κακύνηι τοῖσδε τοῖς βουλεύμασιν,
ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἶα φὴις παθεῖν,
δρᾶις δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύναι;
ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους
ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,
οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοι
ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
πότερα τὸ χρή σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖν
πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
ἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν.
Ἑλένην νιν αἰτεῖν χρῆν τάφωι προσφάγματα·
κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει.
εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖν
κάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·
ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
τῶι μὲν δικαίωι τόνδʼ ἁμιλλῶμαι λόγον·
ἃ δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ
ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φήις, χερὸς
καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
χάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε,
μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσηις
μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
ταύτηι γέγηθα κἀπιλήθομαι κακῶν·
ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεὼν
οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·
κἀγὼ γὰρ ἦ ποτʼ ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι,
τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο.
ἀλλʼ, ὦ φίλον γένειον, αἰδέσθητί με,
οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸν
παρηγόρησον ὡς ἀποκτείνειν φθόνος
γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
βωμῶν ἀποσπάσαντες ἀλλʼ ὠικτίρατε.
νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσος
καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγηις, τὸ σὸν
πείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼν
κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.
Χορός οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις
ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
Ὀδυσσεύς Ἑκάβη, διδάσκου, μηδὲ τῶι θυμουμένωι
τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουν
σώιζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·
ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
Τροίας ἁλούσης ἀνδρὶ τῶι πρώτωι στρατοῦ
σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένωι.
ἐν τῶιδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
μηδὲν φέρηται τῶν κακιόνων πλέον.
ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ.
οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλωι
χρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε μὴ χρώμεσθʼ ἔτι;
εἶἑν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῆι
στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;
πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν,
τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον;
καὶ μὴν ἔμοιγε ζῶντι μὲν καθʼ ἡμέραν
κεἰ σμίκρʼ ἔχοιμι πάντʼ ἂν ἀρκούντως ἔχοι·
τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
εἰ δʼ οἰκτρὰ πάσχειν φήις, τάδʼ ἀντάκουέ μου·
εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι,
ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις.
τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεν
τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
ἡγεῖσθε μήτε τοὺς καλῶς τεθνηκότας
θαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῆι,
ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.
Χορός αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶ
τολμᾶι θʼ ἃ μὴ χρή, τῆι βίαι νικώμενον.
Ἑκάβη ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
φροῦδοι μάτην ῥιφθέντες ἀμφὶ σοῦ φόνου·
σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,
σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμα
φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυ
καὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα
καὶ τῶιδε — τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.
Πολυξένη ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος
κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
στρέφοντα, μή σου προσθίγω γενειάδος.
θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν
θανεῖν τε χρήιζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,
κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
τί γάρ με δεῖ ζῆν; ἧι πατὴρ μὲν ἦν ἄναξ
Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου.
ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι.
δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦ,
γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα,
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον.
νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται,
τὴν Ἕκτορός τε χἀτέρων πολλῶν κάσιν,
προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις
σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι
λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·
λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρων
φέγγος τόδʼ, Ἅιδηι προστιθεῖσʼ ἐμὸν δέμας.
ἄγʼ οὖν μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων·
οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.
μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένηι
λέγουσα μηδὲ δρῶσα, συμβούλου δέ μοι
θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.
ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν
φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῶι·
θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστερος
ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
Χορός δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
Ἑκάβη καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῶι καλῶι
λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῶι Πηλέως
χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
κεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ ʼτεκον πάριν,
ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
Ὀδυσσεύς οὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
φάντασμʼ Ἀχαιοὺς ἀλλὰ τήνδʼ ἠιτήσατο.
Ἑκάβη ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε,
καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεται
γαίαι νεκρῶι τε τῶι τάδʼ ἐξαιτουμένωι.
Ὀδυσσεύς ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
ἄλλος πρὸς ἄλλωι· μηδὲ τόνδʼ ὠφείλομεν.
Ἑκάβη πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
Ὀδυσσεύς πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
Ἑκάβη ὅμοια· κισσὸς δρυὸς ὅπως τῆσδʼ ἕξομαι.
Ὀδυσσεύς οὔκ, ἤν γε πείθηι τοῖσι σοῦ σοφωτέροις.
Ἑκάβη ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
Ὀδυσσεύς ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.
Πολυξένη μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
βούληι πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη
ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος
σπασθεῖσʼ, ἃ πείσηι; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
ὡς οὔποτʼ αὖθις ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
τέλος δέχηι δὴ τῶν ἐμῶν προσφθεγμάτων·
ὦ μῆτερ ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
Ἑκάβη οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
Πολυξένη ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Ἑκάβη οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξένη δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου ...
Ἑκάβη ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.
Πολυξένη ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
Ἑκάβη ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.
Πολυξένη τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;
Ἑκάβη ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξένη ὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.
Ἑκάβη ὦ τῆς ἀώρου θύγατερ ἀθλία τύχης.
Πολυξένη χαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασσάνδρα τέ μοι ...
Ἑκάβη χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.
Πολυξένη ὅ τʼ ἐν φιλίπποις Θρηιξὶ Πολύδωρος κάσις.
Ἑκάβη εἰ ζῆι γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.
Πολυξένη ζῆι καὶ θανούσης ὄμμα συγκλήισει τὸ σόν.
Ἑκάβη τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
Πολυξένη κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάραι πέπλους,
ὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίαν
θρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.
ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι,
μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
Ἑκάβη οἲ ʼγώ, προλείπω, λύεται δέ μου μέλη.
ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
δός, μὴ λίπηις μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαι.
Χορός αὔρα, ποντιὰς αὔρα,
ἅτε ποντοπόρους κομί-
ζεις θοὰς ἀκάτους ἐπʼ οἶδμα λίμνας,
ποῖ με τὰν μελέαν πορεύ-
σεις; τῶι δουλόσυνος πρὸς οἶ-
κον κτηθεῖσʼ ἀφίξομαι; ἢ
Δωρίδος ὅρμον αἴας,
ἢ Φθιάδος ἔνθα τὸν
καλλίστων ὑδάτων πατέρα
φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν,
ἢ νάσων, ἁλιήρει
κώπαι πεμπομέναν τάλαι-
ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,
ἔνθα πρωτόγονός τε φοῖ-
νιξ δάφνα θʼ ἱεροὺς ἀνέ-
σχε πτόρθους Λατοῖ φίλον ὠ-
δῖνος ἄγαλμα Δίας;
σὺν Δηλιάσιν τε κού-
ραισιν Ἀρτέμιδος θεᾶς
χρυσέαν τʼ ἄμπυκα τόξα τʼ εὐλογήσω;
ἢ Παλλάδος ἐν πόλει
τὰς καλλιδίφρους Ἀθα-
ναίας ἐν κροκέωι πέπλωι
ζεύξομαι ἆρα πώ-
λους ἐν δαιδαλέαισι ποι-
κίλλουσʼ ἀνθοκρόκοισι πή-
ναις ἢ Τιτάνων γενεάν,
τὰν Ζεὺς ἀμφιπύρωι κοιμί-
ζει φλογμῶι Κρονίδας;
ὤμοι τεκέων ἐμῶν,
ὤμοι πατέρων χθονός θʼ,
ἃ καπνῶι κατερείπεται
τυφομένα δορί-
κτητος Ἀργεΐων· ἐγὼ
δʼ ἐν ξείναι χθονὶ δὴ κέκλη-
μαι δούλα, λιποῦσʼ Ἀσίαν,
Εὐρώπας θεραπνᾶν ἀλλά-
ξασʼ Ἅιδα θαλάμους.
Ταλθύβιος ποῦ τὴν ἄνασσαν δή ποτʼ οὖσαν Ἰλίου
Ἑκάβην ἂν ἐξεύροιμι, Τρωιάδες κόραι;
Χορός αὕτη πέλας σοῦ νῶτʼ ἔχουσʼ ἐπὶ χθονί,
Ταλθύβιε, κεῖται συγκεκληιμένη πέπλοις.
Ταλθύβιος ὦ Ζεῦ, τί λέξω; πότερά σʼ ἀνθρώπους ὁρᾶν
ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
οὐχ ἥδʼ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
οὐχ ἥδε Πριάμου τοῦ μέγʼ ὀλβίου δάμαρ;
καὶ νῦν πόλις μὲν πᾶσʼ ἀνέστηκεν δορί,
αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
φεῦ φεῦ· γέρων μέν εἰμʼ, ὅμως δέ μοι θανεῖν
εἴη πρὶν αἰσχρᾶι περιπεσεῖν τύχηι τινί.
ἀνίστασʼ, ὦ δύστηνε, καὶ μετάρσιον
πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.
Ἑκάβη ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾶι
κεῖσθαι; τί κινεῖς μʼ, ὅστις εἶ, λυπουμένην;
Ταλθύβιος Ταλθύβιος ἥκω, Δαναϊδῶν ὑπηρέτης.
Ἑκάβη ὦ φίλτατʼ, ἆρα κἄμʼ ἐπισφάξαι τάφωι
δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλʼ ἂν λέγοις.
σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.
Ταλθύβιος σὴν παῖδα κατθανοῦσαν ὡς θάψηις, γύναι,
ἥκω μεταστείχων σε· πέμπουσιν δέ με
δισσοί τʼ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.
Ἑκάβη οἴμοι, τί λέξεις; οὐκ ἄρʼ ὡς θανουμένους
μετῆλθες ἡμᾶς ἀλλὰ σημανῶν κακά;
ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσʼ ἄπο,
ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ.
πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι;
ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον,
κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
Ταλθύβιος διπλᾶ με χρήιζεις δάκρυα κερδᾶναι, γύναι,
σῆς παιδὸς οἴκτωι· νῦν τε γὰρ λέγων κακὰ
τέγξω τόδʼ ὄμμα πρὸς τάφωι θʼ ὅτʼ ὤλλυτο.
παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς,
λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸς
ἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ·
λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι,
σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπας
πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
χοὰς θανόντι πατρί· σημαίνει δέ μοι
σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῶι.
κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·
Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
σίγα σιώπα. νήνεμον δʼ ἔστησʼ ὄχλον.
ὁ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός,
δέξαι χοάς μοι τάσδε κηλητηρίους,
νεκρῶν ἀρωγούς· ἐλθὲ δʼ, ὡς πίηις μέλαν
κόρης ἀκραιφνὲς αἶμʼ ὅ σοι δωρούμεθα
στρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦ
λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
νεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίου
νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός.
εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν
ἐξεῖλκε κολεοῦ, λογάσι δʼ Ἀργείων στρατοῦ
νεανίαις ἔνευσε παρθένον λαβεῖν.
ἡ δʼ, ὡς ἐφράσθη, τόνδʼ ἐσήμηνεν λόγον·
Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,
ἑκοῦσα θνήισκω· μή τις ἅψηται χροὸς
τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.
ἐλευθέραν δέ μʼ, ὡς ἐλευθέρα θάνω,
πρὸς θεῶν, μεθέντες κτείνατʼ· ἐν νεκροῖσι γὰρ
δούλη κεκλῆσθαι βασιλὶς οὖσʼ αἰσχύνομαι.
λαοὶ δʼ ἐπερρόθησαν Ἀγαμέμνων τʼ ἄναξ
εἶπεν μεθεῖναι παρθένον νεανίαις.
κἀπεὶ τόδʼ εἰσήκουσε δεσποτῶν ἔπος,
λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος
ἔρρηξε λαγόνας ἐς μέσας παρʼ ὀμφαλὸν
μαστούς τʼ ἔδειξε στέρνα θʼ ὡς ἀγάλματος
κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ
ἔλεξε πάντων τλημονέστατον λόγον·
Ἰδού, τόδʼ, εἰ μὲν στέρνον, ὦ νεανία,
παίειν προθυμῆι, παῖσον, εἰ δʼ ὑπʼ αὐχένα
χρήιζεις πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.
ὁ δʼ οὐ θέλων τε καὶ θέλων οἴκτωι κόρης
τέμνει σιδήρωι πνεύματος διαρροάς·
κρουνοὶ δʼ ἐχώρουν. ἡ δὲ καὶ θνήισκουσʼ ὅμως
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
κρύπτουσʼ ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών.
ἐπεὶ δʼ ἀφῆκε πνεῦμα θανασίμωι σφαγῆι,
οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον,
ἀλλʼ οἱ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
φύλλοις ἔβαλλον, οἱ δὲ πληροῦσιν πυρὰν
κορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρων
πρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά·
Ἕστηκας, ὦ κάκιστε, τῆι νεάνιδι
οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;
οὐκ εἶ τι δώσων τῆι περίσσʼ εὐκαρδίωι
ψυχήν τʼ ἀρίστηι; τοιάδʼ ἀμφὶ σῆς λέγων
παιδὸς θανούσης εὐτεκνωτάτην τέ σε
πασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ.
Χορός δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν
πόλει τε τἠμῆι θεῶν ἀνάγκαισιν τόδε.
Ἑκάβη ὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅτι βλέψω κακῶν,
πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,
τόδʼ οὐκ ἐᾶι με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖ
λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.
καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος
οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·
τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι
γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ
τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,
χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖν
κακὸν δίδωσι καρπόν, ἄνθρωποι δʼ ἀεὶ
ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,
ὁ δʼ ἐσθλὸς ἐσθλὸς οὐδὲ συμφορᾶς ὕπο
φύσιν διέφθειρʼ ἀλλὰ χρηστός ἐστʼ ἀεί;
καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·
σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,
μὴ θιγγάνειν μοι μηδένʼ ἀλλʼ εἴργειν ὄχλον
τῆς παιδός. ἔν τοι μυρίωι στρατεύματι
ἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχία
κρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν.
σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός,
ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον,
λούσω προθῶμαί θʼ—ὡς μὲν ἀξία, πόθεν;
οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω — τί γὰρ πάθω; —,
κόσμον γʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα,
αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτων
ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας
λαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι,
ὦ πλεῖστʼ ἔχων μάλιστά τʼ εὐτεκνώτατε
Πρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων,
ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
τοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα,
ὁ μέν τις ἡμῶν πλουσίοισι δώμασιν,
ὁ δʼ ἐν πολίταις τίμιος κεκλημένος;
τὰ δʼ οὐδέν, ἄλλως φροντίδων βουλεύματα
γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος
ὅτωι κατʼ ἦμαρ τυγχάνει μηδὲν κακόν.
Χορός ἐμοὶ χρῆν συμφοράν,
ἐμοὶ χρῆν πημονὰν γενέσθαι,
Ἰδαίαν ὅτε πρῶτον ὕλαν
Ἀλέξανδρος εἰλατίναν
ἐτάμεθʼ, ἅλιον ἐπʼ οἶδμα ναυστολήσων
Ἑλένας ἐπὶ λέκτρα, τὰν
καλλίσταν ὁ χρυσοφαὴς
Ἅλιος αὐγάζει.
πόνοι γὰρ καὶ πόνων
ἀνάγκαι κρείσσονες κυκλοῦνται·
κοινὸν δʼ ἐξ ἰδίας ἀνοίας
κακὸν τᾶι Σιμουντίδι γᾶι
ὀλέθριον ἔμολε συμφορᾶι τʼ ἔπʼ ἄλλων,
ἐκρίθη δʼ ἔρις, ἃν ἐν Ἴ-
δαι κρίνει τρισσὰς μακάρων
παῖδας ἀνὴρ βούτας,
ἐπὶ δορὶ καὶ φόνωι καὶ ἐμῶν μελάθρων λώβαι·
στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν
Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,
πολιόν τʼ ἐπὶ κρᾶτα μάτηρ τέκνων θανόντων
τίθεται χέρα δρύπτεταί τε … παρειάν,
δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.
Θεράπαινα γυναῖκες, Ἑκάβη ποῦ ποθʼ ἡ παναθλία,
ἡ πάντα νικῶσʼ ἄνδρα καὶ θῆλυν σπορὰν
κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.
Χορός τί δʼ, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;
ὡς οὔποθʼ εὕδει λυπρά μοι κηρύγματα.
Θεράπαινα Ἑκάβηι φέρω τόδʼ ἄλγος· ἐν κακοῖσι δὲ
οὐ ῥάιδιον βροτοῖσιν εὐφημεῖν στόμα.
Χορός καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπο
ἥδʼ, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
Θεράπαινα ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,
δέσποινʼ, ὄλωλας κοὐκέτʼ εἶ, βλέπουσα φῶς,
ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.
Ἑκάβη οὐ καινὸν εἶπας, εἰδόσιν δʼ ὠνείδισας.
ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
ἥκεις κομίζουσʼ, ἧς ἀπηγγέλθη τάφος
πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
Θεράπαινα ἥδʼ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.
Ἑκάβη οἲ ʼγὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα
τῆς θεσπιωιδοῦ δεῦρο Κασσάνδρας φέρεις;
Θεράπαινα ζῶσαν λέλακας, τὸν θανόντα δʼ οὐ στένεις
τόνδʼ· ἀλλʼ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
εἴ σοι φανεῖται θαῦμα καὶ παρʼ ἐλπίδας.
Ἑκάβη οἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα,
Πολύδωρον, ὅν μοι Θρὴιξ ἔσωιζʼ οἴκοις ἀνήρ.
ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή.
ὦ τέκνον τέκνον,
αἰαῖ, κατάρχομαι νόμον
βακχεῖον, ἐξ ἀλάστορος
ἀρτιμαθὴς κακῶν.
Χορός ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;
Ἑκάβη ἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι.
ἕτερα δʼ ἀφʼ ἑτέρων κακὰ κακῶν κυρεῖ,
οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ-
μέρα ʼπισχήσει.
Χορός δείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.
Ἑκάβη ὦ τέκνον τέκνον ταλαίνας ματρός,
τίνι μόρωι θνήισκεις, τίνι πότμωι κεῖσαι,
πρὸς τίνος ἀνθρώπων;
Θεράπαινα οὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαις.
Ἑκάβη ἔκβλητον ἢ πέσημα φοινίου δορὸς
ἐν ψαμάθωι λευρᾶι;
Θεράπαινα πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.
Ἑκάβη ὤμοι αἰαῖ,
ἔμαθον ἐνύπνιον ὀμμάτων
ἐμῶν ὄψιν — οὔ με παρέβα φάντα-
σμα μελανόπτερον —,
ἃν ἐσεῖδον ἀμφὶ σοῦ,
ὦ τέκνον, οὐκέτʼ ὄντος Διὸς ἐν φάει.
Χορός τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι;
Ἑκάβη ἐμὸς ἐμὸς ξένος, Θρήικιος ἱππότας,
ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.
Χορός οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;
Ἑκάβη ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα,
οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων;
ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω
χρόα, σιδαρέωι τεμὼν φασγάνωι
μέλεα τοῦδε παιδὸς οὐδʼ ὤικτισας.
Χορός ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.
Ἀγαμέμνων Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφωι
ἐλθοῦσʼ ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;
ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν·
σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ
πεπραγμένʼ ἐστίν, εἴ τι τῶνδʼ ἐστὶν καλῶς.
ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ
θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.
Ἑκάβη δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ
Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῆι κακά;
Ἀγαμέμνων τί μοι προσώπωι νῶτον ἐγκλίνασα σὸν
δύρηι, τὸ πραχθὲν δʼ οὐ λέγεις; τίς ἔσθʼ ὅδε;
Ἑκάβη ἀλλʼ εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος
γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν.
Ἀγαμέμνων οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.
Ἑκάβη ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς
μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς
Ἀγαμέμνων εἴ τοί με βούληι τῶνδε μηδὲν εἰδέναι,
ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν.
Ἑκάβη οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;
τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.
Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος.
Ἀγαμέμνων τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον
αἰῶνα θέσθαι; ῥάιδιον γάρ ἐστί σοι.
Ἑκάβη οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.
Ἀγαμέμνων καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
Ἑκάβη ὁρᾶις νεκρὸν τόνδʼ οὗ καταστάζω δάκρυ;
Ἀγαμέμνων ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
Ἑκάβη τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο.
Ἀγαμέμνων ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;
Ἑκάβη οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίωι.
Ἀγαμέμνων ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι;
Ἑκάβη ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾶις.
Ἀγαμέμνων ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις;
Ἑκάβη πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.
Ἀγαμέμνων ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον;
Ἑκάβη ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.
Ἀγαμέμνων πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;
Ἑκάβη ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.
Ἀγαμέμνων θνήισκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;
Ἑκάβη τίνος γʼ ὑπʼ ἄλλου; Θρήιξ νιν ὤλεσε ξένος.
Ἀγαμέμνων ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;
Ἑκάβη τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.
Ἀγαμέμνων ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;
Ἑκάβη ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.
Ἀγαμέμνων τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον;
Ἑκάβη λούτρʼ ὤιχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένηι.
Ἀγαμέμνων κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.
Ἑκάβη θαλασσόπλαγκτόν γʼ, ὦδε διατεμὼν χρόα.
Ἀγαμέμνων ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
Ἑκάβη ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
Ἀγαμέμνων φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;
Ἑκάβη οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυ
ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,
ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
δείσας δέδρακεν ἔργον ἀνοσιώτατον.
ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·
ἀλλʼ οἱ θεοὶ σθένουσι χὠ κείνων κρατῶν
νόμος· νόμωι γὰρ τοὺς θεοὺς ἡγούμεθα
καὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι·
ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται
καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους
κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,
οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποισι σῶν.
ταῦτʼ οὖν ἐν αἰσχρῶι θέμενος αἰδέσθητί με,
οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶς
ἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά.
τύραννος ἦ ποτʼ ἀλλὰ νῦν δούλη σέθεν,
εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα,
ἄπολις ἔρημος ἀθλιωτάτη βροτῶν.
οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα;
ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ.
τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,
πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην
οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν
μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε
πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα;
τί οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς;
οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι,
αὐτὴ δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος οἴχομαι,
καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρώισκονθʼ ὁρῶ.
καὶ μήν — ἴσως μὲν τοῦ λόγου ξένον τόδε,
Κύπριν προβάλλειν, ἀλλʼ ὅμως εἰρήσεται —
πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
ἡ φοιβάς, ἣν καλοῦσι Κασσάνδραν Φρύγες.
ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας λέξεις, ἄναξ;
ἦ τῶν ἐν εὐνῆι φιλτάτων ἀσπασμάτων
χάριν τινʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;
ἄκουε δή νυν. τὸν θανόντα τόνδʼ ὁρᾶις;
τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν
καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,
ὡς πάνθʼ ἁμαρτῆι σῶν ἔχοιτο γουνάτων
κλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους.
ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος,
πιθοῦ, παράσχες χεῖρα τῆι πρεσβύτιδι
τιμωρόν, εἰ καὶ μηδέν ἐστιν ἀλλʼ ὅμως.
ἐσθλοῦ γὰρ ἀνδρὸς τῆι δίκηι θʼ ὑπηρετεῖν
καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
Χορός δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει
καὶ τῆς ἀνάγκης οἱ νόμοι διώρισαν,
φίλους τιθέντες τούς γε πολεμιωτάτους
ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
Ἀγαμέμνων ἐγώ σε καὶ σὸν παῖδα καὶ τύχας σέθεν,
Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω,
καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένον
καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς
στρατῶι τε μὴ δόξαιμι Κασσάνδρας χάριν
Θρήικης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
ἔστιν γὰρ ἧι ταραγμὸς ἐμπέπτωκέ μοι·
τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,
τὸν κατθανόντα δʼ ἐχθρόν· εἰ δὲ σοὶ φίλος
ὅδʼ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῶι.
πρὸς ταῦτα φρόντιζʼ· ὡς θέλοντα μέν μʼ ἔχεις
σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,
βραδὺν δʼ, Ἀχαιοῖς εἰ διαβληθήσομαι.
Ἑκάβη φεῦ. οὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος·
ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης
ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ
εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
ἐπεὶ δὲ ταρβεῖς τῶι τʼ ὄχλωι πλέον νέμεις,
ἐγώ σε θήσω τοῦδʼ ἐλεύθερον φόβου.
σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν
τῶι τόνδʼ ἀποκτείναντι, συνδράσηις δὲ μή.
ἢν δʼ ἐξ Ἀχαιῶν θόρυβος ἢ ʼπικουρία
πάσχοντος ἀνδρὸς Θρηικὸς οἷα πείσεται
φανῆι τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
τὰ δʼ ἄλλα—θάρσει—πάντʼ ἐγὼ θήσω καλῶς.
Ἀγαμέμνων πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ
λαβοῦσα γραίαι φῶτα βάρβαρον κτενεῖς
ἢ φαρμάκοισιν ἢ ʼπικουρίαι τίνι;
τίς σοι ξυνέσται χείρʼ πόθεν κτήσηι φίλους;
Ἑκάβη στέγαι κεκεύθασʼ αἵδε Τρωιάδων ὄχλον.
Ἀγαμέμνων τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
Ἑκάβη σὺν ταῖσδε τὸν ἐμῶν φονέα τιμωρήσομαι.
Ἀγαμέμνων καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
Ἑκάβη δεινὸν τὸ πλῆθος σὺν δόλωι τε δύσμαχον.
Ἀγαμέμνων δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι σθένος.
Ἑκάβη τί δʼ; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα
καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξώικισαν;
ἀλλʼ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,
πέμψον δέ μοι τήνδʼ ἀσφαλῶς διὰ στρατοῦ
γυναῖκα. καὶ σὺ Θρηικὶ πλαθεῖσα ξένωι
λέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ Ἰλίου
Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,
καὶ παῖδας, ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγους
τοὺς ἐξ ἐκείνης. τὸν δὲ τῆς νεοσφαγοῦς
Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,
ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾶι φλογί,
δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
Ἀγαμέμνων ἔσται τάδʼ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῶι
πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·
νῦν δʼ, οὐ γὰρ ἵησʼ οὐρίους πνοὰς θεός,
μένειν ἀνάγκη πλοῦν ὁρῶντας ἡσύχους.
γένοιτο δʼ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,
ἰδίαι θʼ ἑκάστωι καὶ πόλει, τὸν μὲν κακὸν
κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
Χορός σὺ μέν, ὦ πατρὶς Ἰλιάς,
τῶν ἀπορθήτων πόλις οὐκέτι λέξηι·
τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει
δορὶ δὴ δορὶ πέρσαν.
ἀπὸ δὲ στεφάναν κέκαρ-
σαι πύργων, κατὰ δʼ αἰθάλου
κηλῖδʼ οἰκτροτάταν κέχρωσαι.
τάλαινʼ, οὐκέτι σʼ ἐμβατεύσω.
μεσονύκτιος ὠλλύμαν,
ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπʼ ὄσσοις
σκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιὸν
θυσίαν καταπαύσας
πόσις ἐν θαλάμοις ἔκει-
το, ξυστὸν δʼ ἐπὶ πασσάλωι,
ναύταν οὐκέθʼ ὁρῶν ὅμιλον
Τροίαν Ἰλιάδʼ ἐμβεβῶτα.
ἐγὼ δὲ πλόκαμον ἀναδέτοις
μίτραισιν ἐρρυθμιζόμαν
χρυσέων ἐνόπτρων λεύσσουσʼ ἀτέρμονας εἰς αὐγάς,
ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν.
ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·
κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροίας τόδʼ· Ὦ
παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν
Ἰλιάδα σκοπιὰν
πέρσαντες ἥξετʼ οἴκους;
λέχη δὲ φίλια μονόπεπλος
λιποῦσα, Δωρὶς ὡς κόρα,
σεμνὰν προσίζουσʼ οὐκ ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων·
ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταν
τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος·
πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶ νόστιμον
ναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶς
ὥρισεν Ἰλιάδος,
τάλαινʼ ἀπεῖπον ἄλγει,
τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν Ἰδαῖόν τε
βούταν
αἰνόπαριν κατάραι
διδοῦσʼ, ἐπεί με γαίας
ἐκ πατρίας ἀπώλεσεν
ἐξώικισέν τʼ οἴκων γάμος οὐ γάμος ἀλλʼ
ἀλάστορός τις οἰζύς·
ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν
μήτε πατρῶιον ἵκοιτʼ ἐς οἶκον.
Πολυμήστωρ ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν
τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
φεῦ· οὐκ ἔστιν οὐδὲν πιστόν, οὔτʼ εὐδοξία
οὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
φύρουσι δʼ αὐτὰ θεοὶ πάλιν τε καὶ πρόσω
ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίαι
σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;
σὺ δʼ, εἴ τι μέμφηι τῆς ἐμῆς ἀπουσίας,
σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρήικης ὅροις
ἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην,
ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοι
ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν,
λέγουσα μύθους ὧν κλύων ἀφικόμην.
Ἑκάβη αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
ὅτωι γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει
ἐν τῶιδε πότμωι τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν,
κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις·
ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσηι σέθεν.
Πολυξένη καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα;
Ἑκάβη ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.
Πολυξένη χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σε χρή·
τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.
Ἑκάβη πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς
Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
εἰ ζῆι· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.
Πολυξένη μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
Ἑκάβη ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.
Πολυξένη τί δῆτα βούληι δεύτερον μαθεῖν ἐμοῦ;
Ἑκάβη εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί που.
Πολυξένη καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
Ἑκάβη χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
Πολυξένη σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
Ἑκάβη σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.
Πολυξένη ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
Ἑκάβη οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
Πολυξένη οὐκ οἶδα· τῶι σῶι τοῦτο σημανεῖς λόγωι.
Ἑκάβη ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῆι ...
Πολυξένη τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;
Ἑκάβη χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
Πολυξένη ταῦτʼ ἔσθʼ ἃ βούληι παιδὶ σημῆναι σέθεν;
Ἑκάβη μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
Πολυξένη τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
Ἑκάβη ἄμεινον, ἢν σὺ κατθάνηις, τούσδʼ εἰδέναι.
Πολυξένη καλῶς ἔλεξας· τῆιδε καὶ σοφώτερον.
Ἑκάβη οἶσθʼ οὖν Ἀθάνας Ἰλιάδος ἵνα στέγαι;
Πολυξένη ἐνταῦθʼ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;
Ἑκάβη μέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω.
Πολυξένη ἔτʼ οὖν τι βούληι τῶν ἐκεῖ φράζειν ἐμοί;
Ἑκάβη σῶσαί σε χρήμαθʼ οἷς συνεξῆλθον θέλω.
Πολυξένη ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψασʼ ἔχεις;
Ἑκάβη σκύλων ἐν ὄχλωι ταῖσδε σώιζεται στέγαις.
Πολυξένη ποῦ δʼ; αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
Ἑκάβη ἴδιαι γυναικῶν αἰχμαλωτίδων στέγαι.
Πολυξένη τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
Ἑκάβη οὐδεὶς Ἀχαιῶν ἔνδον ἀλλʼ ἡμεῖς μόναι.
ἀλλʼ ἕρπʼ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν
λῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα·
ὡς πάντα πράξας ὧν σε δεῖ στείχηις πάλιν
ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ὤικισας γόνον.
Χορός οὔπω δέδωκας ἀλλʼ ἴσως δώσεις δίκην·
ἀλίμενόν τις ὡς ἐς ἄντλον πεσὼν
λέχριος ἐκπεσῆι φίλας καρδίας,
ἀμέρσας βίον. τὸ γὰρ ὑπέγγυον
Δίκαι καὶ θεοῖσιν οὗ ξυμπίτνει,
ὀλέθριον ὀλέθριον κακόν.
ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν
θανάσιμον πρὸς Ἀίδαν, ὦ τάλας,
ἀπολέμωι δὲ χειρὶ λείψεις βίον.
Πολυξένη ἔνδοθεν ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.
Χορός ἠκούσατʼ ἀνδρὸς Θρηικὸς οἰμωγήν, φίλαι;
Πολυξένη ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς.
Χορός φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά.
Πολυξένη ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῶι ποδί·
βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς.
ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
Χορός βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ
Ἑκάβηι παρεῖναι Τρωιάσιν τε συμμάχους.
Ἑκάβη ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·
οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,
οὐ παῖδας ὄψηι ζῶντας οὓς ἔκτεινʼ ἐγώ.
Χορός ἦ γὰρ καθεῖλες Θρῆικα καὶ κρατεῖς ξένον,
δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
Ἑκάβη ὄψηι νιν αὐτίκʼ ὄντα δωμάτων πάρος
τυφλὸν τυφλῶι στείχοντα παραφόρωι ποδί,
παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼ
σὺν ταῖσδʼ ἀρίσταις Τρωιάσιν· δίκην δέ μοι
δέδωκε. χωρεῖ δʼ, ὡς ὁρᾶις, ὅδʼ ἐκ δόμων.
ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαι
θυμῶι ζέοντι Θρηικὶ δυσμαχωτάτωι.
Πολυξένη ὤμοι ἐγώ, πᾶι βῶ, πᾶι στῶ, πᾶι κέλσω,
τετράποδος βάσιν θηρὸς ὀρεστέρου
τιθέμενος ἐπὶ χεῖρα καὶ ἴχνος; ποίαν
ἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰς
ἀνδροφόνους μάρψαι χρήιζων Ἰλιάδας,
αἵ με διώλεσαν;
τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
ὦ κατάρατοι,
ποῖ καί με φυγᾶι πτώσσουσι μυχῶν;
εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
ἀκέσαιʼ ἀκέσαιο, τυφλόν,
Ἅλιε, φέγγος ἀπαλλάξας.
ἆ ἆ, σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι
τάνδε γυναικῶν. πᾶι πόδʼ ἐπάιξας
σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ,
θοίναν ἀγρίων τιθέμενος θηρῶν,
ἀρνύμενος λώβας λύμας τʼ ἀντίποινʼ
ἐμᾶς, ὦ τάλας;
ποῖ πᾶι φέρομαι τέκνʼ ἔρημα λιπὼν
Βάκχαις Ἅιδα διαμοιρᾶσαι
σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή-
μερόν τʼ ὄρειον ἐκβολάν;
πᾶι στῶ, πᾶι κάμψω,
ναῦς ὅπως ποντίοις πείσμασιν λινόκροκον
φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
Χορός ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά·
δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.
Πολυξένη αἰαῖ ἰὼ Θρήικης λογχοφόρον ἔνο-
πλον εὔιππον Ἄρει κάτοχον γένος.
ἰὼ Ἀχαιοί, ἰὼ Ἀτρεῖδαι·
βοὰν βοάν, ἀυτῶ βοάν·
ὦ ἴτε μόλετε πρὸς θεῶν.
κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;
γυναῖκες ὤλεσάν με,
γυναῖκες αἰχμαλωτίδες·
δεινὰ δεινὰ πεπόνθαμεν.
ὤμοι ἐμᾶς λώβας.
ποῖ τράπωμαι, ποῖ πορευθῶ;
ἀμπτάμενος οὐράνιον ὑψιπετὲς ἐς μέλαθρον,
Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίησιν
ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἅιδα
μελάγχρωτα πορθμὸν ἄιξω τάλας;
Χορός συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ
πάθηι, ταλαίνης ἐξαπαλλάξαι ζόης.
Ἀγαμέμνων κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος
πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν
Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
πύργους πεσόντας ἦισμεν Ἑλλήνων δορί,
φόβον παρέσχʼ ἂν οὐ μέσως ὅδε κτύπος.
Πολυξένη ὦ φίλτατʼ, ἠισθόμην γάρ, Ἀγάμεμνον, σέθεν
φωνῆς ἀκούσας, εἰσορᾶις ἃ πάσχομεν;
Ἀγαμέμνων ἔα· Πολυμῆστορ ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας
παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον
σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
Πολυξένη Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
ἀπώλεσʼ—οὐκ ἀπώλεσʼ ἀλλὰ μειζόνως.
Ἀγαμέμνων τί φήις; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;
σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;
Πολυξένη ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;
σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν
διασπάσωμαι καὶ καθαιμάξω χρόα.
Ἀγαμέμνων οὗτος, τί πάσχεις; Πολυξένη πρὸς θεῶν σε λίσσομαι,
μέθες μʼ ἐφεῖναι τῆιδε μαργῶσαν χέρα.
Ἀγαμέμνων ἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
λέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρει
κρίνω δικαίως ἄνθʼ ὅτου πάσχεις τάδε.
Πολυξένη λέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
ὕποπτος ὢν δὴ Τρωϊκῆς ἁλώσεως.
τοῦτον κατέκτεινʼ· ἄνθʼ ὅτου δʼ ἔκτεινά νιν
ἄκουσον, ὡς εὖ καὶ σοφῆι προμηθίαι.
ἔδεισα μή σοι πολέμιος λειφθεὶς ὁ παῖς
Τροίαν ἀθροίσηι καὶ ξυνοικίσηι πάλιν,
γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
κἄπειτα Θρήικης πεδία τρίβοιεν τάδε
λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
Τρώων, ἐν ὧιπερ νῦν, ἄναξ, ἐκάμνομεν.
Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον
λόγωι με τοιῶιδʼ ἤγαγʼ, ὡς κεκρυμμένας
θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίωι
χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγει
δόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε.
ἵζω δὲ κλίνης ἐν μέσωι κάμψας γόνυ·
πολλαὶ δέ, χειρὸς αἱ μὲν ἐξ ἀριστερᾶς,
αἱ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλωι Τρώων κόραι
θάκους ἔχουσαι κερκίδʼ Ἠδωνῆς χερὸς
ἤινουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·
ἄλλαι δὲ κάμακε Θρηικίω θεώμεναι
γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος.
ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
τέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
γένοιντο, διαδοχαῖσʼ ἀμείβουσαι χερῶν.
κἆιτʼ ἐκ γαληνῶν πῶς δοκεῖς προσφθεγμάτων
εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν
κεντοῦσι παῖδας, αἱ δὲ πολυπόδων δίκην
ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρήιζων ἐμοῖς,
εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμὸν
κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας
πλήθει γυναικῶν οὐδὲν ἤνυτον τάλας.
τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων
πόρπας λαβοῦσαι τὰς ταλαιπώρους κόρας
κεντοῦσιν αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας
φυγάδες ἔβησαν. ἐκ δὲ πηδήσας ἐγὼ
θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
ἅπαντʼ ἐρευνῶν τοῖχον, ὡς κυνηγέτης
βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν
πέπονθα τὴν σήν, πολέμιόν γε σὸν κτανών,
Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,
ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·
γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
τοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται.
Χορός μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς
τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψηι γένος.
Ἑκάβη Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·
ἀλλʼ εἴτε χρήστʼ ἔδρασε χρήστʼ ἔδει λέγειν,
εἴτʼ αὖ πονηρὰ τοὺς λόγους εἶναι σαθρούς,
καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ.
σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες,
ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω.
καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει·
πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι·
ὃς φὴις Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
Ἀγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν.
ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλον
τὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένος
οὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
ἢ συγγενὴς ὢν ἢ τίνʼ αἰτίαν ἔχων;
ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
ἔκτεινε τὸν ἐμὸν παῖδα καὶ κέρδη τὰ σά.
ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχει
Τροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν,
ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ,
τί οὐ τότʼ, εἴπερ τῶιδʼ ἐβουλήθης χάριν
θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
ἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων;
ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἦμεν ἐν φάει,
καπνὸς δʼ ἐσήμηνʼ ἄστυ πολεμίοις ὕπο,
ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.
πρὸς τοῖσδε νῦν ἄκουσον ὡς φαίνηι κακός·
χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
τὸν χρυσὸν ὃν φὴις οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχειν
δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον
πολὺν πατρώιας γῆς ἀπεξενωμένοις·
σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
τολμᾶις, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις.
καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφειν
σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·
ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
φίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.
εἰ δʼ ἐσπάνιζες χρημάτων, ὁ δʼ εὐτύχει,
θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας·
νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῶι φίλον
χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοὶ
αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω,
Ἀγάμεμνον· εἰ τῶιδʼ ἀρκέσεις, κακὸς φανῆι·
οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·
αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σε φήσομεν
τοιοῦτον ὄντα· δεσπότας δʼ οὐ λοιδορῶ.
Χορός φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
χρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων.
Ἀγαμέμνων ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,
ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει
πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.
ἐμοὶ δʼ, ἵνʼ εἰδῆις, οὔτʼ ἐμὴν δοκεῖς χάριν
οὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον,
ἀλλʼ ὡς ἔχηις τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
λέγεις δὲ σαυτῶι πρόσφορʼ ἐν κακοῖσιν ὤν.
τάχʼ οὖν παρʼ ὑμῖν ῥάιδιον ξενοκτονεῖν·
ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ
πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
Πολυξένη οἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενος
δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
Ἑκάβη οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
Πολυξένη οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν τάλας.
Ἑκάβη ἀλγεῖς; τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
Πολυξένη χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ.
Ἑκάβη οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
Πολυξένη ἀλλʼ οὐ τάχʼ, ἡνίκʼ ἄν σε ποντία νοτίς ...
Ἑκάβη μῶν ναυστολήσηι γῆς ὅρους Ἑλληνίδος;
Πολυξένη κρύψηι μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
Ἑκάβη πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
Πολυξένη αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσηι ποδί.
Ἑκάβη ὑποπτέροις νώτοισιν ἢ ποίωι τρόπωι;
Πολυξένη κύων γενήσηι πύρσʼ ἔχουσα δέργματα.
Ἑκάβη πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
Πολυξένη ὁ Θρηιξὶ μάντις εἶπε Διόνυσος τάδε.
Ἑκάβη σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
Πολυξένη οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλωι.
Ἑκάβη θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βιον;
Πολυξένη θανοῦσα· τύμβωι δʼ ὄνομα σῶι κεκλήσεται ...
Ἑκάβη μορφῆς ἐπωιδὸν μή τι τῆς ἐμῆς ἐρεῖς;
Πολυξένη κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
Ἑκάβη οὐδὲν μέλει μοι, σοῦ γέ μοι δόντος δίκην.
Πολυξένη καὶ σήν γʼ ἀνάγκη παῖδα Κασσάνδραν θανεῖν.
Ἑκάβη ἀπέπτυσʼ· αὐτῶι ταῦτα σοὶ δίδωμʼ ἔχειν.
Πολυξένη κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.
Ἑκάβη μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
Πολυξένη καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.
Ἀγαμέμνων οὗτος σύ, μαίνηι καὶ κακῶν ἐρᾶις τυχεῖν;
Πολυξένη κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.
Ἀγαμέμνων οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίαι;
Πολυξένη ἀλγεῖς ἀκούων; Ἀγαμέμνων οὐκ ἐφέξετε στόμα;
Πολυξένη ἐγκλήιετʼ· εἴρηται γάρ. Ἀγαμέμνων οὐχ ὅσον τάχος
νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ ποι,
ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺς
στείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼν
σκηναῖς πελάζειν, Τρωιάδες· καὶ γὰρ πνοὰς
πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
ἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.
Χορός ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,
τῶν δεσποσύνων πειρασόμεναι
μόχθων· στερρὰ γὰρ ἀνάγκη.