eul_wid: hdk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Paean to Dionysus by Philodamus of Scarpheia the Lyric Poet

The Paean to Dionysus is a cult hymn composed by the poet Philodamus of Scarpheia around 340–339 BCE for performance at the Theoxenia festival in Delphi. This lyric poem serves as a formal invocation, calling the god Dionysus to attend the ritual as a divine guest. It celebrates the god’s birth at Thebes, his cosmic power, and his special connection to Delphi, where he was believed to reside alongside Apollo during the winter months. The hymn’s complete text survives not in medieval manuscripts but carved on a stone inscription discovered at Delphi. The accompanying decree orders the hymn’s annual performance, specifying that it was to be sung by a choir of Delphic boys during the festival. The poem is structured in four triadic sections—strophe, antistrophe, and epode—a traditional lyric form, and is composed in a literary Doric dialect mixed with other poetic elements. The paean is evidence for the integration of poetry into public ritual. It was likely commissioned as part of a reorganization of Delphic cult practice during a period of Macedonian political influence. The hymn explicitly works to harmonize the worship of Dionysus with that of Apollo at Delphi, reflecting the sanctuary’s complex religious identity. As one of the few fully preserved examples of a Classical paean, it offers direct insight into the performance, function, and political dimensions of Greek religious poetry.

Δεῦρʼ ἄνα Διθύραμβε Βάκχʼ
εὔιε, ταῦρε, κισσοχαῖ-
τα, Βρόμιʼ, ἠριναῖς ἵκου
ταῖσδʼ ἱεραῖς ἐν ὥραις·
Εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιάν·
ὃν Θήβαις ποτʼ ἐν εὐίαις
Ζηνὶ γείνατο καλλίπαις Θυώνα·
πάντες δʼ ἀθάνατοι χόρευ-
σαν, πάντες δὲ βροτοὶ χάρεν
σαῖσι, Βάκχιε, γένναις.
Ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.
Ἤν, τότε βακχίαζε μὲν
χθὼν μεγαλώνυμός τε Κά-
δμου Μινυᾶν τε κόλπος Εὔ-
βοιά τε καλλίκαρπος·
Εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιάν·
πᾶσα δʼ ὑμνοβρύης χόρευ-
εν Δελφῶν ἱερὰ μάκαιρα χώρα·
αὐτὸς δʼ ἀστερόεν δέμας
φαίνων Δελφίσι σὺν κόραις
Παρνασσοῦ πτύχας ἔστας.
Ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.
… λὲς δὲ χειρὶ πάλ-
λων δέρας ἐνθέοις σὺν οἴσ-
τροις ἔμολες μυχοὺς Ἐλευ-
σῖνος ἀνʼ ἀνθεμώδεις·
Εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιάν·
ἔθνος ἔνθʼ ἅπαν Ἑλλάδος
γᾶς ἀμφὶ ἐννατέταις φίλιον ἐπόπταις
ὀργίων ὁσίων Ἴακ-
χον κλείει σε· βροτοῖς πόνων
ᾦξας δʼ ὅρμον
Ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαιῶνι σὺν ὄλβῳ.
Παννυχίσιν δὲ καὶ χοροῖς
Γ … ΛΙΣ
ΕΚΓ … Σ
… Ν
. . . .
. . . .
… ΥΘ … ΥΡ
… Λ … ΤΟ … Ν … ΠΑΟ …
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.
Ἔνθεν ἐπʼ ὀλβίας χθονὸς
Θεσσαλίας ἔκελσας ἄ-
στη, τέμενός τʼ Ὀλύμπιον,
Πιερίαν τε κλειτάν·
Εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιάν·
Μοῦσαι δʼ αὐτίκα παρθένοι
κισσῷ στεψάμεναι κύκλῳ σε πᾶσαι
μέλψαν ἀθάνατον ἐς ἀεὶ
Παιᾶνʼ εὐκλέα τʼ ὀπὶ κλέου-
σαι· κατᾶρξε δʼ Ἀπόλλων.
Ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.
… σευ … θ … ετας τ … τιμ … ισορι
… κανεξεσι πυθοχρηστ … ἰαχὰν
… νεαι εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιὰν
… εμι … λε … δαιδ … πις
νφο
παλ
ρων φιλ
ων προφη
νομοθετ
παλλ … κ
ως
ναπεμπε
οἳ σέβουσι
ως δυσαντ
σιν εχρθθπο
ε χώραν ελε πατρωι …
Ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.
Ἐκτελέσαι δὲ πρᾶξιν Ἀμ-
φικτύονας θεὸς κελεύ-
ει τάχος, ὡς ἐπάβολος
μὴν ἱκέτας κατάσχῃ.
Εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιάν·
δεῖξαι δʼ ἐγ ξενίοις ἐτεί-
οις θεῶν ἱερῷ γένει συναίμῳ
τόνδʼ ὕμνον, θυσίαν δὲ φαί-
νειν σὺν Ἑλλάδος ὀλβίας
πανδήμοις ἱκετείαις.
Ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.
Ὦ μάκαρ ὀλβία τε κεί-
νων γενεὰ βροτῶν, ἀγή-
ρων ἀμίαντον ἃ κτίσῃ
ναὸν ἄνακτι Φοίβῳ.
Εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιάν.
νεοχρύσεον χρυσέοις τύποις
πα ν … θ … εαιγ κύκλου
κωδογ, κόμαν δʼ
ἀργαίνοντʼ ἐλέφαντι, κρα-
τὸς δʼ αὐτόχθονι κόσμῳ.
Ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.
Πυθιάσιν δὲ πενθετή-
ροισι τροπαῖς ἔταξε Βάκ-
χου θυσίαν χορῶν τε πολ-
λῶν κυκλίαν ἅμιλλαν
— Εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιὰν —
τεύχειν· ἁλιοφεγγέσιν δʼ
ἀρχούσαις ἴσον ἁβρὸν ἄγαλμα Βάκχου
ἐν … χρυσέων λεόν-
των στῆσαι, ζαθέῳ τε τεῦ-
ξαι θεῷ πρέπον ἄντρον.
Ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.
Ἀλλὰ δέχεσθε Βακχιά-
σταν Διόνυσον, ἐν δʼ ἀγυι-
αῖς ἅμα σὺγ χοροῖσι κι-
κλῄσκετε κισσοχαίταις
— Εὐοῖ ὦ Ἰόβακχʼ ὦ ἰὲ Παιὰν —
πᾶσαν Ἑλλάδʼ ἀνʼ ὀλβίαν
… αν … ιτε πολ … υ … στεα … νας … ρεπι.
λω … ν … ιο … ε … κυκλι
ἄναξ ὑγιείας.
Ἰὲ Παιάν, ἴθι σωτήρ·
εὔφρων τάνδε πόλιν φύλασσʼ
εὐαίωνι σὺν ὄλβῳ.