ΠΕΡΙ ΘΕΩΝ.
Φώτιος Ἐκλογαὶ διάφοροι ἐν βιβλίοις δυοκαίδεκα. ... Συνείλεκται δὲ αὐτῷ τὸ βιβλίον ἐκ πολλῶν καὶ διαφόρων ἱστοριῶν καὶ γραμμάτων. Τὸ μὲν οὖν πρῶτον περὶ τῶν παρʼ Ἕλλησι μυθολογουμένων θεῶν διαλαμβάνει· ὃ συνείλεκται ἐκ τῶν Ἀπολλοδώρου περὶ θεῶν γʹ λόγου. Ἀθηναῖος δὲ ὁ Ἀπολλόδωρος, καὶ γραμματικὸς τὴν τέχνην. Οὐκ ἐκ τοῦ τρίτου δὲ μόνον ἡ διαλογὴ αὐτῷ πεποίηται, ἀλλὰ δὴ καὶ ἐκ δʹ καὶ εʹ καὶ θʹ, τοῦ τε αʹ πάλιν καὶ ιβʹ καὶ ιεʹ τε καὶ ιϛʹ καὶ μέχρι τοῦ κδʹ. Ἐν ᾗ συλλογῇ τά τε μυθικῶς περὶ θεῶν διαπεπλασμένα, καὶ εἴ τι καθʼ ἱστορίαν εἴρηται, περιείληφε, περί τε τῶν παρʼ αὐτοῖς ἡρώων καὶ Διοσκούρων καὶ περὶ τῶν ἐν ᾍδου καὶ ὅσα παραπλήσια.
Στέφανος ὁ Βυζάντιος : Δωδώνη ... Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ Θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ· «Καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες, ὅτι δίδωσιν ἡμῖν τὰ ἀγαθὰ, Πελασγικὸν δὲ, ὅτι τῆς γῆς πέλας ἐστίν.»
Στέφανος ὁ Βυζάντιος : Βωδώνη, πόλις Πεῤῥαιβικὴ, ὡς Ἀπολλόδωρος. Ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται.
Ἰωάννης ὁ Στοβαῖος : Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ περὶ Θεῶν Πυθαγορείαν εἶναι τὴν περὶ τούτων, τὸν αὐτὸν εἶναι Φωσφόρον καὶ Ἕσπερον, δόξαν.
Ἐρωτιανός : Χάριτες· αἱ Χαραί· ὡς καὶ Σοφοκλῆς ἐν Ἐλεγείᾳ. Μέμνηται καὶ Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ Θεῶν, φησὶ δὲ αὐτὰς κληθῆναι ἀπὸ μὲν τῆς χαρᾶς Χάριτας. Καὶ γὰρ πολλάκις οἱ ποιηταὶ τὴν χάριν χαρὰν καλοῦσιν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡ γὰρ δρῦς ἱερὰ τῆς Ῥέας, ὥς φησιν Ἀπολλόδωρος ἐν τρίτῳ περὶ Θεῶν. Δρυΐνοις δὲ αὐτούς φησι στέφεσθαι διὰ τὸ μεμερίσθαι τῇ θεῷ τὸ δένδρον τοῦτο, διὰ τὸ καὶ πρὸς στέγας καὶ πρὸς τροφὴν πρῶτον χρησιμεῦσαι.
Ἰωάννης ὁ Λυδός : Οὐδὲ γὰρ ἄν τις εὕροι κυρίαν θεοῦ προσηγορίαν, κατὰ τὸν Ἀπολλόδωρον, ἀλλʼ οὐδὲ φύσεως γνώριμα, ἐπεὶ
Οὐαλέριος Ἁρποκρατίων Ἀποπομπάς: Ἀποπομπαῖοί τινες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Θεῶν διείλεκται.
Στέφανος ὁ Βυζάντιος : Ἄρειος πάγος· ἀκρωτήριον Ἀθήνησιν, ὡς Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν ἐννάτῳ, ἐν ᾧ τὰς φονικὰς κρίσεις ἐδίκαζον διὰ τὰς ἀπὸ τοῦ σιδήρου γιγνομένας μιαιφονίας.
Μακρόβιος περὶ Θεῶν, ἰήϊον ἀπὸ τοῦ κατὰ τὸν κόσμον ἱέσθαι καὶ ἱέναι,
Στέφανος ὁ Βυζάντιος Ἀρκάς: Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν ἑκκαιδεκάτῳ βιβλίῳ περὶ Δήμητρός φησιν, ὅτι Ἀρκάδια τῇ Δήμητρι μέλλοντες θύειν ἄνθρωποι … ταύτην γὰρ τὴν θυσίαν συνεστήσαντο μετὰ τὸν πρῶτον σπόρον, ὅτι αὐτῆς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον, καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν.
Καὶ Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ Θεῶν ἑπτακαιδεκάτῃ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερείας φησί.
Πορφύριος, Ἰωάννης ὁ Στοβαῖος : Τοῦ δὲ Ἀπολλοδώρου ἐν τῷ εἰκοστῷ περὶ τῶν Θεῶν συγγράμματι, ὅ ἐστι περὶ τοῦ ᾍδου, τάδε περὶ τῆς Στυγὸς λεγόμενα εὕρομεν· «..... ἀρκτέον γὰρ ἀπὸ τούτων, τῆς τε τῶν ὀνομάτων παρεμφάσεως οὐ καταφρονητέον. Ἐκ γὰρ τοιούτων ὁρμώμενοι πιθανῶς καὶ τοὺς ἐν ᾍδου νομιζομένους ποταμοὺς κατωνομάκασιν· Ἀχέροντα μὲν διὰ τὰ ἄχη, ὡς καὶ Μελανιππίδης ἐν Περσεφόνῃ. Καλεῖται δʼ ἐν κόλποισι Γαίας ἄχεα προχέων Ἀχέρων. Ἔτι καὶ Λικύμνιός φησι· Μυρίαις παγαῖς δακρύων Ἀχέρων ἀχέων τε βρύει. Καὶ πάλιν· Ἀχέρων ἄχεα βροτοῖσι πορθμεύει. Ἀχέρων δὲ καὶ Ἀχερουσία λίμνη ταυτὸν, ὡς καὶ Σοφοκλῆς ἐν Πολυξένῃ τὴν τοῦ Ἀχιλλέως ψυχὴν εἰσάγει λέγουσαν· Ἀκτὰς ἀπαιῶνάς τε καὶ μελαμβαθεῖς λιποῦσα λίμνης ἦλθον ἠχούσης γόους Ἀχέροντος ὀξυπλῆγας ἄρσενας χοάς· ἀκτὰς τῶν νεκρῶν λέγων παιῶνα οὐκ ἐχούσας, ἄρσενας δὲ χοὰς τὰς οὐδὲν ἐκτρεφούσας· θήλεα μὲν γὰρ τὰ καρποφόρα, ἄρσενα δὲ τὰ ἄγονα λέγονται, διὰ τὸ μὲν τὸ σπέρμα παρέχειν μόνον, τὴν δὲ καὶ ἐκτρέφειν. Ὅθεν καὶ θῆλυς ἐέρση, ἡ πολύγονος καὶ τροφίμη. Διαπεραιοῦσθαι δὲ ὑπὸ τῶν ἀπογινομένων τὸν Ἀχέροντά φασιν εἰκότως· ὁ γὰρ μετηλλαχὼς πάντα τὰ τοῦ ζῇν ἄχη σχεδὸν ὑπερῆρε, καὶ ἔστιν ἐν ἀπονίᾳ καὶ ἀλυπίᾳ πάσῃ. Γοργύραν δὲ τοῦ Ἀχέροντος γυναῖκα προσανέπλασαν, ἀπὸ τοῦ γοργὰ φαίνεσθαι τοῖς πολλοῖς τὰ ἐν ᾍδου· καθὸ δὴ καὶ αὐτοῦ τούτου τιθήνην ὁ Σώφρων Μορμολύκαν ὠνόμασε.»
Ταῦτα δὲ εἰπὼν περὶ τοῦ Ἀχέροντος Ἀπολλόδωρος ἐπάγει περὶ τῆς Στυγὸς αὐταῖς λέξεσι τάδε· «Στύγα δὲ δεινήν τινα καὶ φοβερὰν ὑποστησάμενοι δαίμονα, θεῶν ὅρκον, ἐν ᾍδου τε ταύτην κατῴκισαν, καὶ τῆς προσηγορίας ταύτης ἠξίωσαν ἀπὸ τοῦ στυγνάζειν τοῖς πένθεσι, καὶ στύγεσθαι τὰ ἐν ᾍδου. Ὅρκον δὲ τῶν θεῶν, διʼ ἐναντιότητα· ἡ μὲν γὰρ τῶν ὄντων τε καὶ ζώντων φθαρτικὴν ἔχει δύναμιν, ὅσον ἐφʼ ἑαυτῇ· οἱ δὲ τῇ τε προαιρέσει καὶ τῷ τρόπῳ διεστήκασι.»
Τοσαῦτα περὶ τῆς Στυγὸς εἰπὼν, ἐπάγει· «Κωκυτὸν δὲ ποταμὸν ἀνέπλασαν ἀπὸ τοῦ κωκύειν· ὅς ἐστι Στυγὸς καὶ στυγνάσεως ἀποῤῥώξ. Τοιούτου δέ ἐστι γένους καὶ ὁ Πυριφλεγέθων· εἴρηται γὰρ ἀπὸ τοῦ πυρὶ φλέγεσθαι τοὺς τελευτῶντας, ὡς Ὅμηρός φησιν Οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν· ἀλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός· ψυχὴ δʼ, ἠΰτʼ ὄνειρος, ἀποπταμένη πεπότηται. Ὑποτίθεται γὰρ τὰς ψυχὰς τοῖς εἰδώλοις τοῖς ἐν τοῖς κατόπτροις φαινομένοις ὁμοίας, καὶ τοῖς διὰ τῶν ὑδάτων συνισταμένοις, ἃ καθάπαξ ἡμῖν ἐξείκασται καὶ τὰς κινήσεις μιμεῖται, στερεμνιώδη δʼ ὑπόστασιν οὐδεμίαν ἔχει εἰς ἀντίληψιν καὶ ἁφὴν, ὅθεν αὐτὰς βροτῶν εἴδωλα καμόντων λέγει.»
Οἱ πλείους δὲ ὕδωρ ἱστόρησαν τὴν Στύγα ἐπίγειον, φύσιν ἔχον ἀμύνεσθαι τοὺς κατʼ αὐτοῦ ψευδῶς ὀμόσαι τολμήσαντας. Διαβόητον μὲν τοίνυν Στυγὸς ὕδωρ κατὰ Ἀρκαδίαν οἱ ἱστορικοὶ ἀναγεγράφασιν, ὧν ἐστι καὶ Ἡρόδοτος, ὃς ἐν τῇ ἕκτῃ τὰ κατὰ Κλεομένην ἀφηγούμενος, γράφει ταῦτα· Ἐντεῦθεν δὲ ἀφικόμενος εἰς τὴν Ἀρκαδίαν, νεώτερα ἔπρησσε πράγματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ· ἄλλους τε ὅρκους προσάγων σφι, καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστῶτας ἀγινέων, ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ. Καλλίμαχος δʼ ἐν τῷ περὶ Νυμφῶν συγγράμματι καὶ τὸ ἰδίωμα τοῦ ὕδατος ἀφηγεῖται, λέγων οὕτω· Στὺξ ἐν Νωνακρίνῃ κρήνη τῆς Ἀρκαδίας, ἧς ὕδωρ ἐστὶ τὸ διακόπτον πάντα τὰ ἀγγεῖα, πλὴν τῶν κερατίνων.
Κλήμης ὁ Ἀλεξανδρεύς : Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίῳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι τὰ μυστήρια ἐπιτυμβίῳ τιμῇ.
Ἀθηναγόρας ὁ Ἀθηναῖος : Καὶ ὅτι μὲν ἄνθρωποι οἱ θεοί, δηλοῦσι μὲν καὶ Αἰγυπτίων οἱ λογιώτατοι, οἳ θεοὺς λέγοντες αἰθέρα, γῆν, ἥλιον, σελήνην, τοὺς ἄλλους ἀνθρώπους θνητοὺς νομίζουσι καὶ ἱερὰ τοὺς τάφους αὐτῶν. Δηλοῖ δὲ καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν.
Κλήμης ὁ Ἀλεξανδρεύς : Πολλὰ κἀγαθὰ Κᾶρες σχοῖεν, οἳ καταθύουσιν αὐτῷ τοὺς κύνας. Σκύθαι δὲ τοὺς ὄνους ἱερεύοντες μὴ παυέσθων, ὡς Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος.
Ἰωάννης ὁ Λυδός : Οὐδὲ γὰρ ἄν τις εὕροι κυρίαν θεοῦ προσηγορίαν, κατὰ τὸν Ἀπολλόδωρον, ἀλλʼ οὐδὲ φύσεως γνώριμα, ἐπεὶ νῦν μὲν ἄρρενας, νῦν δὲ θηλείας τὰς ἰδέας εἰσάγουσιν οἱ φιλοσοφοῦντες· ἀλλʼ ἐκ τῶν ἀποτελεσμάτων ὀνομασίας αὐταῖς ἔθεντο, ἄρρενας μὲν θεοὺς τὰς δημιουργικὰς δυνάμεις, θηλείας δὲ τὰς ζωογόνους εἰσάγοντες.
Ζηνόβιος ὁ Σοφιστής : Μῆλον Ἡρακλῆς. Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν, ὅτι θύεται Ἀθήνησιν Ἡρακλεῖ ἀλεξικάκῳ ἰδιάζουσά τις θυσία. Τοῦ γὰρ βοὸς ποτὲ ἐκφυγόντος, ὃν ἔμελλον Ἡρακλεῖ προσάξαι, μῆλον λαβόντας καὶ κλάδους ὑποθέντας, τέσσαρας μὲν ἀντὶ σκελῶν, δύο δὲ ἀντὶ κεράτων, σχηματίσαι τὸν βοῦν, καὶ οὕτω τὴν θυσίαν ποιήσασθαι.
Ἀθήναιος : Ὁ κίθαρος ... ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ Ἀπόλλωνος, εἴρηκεν Ἀπολλόδωρος.
Ἀθήναιος : Ἀπολλόδωρος δὲ ἐν τοῖς περὶ Θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός.
Ἀθήναιος : ἀπὸ τῆς παρʼ Ἀθηναίοις καλουμένης ἑταίρας τῆς Ἀφροδίτης. Περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος οὕτως· «Ἑταίραν δὲ τὴν Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν· τοῦτο δʼ ἐστὶ φίλας.»
Οὐαλέριος Ἁρποκρατίων : Πάνδημος Ἀφροδίτη. Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν, πάνδημον φησὶν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν, διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἀπολλόδωρος φησὶν ἐν τῷ περὶ Θεῶν, ὅτι ἡ περιστερὰ ἱερὰ Ἀφροδίτης. Διὸ καὶ λάγνον, παρὰ γὰρ τὸ περισσῶς ἐρᾷν λέγεται.
Πλούταρχος : Οὐ μὴν ἀλλὰ κατʼ ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδωρος οἴεται, παράλιον φυτὸν οὖσαν, οὐδὲ ὅτι φιλήνεμός ἐστιν, ὥσπερ ἡ θάλασσα — καὶ γὰρ τοῦτό τινες λέγουσιν —, ἀλλὰ διὰ τῆς ναυπηγίας μάλιστα.
Πορφύριος : Καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον.
Ἀριστοφάνους Σχόλια : Μυρσίνῳ στεφάνῳ ἐστεφανοῦντο οἱ μεμυημένοι, οὐχ, ὥς τινες νομίζουσι, κισσίνῳ. Ὁ δὲ Ἀπολλόδωρος καὶ τοὺς Θεσμοθέτας φησὶ διὰ τοῦτο μυρσίνῃ στέφεσθαι, ὅτι οἰκείως ἔχει πρὸς τὸ φυτὸν ἡ θεὸς, καὶ ὅτι τοῖς χθονίοις ἀφιέρωτο.
Φώτιος : Καλλιγένειαν. Ἀπολλόδωρος μὲν τὴν γῆν· οἱ δὲ Διὸς καὶ Δήμητρος θυγατέρα· Ἀριστοφάνης δὲ ὁ κωμικὸς τροφόν.
Οὐαλέριος Ἁρποκρατίων : Αὐτόχθονες. Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν κληθῆναι φησὶν αὐτοὺς αὐτόχθονας, ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο.
Οὐαλέριος Ἁρποκρατίων : Κύρβεις. Κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους. Εἶναι δὲ αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας· οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως, διὰ τὸ κεκορυφῶσθαι, κύρβεις ἐκάλουν. Ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην
Οὐαλέριος Ἁρποκρατίων : Ὁ κάτωθεν νόμος, ... ὅτι γὰρ βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ.
Ἀριστοφάνους Σχόλια : Ἀπολλόδωρος δέ φησι πᾶσαν δημοσίαν γραφὴν καὶ νόμους κύρβιν καλεῖσθαι· ὅτι οἱ ἀρχαῖοι λίθους ἱστάντες, τὸ δόξαν ἀνέγραφον οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας ἐκάλουν, κύρβεις δὲ ἀπὸ τῆς εἰς ὕψος ἀνατάσεως· ὕστερον δὲ, τὰ ξύλα λελευκωμένα γράφοντες ὁμοίως ἐκάλεσαν. Κύρβις οὖν ἡ περιέχουσα τὰς ἱερὰς γραφὰς στήλη.
Σοῦδα : Κύρβεις. Τοὺς Κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγεγραμμένους ἔχειν τοὺς νόμους· εἶναι δὲ λίθους ὀρθοὺς ἑστῶτας, ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι, ἀπὸ δὲ τῆς εἰς ὕψος παρατάσεως, διὰ τὸ κεκορυφῶσθαι, κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην.
Σοῦδα : Κύρβεις οὖν παρὰ τὸ κεκορυφῶσθαι εἰς ὕψος ἀνατεταμένας. Ἢ ἀπὸ τῶν Κορυβάντων· ἐκείνων γὰρ εὕρημα φησὶ καὶ Ἀπολλόδωρος.
Ἀριστοφάνους Σχόλια : Κύρβεις ... εἴρηται δὲ ἀπὸ τοῦ κεκορυφῶσθαι εἰς ὕψος, ἢ κατεσκειρῶσθαι, ὡς Ἀπολλόδωρος. Θεόφραστος δὲ ἀπὸ τῶν Κρητικῶν Κορυβάντων· τῶν γὰρ Κορυβαντικῶν ἱερῶν οἷον ἀντίγραφα αὐτοὺς εἶναι.
Οὐαλέριος Ἁρποκρατίων Μεῖον καὶ Μειαγωγός: Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν, Οἱ φράτορες, φησὶν, ἵνα μείζονας νέμωνται μερίδας, ἐπεφώνουν ἑστῶτες, Ἱστάνειν δεῖ, μεῖον γάρ ἐστι.
Ἀριστοφάνους Σχόλια : Χόες. ... ἑορτή τις παρʼ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. Φησὶ δὲ Ἀπολλόδωρος, Ἀνθεστήρια καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοιγίαν, Χόας, Χύτραν. Καὶ αὖθις. Ὅτι Ὀρέστης μετὰ τὸν φόνον εἰς Ἀθήνας ἀφικόμενος — ἦν δὲ ἑορτὴ Διονύσου Ληναίου —, ὡς μὴ γένοιτο σφίσιν ὁμόσπονδος ἀπεκτονὼς τὴν μητέρα, ἐμηχανήσατο τοιόνδε τι Πανδίων· χοᾶ οἴνου τῶν δαιτυμόνων ἑκάστῳ παραστήσας, ἐξ αὐτοῦ πίνειν ἐκέλευσε μηδὲν ὑπομιγνύντας ἀλλήλοις, ὡς μήτε ἀπὸ τοῦ αὐτοῦ κρατῆρος πίοι Ὀρέστης, μήτε ἐκεῖνος ἄχθοιτο καθʼ αὑτὸν πίνων μόνος· καὶ ἀπʼ ἐκείνου Ἀθηναίοις ἑορτὴ ἐνομίσθη οἱ Χόες.
Ἰωάννης ὁ Λυδός : Φέρεται δὲ καί τις μῦθος περὶ αὐτοῦ τοῦ Διονύσου ὡς εἴη γεγονὼς ἐκ Διὸς καὶ Γῆς, τῆς δὲ Γῆς Θεμέλης προσαγορευομένης διὰ τὸ εἰς αὐτὴν πάντα καταθεμελιοῦσθαι, ἣν κατὰ συναλλαγὴν ἑνὸς στοιχείου τοῦ σ, Σεμέλην οἱ ποιηταὶ προσηγορεύκασι.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Ἑρμῖνʼ ἀσκήσας: Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος, παῖς ἔτι ὢν, ἐν ἀνθρώποις τέσσαρα μέγιστα εὕρετο· γράμματα, καὶ μουσικὴν, καὶ παλαίστραν, καὶ γεωμετρίαν. Ὅθεν καὶ τοὺς Ἕλληνας τετράγωνον αὐτὸν ἀσκῆσαι, καὶ οὕτως ἐν τοῖς γυμνασίοις ἀναθεῖναι. Τῷ δὲ ὀνειροπομπὸν αὐτὸν εἶναι, καὶ τοὺς κοιμωμένους αὐτῷ εὔχεσθαι, καὶ αὐτὸν ἀναμένειν, εἵλοντο ἐν τοῖς θαλάμοις ἔχειν αὐτὸν φύλακα τοῦ ὕπνου, ἐπινοῆσαί τε καὶ ἀσκῆσαι τοὺς τῶν κλινῶν πόδας εἰς τὴν τοῦ θεοῦ πρόσοψιν, ὅπως ἀλεξήτορας ἔχοντες ἰδέας, τὰ μὲν δείματα μὴ φοβοῖντο, προσδοκῷεν δὲ πλείστην ἐπαφροδισίαν διὰ τῶν ὀνειράτων. Ἡ δὲ ἱστορία παρὰ Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Κυλλήνιος δὲ Ἑρμῆς, μυθικῶς μὲν ἀπὸ Κυλλήνης, ἥτις ὄρος ἐστὶν Ἀρκαδίας, σταδίων ἐννέα Ὀλυμπιακῶν, παρὰ πόδας ὀγδοήκοντα, καθὰ φασὶν ἱστορεῖν Ἀπολλόδωρον, ὀνομασθὲν ἀπὸ Κυλλήνης ἡρωΐδος τινός· περιᾴδεται δὲ διαφερόντως ἐν τοῖς περὶ τοῦτο τὸ ὄρος τιμᾶσθαι τὸν Ἑρμῆν, κἀκεῖθεν σχεῖν τὸ λεχθὲν ἐπίθετον.
Εὐστάθιος ὁ Θεσσαλονίκης, Στέφανος ὁ Βυζάντιος : Κυλλήνη, ὄρος Ἀρκαδίας, σταδίων ἐννέα παρὰ πόδας ὀγδοήκοντα, ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. Ἐν τούτῳ δέ φασι τῷ ὄρει τοὺς κοττύφους λευκοὺς γίγνεσθαι, ἄλλοθι δὲ μηδαμῆ, καὶ φωνὰς ποικίλας προΐεσθαι· θηρεύεσθαι δὲ πρὸς τὴν σελήνην· τῆς δὲ ἡμέρας εἴ τις ἐπιχειροίη, σφόδρα δυσθηράτους εἶναι.
Τιτὰν Προμηθεὺς Περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδημίαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι, Ἀπολλόδωρος γράφει οὕτω τῇ περὶ θεῶν· «Συντιμᾶται δὲ καὶ ἐν Ἀκαδημίᾳ τῇ Ἀθηνᾷ, καθάπερ ὁ Ἥφαιστος. Καὶ ἔστιν αὐτῷ παλαιὸν ἵδρυμα, καὶ ναὸς ἐν τῷ τεμένει τῆς θεοῦ. Δείκνυται δὲ καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον, ἐν ᾗ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου. Πεποίηται δὲ, ὡς καὶ Λυσιμαχίδης φησὶν, ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος, ἐν δεξιᾷ σκῆπτρον ἔχων, ὁ δὲ Ἥφαιστος, νέος καὶ δεύτερος· καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.»
Χαλκόπους ὀδός. Ὡς οὕτω τινὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος ὀδοῦ. Φησὶ δὲ Ἀπολλόδωρος διʼ αὐτοῦ κατάβασιν εἶναι εἰς ᾍδου. Καὶ Ἴστρος δὲ μνημονεύει τοῦ χαλκοῦ ὀδοῦ καὶ Ἀστυδάμας. Καί τις τῶν χρησμοποιῶν φησι «Βοιωτοὶ δʼ ἵπποιο ποτιστείχουσι Κολωνὸν, Ἔνθα λίθος τρικάρανος ἔχει καὶ χάλκεος οὐδός.»
Κύκλος λεύσσει νιν Μορίου Διός Μόριον Δία εἶπε τὸν ἐπόπτην τῶν μορίων ἐλαιῶν. Καὶ ἔστιν ὁ λεγόμενος Μόριος Ζεὺς περὶ Ἀκαδημίαν, ὥς φησιν Ἀπολλόδωρος· «Περὶ Ἀκαδημίαν ἐστὶν ὅ, τε τοῦ Καταιβάτου Διὸς βωμὸς, ὃν καὶ Μόριον καλοῦσι, τῶν ἐκεῖ μορίων παρὰ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἱδρυμένων.»
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὄλυμποι δέ εἰσιν ἕξ· Μακεδονίας, Θεσσαλίας, ἐν ᾧ καὶ Ὀλύμπιά φησιν Ἀπολλόδωρος ἄγεσθαι, Μυσίας, Κιλικίας, Ἤλιδος, Ἀρκαδίας.
Σχόλια εἰς Θεόκριτον : Ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει. Τὸν γὰρ χαλκὸν ἐπεῖδον ἐν ταῖς ἐλλείψεσι τῆς σελήνης καὶ ἐν τοῖς κατοιχομένοις, ἐπειδὴ ἐνομίζετο καθαρὸς εἶναι καὶ ἀπελαστικὸς τῶν μιασμάτων. Διόπερ πρὸς πᾶσαν ἀφοσίωσιν καὶ ἀποκάθαρσιν αὐτῷ ἐχρῶντο· ὥς φησι καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν.
Σχόλια εἰς Θεόκριτον : Τὸ ἄχει ἀντὶ τοῦ ψόφει, κροῦε. Ἐπεὶ ὁ τοῦ χαλκοῦ ἦχος οἰκεῖος τοῖς κατοιχομένοις. Φησὶν Ἀπολλόδωρος Ἀθήνησι τὸν ἱεροφάντην τῆς Κόρης ἐπικαλουμένης ἐπικρούειν τὸ λεγόμενον ἠχεῖον. Καὶ παρὰ Λάκωσι, βασιλέως ἀποθανόντος, εἰώθασι κρούειν λέβητα.
Σχόλια εἰς Θεόκριτον : Λυτιέρσης ... τοῦτον δέ φησιν Ἀπολλόδωρος ᾠδὴν εἶναι θεριστῶν, λέγων οὕτω· «Καθάπερ ἐν μὲν θρήνοις Ἰάλεμος, ἐν δὲ ὕμνοις Ἴουλος, ἀφʼ ὧν καὶ τὰς ᾠδὰς αὐτὰς καλοῦσιν, οὕτω καὶ τῶν θεριστῶν ᾠδὴ Λυτιέρσης.»
Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Ἀγρεὺς ὁ Πᾶν παρὰ Ἀθηναίοις, ὡς Ἀπολλόδωρος.
Σοῦδα : Ἀμφιφῶντες, πλακοῦντος εἶδος· οἵτινες ἐγίνοντο, ὅτε ὁ ἥλιος καὶ ἡ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται. Ἢ ὅτι ἐκόμιζον αὐτὸν, δᾳδία ἡμμένα περιπηγνύντες ἐπʼ αὐτῷ· ὥς φησιν Ἀπολλόδωρος.
Σοῦδα Ἀνάστατοι: ... ὀνομάζονται δὲ Ἀμφιφῶντες, ὡς μέν τινες, ὅτι τότε γίνονται, ὅτε ἥλιός τε καὶ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται· ὡς δὲ Ἀπολλόδωρος, ὅτι κομίζουσιν αὐτοὺς δᾳδία ἡμμένα παραπηγνύντες ἐπʼ αὐτῶν.
Σοῦδα : Ταυροπόλον· τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος.
Ἀριστοφάνους Σχόλια : Νὴ τὴν ταυροπόλον οὕτω τὴν Ἄρτεμιν ἐκάλουν. Τὴν δὲ αἰτίαν Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν ἐκτίθεται. Ἔστι δὲ ὅτε καὶ τὴν Ἀθηνᾶν οὕτω καλοῦσιν, ὡς Ξενομήδης ἱστορεῖ.
Στέφανος ὁ Βυζάντιος : Ἀκρώρεια, ἄκρον ὄρους, ἐν ᾧ οἱ οἰκοῦντες Ἀκρωρεῖται. Οὕτω δὲ παρὰ Σικυωνίοις ἐτιμᾶτο ὁ Διόνυσος. Ἐκαλεῖτο δὲ παρὰ μὲν Σικυωνίοις Ἀκρωρείτης, παρὰ δὲ Μεταποντίνοις Ἐρίφιος. Ἀπολλόδωρός φησιν.
Στέφανος ὁ Βυζάντιος : Ἰλισσὸς, ποταμὸς τῆς Ἀττικῆς, «ἐν ὧ τιμῶνται αἱ Μοῦσαι Ἰλισσίδες», ὡς Ἀπολλόδωρος.
Σχόλια εἰς Εὐριπίδην : Τᾶς καλλιδίφρου Ἀθαναίας Οὐ μόνον γὰρ παρθένοι ὕφαινον, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ Περὶ θεῶν αὐλῆς … ἀλλὰ καὶ τέλειαι γυναῖκες, ὡς Φερεκράτης ἐν Δουλοδιδασκάλῳ
ΧΡΟΝΙΚΑ
Ψευδοσκύμνος : Ἔστι δʼ ἃ γράφω τοιαῦτα. Τοῖς ἐν Περγάμῳ βασιλεῦσιν, ὧν ἡ δόξα καὶ τεθνηκότων παρὰ πᾶσιν ἡμῖν ζῶσα διὰ παντὸς μένει, τῶν Ἀττικῶν τις γνησίων τε φιλολόγων, γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωϊκοῦ, συνεσχολακὼς δὲ πολὺν Ἀριστάρχῳ χρόνον, συνετάξατʼ ἀπὸ τῆς Τρωϊκῆς ἀλώσεως χρονογραφίαν στοιχοῦσαν ἄχρι τοῦ νῦν βίου. Ἔτη δὲ τετταράκοντα πρὸς τοῖς χιλίοις ὡρισμένως ἐξέθετο, καταριθμούμενος πόλεων ἁλώσεις, ἐκτοπισμοὺς στρατοπέδων, μεταναστάσεις ἐθνῶν, στρατείας βαρβάρων, ἐφόδους, περαιώσεις τε ναυτικῶν στόλων, θέσεις ἀγώνων, συμμαχίας, σπονδὰς, μάχας, πράξεις βασιλέων, ἐπιφανῶν ἀνδρῶν βίους, φυγὰς, στρατείας, καταλύσεις τυραννίδων· πάντων ἐπιτομὴν τῶν χύδην εἰρημένων. Μέτρῳ δὲ ταύτην ἐκτιθέναι προείλετο τῷ κωμικῷ δὲ, τῆς σαφηνείας χάριν· εὐμνημόνευτον ἐσομένην οὕτως ὁρῶν. ... Ἐκεῖνος οὖν κεφάλαια συναθροίσας χρόνων, εἰς βασιλέως ἀπέθετο Φιλαδέλφου χάριν· ἃ καὶ διὰ πάσης γέγονε τῆς οἰκουμένης ἀθάνατον ἀπονέμοντα δόξαν Ἀττάλῳ τῆς πραγματείας ἐπιγραφὴν εἰληφότι.
Στέφανος ὁ Βυζάντιος : Δύμη, πόλις Ἀχαΐας ... Καὶ Δύμη ἡ χώρα πάλαι ἐκαλεῖτο, ἡ δὲ πόλις Στρατός. Ὕστερον δὲ καὶ ἡ πόλις καὶ ἡ χώρα Δύμη ἐκλήθησαν. Λέγεται καὶ πληθυντικῶς, ὡς Ἀπολλόδωρος· «Τούτων ἀπέχουσα σταδίους ρκʹ, ἐσχάτη κεῖται πρὸς δύσιν Δῦμαι.» Ὁ πολίτης Δυμαῖος ... Ἀπολλόδωρος ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενος· «Τὴν δὲ χώραν ἔχουσι Δυμαῖοι» ... Καὶ Ἀπολλόδωρος ἐν Χρονικῶν αʹ· «Πόλεμος ἐνέστη τοῖς τε Δυμαίοις.»
Στέφανος ὁ Βυζάντιος : Ἀσσώριον, πόλις Σικελίας. Ταύτην τρισυλλάβως Ἀσσωρὸν καλεῖ Ἀπολλόδωρος ἐν πρώτῃ Χρονικῶν.
Στέφανος ὁ Βυζάντιος : Ἑλωρὸς, πόλις Σικελίας, ἀπὸ Ἑλώρου ποταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται τιθασσοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν πρώτῃ.
Στέφανος ὁ Βυζάντιος : Μυοῦς, πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ Χρονικῶν.
Στέφανος ὁ Βυζάντιος : Χήσιον, Ἰωνίας πολίχνιον, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν πρώτῳ.
Στέφανος ὁ Βυζάντιος : Μεναί, πόλις Σικελίας ἐγγὺς Παλίκων. Ἀπολλόδωρος ἐν βʹ Χρονικῶν.
Στέφανος ὁ Βυζάντιος : Νόαι, ... πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ Χρονικῶν.
Στέφανος ὁ Βυζάντιος : Παρπάρων, χωρίον ἐν Ἀσίᾳ Αἰολικὸν, ἔνθα ἱστοροῦσι Θουκυδίδην ἀποθανεῖν, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν δευτέρῳ.
Στέφανος ὁ Βυζάντιος : Ὕκκαρον, φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δʼ ἐν δευτέρῳ Χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκκαρα.
Στέφανος ὁ Βυζάντιος : Φαβία, πόλις Κελτογαλατῶν, κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ Χρονικῶν.
Στέφανος ὁ Βυζάντιος : Χαιρώνεια, ... τὸ κτητικὸν Χαιρωνικὸς καὶ Χαιρωνική. Ἀπολλόδωρος ἐν Χρονικῶν δευτέρῳ· «Κατὰ τὴν μάχην, ὥς φασι, τὴν Χαιρωνικήν.»
Στέφανος ὁ Βυζάντιος : Ἀμαξιτὸς, πολίχνιον τῆς Τρωάδος. ... Τὸ ἐθνικὸν Ἀμαξιτεύς. Ἀπολλόδωρος δὲ ἐν Χρονικῶν τρίτῃ Ἀμαξιτηνούς φησιν.
Στέφανος ὁ Βυζάντιος : Λίγγος, φρούριον Κασσανδρέων. Ἀπολλόδωρος ἐν Χρονικῶν τρίτῳ, ὃς καὶ τὸ ἐθνικὸν Λιγγαῖος.
Στέφανος ὁ Βυζάντιος : Ληναῖος, ἀγὼν Διονύσου ἐν ἀγροῖς ἀπὸ τῆς ληνοῦ. Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν.
Στέφανος ὁ Βυζάντιος : Ζάκανθα, πόλις Ἰβηρίας, ἣν εἷλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν τρίτῃ.
Στέφανος ὁ Βυζάντιος : Μέσμα, πόλις Ἰταλίας. Ἀπ. ἐν τρίτῳ Χρονικῶν.
Στέφανος ὁ Βυζάντιος : Ἀερία, ἡ Αἴγυπτος ... Ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν τετάρτῳ.
Στέφανος ὁ Βυζάντιος : Αἰδούσιοι, σύμμαχοι Ῥωμαίων πρὸς τῇ Κελτικῇ Γαλατίᾳ. Ἀπολλόδωρος ἐν Χρονικῶν δʹ.
Στέφανος ὁ Βυζάντιος : Ἀμήστρατος, πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ Χρονικῶν.
Στέφανος ὁ Βυζάντιος : Ἀρόερνοι, ἔθνος μαχιμώτατον τῶν πρὸς τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωρος τετάρτῃ Χρονικῶν· «Κελτῶν Ἀροέρνους.»
Στέφανος ὁ Βυζάντιος : Δῶρος, πόλις Φοινίκης ... Ἀπολλόδωρος δὲ Δῶρον καλεῖ ἐν Χρονικῶν δʹ.
«Εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν.»
Στέφανος ὁ Βυζάντιος : Καινοὶ, ἔθνος Θρᾴκιον. Ἀπολλόδωρος ἐν Χρονικῶν τετάρτῳ.
Στέφανος ὁ Βυζάντιος : Χαλκητόριον, πόλις Κρήτης. Ὁ πολίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ Χρονικῶν·
«Μεθʼ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς.»
Στέφανος ὁ Βυζάντιος : Πάρθος, πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν Χρονικοῖς.
Γεώργιος ὁ Σύγκελλος : Ἐν τῇ Βαβυλῶνι πολὺ πλῆθος ἀνθρώπων γενέσθαι ἀλλοεθνῶν κατοικησάντων τὴν Χαλδαίαν· ζῆν δὲ αὐτοὺς ἀτάκτως ὥσπερ τὰ θηρία. Ἐν δὲ τῷ πρώτῳ ἐνιαυτῷ φανῆναι ἐκ τῆς ἐρυθρᾶς θαλάσσης κατὰ τὸν ὁμοροῦντα τόπον τῇ Βαβυλωνίᾳ ζῶον ἄφρενον ὀνόματι Ὠάννην, καθὼς καὶ Ἀπολλόδωρος ἱστόρησε, τὸ μὲν ὅλον σῶμα ἔχον ἰχθύος, ὑπὸ δὲ τὴν κεφαλὴν παραπεφυκυῖαν ἄλλην κεφαλὴν ὑποκάτω τῆς τοῦ ἰχθύος κεφαλῆς, καὶ πόδα ὁμοίως ἀνθρώπου, παραπεφυκότας δὲ ἐκ τῆς οὐρᾶς τοῦ ἰχθύος.
Γεώργιος ὁ Σύγκελλος : οὔτε ἄλλῃ τινὶ δαιμωνιώδει αὐτῶν ἱστορίᾳ. Σχεδὸν γὰρ ἀπὸ ταύτης τῆς συγγραφῆς καθάπερ ἔκ τινος πηγῆς βορβορώδους καὶ τῶν παραπλησίων αὐτῇ πᾶσα μυθώδης Ἑλληνικὴ καὶ Μανιχαϊκὴ κακοδοξία ἀνέβλυσε. Καὶ τῶν καθʼ ἡμᾶς δὲ αἱρέσεων οὐκ ὀλίγαι τὰς ἀρχὰς ἐκ τοιούτων ἀπατηλῶν ἐσχήκασι τὰς ἀφορμάς. Οὗ χάριν προήχθημεν ἀσφαλείας ἕνεκα τῶν τὰ τοιαῦτα μυθάρια ὡς καίρια λογιζομένων τὰς προγραφείσας μαρτυρίας Ἀλεξάνδρου καὶ τῶν προειρημένων δύο μοναζόντων Ἀννιανοῦ τε καὶ Πανοδώρου τῶν ὁμοχρόνων ἐπὶ Θεοφίλου τοῦ εἰκοστοῦ δευτέρου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀκμασάντων καὶ πολλὰ χρήσιμα κεφάλαια ἱστορικὰ πεπονηκότων παραθέσθαι.
Εἰ καὶ ἐν τῷδε τῷ μέρει δοκοῦντές τι κατορθοῦν οὐδὲν τῇ ἀληθείᾳ κέρδος προσήγαγον, δεξάμενοι τὰς Ἀλεξάνδρου τοῦ προῤῥηθέντος περὶ τῆς τῶν Χαλδαίων βασιλέων δόξας, ὅτι πρὸ τοῦ κατακλυσμοῦ ἐν Βαβυλῶνι ἐβασίλευσαν, καὶ τὸν τῶν ἐτῶν μυριαδισμὸν ἀλληγορησάντων, πρὸς τούτοις δὲ καὶ Ἀβυδηνοῦ καὶ Ἀπολλοδώρου περὶ τῶν αὐτῶν, καὶ ἔτι Μανεθῶ περὶ τῆς Αἰγυπτίων δυναστείας πρὸ τοῦ κατακλυσμοῦ παρόμοια μυθολογοῦντας, ὧν τὰς χρήσεις, Ἀβυδηνοῦ λέγω καὶ Ἀπολλοδώρου καὶ Μανεθῶ, προστεθῆναι ταύτης ἡγοῦμαι τῆς προθέσεως, ὡς ἂν καὶ ἐξ ἀλλήλων αὐτοῖς τὸ ἀσύμφωνον συναχθῇ καὶ ὑφʼ ἑαυτοῦ τὸ κακὸν ἀνατραπῇ, καὶ οὕτω τοῖς μετὰ τὸν κατακλυσμὸν ἔτεσι τὰ κατὰ μέρος ὅση δύναμις ἐπισημήνασθαι.
Γεώργιος ὁ Σύγκελλος : Εὐσέβιος καὶ Ἰώσηππος καὶ ἄλλοι περὶ τῆς τῶν Χαλδαίων βασιλείας ἱστορικοὶ φαίνονται λέγοντες ὅτι πρὸ τοῦ κατακλυσμοῦ ἐβασίλευον ἑπόμενοι Ἀλεξάνδρῳ τῷ Πολυΐστορι καὶ Ἀβυδηνῷ καὶ Ἀπολλοδώρῳ, μηδεμίαν ἔχοντες ἀφορμὴν ἐκ τῶν θειῶν γραφῶν.
Γεώργιος ὁ Σύγκελλος : Πρὸς τούτοις καὶ Ἀπολλόδωρος ὁμοίως τούτοις τερατευόμενος οὕτω λέγει· Ταῦτα μὲν ὁ Βήρωσσος ἱστόρησε, πρῶτον γενέσθαι βασιλέα Ἄλωρον ἐκ Βαβυλῶνος Χαλδαῖον· βασιλεῦσαι δὲ σάρους δέκα, καὶ καθεξῆς Ἀλάπαρον καὶ Ἀμήλωνα τὸν ἐκ Παντιβίβλων· εἶτα Ἀμμένωνα τὸν Χαλδαῖον, ἐφʼ οὗ φησι φανῆναι τὸν μυσαρὸν Ὠάννην, τὸν Ἀννήδωτον, ἐκ τῆς Ἐρυθρᾶς· ὅπερ Ἀλέξανδρος προλαβὼν εἴρηκε φανῆναι τῷ πρώτῳ ἔτει· οὗτος δὲ μετὰ σάρους τεσσαράκοντα, ὁ δὲ Ἀβυδηνὸς τὸν δεύτερον Ἀννήδωτον μετὰ σάρους ἕξ· εἶτα Μεγαλάρον ἐκ Παντιβίβλων πόλεως, βασιλεῦσαι δʼ αὐτὸν σάρους ὀκτοκαίδεκα· καὶ μετὰ τοῦτον Δάωνον ποιμένα ἐκ Παντιβίβλων βασιλεῦσαι σάρους δέκα. Κατὰ τοῦτον πάλιν φησὶ φανῆναι ἐκ τῆς Ἐρυθρᾶς Ἀννήδωτον τέταρτον τὴν αὐτὴν τοῖς ἄνω ἔχοντα διάθεσιν καὶ τὴν ἰχθύος πρὸς ἀνθρώπους μῖξιν. Εἶτα ἄρξαι Εὐεδώραχον ἐκ Παντιβίβλων, καὶ βασιλεῦσαι σάρους ὀκτωκαίδεκα. Ἐπὶ τούτου φησὶν ἄλλον φανῆναι ἐκ τῆς ἐρυθρᾶς θαλάσσης ὅμοιον κατὰ τὴν ἰχθύος πρὸς ἄνθρωπον μῖξιν, ᾧ ὄνομα Ὠδάκων. Τούτους δέ φησι πάντας τὰ ὑπὸ Ὠάννου κεφαλαιωδῶς ῥηθέντα κατὰ μέρος ἐξηγήσασθαι. Περὶ τούτου Ἀβυδηνὸς οὐδὲν εἶπεν. Εἶτα ἄρξαι Ἀμεμψινὸν Χαλδαῖον ἐκ Λαράγχων· βασιλεῦσαι δὲ αὐτὸν ὄγδοον σάρους δέκα. Εἶτα ἄρξαι Ὠτιάρτην Χαλδαῖον ἐκ Λαράγχων, βασιλεῦσαι δὲ σάρους ηʹ. Ὠτιάρτου δὲ τελευτήσαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ὀκτωκαίδεκα. Ἐπὶ τούτου δὲ τὸν μέγαν κατακλυσμόν φησι γεγενῆσθαι. Ὡς γίνεσθαι ὁμοῦ πάντας βασιλεῖς δέκα, σάρους δὲ ἑκατὸν εἴκοσι.
Αὐτὸν Νῖνον τὸν Νεβρώθ οἱ Ἀσσύριοι προσηγόρευσαν· «Οὗτος διδάσκει Ἀσσυρίους σέβειν τὸ πῦρ.»
Ἀριστοφάνους Σχόλια : Ἀπολλόδωρος δὲ ταῦτά φησιν ἐγγεγράφθαι ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀσσυρίοις γράμμασι· Σαρδανάπαλος, Ἀνακυνδαράξου παῖς, Ταρσόν τε καὶ Ἀγχίαλον ἔδειμεν ἐν ἡμέρᾳ μιᾷ. Ἔσθιε, πῖνε, ὄχευε· ὡς τἄλλα οὐδενός ἐστιν ἄξια.
Γεώργιος ὁ Σύγκελλος : Ἀπολλόδωρος χρονικὸς ἄλλην Αἰγυπτίων τῶν Θηβαίων λεγομένων βασιλείαν ἀνεγράψατο βασιλέων ληʹ, ἐτῶν ͵αος. Ἥτις ἤρξατο μὲν τῷ ͵βϡ ἔτει τοῦ κόσμου, ἔληξε δὲ εἰς τὸ ͵γμε ἔτος τοῦ κόσμου, ὧν τὴν γνῶσιν, φησὶν, ὁ Ἐρατοσθένης λαβὼν Αἰγυπτιακοῖς ὑπομνήμασι καὶ ὀνόμασι κατὰ πρόσταξιν βασιλικὴν τῇ Ἑλλάδι φωνῇ παρέφρασεν οὕτως·
Θηβαίων βασιλέων τῶν μετὰ ͵αρκδ ἔτη τῆς διασπορᾶς ληʹ βασιλειῶν.
Αʹ ἐβασίλευε Μήνης Θεινίτης Θηβαῖος, ὃ ἑρμηνεύεται Αἰώνιος· ἐβασίλευεν ἔτη ξβʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵βϡ.
Θηβαίων δεύτερος ἐβασίλευσεν Ἀθώθης υἱὸς Μήνεως ἔτη νθʹ. Οὗτος ἑρμηνεύεται Ἑρμογένης. Ἔτος τοῦ κόσμου, ͵βϡξβʹ.
Θηβαίων Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀθώθης ὁμώνυμος ἔτη λβʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γκαʹ.
Θηβαίων ἐβασίλευσε δʹ Διαβιῆς υἱὸς Ἀθώθεως ἔτη ιθ· οὗτος ἑρμηνεύεται φιλέταιρος· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γνγʹ.
Θηβαίων ἐβασίλευσε εʹ Πεμφῶς υἱὸς Ἀθώθους, ὅ ἐστι Ἡρακλείδης, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γοβʹ.
Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ϛʹ Τοιγαράμαχος Μομχειρὶ Μεμφίτης ἔτη οθ· οὗτος ἑρμηνεύεται τῆς ἀνδρὸς περισσομελής· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϙʹ.
Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ζʹ Στοῖχος υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἄρης ἀναίσθητος, ἔτη ϛʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γρξθʹ.
Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ὄγδοος Γοσορμίης, ὅ ἐστιν Ἐτησιπαντὸς, ἔτη λʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γροεʹ.
Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν θʹ Μάρης υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἡλιόδωρος, ἔτη κϛ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσεʹ.
Θηβαίων Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἀνωϋφὶς, ὅ ἐστιν ἐπίκωμος, ἔτη κʹ, τοῦ δὲ κόσμου ἦν ἔτος, γσλαʹ.
Θηβαίων Αἰγυπτίων ιαʹ ἐβασίλευσε Σίριος, ὅ ἐστιν υἱὸς κόρης, ὡς δὲ ἕτεροι ἀβάσκαντος, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γσναʹ.
Θηβαίων Αἰγυπτίων ιβʹ ἐβασίλευσε Χνοῦβος Γνευρὸς, ὅ ἐστι Χρύσης Χρύσου υἱὸς, ἔτη κβʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γσξθʹ.
Θηβαίων Αἰγυπτίων ιγʹ ἐβασίλευσε Ῥαυῶσις, ὅ ἐστιν Ἀρχικράτωρ, ἔτη ιγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γςϙαʹ.
Θηβαίων Αἰγυπτίων ιδʹ ἐβασίλευσε Βιΰρης ἔτη ιʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γτδʹ.
Θηβαίων Αἰγυπτίων ιεʹ ἐβασίλευσε Σαῶφις, κωμαστὴς, κατὰ δὲ ἐνίους χρηματιστὴς, ἔτη κθʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γτιδʹ.
Θηβαίων ιϛʹ ἐβασίλευσε Σαῶφις βʹ ἔτη κζʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γτμγʹ.
Θηβαίων ιζʹ ἐβασίλευσε Μοσχερῆς Ἡλιόδοτος ἔτη λαʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, γτοʹ.
Θηβαίων ιηʹ ἐβασίλευσε Μοσθῆς ἔτη λγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γυαʹ.
Θηβαίων ιθʹ ἐβασίλευσε Παμμῆς Ἀρχονδὴς ἔτη λεʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γλυδʹ.
Θηβαίων κʹ ἐβασίλευσε Ἀπάππους μέγιστος· Οὗτος, ὥς φασι, παρὰ ὥραν μίαν ἐβασίλευσεν ἔτη ρʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γφξθʹ. Θηβαίων καʹ ἐβασίλευσεν Ἐχεσκοσοκάρας ἔτος αʹ, τοῦ δὲ κόσμου ἦν ἔτος, γφξθʹ.
Θηβαίων κβʹ ἐβασίλευσε Νίτωκρις γυνὴ ἀντὶ τοῦ ἀνδρὸς, ὅ ἐστιν Ἀθηνᾶ νικηφόρος, ἔτη ϛʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γφοʹ.
Θηβαίων κγʹ ἐβασίλευσε Μυρταῖος Ἀμμωνόδοτος ἔτη κβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γφϙηʹ.
Θηβαίων κδʹ ἐβασίλευσεν Οὐοσιμάρης κραταιὸς, ὅ ἐστιν ἥλιος· ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος, γφϙηʹ.
Θηβαίων κεʹ ἐβασίλευσε Θίνιλλος, ὅ ἐστιν αὐξήσας τὸ πάτριον κράτος, ἔτη ηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχιʹ.
Θηβαίων κϛʹ ἐβασίλευσε Σεμφρουκράτες, ὅ ἐστιν Ἡρακλῆς Ἁρποκράτης, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γχιηʹ.
Θηβαίων κζʹ ἐβασίλευσε Χουθὴρ Ταῦρος τύραννος ἔτη ζʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γχλϛʹ.
Θηβαίων κηʹ ἐβασίλευσε Μευρὴς Φιλοσκόρος ἔτη ιβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γχμγʹ.
Θηβαίων κθʹ ἐβασίλευσε Χωμαεφθὰ κόσμος Φιλήφαιστος ἔτη ιαʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, γχνεʹ.
Θηβαίων λʹ ἐβασίλευσε Σοικουνιόσοχος τύραννος ἔτη ξʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γχξϛʹ.
Θηβαίων λαʹ ἐβασίλευσε Πετεαθυρῆς ἔτη ιϛʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γψξϛʹ.
Θηβαίων λβʹ ἐβασίλευσε Σταμμενέμης βʹ ἔτη κγʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γψξηʹ.
Θηβαίων λδʹ ἐβασίλευσε Σιστοσιχερμῆς Ἡρακλῆς κραταιὸς ἔτη νεʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γψϙαʹ.
Θηβαίων λεʹ ἐβασίλευσε Μάρις ἔτη μγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, γωμϛʹ.
Θηβαίων λϛʹ ἐβασίλευσε Σιφόας, ὁ καὶ Ἑρμῆς, υἱὸς Ἡφαίστου, ἔτη εʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γωπθʹ.
Θηβαίων λζʹ ἐβασίλευσε Φρουερῶ, ἤτοι Νεῖλος, ἔτη εʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωπθʹ.
Θηβαίων ληʹ ἐβασίλευσεν Ἀμουθαρταῖος ἔτη ξγʹ· τοῦ δὲ κόσμου, ἦν ἔτος ͵γϡιγʹ.
Ἡ τῶν ληʹ βασιλέων τῶν κατʼ Αἴγυπτον λεγομένων Θηβαίων, ὧν τὰ ὀνόματα Ἐρατοσθένης λαβὼν ἐκ τῶν ἐν Διοσπόλει ἱερογραμματέων παρέφρασεν ἐξ Αἰγυπτίας εἰς Ἑλλάδα φωνὴν, ἐνταῦθα ἔληξε ἀρχὴ, ἀρξαμένη μὲν ἀπὸ τοῦ ͵βϡʹ κοσμικοῦ ἔτους, ἔτεσιν ρκδʹ μετὰ τὴν σύγχυσιν τῶν γλωσσῶν, λήξασα δὲ εἰς τοῦτο τῷ ͵γϡοεʹ τοῦ κόσμου ἔτει. Τῶν δὲ τούτοις ἐφεξῆς ἄλλων νγʹ Θηβαίων βασιλέων ὑπὸ τοῦ αὐτοῦ Ἀπολλοδώρου παραδεδομένων τὰς προσηγορίας περιττὸν ἡγούμεθα ἐνταῦθα, ὡς μηδὲν συμβαλλομένας ἡμῖν, παραθέσθαι, ἐπεὶ μηδὲ αἱ πρὸ αὐτῶν.
Γεώργιος ὁ Σύγκελλος : Τῷ ͵γσλθʹ ἔτι τοῦ κόσμου, οϛʹ τοῦ Ναχὼρ ἡ Σικυωνίων βασιλεία ἤρξατο ἀπὸ πρώτου βασιλέως Αἰγιαλέως, ἕως κϛʹ βασιλέως Ζευξίππου, ἐπὶ ἔτη διαρκέσασα ϡξζʹ. Μεθʼ οὓς ἄρχοντες ἱερεῖς ϛʹ ἔτη λγʹ. Ὁμοῦ τὰ πάντα τῆς Σικυωνίων ἀρχῆς ἔτη ͵α, ὡς ἀπολλόδωρος καὶ ἕτεροι, ἐν οἷς καὶ Εὐσέβιος, ἔγραψαν.
Κλήμης ὁ Ἀλεξανδρεύς : εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται ὁ Διόνυσος, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. Ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας συνάγεται ἔτη ἑξήκοντα τρία. ... Ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. Ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντηκοντατρία. Ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις.
Διόδωρος ὁ Σικελιώτης : Ἀπὸ δὲ τῶν Τρωϊκῶν, ἀκολούθως Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ, τίθεμεν ὀγδοήκοντα ἔτη πρὸς τὴν κάθοδον τῶν Ἡρακλειδῶν· ἀπὸ δὲ ταύτης ἐπὶ τὴν πρώτην Ὀλυμπιάδα δυσὶ λείποντα τῶν τριακοσίων καὶ τριάκοντα, συλλογιζόμενοι τοὺς χρόνους ἀπὸ τῶν ἐν Λακεδαίμονι βασιλευσάντων.
Ἐρατοσθένης ὁ Κυρηναῖος, Κλήμης ὁ Ἀλεξανδρεύς : Ἐρατοσθένης τοὺς χρόνους ὧδε ἀναγράφει· Ἀπὸ μὲν Τροίας ἁλώσεως ἐπὶ Ἡρακλειδῶν κάθοδον, ἔτη ὀγδοήκοντα· ἐντεῦθεν δὲ ἐπὶ τὴν Ἰωνίας κτίσιν, ἔτη ἑξήκοντα· τὰ δὲ τούτοις ἑξῆς, ἐπὶ μὲν τὴν ἐπιτροπίαν τὴν Λυκούργου, ἔτη ἑκατὸν πεντηκονταεννέα, ἐπὶ δὲ προηγούμενον ἔτος τῶν πρώτων Ὀλυμπίων ἔτη ἑκατὸν ὀκτώ.
Τατιανὸς ὁ Ἀσσύριος : Οἱ δὲ περὶ Ἀπολλόδωρον φασὶ τὸν Ὅμηρον ἠκμακέναι μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατὸν, ὅπερ γένοιτο ἂν ὕστερον τῶν Ἰλιακῶν διακοσίων τεσσαράκοντα.
Κλήμης ὁ Ἀλεξανδρεύς : Ὅμηρον τὸν παρʼ Ἕλλησι μέγαν ποιητὴν οἱ μὲν περὶ Κράτητα πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶ γεγονέναι, οἱ δὲ περὶ Ἐρατοσθένην μετὰ ἔτη ρʹ τῶν Τρωϊκῶν, οἱ δὲ περὶ Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν μετὰ ἔτη ρʹ, οἱ δὲ περὶ Φιλόχορον ἐπὶ τῆς Ἰωνικῆς ἀποικίας, καθʼ ἕνα τῶν διὰ βίου ἀρχόντων Ἀθήνησιν Ἄρχιππον μετὰ τὰ Τρωϊκὰ ἔτεσιν ρπʹ. Οἱ δὲ περὶ Ἀπολλόδωρον τὸν Ἀθηναῖον ὕστερον τῶν Ἰλιακῶν ἔτη σμʹ. Ἄλλοι μικρὸν πρὸ τῶν Ὀλυμπιάδων ἔτεσι υʹ ἐγγὺς μετὰ Ἰλίου ἅλωσιν, καὶ ἕτεροι κατὰ Ἀρχίλοχον περὶ τὴν κγʹ Ὀλυμπιάδα μετὰ ἔτη φʹ που τῆς ἁλώσεως Τροίας.
Τζέτζης : Ὁ δʼ Ἀπολλόδωρός φησι τὸν Ὅμηρον ὑπάρχειν μετʼ ἔτη ὀγδοήκοντα πολέμου τοῦ τῶν Τρώων, ὁπότε καὶ ἡ κάθοδος Ἡρακλειδῶν ὑπῆρχεν.
Γεώργιος ὁ Σύγκελλος : Ἀπολλόδωρος Λυκούργου νόμιμα ἐν τῷ ηʹ Ἀλκαμένους.
Πλούταρχος : Περὶ Λυκούργου τοῦ νομοθέτου καθόλου μὲν οὐδέν ἐστιν εἰπεῖν ἀναμφισβήτητον, ἥκιστα δὲ οἱ χρόνοι καθʼ οὓς γέγονεν ὁ ἀνὴρ ὁμολογοῦνται. Οἱ μὲν γὰρ Ἰφίτῳ συνακμάσαι καὶ συνδιαθεῖναι τὴν Ὀλυμπιακὴν ἐκεχειρίαν λέγουσιν αὐτόν· ὧν ἔστι καὶ Ἀριστοτέλης ὁ φιλόσοφος, τεκμήριον προφέρων τὸν Ὀλυμπίασι δίσκον, ἐν ᾧ τοὔνομα τοῦ Λυκούργου διασώζεται καταγεγραμμένον· οἱ δὲ ταῖς διαδοχαῖς τῶν ἐν Σπάρτῃ βεβασιλευκότων ἀναλεγόμενοι τὸν χρόνον, ὥσπερ Ἐρατοσθένης καὶ Ἀπολλόδωρος οὐκ ὀλίγοις ἔτεσιν πρεσβύτερον ἀποφαίνουσι τῆς πρώτης Ὀλυμπιάδος.
Λαέρτιος Διογένης : Φησὶ δὲ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης Ὀλυμπιάδος. Ἐτελεύτησε δʼ ἐτῶν ἑβδομήκοντα ὀκτὼ, ἢ, ὡς Σωσικράτης φησὶν, ἐνενήκοντα.
Κλήμης ὁ Ἀλεξανδρεύς : Ὅν φησι Τίμαιος κατὰ Ἱέρωνα, τὸν Σικελίας δυνάστην, καὶ Ἐπίχαρμον τὸν ποιητὴν γεγονέναι· Ἀπολλόδωρος δὲ κατὰ τὴν τεσσαρακοστὴν Ὀλυμπιάδα γενόμενον παρατετακέναι ἄχρι τῶν Δαρείου τε καὶ Κύρου χρόνων.
Λαέρτιος Διογένης : Ὕστερον μέντοι φησὶν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς διαδικασθῆναι τοὺς Ἀθηναίους περὶ τοῦ χωρίου πρὸς τοὺς Μιτυληναίους, ἀκούοντος τῆς δίκης Περιάνδρου, ὃν καὶ τοῖς Ἀθηναίοις προσκρῖναι.
Λαέρτιος Διογένης : Τῶν δὲ ἀρεσκόντων αὐτῷ πεποίηται κεφαλαιώδη τὴν ἔκθεσιν, ᾗπερ περιέτυχε καὶ ὁ Ἀπολλόδωρος ὁ Ἀθηναῖος· ὃς καί φησιν αὐτὸν ἐν τοῖς Χρονικοῖς τῷ δευτέρῳ ἔτει τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος ἐτῶν εἶναι ἑξήκοντα τεσσάρων, καὶ μετʼ ὀλίγον τελευτῆσαι, ἀκμάσαντά πη μάλιστα κατὰ Πολυκράτην τὸν Σάμου τύραννον.
Λαέρτιος Διογένης : Καὶ γεγένηται μὲν, καθά φησιν Ἀπολλόδωρος, τῇ ἑξηκοστῇ τρίτῃ Ὀλυμπιάδι, ἐτελεύτησε δὲ περὶ τὴν Σάρδεων ἅλωσιν.
Λαέρτιος Διογένης : Φησὶ δʼ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, γεγενῆσθαι αὐτὸν τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι, τεθνηκέναι δὲ τῷ πρώτῳ ἔτει τῆς ὀγδοηκοστῆς ὀγδόης.
Λαέρτιος Διογένης : Ἐγεννήθη, καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, ἐπὶ Ἀψεφίωνος ἐν τῷ τετάρτῳ ἔτει τῆς ἑβδομηκοστῆς ἑβδόμης Ὀλυμπιάδος, Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσι τὴν πόλιν οἱ Ἀθηναῖοι, καὶ τὴν Ἄρτεμιν γενέσθαι Δήλιοι φασίν. Ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐννενηκοστῆς πέμπτης Ὀλυμπιάδος, γεγονὼς ἐτῶν ἑβδομήκοντα.
Λαέρτιος Διογένης : Ζήνων Ἐλεάτης. Τοῦτον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου.
Λαέρτιος Διογένης : Γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ μικρῷ Διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. Συντετάχθαι δέ φησι τὸν μικρὸν Διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις· γεγόνοι δʼ ἂν, ὡς μὲν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, κατὰ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα.
Λαέρτιος Διογένης : Φησὶν Ἀπολλόδωρος ἠκμακέναι αὐτὸν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.
Λαέρτιος Διογένης : Πρωταγόρας Ἀρτέμωνος, ἢ, ὡς Ἀπολλόδωρος καὶ Δίνων ἐν Περσικοῖς, Μαιανδρίου.
Λαέρτιος Διογένης : Ἔνιοι κατὰ τὴν ὁδὸν τελευτῆσαι αὐτὸν, βιώσαντα ἔτη πρὸς τὰ ἐνενήκοντα· Ἀπολλόδωρος δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα ἔτη καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.
Λαέρτιος Διογένης : Ἤκμασε κατὰ τὴν πδʹ Ὀλυμπιάδα.
Λαέρτιος Διογένης : Ἀπολλόδωρος δὲ ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς φησιν· «ὡς ἦν Μέτωνος μὲν υἱὸς, εἰς δὲ Θουρίους αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους Γλαῦκος ἐλθεῖν φησιν.» Εἶθʼ ὑποβάς· «οἱ δʼ ἱστοροῦντες, ὡς οἴκοθεν πεφευγὼς εἰς τὰς Συρακούσας, μετʼ ἐκείνων ἐπολέμει πρὸς τοὺς Ἀθηναίους, τελέως ἀγνοεῖν μοι δοκοῦσιν. Ἢ γὰρ οὐκέτʼ ἦν, ἢ παντελῶς ὑπεργεγηρακώς· ὅπερ οὐ φαίνεται. Ἀριστοτέλης γὰρ αὐτὸν, ἔτι τε Ἡράκλειτον, ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι.» Ὁ δὲ πρώτην καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς κέλητι, τούτου πάντως ἦν ὁμώνυμος· ὡς θʼ ἅμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι.
Λαέρτιος Διογένης : Γοργίαν γοῦν τὸν Λεοντῖνον αὐτοῦ γενέσθαι μαθητὴν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῇ, καὶ τέχνην ἀπολελοιπότα. Ὅν φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιῶναι.
Λαέρτιος Διογένης : Γίνεται Πλάτων, ὥς φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ὀγδόῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι, Θαργηλιῶνος ἑβδόμῃ· καθʼ ἣν Δήλιοι τὸν Ἀπόλλωνα γενέσθαι φασίν.
Διόδωρος ὁ Σικελιώτης : Ἀπολλόδωρος δὲ, ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενος, φησὶ καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι.
Διόδωρος ὁ Σικελιώτης : Καθʼ ὃν δὴ χρόνον καὶ Ἀντίμαχον τὸν ποιητὴν Ἀπολλόδωρος ὁ Ἀθηναῖος φησὶν ἠνθηκέναι.
Λαέρτιος Διογένης : Φησὶ δʼ Ἀπολλόδωρος ἐν Χρονικοῖς, γεννηθῆναι μὲν αὐτὸν τῷ πρώτῳ ἔτει τῆς ἐνάτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, παραβαλεῖν δὲ Πλάτωνι καὶ διατρίψαι παρʼ αὐτῷ εἴκοσιν ἔτη, ἑπτακαιδεκέτη συστάντα, καὶ εἴς τε Μυτιλήνην ἐλθεῖν ἐπὶ ἄρχοντος Εὐβούλου τῷ τετάρτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος· Πλάτωνος δὲ τελευτήσαντος τῷ πρώτῳ ἔτει ἐπὶ Θεοφίλου, πρὸς Ἑρμείαν ἀπᾶραι καὶ μεῖναι ἔτη τρία· ἐπὶ Πυθοδότου δʼ ἐλθεῖν πρὸς Φίλιππον, τῷ δευτέρῳ ἔτει τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, Ἀλεξάνδρου πεντεκαίδεκα ἔτη ἤδη γεγονότος· εἰς δʼ Ἀθήνας ἀφικέσθαι τῷ δευτέρῳ ἔτει τῆς ἑνδεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος· καὶ ἐν Λυκείῳ σχολάσαι ἔτη τρία πρὸς τοῖς δέκα. Εἶτα ἀπᾶραι εἰς Χαλκίδα τῷ τρίτῳ ἔτει τῆς τετάρτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, καὶ τελευτῆσαι ἐτῶν τριῶν που καὶ ἑξήκοντα νόσῳ, ὅτε καὶ Δημοσθένην καταστρέψαι ἐν Καλαυρίᾳ ἐπὶ Φιλοκλέους.
Λαέρτιος Διογένης : Γεγόνασι δὲ Εὔδοξοι τρεῖς· αὐτὸς οὗτος, ἕτερος Ῥόδιος ἱστορίας γεγραφὼς, τρίτος Σικελιώτης παῖς Ἀγαθοκλέους, ποιητὴς κωμῳδίας, νίκας ἑλὼν ἀστικὰς μὲν τρεῖς, Ληναϊκὰς δὲ πέντε, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. ... Ὁ δʼ αὐτός φησι τὸν Κνίδιον Εὔδοξον ἀκμάσαι κατὰ τὴν τρίτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα, εὑρεῖν τε τὰ περὶ τὰς καμπύλας γραμμάς. Ἐτελεύτησε δὲ τρίτον ἄγων καὶ πεντηκοστὸν ἔτος.
Λαέρτιος Διογένης : Πύῤῥων Ἠλεῖος, Πλειστάρχου μὲν ἦν υἱὸς, καθὰ καὶ Διοκλῆς ἱστορεῖ, ὥς φησι δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς, πρότερον ἦν ζωγράφος.
Λαέρτιος Διογένης : Τοῦτον Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαι φησὶ καὶ Πραξιφάνους. Ἐγεννήθη δὲ, φησὶν Ἀπολλόδωρος ἐν Χρονικοῖς, κατὰ τὸ τρίτον ἔτος τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ Σωσιγένους ἄρχοντος, μηνὸς Γαμηλιῶνος ἑβδόμῃ, ἔτεσιν ὕστερον τῆς Πλάτωνος τελευτῆς ἑπτά· ὑπάρχοντα δὲ αὐτὸν ἐτῶν δύο καὶ τριάκοντα, ἐν Μυτιλήνῃ καὶ Λαμψάκῳ πρῶτον συστήσασθαι σχολὴν ἐπὶ ἔτη πέντε· ἔπειθʼ οὕτως εἰς Ἀθήνας μετελθεῖν, καὶ τελευτῆσαι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης καὶ εἰκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ Πυθαράτου, ἔτη βιώσαντα δύο πρὸς τοῖς ἑβδομήκοντα, τήν τε σχολὴν διαδέξασθαι Ἕρμαρχον Ἀγεμάρχου Μυτιληναῖον.
Αὖλος Γέλλιος : Κηφισιεὺς ὢν ἐκ Διοπείθεος πατρὸς, πρὸς τοῖσιν ἑκατὸν πέντε γράψας δράματα ἐξέλιπε, πεντήκοντα καὶ δυοῖν ἐτῶν.
Λαέρτιος Διογένης : Σχολαρχεῖν δὲ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα.
Λαέρτιος Διογένης : Τελευτῶν δὲ ὁ Κράτης, καθά φησιν Ἀπολλόδωρος ἐν τρίτῳ τῶν Χρονικῶν, ἀπέλιπε βιβλία, τὰ μὲν φιλοσοφούμενα, τὰ δὲ περὶ κωμῳδίας, τὰ δὲ λόγους δημηγορικοὺς καὶ πρεσβευτικούς.
Λαέρτιος Διογένης : Ἀρκεσίλαος, Σεύθου ἢ Σκύθου, ὡς Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν.
Γεώργιος ὁ Σύγκελλος : Οἱ βασιλεῖ Ποντίων δέκα κατὰ τούτους ἦρξαν τοὺς χρόνους διαρκέσαντες ἔτη σιηʹ· περὶ ὧν Ἀπολλόδωρος καὶ Διονύσιος ἱστοροῦσι.
Λαέρτιος Διογένης : Τοῦτον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος, ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντα ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς.
Λαέρτιος Διογένης : Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα.
Φλέγων ὁ Τραλλιανός : Κτησίβιος ὁ ἱστοριογράφος ἔτη ἑκατὸν τέσσαρα ἔζησεν, ἐν περιπάτῳ δὲ ἐτελεύτα, ὡς Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς δεδήλωκεν.
ΠΕΡΙ ΓΗΣ
Στέφανος ὁ Βυζάντιος : Ταυρόεις, πόλις Κελτικὴ, Μασσαλιωτῶν ἄποικος. Οἱ πολῖται Ταυροέντιοι. Ἀπολλόδωρος ἐν πρώτῳ Γεωγραφουμένων φησὶν, ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας· οἳ ἀποῤῥιφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν.
Στέφανος ὁ Βυζάντιος : Ἄβυλλοι, ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ, ἔγγιστα τοῦ Νείλου, ὡς Ἀπολλόδωρος ἐν δευτέρῳ Περιηγήσεως.
Στέφανος ὁ Βυζάντιος : Ἀριανία, ἔθνος προσεχὲς τοῖς Καδουσίοις. Ἀπολλόδωρος δευτέρῳ.
Στέφανος ὁ Βυζάντιος : Αὔγιλα, οὐδετέρως, πόλις Λιβύης· Ἀπολλόδωρος βʹ Περιηγήσεως.
Στέφανος ὁ Βυζάντιος : Αὐσεῖς, ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέρᾳ Περιηγήσεως.
Στέφανος ὁ Βυζάντιος : Αὐσχῖται, ἔθνος Λιβύης ὑπὲρ Βάρκης. Ἀπολλόδωρος δευτέρᾳ Περιηγήσεως καὶ Ἡρόδοτος ἐν τετάρτῃ.
Στέφανος ὁ Βυζάντιος : Γαυγάμηλα, τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ Περὶ τῆς γῆς δευτέρῳ.
Στέφανος ὁ Βυζάντιος : Ἰβηρίαι δύο, ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ Περὶ γῆς βʹ· «Ἐντὸς δὲ Πυρήνης Ἴβηρ τʼ ἐστὶν μέγας ποταμὸς φερόμενος ἐνδοτέρῳ.»
Στέφανος ὁ Βυζάντιος : Λᾶος, πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ Περὶ γῆς δευτέρῳ.
Στέφανος ὁ Βυζάντιος : Μάρδοι, ἔθνος Ὑρκανῶν. Ἀπολλόδωρος Περὶ γῆς δευτέρῳ. Λῃσταὶ δʼ οὗτοι καὶ τοξόται.
Στέφανος ὁ Βυζάντιος : Μασσύλοι, Λιβυκὸν ἔθνος. Ἀπολλόδωρος βʹ.
Στέφανος ὁ Βυζάντιος : Νάστος, πόλις Θρᾴκης. Γράφεται καὶ Νεστός. Ἀπολλόδωρος δευτέρᾳ Περιηγήσει.
Στέφανος ὁ Βυζάντιος : Νοῦβαι, ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ Περὶ γῆς. Λέγονται καὶ Νουβαῖοι, ὡς Δαβαῖοι, καὶ Νουβάδες οἱ αὐτοί.
Στέφανος ὁ Βυζάντιος : Ὀρβίται, ἔθνος Ἰνδικὸν, ὡς Ἀπολλόδωρος δευτέρῳ περὶ Ἀλεξανδρείας.
Στέφανος ὁ Βυζάντιος : Παροπάμισσος, πόλεως ὄρος Ἰνδικῆς, ἀφʼ οὗ Παροπαμισάδαι οἱ παροικοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ Περὶ γῆς ἀπʼ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι.
Στέφανος ὁ Βυζάντιος : Τόρεται, ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ Περιηγήσεως.
Στέφανος ὁ Βυζάντιος : Ὑλλεῖς, ἔθνος Ἰλλυρικόν. Ἀπολλόδωρος ἐν τῷ Περὶ γῆς δευτέρῳ· «Ὑπὲρ δὲ τοὺς Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες.» Καὶ τὸ θηλυκὸν Ὕλλις. «Πρόκειται Χεῤῥόνησος Ὑλλικὴ μάλιστα Πελοποννήσου, ὥς φασι, πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας.»
Στέφανος ὁ Βυζάντιος : Ψησσοὶ, ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ Περιηγήσεως· «Ἔπειτα δʼ Ἑρμώνασσα καὶ Κῆπος, τρίτον δὲ τὸ Ψησσῶν ἔθνος.»
Στέφανος ὁ Βυζάντιος : Ὠρῖται, ἔθνος Ἰνδικὸν αὐτόνομον. Στράβων ... καὶ Ἀπολλόδωρος δευτέρῳ·
«Ἔπειτα δʼ Ὠρίτας τε καὶ Γεδρωσίους,
«ὧν τοὺς μὲν Ἰνδοὺς, ὡς ἐνοικοῦντας πέτραν ...
Στράβων : Νῦν δέ γε ... ἀμαθία τὸ λέγειν τριγωνοειδὲς τὸ τοιοῦτον τετράπλευρον, οὐδὲ χωρογραφικόν· ὁ δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῷ μέτρῳ, Γῆς Περίοδον ἐπιγράψας.
Στράβων : Οἷον Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων, οὓς καὶ ὁ Ἀράξης, ὥς φησιν Ἀπολλόδωρος, ἀπὸ τῆς Ἀρμενίας ὁρίζει.
Στέφανος ὁ Βυζάντιος : Ἄδρανον, πόλις Σικελίας ἐν τῇ Αἴτνῃ ... Ἀπολλόδωρος δὲ Ἀδρανίτας φησὶ τὸ ἐθνικόν.
Στέφανος ὁ Βυζάντιος : Αἶνος, πόλις Θρᾴκης. ... Ταύτην Ἀπολλόδωρός φησιν ὠνομάσθαι Πολτυοβρίαν.
Στέφανος ὁ Βυζάντιος : Ἁλικαρνασσός. ... Ἀπὸ τοῦ νάσασθαι αὐτὸν ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος.
Στέφανος ὁ Βυζάντιος : Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατικὸν, ὡς Ἀπολλόδωρος.
Στέφανος ὁ Βυζάντιος : Ἀμφιγένεια ... ἔστι κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ τὸν Ἀντίμαχον Μεσσηνίας.
Στέφανος ὁ Βυζάντιος : Ἀντικύρα, πόλεις δύο, ἡ μία Φωκίδος, ... ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος.
Στέφανος ὁ Βυζάντιος : Αὐτομάλακα, χωρίον Λιβύης. Πολυΐστωρ τρίτῃ· Ἀπολλόδωρος δὲ Αὐτόμαλά φησι.
Στέφανος ὁ Βυζάντιος : Βῆσσα, πόλις Λοκρῶν. Ἡρωδιανὸς διʼ ἑνὸς σ γράφει, Ἀπολλόδωρος δὲ ... διὰ δύο.
Στέφανος ὁ Βυζάντιος : Δαμαῖοι, ἔθνος παρὰ τοῖς Ἰχθυοφάγοις, ὡς Ἀπολλόδωρος.
Στέφανος ὁ Βυζάντιος : Ἐχῖναι, νῆσοι περὶ τὴν Αἰτωλίαν ... Λέγονται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξὺ, παρὰ τὸν ἐχῖνον, ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως.
Στέφανος ὁ Βυζάντιος : Θέρμη, πόλις Θρᾴκης. Ἀπολλόδωρος δὲ Μακεδονίας φησὶ καὶ Θουκυδίδης.
Στέφανος ὁ Βυζάντιος : Λακεδαίμων. ... Ὁ πολίτης Λακεδαιμόνιος ... λέγεται κατὰ συγκοπὴν Λάκων· ὡς Ἀπολλόδωρός φησιν, ὡς τοῦ Κυδωνιᾶται οἱ Κύδωνες.
Στέφανος ὁ Βυζάντιος : Μένδη, πόλις Θρᾴκης, ἀπὸ Μένδης γυναικός. Ἀπολλόδωρος Μένδιν αὐτήν φησι.
Στέφανος ὁ Βυζάντιος : Ὀδησσὸς, πόλις ἐν τῷ Πόντῳ, πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος δʼ ὄρος μέγα τὴν Ὀδησσόν φησιν.
Στέφανος ὁ Βυζάντιος : Πασσαργάδαι. ... Ἀπολλόδωρος δὲ ἀρσενικῶς φησιν.
Στέφανος ὁ Βυζάντιος : Πέφνον, πόλις Λακωνικὴ, οὐδετέρως. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησιν.
Στέφανος ὁ Βυζάντιος : Σικανία, ἡ περίχωρος Ἀκραγαντίνων. Καὶ ποταμὸς Σικανὸς, ὥς φησιν Ἀπολλόδωρος.
Στέφανος ὁ Βυζάντιος : Τέβερις, ποταμὸς Ἰταλίας, ἔνθα ἡ Ῥώμη καὶ ἡ τῶν Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος.
Στέφανος ὁ Βυζάντιος : Τένεδος, ... Ἐστὶ καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτὴν εἶναί φησι.
Στέφανος ὁ Βυζάντιος : Φιλωτέρα, πόλις περὶ τὴν Τρωγλοδυτικὴν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ.
Στέφανος ὁ Βυζάντιος : Ὠκαλέα, πόλις Βοιωτίας. ... Ὅμηρος. ... ἐκαλεῖτο δὲ Ὠκάλεια, ὡς Ἀπολλόδωρος.
Στέφανος ὁ Βυζάντιος : Ὠρικός. ... Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὠρικὸν ... Ἀπολλόδωρος δὲ ὁ θαυμασιώτατος πόλιν αὐτὴν οἶδε.
Στέφανος ὁ Βυζάντιος : Ὠρεὸς, πόλις Εὐβοίας. ... Ὠρείτης ... Ἀπολλόδωρος δὲ τετρασυλλάβως φησὶν, οὐ διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ ι, Ὠρεΐτας· «Οὕτω τὴν τῶν Ὠρεϊτῶν νυκτὸς αἱροῦσι πόλιν.»
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Πεδίον Νηπείας ἐστὶ περὶ Κύζικον ... Ἀπολλόδωρος δέ φησι Νηπείας πεδίον ἐν Φρυγίᾳ.
Πινδαρικὴ ὑπόμνησις , Δεσπόταν Συρακόσιον ἱπποχάρμαν βασιλῆα: Τότε γὰρ Ἱέρων ἦν Συρακούσιος, καὶ οὐδὲ ἦν Αἰτναῖος, ὥς φησιν Ἀπολλόδωρος.
Πινδαρικὴ ὑπόμνησις : Πρωτογενείας ἄστει ... τῇ Ὀποῦντι λέγει· ἐκεῖ γάρ φησι Δευκαλίωνα καὶ Πύῤῥαν οἰκῆσαι, ὧν θυγάτηρ Πρωτογένεια. Ἀπολλόδωρος δὲ φησὶν, οὐκ ἐν Ὀποῦντι, ἀλλʼ ἐν Κύνῳ τὸν Δευκαλίωνα καὶ τὴν Πύῤῥαν οἰκῆσαι.
Ἐτυμολογικὸν τὸ Μέγα : Ἑλληνόπολις. Ἀπολλόδωρος· «Ἀτταλὸς ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν, ἔκτισε πόλιν, καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν.»
ΠΕΡΙ ΝΕΩΝ, ΠΕΡΙ ΤΟΥ ΝΕΩΝ ΚΑΤΑΛΟΓΟΥ.
Στέφανος ὁ Βυζάντιος : Πλαταιαὶ, πόλις Βοιωτίας ... κέκληται δὲ ἀπὸ τῆς πλάτης τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ Καταλόγου· Ἐκλιμνωθείσης τῆς Βοιωτίας, τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι ἐπʼ ἀλλήλων. Ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Φασὶν ὅτι Κῶπαι καὶ Κωπαῒς ἐκλήθησαν διὰ τὰς κώπας, αἷς ἐχρῶντο οἱ ἐγχώριοι πρὸς ἀλλήλους πλέοντες, διὰ τὸ ἀπολιμνωθῆναι, φασὶ, τὰ ἐκεῖ. Ὅθεν καὶ ἡ ἐκεῖσέ που Πλάταια πόλις παρὰ τὴν πλάτην, ὃ δηλοῖ τὴν κώπην.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Ἄργουρα, πόλις Θεσσαλίας ἡ πρότερον Ἄργισσα ... Τὸ ἐθνικὸν ἔδει Ἀργουραῖος, ὡς καὶ Φίλων· Ἀπολλόδωρος δέ φησιν ἐν πρώτῳ Νεῶν καταλόγῳ Ἀργείους ὀνομάζεσθαι· ἢ τῆς προσηγορίας μεταπεσούσης, ἢ διὰ τὸ προσκυροῦν τὰ πεδία τῆς Θετταλίας, ἣν δὴ Πελασγικὸν Ἄργος εἶπεν Ὅμηρος.
Ἐτυμολογικὸν τὸ Μέγα : Ἀσπληδών· φασὶ γὰρ εἶναι Σπληδόνα τὸν Πρεσβῶνος καὶ Στερόπης· Ἀπολλόδωρος δέ φησιν Ἀσκληπιάδην οὕτω λέγειν· Σπληδόνα τʼ ἠγαθέην.
Στέφανος ὁ Βυζάντιος : Ὠρωπός. ... Τὸ ἐθνικὸν Ὠρωπιεύς· οὕτω γὰρ ὁ αὐτὸς ἐν Νεῶν καταλόγῳ πρώτῃ· «Ἔστι δʼ ἡ Γραῖα τόπος, τῶν Ὠρωπιέων πόλις.»
Στράβων : Οἴονται δέ τινες δεῖν γράφειν·
Ἶσόν τε ζαθέην, Ἀνθηδόνα τʼ ἐσχατόωσαν· ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦ
Νῖσάν τε ζαθέην· ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Περὶ νεῶν· ὥστʼ οὐκ ἂν εἴη, εἰ μὴ τὴν Ἴσον οὕτως εἴρηκεν.
Στράβων : Καὶ Ἀπολλόδωρος δʼ εἴρηκεν ἐκ τῆς Βοιωτίας ἀπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους.
Στράβων : Εὖ γὰρ, τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες· οἷς ἀκολουθοῦμεν, ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν.
Στέφανος ὁ Βυζάντιος : Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. Ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ, καὶ ἀφʼ ἑαυτοῦ οὕτω τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν· «Οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν. Τριγώνου γὰρ οὔσης, αἱ συννεύουσαι ὑπὸ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, διʼ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν.»
Στράβων : Ἃ δʼ Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ περὶ νεῶν προοιμιαζόμενος εἴρηκεν, ἥκιστα λέγοιτʼ ἄν. Ἐπαινεῖ γὰρ Ἐρατοσθένους ἀπόφασιν, ὅτι φησὶν ἐκεῖνος καὶ Ὅμηρον καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς τὰ μὲν Ἑλληνικὰ εἰδέναι, τῶν δὲ πόῤῥω πολλὴν ἔχειν ἀπειρίαν, ἀπείρους μὲν μακρῶν ὁδῶν ὄντας, ἀπείρους δὲ τοῦ ναυτίλλεσθαι. Συνηγορῶν δὲ τούτοις, Ὅμηρόν φησι τὴν μὲν Αὐλίδα καλεῖν πετρήεσσαν, ὥσπερ καὶ ἔστι· πολύκνημον δὲ τὴν Ἐτεωνὸν, πολυτρήρωνα δὲ τὴν Θίσβην, ποιήεντα δὲ τὸν Ἁλίαρτον· τὰ δʼ ἄπωθεν οὔτʼ αὐτὸν εἰδέναι οὔτε τοὺς ἄλλους. Ποταμῶν γοῦν περὶ τετταράκοντα ῥεόντων εἰς τὸν Πόντον, μηδὲ τῶν ἐνδοξοτάτων μηδενὸς μεμνῆσθαι, οἷον Ἴστρου, Τανάϊδος, Βορυσθένους, Ὑπάνιος, Φάσιδος, Θερμώδοντος, Ἅλυος· ἔτι δὲ Σκυθῶν μὲν μὴ μεμνῆσθαι, πάντας δὲ ἀγαυοὺς τινὰς Ἱππημολγοὺς καὶ Γαλακτοφάγους Ἀβίους τε. Παφλαγόνας τε τοὺς μὲν ἐν τῇ μεσογαίᾳ ἱστορηκέναι παρὰ τῶν πεζῇ τοῖς τόποις πλησιασάντων, τὴν παραλίαν δὲ ἀγνοεῖν· καὶ εἰκότως γε. Ἄπλουν γὰρ εἶναι τότε τὴν θάλατταν ταύτην καὶ καλεῖσθαι Ἄξενον διὰ τὸ δυσχείμερον καὶ τὴν ἀγριότητα τῶν περιοικούντων ἐθνῶν, καὶ μάλιστα τῶν Σκυθικῶν ξενοθυτούντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων· ὕστερον δʼ Εὔξεινον κεκλῆσθαι, τῶν Ἰώνων ἐν τῇ παραλίᾳ πόλεις κτισάντων. Ὁμοίως δʼ ἀγνοεῖν καὶ τὰ περὶ Αἴγυπτον καὶ Λιβύην, οἷον τὰς ἀναβάσεις τοῦ Νείλου καὶ προσχώσεις τοῦ πελάγους· ὧν οὐδαμοῦ μεμνῆσθαι, οὐδὲ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Ἐρυθρᾶς καὶ τῆς Αἰγυπτίας θαλάσσης, οὐδὲ τῶν κατὰ τὴν Ἀραβίαν καὶ Αἰθιοπίαν καὶ τὸν Ὠκεανόν· εἰ μὴ Ζήνωνι τῷ φιλοσόφῳ προσεκτέον γράφοντι·
Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε. Οὐ θαυμαστὸν δʼ εἶναι περὶ Ὁμήρου· καὶ γὰρ τοὺς ἔτι νεωτέρους ἐκείνου πολλὰ ἀγνοεῖν καὶ τερατολογεῖν· Ἡσίοδον μὲν Ἡμίκυνας λέγοντα καὶ Μεγαλοκεφάλους καὶ Πυγμαίους· Ἀλκμᾶνα δὲ Στεγανόποδας· Αἰσχύλον δὲ Κυνοκεφάλους καὶ Στερνοφθάλμους καὶ Μονομμάτους καὶ ἄλλα μυρία. Ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει Ῥιπαῖα ὄρη λέγοντας, καὶ τὸ Ὠγύγιον ὄρος, καὶ τὴν τῶν Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν, καὶ τὴν παρὰ Θεοπόμπῳ Μεροπίδα γῆν, παρʼ Ἑκαταίῳ δὲ Κιμμερίδα πόλιν, παρʼ Εὐημέρῳ δὲ τὴν Παγχαίαν γῆν, παρʼ Ἀριστοτέλει δὲ ποταμίους λίθους ἐξ ἄμμου, ἐκ δὲ τῶν ὄμβρων τήκεσθαι, ἐν δὲ τῇ Λιβύῃ Διονύσου πόλιν εἶναι, ταύτην δʼ οὐκ ἐνδέχεσθαι δὶς τὸν αὐτὸν ἐξευρεῖν. Ἐπιτείνει δὲ καὶ τοῖς περὶ Σικελίαν τὴν πλάνην λέγουσι καθʼ Ὅμηρον τὴν Ὀδυσσέως· εἰ γὰρ αὖ χρῆναι τὴν μὲν πλάνην ἐκεῖ γεγονέναι φάσκειν, τὸν δὲ ποιητὴν ἐξωκεανικέναι μυθολογίας χάριν. Καὶ τοῖς μὲν ἄλλοις συγγνώμην εἶναι, Καλλιμάχῳ δὲ μὴ πάνυ, μεταποιουμένῳ γε γραμματικῆς, ὃς τὴν μὲν Γαῦδον Καλυψοῦς νῆσον φησὶ, τὴν δὲ Κόρκυραν Σχερίαν· ἄλλους δὲ αἰτιᾶται ψεύσασθαι περὶ Γερήνων, καὶ τοῦ Ἀκακησίου, καὶ Δήμου ἐν Ἰθάκῃ, Πελεθρονίου τε ἐν Πηλίῳ, Γλαυκωπίου τε ἐν Ἀθήναις. Τούτοις δὲ μικρὰ τινὰ προσθεὶς τοιαῦτα παύεται, τὰ πλεῖστα μετενέγκας παρὰ τοῦ Ἐρατοσθένους, ὡς καὶ πρότερον ἐμνήσθημεν, οὐκ εὖ εἰρημένα. Τὸ μὲν γὰρ τοὺς ὕστερον ἐμπειροτέρους γεγονέναι τῶν πάλαι περὶ τὰ τοιαῦτα, καὶ Ἐρατοσθένει καὶ τούτῳ δοτέον· τὸ δʼ οὕτω πέρα τοῦ μετρίου προάγειν, καὶ μάλιστα ἐφʼ Ὁμήρου, δοκεῖ μοι κἂν ἐπιπλῆξαί τις δικαίως, καὶ τοὐναντίον εἰπεῖν, ὡς περὶ ὧν ἀγνοοῦσιν αὐτοὶ, περὶ τούτων τῷ ποιητῇ προφέρουσι.
Στράβων : Τοῦτο δὲ ἀγνοοῦντα τὸν ποιητὴν, ὥσπερ καὶ τὰ ἄλλα, ὅσα εἴρηκεν Ἀπολλόδωρος ἐν τῷ περὶ νεῶν καταλόγου δευτέρῳ, καταψεύσασθαι τῶν τόπων τὰ μὴ ὄντα.
Στράβων : οὐ δήπου κατʼ ἄγνοιαν τοπικὴν καὶ τούτων λεγομένων, ἀλλʼ ἐν μύθου μᾶλλον σχήματι, καθάπερ καὶ τῶν παρʼ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις, ἃ προφέρει ὁ Ἀπολλόδωρος, οὐδʼ ὃν τρόπον παρατίθησι τοῖς Ὁμήρου ταῦτα, εἰδώς. Τὰ μὲν γὰρ Ὁμήρου τὰ περὶ τὸν Πόντον καὶ τὴν Αἴγυπτον παρατίθησιν, ἄγνοιαν αἰτιώμενος, ὡς λέγειν μὲν τὰ ὄντα βουλομένου, μὴ λέγοντος δὲ τὰ ὄντα, ἀλλὰ τὰ μὴ ὄντα ὡς ὄντα, κατʼ ἄγνοιαν. Ἡσιόδου δʼ οὐκ ἄν τις αἰτιάσαιτο ἄγνοιαν, Ἡμίκυνας λέγοντος καὶ Μακροκεφάλους καὶ Πυγμαίους· οὐδὲ γὰρ αὐτοῦ Ὁμήρου ταῦτα μυθεύοντος· ὧν εἰσὶ καὶ οὗτοι οἱ Πυγμαῖοι· οὐδʼ Ἀλκμᾶνος Στεγανόποδας ἱστοροῦντος, οὐδʼ Αἰσχύλου Κυνοκεφάλους καὶ Στερνοφθάλμους καὶ Μονομμάτους· ὅπου γε οὐδὲ τοῖς πεζῇ συγγράφουσιν ἐν ἱστορίας σχήματι προσέχομεν περὶ πολλῶν, κἂν μὴ ἐξομολογῶνται τὴν μυθογραφίαν. Φαίνεται γὰρ εὐθὺς, ὅτι μύθους παραπλέκουσιν ἑκόντες, οὐκ ἀγνοίᾳ τῶν ὄντων, ἀλλὰ πλάσει τῶν ἀδυνάτων, τερατείας καὶ τέρψεως χάριν. Θεόπομπος δὲ ἐξομολογεῖται φήσας, ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ κρεῖττον ἢ ὡς Ἡρόδοτος καὶ Κτησίας καὶ Ἑλλάνικος καὶ οἱ τὰ Ἰνδικὰ συγγράψαντες.
Στράβων : Ἀπολλόδωρος δὲ ἐπιτιμᾷ Καλλιμάχῳ, συνηγορῶν τοῖς περὶ Ἐρατοσθένη, διότι, καίπερ γραμματικὸς ὢν, παρὰ τὴν Ὁμηρικὴν ὑπόθεσιν καὶ τὸν ἐξωκεανισμὸν τῶν τόπων περὶ οὓς τὴν πλάνην φράζει, Γαῦδον καὶ Κόρκυραν ὀνομάζει.
Ὁ δέ γε Ἀπολλόδωρος δευτέρῳ καταλόγου,
ψυχὴν ἐπαληθίζουσαν ὥσπερ ὁ Τζέτζης ἔχων,
τέρατά τε καὶ πλάσματα οἴεται, γράφων ὧδε·
«Ἡμίκυνες, Μακρόκρανοι, καὶ οἱ Πυγμαῖοι, πλάσμα·
ὥσπερ οἱ Στεγανόποδες καὶ οἱ Στερνόφθαλμοί τε,
αὐτοί τε Κυνοκέφαλοι μετὰ τῶν Μονομμάτων.
Μύθων τε Ἱμαντόποδες καὶ Ἱμαντοσκελεῖς τε, Μονοτοκῆται, Ἄῤῥινες, καὶ Ἄστομοι ὁμοίως, Καὶ οἱ Ὀπισθοδάκτυλοι καὶ οἱ Ἀγελαστοῦντες.»
Στράβων : Ἀγνοεῖν γὰρ αὐτὸν πολλὰ τῶν ἐνδόξων ἔφη περὶ τὸν Πόντον, οἷον ποταμοὺς καὶ ἔθνη ...
Στράβων : Οἷον Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων, οὓς καὶ ὁ Ἀράξης, ὥς φησιν Ἀπολλόδωρος, ἀπὸ τῆς Ἀρμενίας ὁρίζει.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν.
Ἀθήναιος : Ὅτι δὲ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη, Ῥιανὸς εἴρηκεν ἐν πρώτῃ Ἡρακλείας, καὶ ὁ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν πέμπτῳ περὶ νεῶν καταλόγου.
Στέφανος ὁ Βυζάντιος : Λιταὶ, πόλις Λακωνική. Ἀπολλόδωρος ἑβδόμῳ.
Στέφανος ὁ Βυζάντιος : Κορώνη, πόλις Μεσσήνης, ὡς Ἀπολλόδωρος ἑβδόμῳ τοῦ Καταλόγου.
Στράβων : ... καὶ ἡ λιμηρὰ Ἐπίδαυρος, ὡς Ἀρτεμίδωρός φησιν. Ἀπολλόδωρος δὲ Κυθήρων πλησίον ἱστορεῖ ταύτην· εὐλίμενον δὲ οὖσαν βραχέως καὶ ἐπιτετμημένως Λιμηρὰν εἰρῆσθαι, ὡς ἂν λιμενηρὰν, μεταβεβληκέναι δὲ τοὔνομα.
Στέφανος ὁ Βυζάντιος : Ὤλενος ... Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν ὀγδόῳ τοῦ νεῶν καταλόγου· «Τὸν Ὤλενον καὶ τὴν Παλλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκεν.»
Στράβων : Ἀπολλόδωρος δὲ τοτὲ μὲν ἐν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ὁμωνυμίαν, εἰπόντα· «Σάμοιό τε παιπαλοέσσης,» ὡς τὴν νῆσον λέγοντα· τοτὲ δʼ ἀντιγράφεσθαι δεῖν· «Δουλιχίῳ τε Σάμῳ τε», ἀλλὰ μὴ «Σάμῃ τε», δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον· ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις, δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι, «Ἔκ τε Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι,» καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου· «Τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν.»
Στράβων : Ὁ δὲ Ἀπολλόδωρος μένειν καὶ νῦν, καὶ πολίχνιον λέγει ἐν αὐτῇ Ἀλαλκομενὰς τὸ ἐπʼ αὐτῷ τῷ ἰσθμῷ κείμενον.
Στράβων : Ἀπολλόδωρος δὲ, ὡς πρότερον εἶπον, ὑπὲρ τῆς Μολυκρίας καὶ τὴν Χαλκίδα καὶ τὴν Ταφιασσὸν καὶ τὴν Καλυδῶνα μεταξὺ ἱδρῦσθαι φησὶ τῆς Χαλκίδος. ...
Τῆς δὲ μεσογαίας κατὰ μὲν τὴν Ἀκαρνανίαν Ἐρυσιχαίους τινάς φησιν Ἀπολλόδωρος λέγεσθαι, ὧν Ἀλκμὰν μέμνηται.
Στράβων : Μέγεθος δὲ Σωσικράτης μὲν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται, κ. τ. λ.
Στράβων : Ἀπολλόδωρος δὲ διδάσκων, ὃν τρόπον ὁ ποιητὴς εἴωθε διαστέλλεσθαι τὰς ὁμωνυμίας, οἷον ἐπὶ τοῦ Ὀρχομενοῦ, τὸν μὲν Ἀρκαδικὸν πολύμηλον καλῶν, τὸν δὲ Βοιωτικὸν Μινύειον, καὶ Σάμον Θρηϊκίην, συντιθεὶς, Μεσσηγὺς δὲ Σάμου καὶ Ἴμβρου, ἵνα χωρίσῃ ἀπὸ τῆς Ἰωνικῆς, οὕτω φησὶ καὶ τὴν Θεσπρωτικὴν Ἔφυραν διαστέλλεσθαι τῷ τε «τηλόθεν» καὶ τῷ «ποταμοῦ ἀπὸ Σελλήεντος.» Ταῦτα δʼ οὐχ ὁμολογεῖ τοῖς ὑπὸ τοῦ Σκηψίου Δημητρίου λεγομένοις, παρʼ οὗ μεταφέρει τὰ πλεῖστα. Ἐκεῖνος γὰρ οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμὸν, ἀλλʼ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἔφυραν, ὡς προείπομεν, κ. τ. λ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Νῦν οὖν λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ, ὡς Ἀπολλόδωρος ἱστορεῖ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλλου Μερμερίδαο. Ἰάσων ἅμα τῇ Μηδείᾳ ἐν Ἐφύρᾳ τῆς Θεσπρωτίας παραγενόμενος ἴσχει Φέρητα· οὗ Μέρμερος· οὗ Ἴλλος· οἵτινες ἐβασίλευσαν Θεσπρωτίας· ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Ἢ καὶ ἀπὸ Ἐφύρης τῆς προϊστορηθείσης, τῆς διὰ Μήδειαν πολυφαρμάκου, ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος.
Σοῦδα : Κάλυμνος, ὁ ἐν Αἰγύπτῳ σῖτος· ἀντὶ τοῦ Καλύμνιος· Ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν μετήγαγε τὸ σπέρμα. Ὁ δὲ Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδνας ὡς Καλύβας.
Ἐτυμολογικὸν τὸ Μέγα : Κάλυμνος ὁ ἐν Αἰγύπτῳ σῖτος. Ἀντὶ τοῦ Καλύμνιος. Ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν· μετήνεγκε τὸ σπέρμα. «Νήσους τε Καλυδνὰς», ἃς Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδνας ὡς Καλύβας.
Στράβων : Περὶ δὲ τῆ Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλήνων ἀντιλέγεται. ... Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν τῇ Θετταλίᾳ καλεῖσθαι φησὶν Ἕλληνας· Μυρμιδόνες δʼ ἐκαλοῦντο καὶ Ἕλληνες. Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλληνας λέγεσθαι τοὺς σύμπαντας καὶ Πανέλληνας· τὸν μὲν περὶ Προιτίδων λέγοντα, ὡς «Πανέλληνες ἐμνήστευον αὐτὰς,» τὸν δὲ, ὡς «Πανελλήνων ὀϊζὺς ἐν Θάσον συνέδραμεν.»
Στράβων : Φιλοκτήτου δʼ ἐστὶ καὶ ἡ παλαιὰ Κρίμισα περὶ τοὺς αὐτοὺς τόπους. Ἀπολλόδωρος δὲ ἐν τοῖς Περὶ νεῶν, τοῦ Φιλοκτήτου μνησθεὶς, λέγειν τινὰς φησὶν, ὡς εἰς τὴν Κροτωνιᾶτιν ἀφικόμενος Κρίμισαν ἄκραν οἰκίσαι, καὶ Χώνην πόλιν ὑπὲρ αὐτῆς, ἀφʼ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν· παρʼ αὐτοῦ δέ τινες σταλέντες εἰς Σικελίαν, περὶ Ἔρυκα μετὰ Αἰγέστου τοῦ Τρωὸς Αἴγεσταν τειχίσαι
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Αἱμονία τοπρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. Καὶ ἄλλας δὲ ἔσχεν ὀνομασίας. Ἐλέγετο δὲ καὶ Πυῤῥοδία ἀπὸ Πύῤῥας τῆς Δευκαλίωνος, ὡς Ῥιανός·
Πύῤῥαν δήποτε, τήν γε παλαιότεροι καλέεσκον
Πύῤῥης Δευκαλίωνος ἀπʼ ἀρχαίης ἀλόχοιο·
Αἱμονίην δʼ ἐξαῦτις ἀφʼ Αἵμονος, ὅν ῥα Πέλασγος
γείνατο φέρτατον υἱόν· ὁ δʼ αὖ τέκε Θέσσαλον Αἵμων·
τοῦ δʼ ἄπο Θεσσαλίην λαοὶ μετεφημίξαντο. Οἱ δὲ ἀπὸ Θεσσαλοῦ τοῦ Φειδίππου πατρὸς, τοῦ Ἡρακλείδου, μετὰ τὰ Τρωϊκὰ κληθῆναι φασί. Διαιρεῖται δὲ εἰς μέρη τέσσαρα· Πελασγιῶτιν, Θεσσαλιῶτιν, Ἰωλκῖτιν, Φθιῶτιν. Ταῦτα παρατίθεται Ἀπολλόδωρος ἐν νεῶν καταλόγῳ.
Στράβων : Οἴονται δὲ, φησὶν ὁ Ἀπολλόδωρος, ἀπὸ τῶν ἑλῶν τῶν περὶ τὸ ἱερὸν οὕτω καλεῖσθαι. Τὸν μέντοι ποιητὴν οὐ λέγειν Ἑλλοὺς, ἀλλὰ Σελλοὺς ὑπολαμβάνει τοὺς περὶ τὸ ἱερὸν, προσθεὶς, ὅτι καὶ Σελλήεντά τινα ὀνομάζει ποταμόν. Ὀνομάζει μὲν οὖν, ὅταν φῇ· Τηλόθεν ἐξ Ἐφύρης ποταμοῦ ἀπὸ Σελλήεντος· ἐν δὲ Θεσπρωτοῖς Ἐφύρας, ἀλλʼ ἐν τοῖς ἐντὸς Ἠλείοις· ἐκεῖ γὰρ εἶναι τὸν Σελλήεντα, ἐν δὲ Θεσπρωτοῖς οὐδένα, οὐδʼ ἐν Μολοττοῖς.
Πυθόδωρος ἐν τῷ Περὶ στοιχείων καὶ Φίλλις ὁ Δήλιος ἐν τῷ Περὶ χρόνων πρὸ Κάδμου Δαναὸν μετακομίσαι αὐτά φασιν. Ἐπιμαρτυροῦσι τούτοις καὶ οἱ Μιλησιακοὶ συγγραφεῖς Ἀναξίμανδρος καὶ Διονύσιος καὶ Ἑκαταῖος, οὓς καὶ Ἀπολλόδωρος ἐν Νεῶν καταλόγῳ παρατίθεται.
Ἄλος, πόλις Θεσσαλίας. Ἀπολλόδωρος δὲ ἀρσενικῶς λέγεσθαι τὴν πόλιν.
ΤΡΩΙΚΟΣ ΔΙΑΚΟΣΜΟΣ.
Στράβων : Πρὸς Ἀπολλόδωρον δὲ περὶ τῶν αὐτῶν ἐν τῷ Τρωϊκῷ διακόσμῳ διαλεγόμενον, πολλὰ μὲν εἴρηται πρότερον, καὶ νῦν δὲ λεκτέον. Οὐ γὰρ οἴεται δεῖν δέχεσθαι τοὺς Ἁλίζωνας ἐκτὸς τοῦ Ἅλυος· μηδεμίαν γὰρ συμμαχίαν ἀφῖχθαι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος. Ἀλλʼ οὐδὲ δόξαν ἔχει τοιαύτην τῶν παλαιῶν εἰπεῖν, ὡς συμφωνούντων ἁπάντων, μηδένας ἐκ τῆς περαίας τοῦ Ἅλυος κοινωνῆσαι τοῦ Τρωϊκοῦ πολέμου. Πρὸς τοὐναντίον δὲ μᾶλλον εὕροι τις ἂν μαρτυρίας. Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν. Αὐτὸς δὲ ὁ Ἀπολλόδωρος παρατίθησι τὸ τοῦ Ζηνοδότου, ὅτι γράφει· Ἐξ Ἑνετῆς, ὅθεν ἡμιόνων γένος ἀγροτεράων. Ταύτην δέ φησιν Ἑκαταῖον τὸν Μιλήσιον δέχεσθαι τὴν Ἀμισόν. Ἡ δὲ Ἀμισὸς εἴρηται διότι τῶν Λευκοσύρων ἐστὶ, καὶ ἐκτὸς τοῦ Ἅλυος.
Στράβων : Τοῦ ποιητοῦ δὲ εἰρηκότος οὑτωσί· Μάσθλης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων· οὐκ ἔχει λόγον, πῶς τοσαῦτα εἰδὼς ἔθνη βάρβαρα, μόνους εἴρηκε βαρβαροφώνους τοὺς Κᾶρας, βαρβάρους δὲ οὐδένας. Οὔτʼ οὖν Θουκυδίδης ὀρθῶς· οὐδὲ γὰρ λέγεσθαί φησι βαρβάρους, διὰ τὸ μηδὲ Ἕλληνάς πω ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι· τό τε γὰρ, Μηδὲ Ἕλληνάς πω, ψεῦδος αὐτὸς ὁ ποιητὴς ἀπελέγχει· Ἀνδρὸς, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος· καὶ πάλιν· Εἴτʼ ἐθέλῃς τερφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος. Μὴ λεγομένων τε βαρβάρων, πῶς ἔμελλεν εὖ λεχθήσεσθαι τὸ βαρβαροφώνων; Οὔτε δὴ οὗτος εὖ· οὔτʼ Ἀπολλόδωρος ὁ γραμματικὸς, ὅτι τῷ κοινῷ ὀνόματι ἰδίως καὶ λοιδόρως ἐχρῶντο οἱ Ἕλληνες κατὰ τῶν Καρῶν, καὶ μάλιστα οἱ Ἴωνες, μισοῦντες αὐτοὺς διὰ τὴν ἔχθραν καὶ τὰς συνεχεῖς στρατείας. Ἐχρῆν γὰρ οὕτω βαρβάρους ὀνομάζειν. Ἡμεῖς δὲ ζητοῦμεν, διὰ τί βαρβαροφώνους καλεῖ, βαρβάρους δʼ οὐδʼ ἅπαξ. Ὅτι, φησὶ, τὸ πληθυντικὸν εἰς τὸ μέτρον οὐκ ἐμπίπτει, διὰ τοῦτʼ οὐκ εἴρηκε βαρβάρους.
Στράβων : Ὁ γὰρ Ἀπολλόδωρος ἐν τοῖς Περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει· τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας κατηριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χεῤῥονήσου κατοίκους ὄντας, ἧς ὁ στενότατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ· αἱ δὲ ἐκτὸς πλευραὶ, φησὶ, τριγωνοειδοῦς οὔσης, εἰσὶ μὲν ἄνισοι, παρήκουσι δὲ ἡ μὲν ἀπὸ Κιλικίας ἐπὶ Χελιδονίας, ἡ δʼ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου, ἡ δʼ ἐπὶ Σινώπην πάλιν ἐνθένδε .... Διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος ἑπτακαιδέκατον φησὶν εἶναι τὸ τῶν Γαλατῶν, ὃ νεώτερον ἐστὶ τοῦ Ἐφόρου· ... Ἀπολλόδωρος δὲ τούτων μὲν ἐφρόντισεν οὐδὲν, τοῖς δὲ ἑκκαίδεκα ἔθνεσι προστίθησιν ἑπτακαιδέκατον, τὸ τῶν Γαλατῶν, ἄλλως μὲν χρήσιμον λεχθῆναι, πρὸς δὲ τὴν δίαιταν τῶν τοῦ Ἐφόρου λεγομένων ἢ παραλειπομένων οὐδὲν δέον· εἴρηκε δὲ τὴν αἰτίαν αὐτὸς, ὅτι ταῦτα πάντα νεώτερα τῆς ἐκείνου ἡλικίας. Μεταβὰς δʼ ἐπὶ τὸν ποιητὴν, τοῦτο μὲν ὀρθῶς λέγει, διότι πολλὴ σύγχυσις γεγένηται τῶν βαρβάρων ἐθνῶν ἀπὸ τῶν Τρωϊκῶν ἐς τὰ νῦν διὰ τὰς μεταπτώσεις· καὶ γὰρ προσγέγονέ τινα καὶ ἐλλέλοιπε καὶ διέσπασται καὶ συνῆκται εἰς ἕν. Οὐκ εὖ δὲ τὴν αἰτίαν διττὴν ἀποφαίνει, διʼ ἣν οὐ μέμνηταί τινων ὁ ποιητὴς, ἢ τῷ μήπω τότʼ οἰκεῖσθαι ὑπὸ τοῦ ἔθνους τούτου, ἢ τῷ ἐν ἑτέρῳ γένει περιέχεσθαι ... Ἔτι καὶ ταῦτα μέμψαιτο ἄν τις τοῦ Ἀπολλοδώρου, ὅτι τῶν νεωτέρων καινοτομούντων πολλὰ παρὰ τὰς Ὁμηρικὰς ἀποφάσεις, εἰωθὼς ταῦτʼ ἐλέγχειν ἐπὶ πλέον, ἐνταῦθα οὐκ ὠλιγώρηκε μόνον, ἀλλὰ καὶ τἀναντία εἰς ἓν συνάγει τὰ μὴ ὡσαύτως λεγόμενα. Ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς μετὰ τὰ Τρωϊκά φησιν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου, ἀγαγεῖν δʼ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας· ἐπιλέγει δὲ τούτοις ὁ Ἀπολλόδωρος, ὅτι τῆς Ἀσκανίας ταύτης μνημονεύει καὶ Ὅμηρος, ἧς ὁ Ξάνθος·
Φόρκυς δὲ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
τῆλʼ ἐξ Ἀσκανίης. Ἀλλʼ εἰ οὕτως ἔχει, ἡ μὲν μετανάστασις ὕστερον ἂν εἴη τῶν Τρωϊκῶν γεγονυῖα ... Οὕτω δὲ περὶ τῶν Φρυγῶν εἰπὼν, ἐπιφέρει καὶ τὰ περὶ τῶν Μυσῶν οὐχ ὁμολογούμενα τούτοις· λέγεσθαι γάρ φησι καὶ τῆς Μυσίας κώμην Ἀσκανίαν περὶ λίμνην ὁμώνυμον, ἐξ ἧς καὶ τὸν Ἀσκάνιον ποταμὸν ῥεῖν, οὗ μνημονεύει καὶ Εὐφορίων· Μυσοῖο παρʼ ὕδασιν Ἀσκανίοιο· καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος· Οἳ καὶ ἐπʼ Ἀσκανίῳ δώματʼ ἔχουσι ῥόῳ Λίμνης Ἀσκανίης ἐπὶ χείλεσι· ἔνθα Δολίων υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης. Καλοῦσι δὲ, φησὶ, Δολωνίδα καὶ Μυσίαν τὴν περὶ Κύζικον ἰόντι εἰς Μιλητούπολιν.
Στέφανος ὁ Βυζάντιος : Τένεδος ... ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτὴν εἶναί φησι ... Ἀπολλόδωρος δὲ ἐν νεῶν καταλόγῳ φησὶν, ὅτι τοὺς μὲν τῆς Παμφυλίας Τενεδεῖς, τοὺς δὲ τῆς νήσου Τενεδίους.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Σάμου ὑληέσσης Θρηϊκίης: Σάμιοι οἱ ἐν Ἰωνίᾳ μετὰ διακοσιοστὸν καὶ ἔννατον ἔτος τῶν Τρωϊκῶν χρησμὸν ἔλαβον παρὰ τοῦ Πυθίου εἰς τὴν ἐν Τρωάδι Θρᾴκην μετοικῆσαι· ἀφʼ ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. Ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ.
ΤΑ ΠΕΡΙ ΣΩΦΡΟΝΟΣ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Παρὰ δὲ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδʹ, νῦν δὲ ιβʹ. Δύναται δὲ εἶναι τρία ἡμιωβόλια, ὡς ἐν τοῖς περὶ Σώφρονος Ἀπολλόδωρος, ἐκ τῶν Διογενιανοῦ τῆς ἐπιτομῆς Ἑλληνικῶν ὀνομάτων.
Ἀθήναιος : Ἀπολλόδωρος δʼ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὸ «λιχνότερα τᾶν πορφυρᾶν», φησὶν ὅτι παροιμία ἐστὶ καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος· οὗ γὰρ ἂν προσψαύσῃ, ἕλκει ἐφʼ ἑαυτὸ, καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δὲ ἀπὸ τοῦ ζῴου.
Ἀθήναιος : Σικελιῶται δʼ εἰσὶν, οἱ τὸν κωβιὸν κώδωνα καλοῦντες, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν ταῖς Γλώτταις, καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος.
Ἀθήναιος : Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν τῷ τρίτῳ περὶ Σώφρονος, τῷ εἰς τοὺς ἀνδρείους μίμους, προθεὶς τὸ, «Καταπυγοτέραν τʼ ἀλφηστᾶν,» φησίν· «Ἰχθῦς τινες οἱ ἀλφησταὶ, τὸ μὲν ὅλον κιῤῥοειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη. Φασὶ δʼ αὐτοὺς ἁλίσκεσθαι σύνδυο, καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατʼ οὐρὰν ἑπόμενον. Ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν, τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω καλοῦσιν.»
Ἀριστοφάνους Σχόλια : ἐπιῤῥοφεῖν ἀγαθοῦ δαίμονος. Ὁ δὲ Ἀπολλόδωρος καὶ, ὅτι τὸ ποτήριον τοῦ ἀγαθοῦ δαίμονος μεστὸν πάλιν ἀπεπλήρουν, δεδήλωκεν ἐν τῇ δʹ περὶ Σώφρονος.
ΠΕΡΙ ΕΠΙΧΑΡΜΟΥ.
Σοῦδα : Καρδιώττειν· τὴν καρδίαν ἀλγεῖν, Σικελιῶται· ἡμεῖς δὲ βουλιμιᾶν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Ἐπιχάρμου τοὺς Σικελιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν.
Ἀθήναιος : Τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ... πεποιήκασιν ἄνδρες ἔνδοξοι, Χρυσόγονός τε ὁ αὐλητὴς, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ πολιτικῶν νόμων, τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δʼ ἐν τοῖς περὶ μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. Ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος.
ΠΕΡΙ ΕΤΥΜΟΛΟΓΙΩΝ
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Οὐδὲν ἔτισας, πλεονάζει τὸ δέν. ... Ἀρίσταρχος παρέλκειν λέγει τὸ δέν. Ἀπολλόδωρος δὲ ἐν Γλώσσαις, εἶναι τὸ πλῆρες, οὐδὲ ἕν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν πάλιν τροπάασθαι: Νικίας ὑφʼ ἓν ἀνέγνω παλιντροπάασθαι. Ἀπολλόδωρος δὲ, κατὰ διάλυσιν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : ... προτιάπτω. Ἀπολλόδωρος ... διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι.
Ἀθήναιος : Κύμβη. Φιλήμων ἐν ταῖς Ἀττικαῖς φωναῖς, κύλικος εἶδος. Ἀπολλόδωρος δὲ ἐν τῷ Περὶ ἐτυμολογιῶν Παφίους τὸ ποτήριον καλεῖν κύμβα.
Ἀθήναιος : Ὠνομάσθη δὲ ἡ ματτύη, ὡς μὲν ὁ Ἀθηναῖος Ἀπολλόδωρος φησὶν ἐν τῷ πρώτῳ τῶν Ἐτυμολογουμένων, ἀπὸ τοῦ μασᾶσθαι, ὥσπερ καὶ ἡ μαστίχη, καὶ τὰ μάλιστα καὶ ἡ μᾶζα. Ἡμεῖς δὲ φαμὲν ἀπὸ τοῦ μάττειν.
Ἀθήναιος : Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ Ἐτυμολογιῶν, τῶν κοχλιῶν φησὶ τινὰς καλεῖσθαι κωλυσιδείπνους.
Ἀπολλώνιος ὁ Σοφιστής : Ἀείρας. ... ἐπὶ δὲ τοῦ πρόσφερε· μή μοι οἶνον ἄειρε. ... Εἴρηται δὲ οὕτως, ἐπεὶ ὁ προσφέρων αἴρει τὸ προσφερόμενον, καὶ αἴρειν τὸ προσφέρειν. Ἀπὸ δὲ τούτου καὶ τὸν ἄρτον ὠνομάσθαι, ὥς φησιν Ἀπολλόδωρος.
Ἀπολλώνιος ὁ Σοφιστής : Ἄταλλε· ὁ μὲν Ἀπολλόδωρος, ἔσαινε καὶ ἐσκίρτα. Ὥσπερ δὲ ἀπὸ τοῦ παιδὸς, παίζειν, οὕτως ἀπὸ τοῦ ἀταλοῦ ἀτάλλειν. Ἀταλὸν δὲ, τὸ ἁπαλὸν καὶ νήπιον λέγεται οὐκ ἀπιθάνως.
Ἀπολλώνιος ὁ Σοφιστής : Οἰοπόλῳ. Ἀπολλόδωρος, ἐν ᾧ ὄϊες πολοῦνται.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Οἰοπόλῳ· ἤτοι ἐν ᾧ ὄϊες ἀναστρέφονται, ὅ ἐστι πρόβατα. Πολεῖν γὰρ τὸ ἀναστρέφεσθαι.
Ἀπολλώνιος ὁ Σοφιστής : Πεξαμένη ὁ Ἀπίων, κτενισαμένη, καὶ ὁ Ἀπολλόδωρος. Ἐπιφέρει δὲ καὶ τὸ τὰ ἔρια ξαίνειν, πέκειν· καὶ τὸ κείρειν ταὐτὸ, πέξαι. Καὶ ὁ πόκος. Δηλοῖ δὲ καὶ τὸ, καταξάνασα.
Ἀπολλώνιος ὁ Σοφιστής : Σακεσπάλος. Ἀπολλόδωρος· ἤτοι τὰ τῶν πολεμίων σάκη διασείων.
Ἐρωτιανός : Χέλωμα, χάλασμα. Φησὶν Ἀπολλόδωρος.
Ζηνόβιος ὁ Σοφιστής : Γραῦς Σέριφος· Ἀπολλόδωρος φησὶν, ὅτι ἐστί τις παροιμιώδης λεγομένη Σεριφία γραῦς, ἡ ἐν παρθενίᾳ γεγηρακυῖα.
Ἀθήναιος : Ἐγκέφαλοι χοίρειοι. ... Ἀπολλόδωρος δʼ ὁ Ἀθηναῖος οὐδʼ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον· καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις, ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν, οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ «λευκὸν μυελὸν», ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον· «Κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου κρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ·» καίτοι τἄλλα διαῤῥήδην ὀνομάσαντα. Καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφθέντα, φησί· Δύστηνε κτλ.
Ἀθήναιος : Οὐκ ἀγνοῶ δὲ καὶ περὶ Δηλίων ἃ Ἀπολλόδωρος ὁ Ἀθηναῖος εἴρηκεν, ὅτι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα, Μάγαδις καὶ Γογγύλος.
Ἀθήναιος : Κυριβάνας· πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρʼ Ἀλκμᾶνι.
Ἀθήναιος : Ψωθία τὰ ψαθύρια. ... Ἀπολλόδωρος δὲ ὁ Ἀθηναῖος καὶ Θεόδωρος ἐν Ἀττικαῖς γλώσσαις τοῦ ἄρτου τὰ ἐπιψαυόμενα ψωθία καλεῖσθαι· ἅτινα ὀνομάζειν ἀτταράγους.
Ἀριστοφάνους Σχόλια : Φῷδες. ... Ἀπολλόδωρος τὰ ἐκ τοῦ πυρὸς ἐρυθήματα ἢ ἐκ ψύχους, ἢ τοὺς τύλους καὶ τὰ ἐπικαύματα τὰ ἐκ τοῦ πυρός· ὡς τῶν πενήτων διὰ τὸ αὐτουργεῖν τοῦτο πασχόντων.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὀξέα δενδίλλων. Ἀντὶ τοῦ ὀξέως παρεπιστρεφόμενος, καὶ εἰς αὐτὸν τοῖς ὀφθαλμοῖς ἐπινεύων. Ὅμηρος δὲ ἐπὶ τοῦ στρέφειν τέθεικε τὴν λέξιν, τὸ ἐν ἐπιστροφῇ τοῦ προσώπου παρεγκλίναντα τοῖς ὀφθαλμοῖς ἐπινεύειν, ὥσπερ καὶ Ἀπολλόδωρος.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Ὑπόδρα, ἐπίῤῥημα, πόθεν γίνεται; ὁ μὲν Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : ἄγριον, αἰχμητὴν κρατερὸν, μνήστωρα φόβοιο,
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν φᾶρος ἔχων ἐν χειρὶ παχείῃ: Τί ποτε σημαίνει; ὁ μὲν Ἀπολλόδωρος, ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί.
Τὸν δὲ στρόμβον, ὃν ἔλεγον οἱ ἀρχαῖοι ὄστρακον τῶν κογχυλίων οἷς καὶ ἐχρῶντο ἀντὶ σάλπιγγος. Καὶ Ἀπολλόδωρος ἐν τοῖς Ὁμήρου οὕτως εἶπε· Στρόμβον δʼ ὡς ἔσσευεν·
Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Ἄγος τὸν ἀγκῶνα, ... Ἀπολλόδωρος δὲ τὸ ἐντὸς τοῦ βραχίονος μέρος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Ἁλίπλοα· τῇ θαλάσσῃ ἐπιπλέοντα, ὡς Ἀπολλόδωρος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Παριαμβίδες· Ἀπολλόδωρος παρὰ τοὺς Ἰάμβους αὐτὰς φησὶ πεποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν.
Ἐτυμολογικὸν τὸ Μέγα : Ἀλάστωρ. ... Κατὰ δὲ Ἀπολλόδωρον, ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀλιτανεύτως ἀδικεῖν.
Ἐργοδοτῶν, ὡς κἀν τῇ συνηθείᾳ. Ἀπολλόδωρος.
Ἄφλαστα, τὰ ἀκροστόλια. Ἀπολλόδωρος.
Ἀσαλής· ἡ ἄφροντις, ἡ μηδενὸς φροντίζουσα. Σάλη γὰρ ἡ φροντίς. Ἀσαλὴς ὁ ἀμέριμνος. Αἰσχύλος, ἀσαλὴς μανία· οὕτως Ἡρωδιανὸς καὶ Ἀπολλόδωρος. Καὶ γὰρ ἀσαλέαν ὁ Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ.
Δατητής. ... Ἀπολλόδωρος διὰ τοῦ σ φησί· παρὰ τὸ δαίω δαστὸς, καὶ ῥῆμα δαστῶ· ὁ παρακείμενος δεδάστηται, καὶ ἐνδείᾳ τοῦ σ, δεδάτηται· ἀφʼ οὗ ὄνομα δατητὴς, ὡς πεποίηται, ποιητής, διαιρετῆρες, μερισταί.
Ἑλινὸς, ἡ ἄμπελος, ὡς Ἀπολλόδωρος.
Κεραμεὺς παρὰ τὸ κέραμος. Τοῦτο παρὰ τὴν ἔραν ἔραμος καὶ κέραμος. Ἀπολλόδωρος τὴν κεκαυμένην γῆν ἔραν φησίν.
Κεφαλή. ... Ἡ κατὰ Ἀπολλόδωρον, καλύφη τις οὖσα, παρὰ τὸ καλύπτειν καὶ σκέπειν τὸν ἐγκέφαλον.
Κινυρή· ὀδυρτική. Κυρίως δὲ κινύρεσθαι ἐπὶ βοὸς εἴρηται, παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. Καὶ Ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν ταύτην παρὰ Ἀπολλοδώρῳ, φησὶν ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν, καὶ μετέθηκε τὴν εὕρεσιν τῆς ἐτυμολογίας.
Ἐτυμολογικὸν τὸ Μέγα : Κόρση, ἡ κεφαλή. Ὡς μὲν Ἀπολλόδωρος, ἐκ τοῦ κορυφοῦσθαι.
Ἐτυμολογικὸν τὸ Μέγα : Κρῆτες. ... ὁ Ἀπολλόδωρος παρὰ τὸ εὖ κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα.
Ἐτυμολογικὸν τὸ Μέγα : Κρόταφοι ... ὡς δὲ Ἀπολλόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν.
Ἐτυμολογικὸν τὸ Μέγα : Ὀρσοθύρη· ... φησὶ δὲ Ἀπολλόδωρος ὀρσορόκα ὑπʼ ἐνίων λέγεσθαι, διʼ ἧς τὸ ὕδωρ ὄρνυται.
Ἐτυμολογικὸν τὸ Μέγα : Ὀσφύς ... ὡς δὲ Ἀπολλόδωρος, οἱονεὶ ὀστοφυής τις οὖσα· ὀστώδης γάρ.
Ἐτυμολογικὸν τὸ Μέγα : Πώγων· ὡς μὲν Ἀπολλόδωρος, ὅτι πῆξιν ἡλικίας σημαίνει.
Ἐτυμολογικὸν τὸ Μέγα : Ῥάχις· ὡς μὲν Ἀπολλόδωρος, ἀπὸ τοῦ ῥῆξιν εἶναι καὶ τὰ δεξιὰ μέρη διακρίνειν ἀπὸ τῶν εὐωνύμων.
Ἐτυμολογικὸν τὸ Μέγα : Ὦτα. Ἀπολλόδωρος μὲν, ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν.
Φώτιος : Μέλασμα· τὸ βάμμα τῆς κεφαλῆς. Ἀπολλόδωρος.
Φώτιος : Πελικάν· Βοιωτοὶ τὴν ξυλίνην λεκάνην, διὰ τὸ ἐκπεπελεκῆσθαι. Ἀπολλόδωρος δὲ ποτηρίου εἶδος.
Φώτιος : Σκιαγράφος, ὁ νῦν σκηνογράφος. Οὕτως Ἀπολλόδωρος.
Σοῦδα : Κύβος, πᾶν τετράγωνον. Κύβος, ὁ κύκλωθεν βάσιν ἔχων. Ἀπολλόδωρος ἀπὸ τῆς κυφότητος· τὸ γὰρ ἐπὶ κεφαλὴν κυλισθῆναι κυβιστῆσαι ἔλεγον. Καὶ ἐν Ἐπιγράμματι· Οἶδʼ ὅτι ῥίπτω
πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς.
Ἐτυμολογικὸν τὸ Μέγα : Κύβος· ὁ κύκλωθεν βάσιν ἔχων, ἢ πᾶσα τετράγωνος ψῆφος. Ἀπολλόδωρος δὲ ἀπὸ τῆς κυφότητος. Τὰ γὰρ ἐπὶ κεφαλὴν κύψαντα κυλισθῆναι, κυβιστῆσαι ἔλεγον. Καὶ κυβιστᾷν, τὸ ἐπὶ κεφαλῆς πηδᾷν. Κύβην γὰρ ἔλεγον τὴν κεφαλήν. Παρὰ τὸ κύπτω, κύψω, γίνεται κύβος. Ἐξ αὐτοῦ κυβιστὴς, καὶ κυβιστὴρ ὁ κολυμβητής.
Σοῦδα : Λαρινοὶ βόες. ... Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς, λαρινούς. Λαρινεύειν γὰρ τὸ σιτεύειν.
Σοῦδα : Ῥάξαι· ἀντὶ τοῦ καταβαλεῖν. Οὕτως Ἀπολλόδωρος.
Σοῦδα : Φροῦδος· πρὸ ὁδοῦ, οἱονεὶ ἀπεληλυθώς, ἔκδημος. Ἀπολλόδωρος· «Φροῦδος μὲν ὁ πρὸ ὁδοῦ, φησὶν, ἢ ἤδη ἔξω ὤν.»
Εὐστάθιος ὁ Θεσσαλονίκης Ε: ... καὶ ὅτι κακῶς δασύνουσί τινες τοῦ Ἐνυὼ τὸ υ. Ἄμεινον γάρ φησι ψιλοῦν ... ἢ καὶ διότι ἀπὸ τοῦ ἐναύειν γίνεται κατὰ Ἀπολλόδωρον, ὅ ἐστιν ἐμφωνεῖν.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Φίλην ἀνάεδνον ἀγέσθω Πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω Ἔτι ἰστέον καὶ ὅτι Ἀρίσταρχος μὲν ἓν μέρος λόγου λαμβάνει τὸ, ἐπιμείλια, ὡς τὸ ἐπιφέρνια. Ἀπολλόδωρος δὲ διαλύει, λέγων· ἐπιδώσω μείλια· ὡς καὶ κατωτέρω εὐθὺς ἐπάγει, Ὅσσʼ οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Φησὶ δὲ καὶ Ἀπολλόδωρος, ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέρεσθαι· περιαιρεθῆναι δὲ τὸ ἰῶτα ὑπό τινων.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Δέρτρον ... Ἀπολλόδωρος δὲ, τὸν περὶ κοιλίαν ἐπίπλουν, ὃν καὶ ἀργέτην δημὸν ἐκεῖνος καλεῖ.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Τὸ δὲ «δισθανέες» ἐν δυσὶ μέρεσι λόγου ἀναγινώσκει Ἀπολλόδωρος, λέγων, ὅτι τὸ δὶς καὶ τρὶς ἀποβάλλει τὸ σῖγμα ἐν ταῖς συνθέσεσιν· οἷον δίπους, τρίπους. Ὤφειλεν οὖν καὶ διθανέες. Νοητέον δὲ τὸν Ἀπολλοδώρου λόγον χωρὶς τῶν ἀριθμητικῶν· δισχιλίους γὰρ μετὰ τοῦ σῖγμα καὶ τρισχιλίους φαμέν. Καὶ οὕτω μὲν αὐτός.
Αἴλιος Ἡρωδιανός Περὶ μον. λέξ.: Κριτής. Οὐδὲν εἰς της λῆγον δισύλλαβον ἀρσενικὸν ὀξύνεσθαι θέλει, ἀλλὰ μόνον τὸ κριτής· τὸ γὰρ ληϊστὴς τρισύλλαβόν ἐστι· διὸ ἔχει προκείμενον τὸ ι· τὸ δὲ ψαλτὴς Ἀττικόν ἐστι ὀξυνόμενον, ὡς ἱστορεῖ Ἀπολλόδωρος.
Ἀπολλώνιος ὁ Γραμματικός : Καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος καὶ ὁ Θρᾲξ Διονύσιος καὶ ἄρθρα δεικτικὰ τὰς ἀντωνυμίας ἐκάλεσαν.
Θεός, ἀπὸ τοῦ θεῖν· τινὲς δὲ ἀπὸ τοῦ αἴτιον εἶναι τοῦ θεᾶσθαι διὰ τὴν αὐγὴν τοῦ ἡλίου καὶ τῆς σελήνης.
Ἀνέμοιο· ὄνομα προσηγορικὸν ἀπὸ ῥήματος. Ἀπολλόδωρος παρὰ τὸ ἀνύειν· ὁ δὲ ποιητὴς παρὰ τὸ ἀεῖν.
Ὑπόδρα ἐπίρρημα πόθεν γίνεται; Ὁ μὲν Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν ἀπὸ παρακειμένου οὕτως· ὥσπερ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἠρέμα, καὶ ἀπὸ τοῦ σιγῶ σίγα, οὕτως καὶ ἐκ τοῦ ὁρῶ ὅρα, καὶ μετὰ τῆς ὑπὸ ὑπόρα, καὶ πλεονασμῷ τοῦ δ ὑπόδρα, τὸ ὑφορᾶσθαι. Καὶ ἄλλως. Ἔστι δρῶ, καὶ σημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ δράσις καὶ δρᾶμα· ἐκ τοῦ οὖν δρῶ γίνεται δρᾶ, καὶ μετὰ τῆς ὑπὸ ὑπόδρα, τὸ ὑποβλέπειν, καὶ δραπέτης. Ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι ἐκ τοῦ ὑποδρὰξ γίνεται κτλ.
Ἀπὸ τῆς ἀμφί προθέσεως τὸ ἀμφίς ἐπίρρημα ταύτης παραλαμβάνεται· «Οἵπερ νέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες». Οὐδεμία γὰρ πρόθεσις πλεονάζει τὸ σ. Τὸ δὲ ε, οἷον ἀμφί ἑ, ἀντωνομία νῦν ἀρσενικὴ ὀρθοτονουμένη, νῦν μεταλαμβανομένη εἰς σύνθετον· Ἀπολλόδωρος δὲ ψιλοῖ τὸ ἕ.
ΠΕΡΙ ΤΩΝ ΑΘΗΝΗΣΙΝ ΕΤΑΙΡΩΝ.
Ἀθήναιος : Σὺ δὲ, ὦ σοφιστὰ, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μεθʼ ἑταίρων, ἀλλὰ μεθʼ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων ἀεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλοδώρου καὶ Ἀμμωνίου καὶ Ἀντιφάνους, ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου, πάντων τούτων συγγεγραφότων περὶ τῶν Ἀθήνησιν ἑταιρίδων.
Ἀθήναιος : Αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτο πλῆθος ἤνεγκαν ἑταιρῶν ... Ἀνέγραψε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ τριάκοντα πέντε, Ἀπολλόδωρος δὲ τούτων πλείους.
Ἀθήναιος : Περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρίδων, ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. ... Ἑταιρῶν ἐπωνυμία αἱ ἀφύαι· περὶ ὧν ὁ προειρημένος Ἀπολλόδωρος φησίν· Σταγόνιον καὶ Ἀνθὶς ἀδελφαὶ, αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι καὶ λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον.
Οὐαλέριος Ἁρποκρατίων : Φανοστράτη, ... Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν, ταύτην φησὶν ὀνομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.
Οὐαλέριος Ἁρποκρατίων : Νάννιον ... Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν, Αἶγα λέγεσθαι φησὶ ταύτην τὴν ἑταίραν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες, καὶ Σοφοκλῆς Ποιμέσιν …
Ἀθήναιος : Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ ἑταιρῶν, δύο ἀναγράφει Φρύνας γεγονέναι· ὧν τὴν μὲν ἐπικαλεῖσθαι κλαυσιγέλωτα, τὴν δὲ σαπέρδιον.
Ἀθήναιος : Ἀπολλόδωρος δʼ ἐν τῇ πρὸς τὴν Ἀριστοκλέους ἐπιστολὴν ἀντιγραφῇ, «ὃ νῦν, φησὶν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτʼ εἶναι μάγαδιν· ὁ δὲ κλεψίαμβος κληθεὶς, ἔτι δὲ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκε».
ΠΕΡΙ ΚΡΑΤΗΡΟΣ,
Ἀθήναιος : Παρθένιος δʼ ὁ τοῦ Διονυσίου ἀμφίθετον ἀκούει τὴν ἀπύθμενον φιάλην· Ἀπολλόδωρος δʼ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τοῦ κρατῆρος ῥησειδίῳ τὴν κατὰ τὸν πυθμένα μὴ δυναμένην τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ τὸ στόμα.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Ἀπολλόδωρος δὲ, φασὶν, ἀμφίθετον λέγει, τὴν μὴ κατὰ πυθμένα, κατὰ μόνον δὲ στόμα δυναμένην ἐρείδεσθαι.
Ἀθήναιος : Κοτύλη. ... Ἀπολλόδωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον.
Ἀθήναιος : Κύμβα ποτήριον Ἀπολλόδωρος Παφίοις.
Ἀθήναιος : Λεπαστής. ... Ἀμερίας δέ φησι τὸν οἰνοχόην λεπαστὴς καλεῖσθαι. Ἀριστοφάνης δὲ καὶ Ἀπολλόδωρος, γένος εἶναι κύλικος.
Ἀθήναιος : Σελευκὶς, ὅτι ἀπὸ Σελεύκου βασιλέως τὴν προσηγορίαν ἔσχε τὸ ἔκπωμα, προείρηται, ἱστοροῦντος τοῦτο καὶ Ἀπολλοδώρου τοῦ Ἀθηναίου.