eul_wid: evu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Pretentious Dinner Guest by Straton the Comic Poet

The Pretentious Dinner Guest is a fragmentary comedy by the Athenian poet Straton Comicus, a playwright of the Middle Comedy period. The work survives only in twenty-four separate passages, primarily preserved within the culinary and literary compilation Deipnosophistae by Athenaeus. As suggested by its conventional English title, the play satirizes the figure of the ostentatious and parasitic dinner guest, a common scenario in the comic tradition. The extant fragments depict a host bewildered by a guest who employs absurdly pretentious and archaic vocabulary, referring to fellow diners as "Meropes" and "Dai tymones," and inquiring about sacrificial rituals in grandiose terms, all while the host insists on serving simple fare like a lamb. This scenario typifies the Middle Comedy's shift toward generalized social satire, focusing on themes of hypocrisy, flattery, gourmandise, and the anxieties of social climbing within the context of private hospitality. While Straton's direct influence is untraceable due to the fragmentary state of his work, such comedies contributed to the development of the stock characters and domestic situations that would become central to New Comedy and, later, Roman comedy. The fragments collectively offer a valuable glimpse into the thematic concerns and comic style of the often poorly attested Middle Comic period.

ΦΟΙΝΙΚΙΔΗΣ
Σφίγγʼ ἄρρενʼ, οὐ μάγειρον, εἰς τὴν οἰκίαν
εἴληφʼ· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς
ὧν ἂν λέγῃ συνίημι. καινὰ ῥήματα
πεπορισμένος πάρεστιν· ὡς εἰσῆλθε γάρ,
εὐθύς μʼ ἐπηρώτησε προσβλέψας μέγα.
«πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον»; λέγε.
«ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς;
τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς;
οὐδεὶς παρέσται· τοῦτο γὰρ νὴ τὸν Δία
ἔτι κατάλοιπον, μέροπας ἐπὶ δεῖπνον καλεῖν.»
«οὐδʼ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;»
«οὐκ οἶδʼ ἔγωγε Δαιτυμόνʼ». ἐλογιζόμην,
ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος,
ὁ δεῖνʼ, ὁ δεῖνα· κατʼ ὄνομʼ ἀνελογιζόμην·
οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών.
«οὐδεὶς παρέσται» φημί. «τί λέγεις; οὐδὲ εἷς;»
σφόδρʼ ἠγανάκτησʼ, ὥσπερ ἠδικημένος,
εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ.
«σὺ δʼ ἄρα θύεις ἐρυσίχθονʼ;» οὐκ ἔφην ἐγώ.
«βοῦν δʼ εὐρυμέτωπον;» «οὐ θύω βοῦν, ἄθλιε.»
«μῆλα θυσιάζεις ἆρα;» «μὰ Δίʼ ἐγὼ μὲν οὔ,
οὐδέτερον αὐτῶν, προβάτιον δʼ.» «οὐκοῦνʼ ἔφη
τὰ μῆλα πρόβατα.» «οὐ μανθάνω
τούτων οὐδέν, οὐδὲ βούλομαι.
ἀγροικότερός εἰμʼ, ὥσθʼ ἁπλῶς μοι διαλέγου.»
«Ὅμηρον οὐκ οἶδας λέγοντα;» «καὶ μάλα
ἐξῆν ὃ βούλοιτʼ, ὦ μάγειρʼ, αὐτῷ λέγειν.
ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας;»
«κατʼ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι».
«Ὁμηρικῶς γὰρ διανοεῖ μʼ ἀπολλύναι;»
«οὕτω λαλεῖν εἴωθα.» «μὴ τοίνυν λάλει
οὕτω παρʼ ἐμοί γʼ ὤν.» «ἀλλὰ διὰ τὰς τέτταρας
δραχμὰς ἀποβάλω» φησί «τὴν προαίρεσιν;
τὰς οὐλοχύτας φέρε δεῦρο.» «τοῦτο δʼ ἐστὶ τί;»
«κριθαί.» «τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;»
«πηγὸς πάρεστι;» «πηγός; οὐχὶ λαικάσει
ἐρεῖς σαφέστερόν θʼ ὃ βούλει μοι λέγειν;»
«ἀτάσθαλός γʼ εἶ, πρέσβυ» φήσʼ· «ἅλας φέρε.
τοῦτʼ ἔστι πηγός. ἀλλὰ δεῖξον χέρνιβα.»
παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα
τοιαῦθʼ ἃ μὰ τὴν γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,
μίστυλλα, μοίρας, δίπτυχʼ, ὀβελούς· ὥστε με
τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βυβλίων
σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων·
πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν
ἀνθρωπίνως λαλεῖν τε. τὸν δʼ οὐδʼ ἂν ταχὺ
ἔπεισεν ἡ Πειθὼ μὰ τὴν γῆν οἶδʼ ὅτι.