ΑΣΠΙΣ
Δᾶος … ἡμέραν ἄγω
ὦ τρόφιμε, τὴν νῦν, οὐδὲ διαλογίζομαι
παραπλήσιʼ ὡς τότʼ ἤλπισʼ ἐξορμώμενος.
ὤιμην γὰρ εὐδοξοῦντα καὶ σωθέντα σε
ἀπὸ στρατείας ἐν βίωι τʼ εὐσχήμονι
ἤδη τὸ λοιπὸν καταβιώσεσθαί τινι,
στρατηγὸν ἢ σύμβουλον ὠνομασμένον,
καὶ τὴν ἀδελφήν, ἧσπερ ἐξώρμας τότε
ἕνεκα, σεαυτοῦ νυμφίωι καταξίωι
συνοικιεῖν ποθεινὸν ἥκοντʼ οἴκαδε,
ἐμοί τʼ ἔσεσθαι τῶν μακρῶν πόνων τινὰ
ἀνάπαυσιν εἰς τὸ γῆρας εὐνοίας χάριν.
νῦν δὲ σὺ μὲν οἴχει παραλόγως τʼ ἀνήρπασαι,
ἐγὼ δʼ ὁ παιδαγωγός, ὦ Κλεόστρατε,
τὴν οὐχὶ σώσασάν σε τήνδʼ ἐλήλυθα
ἀσπίδα κομίζων ὑπὸ δὲ σοῦ σεσωμένην
πολλάκις· ἀνὴρ γὰρ ἦσθα τὴν ψυχὴν μέγας,
εἰ καί τις ἄλλος. Σμικρίνης τῆς ἀνελπίστου τύχης,
ὦ Δᾶε. Δᾶος δεινῆς. Σμικρίνης πῶς δʼ ἀπώλετʼ, ἢ τίνι
τρόπωι; Δᾶος στρατιώτηι, Σμικρίνη, σωτηρίας
ἔστʼ ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δʼ εὔπορον.
Σμικρίνης ὅμως διήγησαι τὸ πρᾶγμα Δᾶέ μοι.
Δᾶος ποταμός τις ἐστὶ τῆς Λυκίας καλούμενος
Ξάνθος, πρὸς ὧι τότʼ ἦμεν ἐπιεικῶς μάχαις
πολλαῖς διευτυχοῦντες, οἵ τε βάρβαροι
ἐπεφεύγεσαν τὸ πεδίον ἐκλελοιπότες.
ἦν δʼ ὡς ἔοικε καὶ τὸ μὴ πάντʼ εὐτυχεῖν
χρήσιμον· ὁ γὰρ πταίσας τι καὶ φυλάττεται.
ἡμᾶς δʼ ἀτάκτους πρὸς τὸ μέλλον ἤγαγε
τὸ καταφρονεῖν· πολλοὶ γὰρ ἐκλελοιπότες
τὸν χάρακα τὰς κώμας ἐπόρθουν, τοὺς ἀγροὺς
ἔκοπτον, αἰχμάλωτʼ ἐπώλουν, χρήματα
ἕκαστος εἶχε πόλλʼ ἀπελθών. Σμικρίνης ὡς καλόν.
Δᾶος … ὁ τρόφιμος συναγαγὼν χρυσοῦς τινας
ἑξακοσίους, ποτήριʼ ἐπιεικῶς συχνά,
τῶν τʼ αἰχμαλώτων τοῦτον ὃν ὁρᾶις πλησίον
ὄχλον, ἀποπέμπει μʼ εἰς Ῥόδον καί τωι ξένωι
φράζει καταλιπεῖν ταῦτα πρός θʼ αὑτὸν πάλιν
… ἀναστρέφειν. Σμικρίνης τί οὖν δὴ γίνεται;
Δᾶος ἐγὼ μὲν ἐξώρμων ἕωθεν, ἧι δʼ ἐγὼ
ἀπῆιρον ἡμέραι λαθόντες τοὺς σκοποὺς
τοὺς ἡμετέρους οἱ βάρβαροι λόφον τινὰ
ἐπίπροσθʼ ἔχοντες ἔμενον, αὐτομόλων τινῶν
πεπυσμένοι τὴν δύναμιν ἐσκεδασμένην·
ὡς δʼ ἐγένεθʼ ἑσπέρα κατὰ σκηνάς θʼ ἅπαν
ἦν τὸ στρατόπεδον, ἔκ τε χώρας ἄφθονα
ἅπαντʼ ἐχούσης, οἷον εἰκὸς γίνεται·
ἐβρύαζον οἱ πλεῖστοι. Σμικρίνης πονηρόν γε σφόδρα.
Δᾶος ἄφνω γὰρ ἐπιπίπτουσιν αὐτοῖς μοι δοκεῖ.
Σμικρίνης … υς … φα …
…
Δᾶος … εγω
… τα περὶ μέσας δʼ ἴσως
νύκτας φυλακὴν τῶν χρημάτων ποούμενος
τῶν τʼ ἀνδραποδίων περιπατῶν ἔμπροσθε τῆς
σκηνῆς ἀκούω θόρυβον οἰμωγὴν δρόμον
ὀδυρμόν, ἀνακαλοῦντας αὑτοὺς ὀνόματι,
ὧν καὶ τὸ πρᾶγμʼ ἤκουον· εὐτυχῶς δέ τι
λοφίδιον ἦν ἐνταῦθʼ ὀχυρόν· πρὸς τοῦτʼ ἄνω
ἠθροιζόμεσθα πάντες, οἱ δʼ ἐπέρρεον
ἱππεῖς ὑπασπισταὶ στρατιῶται τραύματα
ἔχοντες. Σμικρίνης ὡς ὤνησʼ ἀποσταλεὶς τότε.
Δᾶος αὐτοῦ δʼ ἕωθεν χάρακα βαλόμενοί τινα
ἐμένομεν· οἱ δὲ τότε διεσκεδασμένοι
ἐν ταῖς προνομαῖς αἷς εἶπον ἐπεγίνοντʼ ἀεὶ
ἡμῖν, τετάρτηι δʼ ἡμέραι προήγομεν
πάλιν, πυθόμενοι τοὺς Λυκίους εἰς τὰς ἄνω
κώμας ἄγειν οὓς ἔλαβον. Σμικρίνης ἐν δὲ τοῖς νεκροῖς
πεπτωκότʼ εἶδες τοῦτον; Δᾶος αὐτὸν μὲν σαφῶς
οὐκ ἦν ἐπιγνῶναι· τετάρτην ἡμέραν
ἐρριμμένοι γὰρ ἦσαν ἐξωιδηκότες
τὰ πρόσωπα. Σμικρίνης πῶς οὖν οἶσθα; Δᾶος ἔχων τὴν ἀσπίδα
ἔκειτο· συντετριμμένην δέ μοι δοκεῖ
οὐκ ἔλαβεν αὐτὴν οὐδὲ εἷς τῶν βαρβάρων.
ὁ δʼ ἡγεμὼν ἡμῶν ὁ χρηστὸς καθʼ ἕνα μὲν
κάειν ἐκώλυσεν διατριβὴν ἐσομένην
ὁρῶν ἑκάστοις ὀστολογῆσαι, συναγαγὼν
πάντας δʼ ἀθρόους ἔκαυσε, καὶ σπουδῆι πάνυ
θάψας ἀνέζευξʼ εὐθύς· ἡμεῖς τʼ εἰς Ῥόδον
διεπίπτομεν τὸ πρῶτον, εἶτʼ ἐκεῖ τινας
μείναντες ἡμέρας ἐπλέομεν ἐνθάδε.
ἀκήκοάς μου πάντα. Σμικρίνης χρυσοῦς φὴις ἄγειν
ἑξακοσίους; Δᾶος ἔγωγε. Σμικρίνης καὶ ποτήρια;
Δᾶος ὁλκὴν ἴσως μνῶν τετταράκοντʼ, οὐ πλείονος,
κληρονόμε. Σμικρίνης πῶς; οἴει μʼ ἐρωτᾶν, εἰπέ μοι,
διὰ τοῦτʼ; Ἄπολλον. τἆλλα δʼ ἡρπάσθη; Δᾶος σχεδὸν
τὰ πλεῖστα, πλὴν ὧν ἔλαβον ἐξ ἀρχῆς ἐγώ.
ἱμάτιʼ ἔνεστʼ ἐνταῦθα, χλαμύδες· τουτονὶ
τὸν ὄχλον ὁρᾶις οἰκεῖον. Σμικρίνης οὐθέν μοι μέλει
τούτων· ἐκεῖνος ὤφελε ζῆν. Δᾶος ὤφελε.
παράγωμεν εἴσω τὸν ταλαίπωρον λόγον
ἀπαγγελοῦντες τοῦτον οἷς ἥκιστα χρῆν.
Σμικρίνης εἶτʼ ἐντυχεῖν βουλήσομαί τι Δᾶέ σοι
κατὰ σχολήν· νυνὶ δὲ καὐτός μοι δοκῶ
εἴσω παριέναι σκεψόμενος τίνʼ ἂν τρόπον
τούτοις προσενεχθείη τις ἡμερώτατα.
Θεός Τύχη ἀλλʼ εἰ μὲν ἦν τούτοις τι γεγονὸς δυσχερές,
θεὸν οὖσαν οὐκ ἦν εἰκὸς ἀκολουθεῖν ἐμέ.
νῦν δʼ ἀγνοοῦσι καὶ πλανῶνται· τοῦτο δὲ
… εχων μαθήσεται
… ν …
ξένος ἄλλος ὡς … τοκαι
ἥ τʼ ἐπίθεσις τῶν βαρβάρων
ἐπέχων ἐσήμαινʼ, ἐξεβοήθουν
ὁπλιζόμενοι τὸ παρὸν ἕκαστος πλησίον.
οὕτως ὁ μὲν παρὰ τῶι τροφίμωι τούτου τότε
ὢν ἐξεβοήθει τήνδʼ ἔχων τὴν ἀσπίδα
εὐθύς τε πίπτει· κειμένης δʼ ἐν τοῖς νεκροῖς
τῆς ἀσπίδος τοῦ μειρακίου τʼ ὠιδηκότος
οὗτος διημάρτηκεν· ὁ δὲ Κλεόστρατος
ἐκεῖθεν ἑτέροις ἐκβοηθήσας ὅπλοις
γέγονʼ αἰχμάλωτος, ζῆι δὲ καὶ σωθήσεται
ὅσον οὐδέπω. ταυτὶ μὲν οὖν μεμαθήκατε
ἱκανῶς. ὁ γέρων δʼ ὁ πάντʼ ἀνακρίνων ἀρτίως
γένει μὲν αὐτῶι θεῖός ἐστι πρὸς πατρός,
πονηρίαι δὲ πάντας ἀνθρώπους ὅλως
ὑπερπέπαικεν· οὗτος οὔτε συγγενῆ
οὔτε φίλον οἶδεν οὐδὲ τῶν ἐν τῶι βίωι
αἰσχρῶν πεφρόντικʼ οὐδέν, ἀλλὰ βούλεται
ἔχειν ἅπαντα· τοῦτο γινώσκει μόνον,
καὶ ζῆι μονότροπος, γραῦν ἔχων διάκονον.
οὗ δʼ εἰσελήλυθʼ ὁ θεράπων ἐν γειτόνων
ἁδελφὸς οἰκεῖ τοῦδε τοῦ φιλαργύρου
νεώτερος, ταὐτὸν προσήκων κατὰ γένος
τῶι μειρακίωι, χρηστὸς δὲ τῶι τρόπωι πάνυ
καὶ πλούσιος, γυναῖκʼ ἔχων καὶ παρθένου
μιᾶς πατὴρ ὤν· ὧι κατέλιπεν ἐκπλέων
ὁ μειρακίσκος τὴν ἀδελφήν· σύντροφοι
αὗται θʼ ἑαυταῖς εἰσιν ἐκτεθραμμέναι.
ὢν δʼ, ὅπερ ὑπεῖπα, χρηστὸς οὗτος μακροτέραν
ὁρῶν ἐκείνωι τὴν ἀποδημίαν τά τε
οἰκεῖα μέτρια παντελῶς, τὴν παρθένον
αὐτὸς συνοικίζειν νεανίσκωι τινὶ
ἔμελλεν, ὑῶι τῆς γυναικὸς ἧς ἔχει,
ἐξ ἀνδρὸς ἑτέρου, προῖκά τʼ ἐπεδίδου δύο
τάλαντα· καὶ ποιεῖν ἔμελλε τοὺς γάμους
νυνί. ταραχὴν δὲ τοῦτο πᾶσιν ἐμπεσὸν
τὸ νῦν παρέξει πρᾶγμα· τοὺς ἑξακοσίους
χρυσοῦς ἀκούσας οὑτοσὶ γὰρ ἀρτίως
ὁ πονηρός, οἰκέτας τε βαρβάρους ἰδών,
σκευοφόρα, παιδίσκας, ἐπικλήρου τῆς κόρης
οὔσης κρατεῖν βουλήσετʼ αὐτός, τῶι χρόνωι
προέχων. μάτην δὲ πράγμαθʼ αὑτῶι καὶ πόνους
πολλοὺς παρασχὼν γνωριμώτερόν τε τοῖς
πᾶσιν ποήσας αὑτὸν οἷός ἐστʼ ἀνὴρ
ἐπάνεισιν ἐπὶ τἀρχαῖα. λοιπὸν τοὔνομα
τοὐμὸν φράσαι· τίς εἰμι, πάντων κυρία
τούτων βραβεῦσαι καὶ διοικῆσαι; Τύχη.
Σμικρίνης ἵνα μή τις εἴπηι μʼ ὅτι φιλάργυρος σφόδρα,
οὐκ ἐξετάσας πόσον ἐστὶν ὃ φέρει χρυσίον
οὐδʼ ὁπόσα τἀργυρώματʼ, οὐδʼ ἀριθμὸν λαβὼν
οὐδενός, ἑτοίμως εἰσενεγκεῖν ἐνθάδε
εἴασα· βασκαίνειν γὰρ εἰώθασί με
ἐπὶ παντί· τὸ γὰρ ἀκριβὲς εὑρεθήσεται
ἕως ἂν οἱ φέροντες ὦσιν οἰκέται.
οἶμαι μὲν οὖν ἑκόντας αὐτοὺς τοῖς νόμοις
καὶ τοῖς δικαίοις ἐμμενεῖν· ἐὰν δὲ μή,
οὐθεὶς ἐπιτρέψει. τοὺς δὲ γινομένους γάμους
τούτους προειπεῖν βούλομʼ αὐτοῖς μὴ ποεῖν.
ἴσως μὲν ἄτοπον καὶ λέγειν· οὐκ ἐν γάμοις
ἐστὶν γὰρ ἥκοντος τοιούτου νῦν λόγου.
ὅμως δὲ τὴν θύραν γε κόψας ἐκκαλῶ
τὸν Δᾶον· οὗτος γὰρ προσέξει μοι μόνος.
Δᾶος πολλὴ μὲν ὑμῖν ταῦτα συγγνώμη ποεῖν,
ἐκ τῶν δʼ ἐνόντων ὡς μάλιστα δεῖ φέρειν
ἀνθρωπίνως τὸ συμβεβηκός. Σμικρίνης πρός σʼ ἐγὼ
πάρειμι, Δᾶε. Δᾶος πρὸς ἐμέ; Σμικρίνης ναὶ μὰ τὸν Δία.
ὤφελε μὲν οὖν ἐκεῖνος, ὃν δίκαιον ἦν,
ζῆν καὶ διοικεῖν ταῦτα καὶ τεθνηκότος
ἐμοῦ γενέσθαι τῶν ἐμῶν κατὰ τοὺς νόμους
κύριος ἁπάντων. Δᾶος ὤφελεν. τί οὖν; Σμικρίνης τί γάρ;
πρεσβύτατός εἰμι τοῦ γένους. ἀδικούμενος
ἀεί τε πλεονεκτοῦντα τὸν ἀδελφόν τι μου
ὁρῶν ἀνέχομαι. Δᾶος νοῦν ἔχεις. Σμικρίνης ἀλλʼ, ὦγαθέ,
οὐδὲ μετριάζει, νενόμικεν δὲ παντελῶς
οἰκότριβά μʼ ἢ νόθον τινʼ, ὃς νυνὶ γάμους
ἐπόει διδοὺς οὐκ οἶδʼ ὅτωι τὴν παρθένον,
οὐκ ἐπανενεγκών, οὐκ ἐρωτήσας ἐμέ,
ἐμοὶ προσήκων ταὐτό, θεῖος ὢν ὅπερ
κἀγώ. Δᾶος τί οὖν δή; Σμικρίνης πάντα ταῦτʼ ὀργίζομαι
ὁρῶν. ἐπειδὴ δʼ ἐστὶν ἀλλοτρίως ἔχων
πρὸς ἐμέ, ποήσω ταῦτʼ ἐγώ· τὴν οὐσίαν
οὐχὶ καταλείψω τὴν ἐμὴν διαρπάσαι
τούτοις, ὅπερ δὲ καὶ παραινοῦσίν τινες
τῶν γνωρίμων μοι λήψομαι τὴν παρθένον
γυναῖκα ταύτην· καὶ γὰρ ὁ νόμος μοι δοκεῖ
οὕτω λέγειν πως, Δᾶε. ταῦτʼ οὖν ὃν τρόπον
πράττοιτʼ ἂν ὀρθῶς καὶ σὲ φροντίζειν ἔδει·
οὐκ ἀλλότριος εἶ. Δᾶος Σμικρίνη, πάνυ μοι δοκεῖ
τὸ ῥῆμα τοῦτʼ εἶναί τι μεμεριμνημένον
τὸ «γνῶθι σαυτόν». ἐμμένειν τούτωι μʼ ἔα
ὅσα τʼ οἰκέτηι δεῖ μὴ πονηρῶι ταῦτʼ ἐμοὶ
ἀνάφερε καὶ τούτων παρʼ ἐμοῦ ζήτει λόγον …
σὸν δʼ εἴ με δω
πάντας θεράποντας ἐστι
σώματα μεγ … λαμβανοντ
σημεῖʼ ἐπέστ … συνήλλαξέν τισιν
ἐκεῖνος ἀποδημῶν ἔχω φράζειν· ἐγὼ
ταῦτʼ, ἂν κελεύηι τίς με, δείξω καθʼ ἕν, ὅπου,
πῶς, τοῦ παρόντος. περὶ δὲ κλήρου, Σμικρίνη.
ἢ νὴ Δίʼ ἐπικλήρου γάμων τε καὶ γένους
καὶ διαφορᾶς οἰκειότητος μηκέτι
Δᾶον ἄγετʼ εἰς μέσον· τὰ τῶν ἐλευθέρων
αὐτοὶ δὲ πράττεθʼ οἷς τὸ τοιοῦτον ἁρμόσει.
Σμικρίνης δοκῶ δέ σοι τι πρὸς θεῶν ἁμαρτάνειν;
Δᾶος Φρύξ εἰμι· πολλὰ τῶν παρʼ ὑμῖν φαίνεται
καλῶν ἐμοὶ πάνδεινα καὶ τοὐναντίον
τούτων. τί προσέχειν δεῖ σʼ ἐμοί; φρονεῖς ἐμοῦ
βέλτιον εἰκότως. Σμικρίνης σὺ νυνί μοι δοκεῖς
λέγειν ὁμοῦ τι· «μὴ πάρεχέ μοι πράγματα.»
τοιουτότροπόν τι. μανθάνω. τούτων τινὰ
ὀπτέον ἂν εἴη πρὸς ἀγορὰν ἐλθόντι μοι,
εἰ μή τις ἔνδον ἐστίν. Δᾶος οὐδείς. —ὦ Τύχη,
οἵωι μʼ ἀφʼ οἵου δεσπότου παρεγγυᾶν
μέλλεις. τί σʼ ἠδίκηκα τηλικοῦτʼ ἐγώ;
Μάγειρος ἂν καὶ λάβω ποτʼ ἔργον, ἢ τέθνηκέ τις,
εἶτʼ ἀποτρέχειν δεῖ μισθὸν οὐκ ἔχοντά με,
ἢ τέτοκε τῶν ἔνδον κυοῦσά τις λάθραι,
εἶτʼ οὐκέτι θύουσʼ ἐξαπίνης, ἀλλʼ οἴχομαι
ἀπιὼν ἐγώ. τῆς δυσποτμίας. Δᾶος πρὸς τῶν θεῶν,
μάγειρʼ, ἄπελθε. Μάγειρος νῦν δέ σοι τί δοκῶ ποεῖν;
λαβὲ τὰς μαχαίρας, παιδάριον, θᾶττόν ποτε.
δραχμῶν τριῶν ἦλθον διʼ ἡμερῶν δέκα
ἔργον λαβών· ὤιμην ἔχειν ταύτας· νεκρὸς
ἐλθών τις ἐκ Λυκίας ἀφήιρηται βίαι
ταύτας. τοιούτου συμβεβηκότος κακοῦ
τοῖς ἔνδον, ἱερόσυλε, κλαούσας ὁρῶν
καὶ κοπτομένας γυναῖκας ἐκφέρεις κενὴν
τὴν λήκυθον; μέμνησο καιρὸν παραλαβὼν
τοιοῦτον. οὐ Σπινθῆρʼ, Ἀριστείδην δʼ ἔχω,
ὑπηρέτην δίκαιον· ὄψομαί σʼ ἐγὼ
ἄδειπνον. ὁ δὲ τραπεζοποιὸς καταμενεῖ
εἰς τὸ περίδειπνον τυχὸν ἴσως. Τραπεζοποιός δραχμὴν ἐγὼ
ἂν μὴ λάβω κοπτόμενος ὑμῶν οὐδὲ ἓν
αὐτὸς διοίσω. Δᾶος πρόαγε· τοῦτον οὐδ … ς …
… έλλων ἄρα
… α πρῶτα … τα. Δᾶος πάνυ μὲν οὖν.
Τραπεζοποιός κακὸς κακῶς ἀπόλοιο τοίνυν νὴ Δία
τοιόνδε πεποηκώς, ἀπόπληκτε· χρυσίον
ἔχων τοσοῦτο, παῖδας, ἥκεις δεσπότηι
ταῦτʼ ἀποκομίζων; κοὐκ ἀπέδρας; ποταπός ποτʼ εἶ;
Δᾶος Φρύξ. Τραπεζοποιός οὐδὲν ἱερόν· ἀνδρόγυνος. ἡμεῖς μόνοι
οἱ Θρᾶικές ἐσμεν ἄνδρες· οἱ μὲν δὴ Γέται,
Ἄπολλον, ἀνδρεῖον τὸ χρῆμα· τοιγαροῦν
γέμουσιν οἱ μυλῶνες ἡμῶν. Δᾶος ἐκποδὼν
ἀπαλλάγηθʼ ἀπὸ τῆς θύρας· καὶ γάρ τινα
ὄχλον ἄλλον ἀνθρώπων προσιόντα τουτονὶ
ὁρῶ μεθυόντων. νοῦν ἔχετε· τὸ τῆς τύχης
ἄδηλον· εὐφραίνεσθʼ ὃν ἔξεστιν χρόνον. ΧΟΡΟΥ
Σμικρίνης εἶἑν. τί δή μοι νῦν λέγεις, Χαιρέστρατε;
Χαιρέστρατος πρῶτον μέν, ὦ βέλτιστε, τὰ περὶ τὴν ταφὴν
δεῖ πραγματευθῆναι. Σμικρίνης πεπραγματευμένα
ἔσται. τὸ μετὰ ταῦθʼ, ὁμολόγει τὴν παρθένον
μηθενί· τὸ γὰρ πρᾶγμʼ ἐστὶν οὐ σὸν ἀλλʼ ἐμόν.
πρεσβύτερός εἰμι· σοὶ μέν ἐστʼ ἔνδον γυνή,
θυγάτηρ, ἐμοὶ δὲ δεῖ γενέσθαι. Χα Σμικρίνη,
οὐδὲν μέλει σοι μετριότητος; Σμικρίνης διὰ τί, παῖ;
Χα ὢν τηλικοῦτος παῖδα μέλλεις λαμβάνειν;
Σμικρίνης πηλίκος; Χα ἐμοὶ μὲν παντελῶς δοκεῖς γέρων.
Σμικρίνης μόνος γεγάμηκα πρεσβύτερος; Χα ἀνθρωπίνως
τὸ πρᾶγμʼ ἔνεγκε, Σμικρίνη, πρὸς τῶν θεῶν.
τῆι παιδὶ ταύτηι γέγονε Χαιρέας ὁδὶ
σύντροφος ὁ μέλλων λαμβάνειν αὐτήν. τί οὖν
λέγω; σὺ μηδὲν ζημιοῦ· τὰ μὲν ὄντα γὰρ
ταῦθʼ ὅσαπέρ ἐστι λαβὲ σὺ πάντα, κύριος
γενοῦ, δίδομέν σοι· τὴν δὲ παιδίσκην τυχεῖν
καθʼ ἡλικίαν ἔασον αὐτὴν νυμφίου.
ἐκ τῶν ἰδίων ἐγὼ γὰρ ἐπιδώσω δύο
τάλαντα προῖκα. Σμικρίνης πρὸς θεῶν, Μελιτίδηι
λαλεῖν ὑπείληφας; τί φήις; ἐγὼ λάβω
τὴν οὐσίαν, τούτωι δὲ τὴν κόρην ἀφῶ
ἵνʼ, ἂν γένηται παιδίον, φεύγω δίκην
ἔχων τὰ τούτου; Χα τοῦτο δʼ οἴει; κατάβαλε.
Σμικρίνης «οἴει;» λέγεις; τὸν Δᾶον ὥς με πέμψατε
ἵνʼ ἀπογραφὴν ὧν κεκόμικεν δή μοι— Χα τί χρὴ
… εμʼ ἢ τί ποτε ποιεῖν μʼ ἔδει;
Σμικρίνης … μεν
… εστιν. Χα ἐμὲ …
… εις σὲ μὲν λαβόντα ταύτην
αὐτὸν δʼ ἐκεῖνον τὴν ἐμὴν …
ὑμᾶς καταλείψειν τῆς ἐμαυτοῦ κυρίους.
ἀπαλλαγῆναι τὴν ταχίστην τοῦ βίου
γένοιτό μοι πρὶν ἰδεῖν ἃ μήποτʼ ἤλπισα.
Χαιρέας εἶἑν· τὸ μὲν σὸν πρῶτον, ὦ Κλεόστρατε,
ἴσως ἐλεῆσαι καὶ δακρῦσαι κατὰ λόγον
πάθος ἐστί, δεύτερον δὲ τοὐμόν· οὐδὲ εἷς
τούτων γὰρ οὕτως ἠτύχηκεν ὡς ἐγώ.
ἔρωτι περιπεσὼν γὰρ οὐκ αὐθαιρέτωι
τῆς σῆς ἀδελφῆς, φίλτατʼ ἀνθρώπων ἐμοί,
οὐθὲν ποήσας προπετὲς οὐδʼ ἀνάξιον
οὐδʼ ἄδικον ἐδεήθην ἐμαυτῶι κατὰ νόμους
συνοικίσαι τὸν θεῖον ὧι σὺ κατέλιπες
καὶ τὴν ἐμὴν μητέρα παρʼ ἧι παιδεύεται.
ὤιμην δὲ μακάριός τις εἶναι τῶι βίωι,
ἐλθεῖν δʼ ἐπʼ αὐτὸ τὸ πέρας οἰηθεὶς σφόδρα
καὶ προσδοκήσας οὐδʼ ἰδεῖν δυνήσομαι
τὸ λοιπόν· ἕτερον κύριον δʼ αὐτῆς ποεῖ
ὁ νόμος ὁ τοὐμὸν οὐδαμοῦ κρίνων ἔτι.
Δᾶος Χαιρέστρατʼ, οὐκ ὀρθῶς ποεῖς· ἀνίστασο·
οὐκ ἔστʼ ἀθυμεῖν οὐδὲ κεῖσθαι. Χαιρέα,
ἐλθὼν παραμυθοῦ· μὴ ʼπίτρεπε· τὰ πράγματα
ἡμῖν ἅπασίν ἐστιν ἐν τούτωι σχεδόν.
μᾶλλον δʼ ἄνοιγε τὰς θύρας, φανερὸν πόει
σαυτόν· προήσει τοὺς φίλους, Χαιρέστρατε,
οὕτως ἀγεννῶς; Χα Δᾶε παῖ, κακῶς ἔχω.
μελαγχολῶ τοῖς πράγμασιν· μὰ τοὺς θεούς,
οὐκ εἴμʼ ἐν ἐμαυτοῦ, μαίνομαι δʼ ἀκαρὴς πάνυ·
ὁ καλὸς ἀδελφὸς εἰς τοσαύτην ἔκστασιν
ἤδη καθίστησίν με τῆι πονηρίαι.
μέλλει γαμεῖν γὰρ αὐτός. Δᾶος εἰπέ μοι, γαμεῖν;
δυνήσεται δέ; Χα φησὶν ὁ καλὸς κἀγαθός,
καὶ ταῦτʼ ἐμοῦ διδόντος αὐτῶι πάνθʼ ὅσα
ἐκεῖνος ἀποπέπομφεν. Δᾶος ὢ μιαρώτατος.
Χα μιαρὸν τὸ χρῆμʼ· οὐ μὴ βιῶ, μὰ τοὺς θεοὺς,
εἰ τοῦτʼ ἐπόψομαι γενόμενον. Δᾶος πῶς ἂν οὖν
τοῦ σφόδρα πονηροῦ περιγένοιτό τις; πάνυ
ἐργῶδες. ἐργῶδες μέν, ἀλλʼ ἔνεσθʼ ὅμως.
Χα ἔνεστι; καὶ μὴν ἄξιον φιλονικίας,
νὴ τὴν Ἀθηνᾶν, τοὖργον. Δᾶος εἴ τις πρὸς θεῶν
ὥρμηκ … τωνδʼ ε …
… δύο τάλαντα
… αυτῶι τινʼ ἐλπίδ
… φερόμενον εὐθὺς ἐπ
προπετῆ, διημαρτηκότʼ, ἐπτοημένον
ὄψει μεταχειριεῖ τε τοῦτον εὐπόρως.
ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν
ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.
Χα τί οὖν λέγεις; ἐγὼ γὰρ ὅ τι βούλει ποεῖν
ἕτοιμός εἰμι. Δᾶος δεῖ τραγωιδῆσαι πάθος
ἀλλοῖον ὑμᾶς· ὃ γὰρ ὑπεῖπας ἀρτίως
δόξαι σε δεῖ νῦν, εἰς ἀθυμίαν τινὰ
ἐλθόντα τῶι τε τοῦ νεανίσκου πάθει
τῆς τʼ ἐκδιδομένης παιδός, ὅτι τε τουτονὶ
ὁρᾶις ἀθυμοῦντʼ οὐ μετρίως ὃν νενόμικας
ὑὸν σεαυτοῦ, τῶν ἄφνω τούτων τινὶ
κακῶν γενέσθαι περιπετῆ· τὰ πλεῖστα δὲ
ἅπασιν ἀρρωστήματʼ ἐκ λύπης σχεδόν
ἐστιν· φύσει δέ σʼ ὄντα πικρὸν εὖ οἶδα καὶ
μελαγχολικόν. ἔπειτα παραληφθήσεται
ἐνταῦθʼ ἰατρός τις φιλοσοφῶν καὶ λέγων
πλευρῖτιν εἶναι τὸ κακὸν ἢ φρενῖτιν ἢ
τούτων τι τῶν ταχέως ἀναιρούντων. Χα τί οὖν;
Δᾶος τέθνηκας ἐξαίφνης· βοῶμεν «οἴχεται
Χαιρέστρατος» καὶ κοπτόμεθα πρὸ τῶν θυρῶν.
σὺ δʼ ἐγκέκλεισαι, σχῆμα δʼ ἐν μέσωι νεκροῦ
κεκαλυμμένον προκείσεταί σου. Χα μανθάνεις
ὃ λέγει; Χαιρέας μὰ τὸν Διόνυσον, οὐ δῆτα. Χα οὐδʼ ἐγώ.
Δᾶος ἐπίκληρος ἡ θυγάτηρ ὁμοίως γίνεται
ἡ σὴ πάλιν τῆι νῦν ἐπιδίκωι παρθένωι·
τάλαντα δʼ ἐστὶ σοὶ μὲν ἑξήκοντʼ ἴσως,
ταύτηι δὲ τέτταρʼ, ὁ δὲ φιλάργυρος γέρων
ἀμφοῖν προσήκει ταὐτό— Χα νυνὶ μανθάνω.
Δᾶος εἰ μὴ πέτρινος εἶ. τὴν μὲν εὐθὺς ἄσμενος
δώσει παρόντων μαρτύρων τρισχιλίων
τῶι πρῶτον αἰτήσαντι, τὴν δὲ λήψεται—
Χα οἰμώξετʼ ἆρα τῶι δοκεῖν. Δᾶος τήν τʼ οἰκίαν
πᾶσαν διοικήσει, περίεισι κλειδία
ἔχων, ἐπιβάλλων ταῖς θύραις σημεῖʼ, ὄναρ
πλουτῶν. Χα τὸ δʼ εἴδωλον τί τοὐμόν; Δᾶος κείσεται,
ἡμεῖς τε πάντες ἐν κύκλω καθεδούμεθα,
τηροῦντες αὐτὸν μὴ προσέλθηι· πολλα …
… ν τοὺς φίλους
… υ πεῖραν ἔσται τιν
… πως ἦλθεν ἐπὶ τὴν οἰκίαν
… τις γέγονʼ ὀφείλων· εἴ τινι
… διπλάσιον εἰσπράττει πάνυ
… ιν ὃ λέγεις, Δᾶε, τοῦ τʼ ἐμοῦ τρόπου.
Δᾶος τιμωρίαν δὲ τοῦ πονηροῦ τίνʼ ἂν ἔχοις
… σφοδροτέραν; Χα λήψομαι, νὴ τὸν Δία,
ὧν μʼ ὠδύνηκε πώποτʼ ἀξίαν δίκην·
τὸ γὰρ λεγόμενον ταῖς ἀληθείαις «λύκος
χανὼν ἄπεισι διὰ κενῆς». Δᾶος πράττειν δὲ δεῖ
ἤδη. ξενικόν τινʼ οἶσθʼ ἰατρόν, Χαιρέα,
ἀστεῖον, ὑπαλαζόνα; Χαιρέας μὰ τὸν Δίʼ οὐ πάνυ.
Δᾶος καὶ μὴν ἔδει. Χαιρέας τί δὲ τοῦτο; τῶν ἐμῶν τινα
ἥξω συνηθῶν παραλαβὼν καὶ προκόμιον
αἰτήσομαι καὶ χλανίδα καὶ βακτηρίαν
αὐτῶι, ξενιεῖ δʼ ὅσʼ ἂν δύνηται. Δᾶος ταχὺ μὲν οὖν.
Χα ἐγὼ δὲ τί ποῶ; Δᾶος ταῦτα τὰ βεβουλευμένα·
ἀπόθνηισκʼ ἀγαθῆι τύχηι. Χα ποήσω· μηδένα
ἔξω γʼ ἀφίετʼ, ἀλλὰ τηρεῖτʼ ἀνδρικῶς
τὸ πρᾶγμα. Δᾶος τίς δʼ ἡμῖν συνείσεται; Χα μόνηι
δεῖ τῆι γυναικὶ ταῖς τε παιδίσκαις φράσαι
αὐταῖς ἵνα μὴ κλάωσι, τοὺς δʼ ἄλλους ἐᾶν
ἔνδον παροινεῖν εἴς με νομίσαντας νεκρόν.
Δᾶος ὀρθῶς λέγεις. εἴσω τις ἀγέτω τουτονί.
ἕξει τινʼ ἀμέλει διατριβὴν οὐκ ἄρρυθμον
ἀγωνίαν τε τὸ πάθος, ἂν ἐνστῆι μόνον,
ὅ τʼ ἰατρὸς ἡμῖν πιθανότητα σχῆι τινα. ΧΟΡΟΥ
Σμικρίνης ταχύ γʼ ἦλθʼ ὁ Δᾶος πρός με τὴν τῶν χρημάτων
φέρων ἀπογραφήν, πολύ τʼ ἐμοῦ πεφρόντικε.
Δᾶος μετὰ τούτων ἐστίν. εὖ γε, νὴ Δία·
καλῶς ἐπόησε. πρόφασιν εἴληφʼ ἄσμενος
πρὸς αὐτὸν ὥστε μὴ φιλανθρώπως ἔτι
ταῦτʼ ἐξετάζειν, ἀλλʼ ἐμαυτῶι συμφόρως·
τὰ γὰρ οὐ φανερὰ δήπουθέν ἐστι διπλάσια·
ἐγὦιδα τούτου τὰς τέχνας τοῦ δραπέτου.
Δᾶος ὦ δαίμονες, φοβερόν γε, νὴ τὸν Ἥλιον,
τὸ συμβεβηκός· οὐκ ἂν ὠιήθην ποτὲ
ἄνθρωπον εἰς τοσοῦτον οὑτωσὶ ταχὺ
πάθος ἐμπεσεῖν. σκηπτός τις εἰς τὴν οἰκίαν
ῥαγδαῖος ἐμπέπτωκε. Σμικρίνης τί ποτε βούλεται; …
… μονονβα … ν
… αρα
ἅνθρωπος· ὑπ
Δᾶος «οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ».
πάλιν εὖ διαφόρως. ὦ πολυτίμητοι θεοί,
ἀπροσδοκήτου πράγματος καὶ ἀ
Σμικρίνης Δᾶε κακόδαιμον, ποῖ τρέχεις; Δᾶος καὶ τοῦτό που
«τύχη τὰ θνητῶν πράγματʼ οὐκ εὐβουλία.»
ὑπέρευγε. «θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
ὅταν κακῶσαι δῶμα παμπήδην θέληι.»
Αἰσχύλος ὁ σεμνά— Σμικρίνης γνωμολογεῖς, τρισάθλιε;
Δᾶος «ἄπιστον, ἄλογον, δεινόν.» Σμικρίνης οὐδὲ παύσεται;
Δᾶος «τί δʼ ἐστʼ ἄπιστον τῶν ἐν ἀνθρώποις κακῶν;»
ὁ Καρκίνος φήσʼ· «ἐν μιᾶι γὰρ ἡμέραι
τὸν εὐτυχῆ τίθησι δυστυχῆ θεός.»
εὖ πάντα ταῦτα, Σμικρίνη. Σμικρίνης λέγεις δὲ τί;
Δᾶος ἁδελφός—ὦ Ζεῦ, πῶς φράσω; —σχεδόν τι σου
τέθνηκεν. Σμικρίνης ὁ λαλῶν ἀρτίως ἐνταῦθʼ ἐμοί;
τί παθών; Δᾶος χολή, λύπη τις, ἔκστασις φρενῶν,
πνιγμός. Σμικρίνης Πόσειδον καὶ θεοί, δεινοῦ πάθους.
Δᾶος «οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος
οὐδὲ πάθος—» Σμικρίνης ἀποκναίεις σύ. Δᾶος «τὰς γὰρ συμφορὰς
ἀπροσδοκήτους δαίμονες διώρισαν.»
Εὐριπίδου τοῦτʼ ἐστί, τὸ δὲ Χαιρήμονος,
οὐ τῶν τυχόντων. Σμικρίνης εἰσελήλυθεν δέ τις
ἰατρός; Δᾶος οἴχεται μὲν οὖν ὁ Χαιρέας
ἄξων. Σμικρίνης τίνʼ ἆρα; Δᾶος τουτονί, νὴ τὸν Δία,
ὡς φαίνεται. βέλτιστʼ, ἐπισπεῦδʼ. Ἰατρός
Δᾶος «δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.»
Σμικρίνης ἐμὲ μὲν ἐὰν ἴδωσιν εὐθὺς ἄσμενον
φήσουσιν ἥκειν, τοῦτʼ ἀκριβῶς οἶδʼ ἐγώ,
αὐτός τʼ ἐκεῖνος οὐκ ἂν ἡδέως μʼ ἴδοι
… ιδʼ ἄτοπον οὐδʼ ἐπηρόμην …
… ν· …
αὐτῶ τὰν χολὰν
… ιμε … δη φερομένωι
… διὰ τὰν παρεῦσαν ἀπορίαν.
Σμικρίνης … ω· τοῦτο δήπου μανθάνω.
Ἰατρός … σαν. Σμικρίνης ταῦτα δήπου μανθάνω.
Ἰατρός … αὐτὰς τὰς φρένας δή μοι δοκῶ
… ὀνυμάζειν μὲν ὦν εἰώθαμες
… φρενῖτιν τοῦτο. Σμικρίνης μανθάνω. τί οὖν;
Ἰατρός οὐκ ἔστιν ἐλπὶς οὐδεμία σωτηρίας.
καίρια γάρ, αἰ μὴ δεῖ σε θάλπεν διὰ κενᾶς,
τὰ τοιαῦτα. Σμικρίνης μὴ θάλπʼ, ἀλλὰ τἀληθῆ λέγε.
Ἰατρός οὐ πάμπαν οὗτός ἐστί τοι βιώσιμος.
ἀνερεύγεταί τι τᾶς χολᾶς· ἐπισκοτεῖ
… εντ … καὶ τοῖς ὄμμασι
… υκνον ἀναφρίζει τε καὶ
… ας ἐκφορὰν βλέπει.
Σμικρίνης Ἰατρός … προάγωμες, παῖ. Σμικρίνης σέ, σέ
… Ἰατρός … μετακαλῆς; Σμικρίνης πάνυ μὲν οὖν.
… δεῦρʼ ἀπὸ τῆς θύρας ἔτι.
Ἰατρός … οὐκ ἂν βιώιης τὼς τέως.
Σμικρίνης … αὐτὸν εὔχου τρόπον ἔχειν
… πολλὰ γίνεται. Ἰατρός γέλα
… φαμι τᾶς ἐμᾶς τέχνας
… τὺ δʼ αὐτός μοι δοκῆς
… κεαλην ἀλλʼ ὑπέρχεταί τι τοι
φθιτικὸν νόσαμα· τὺ μὲν ὅλως θανάτους βλέπεις.
Σμικρίνης ἦ που φέρουσιν αἱ γυναῖκες ὡσπερεὶ
ἐκ πολεμίων· ἐπιτάττεται τοῖς γείτοσι
διὰ τῶν ὑδρορροῶν. Δᾶος θορυβήσω τουτονί,
ἀλλʼ ὅπερ ἔπραττον πρατ …
βοῶσιν οἴχεθʼ —
Χαιρεστρατ —
Σμικρίνης δεδρακιχʼ. —
τέθνηκε: . —
ἁνὴρ ἀπολ —
τὸ μηδὲ ἕν
ὑπόλοιπον
ἤδη δικαι —
ἐνθάδ —
μὴ δια —
γραμμ —
ον …
ου …
υ … —
λαμβαν —
τὸ μὲν ἐγγυᾶν
ἴσως τοιούτου …
ὑμῖν γενομεν
πολλῶν σεπ
ἕτοιμος ἀποφ
ὃς ἂν κελεύη
ἐναντίον σου
Κλεόστρατος ὦ φιλτάτη γῆ
προσεύχομαι
πόλλʼ ὃν σε …
πάρειμι τῆι
ὁρῶ δεομεν
εἰ δʼ αὖ διαπεσὼν
ὁ Δᾶος, εὐτυχέστατον πάντων τότʼ ἂν
νομίσαιμʼ ἐμαυτόν.
παιητέα δʼ ἐσθʼ ἡ θύρα. Δᾶος τίς τὴν θύραν;
Κλεόστρατος ἐγώ. Δᾶος τίνα ζητεῖς; ὁ μὲν γὰρ δεσπότης
τῆς οἰκίας τέθνηκε
Κλεόστρατος τέθνηκεν; οἴμοι δυς Δᾶος
καὶ μὴ ʼνόχλει πενθοῦσι
Κλεόστρατος οἴμοι τάλας· ὦ θεῖʼ … ἀν
ἄνθρωπέ μοι κακόδαιμον Δᾶος
μειράκιον. ὦ Ζεῦ,
Κλεόστρατος Δᾶε, τί λέγεις; Δᾶος …
ἔχω σε. Κλεόστρατος κατ …
… θανει
… τι:
… μηδὲ σύ
… ἀνοίγετε
… ι·
… ἐγρηγορώς
… ομεν ΧΟΡΟΥ
… ὁμολογῶ
… ς ἴσος
… γυναῖκες ἄσμεναι
… ι τἄνδοθεν
… ν παρείλκυσεν
… γίνεται διπλοῦς γάμος
… τὴν ἑαυτοῦ θυγατέρα
… τὴν ἀδελφιδῆν πάλιν
… τὴν δὲ πᾶσαν οὐσίαν
… τα πάνθʼ ἕξει πέρας:
… του περιπατεῖ τὸν γείτονα
… ν οὑτοσί γε, νὴ Δία
… νὴ τὸν Ἡρακλέα, πρόσελθέ μοι
… νὴ τὸν Ἥλιον:
… οσως Κλεόστρατος:
… υν ὤιμην ἐγώ
… α ποῦ ʼστιν;: ἐνθαδί
… ται φίλον λαβών
… προσέρχεται
… ον εὐωχίαν
… εξων δῆλός ἐστιν οὑτοσί·
… αν τε κόπτηι πολλάκις
… υτωι κοσμιώτερον ποῶ
… ηρ ἐστί μοι τρόπον τινά:
… ον τοῦτʼ ἔχειν τὴν ἐγγύην
… ειναι μαρτύρων δʼ ἐναντίον
… Χαιρέαι δʼ ἃ βούλεται
… γὰρ τήνδʼ ἐμὼ τὴν οὐσίαν
… μοι παρενοχλουντος: