ΚΟΛΑΞ
Φειδίας … στον ἐν τῶι νῦν βίωι
… ων τῶν πατέρων γεγενημένος
… ς ὑόν, ὡς πᾶσιν δοκεῖ.
… ἐπὶ πράξεις τινὰς
… οἰκίαν ἐμοὶ κενὴν
… παιδάριον αὐτὸς τροφὴν
… ν διοικηταῖς τισιν
… ὦ κακόδαιμον, τυχὸν ἴσως
… ων ἀθλίως οὕτω σφόδρα.
… τοῦτό μοι ποιητέον.
… σύνοδος ἡμῶν γίνεται
… ἑστιάτωρ. δεσπότης
… δέχεσθʼ· εἰπέ μοι,
…
… α δεῖ το … εντ …
… λαμπρὸν ἢ δόξηι μέγαν.
… ν· εἰ δὲ μή, τρίτον
… αινιαν· ἀγρίαν ἄγε
… αρα. Γνάθων νῦν ἐγὼ
… θαρρεῖν, Φειδία. Φειδίας θαρρεῖν; ἐμοὶ
… ς ἐμῆς ταύτης μέλει
… εἴπηι φλήναφον.
… δέσποινʼ Ἀθηνᾶ, σῶιζέ με
… ἀκριβῶς τὰ πάτρια
… τοὺς αὐτούς, πόλεις
… ουσι. Φειδίας τί λέγεις, ἄθλιε;
Γνάθων μᾶλλον βοηθεῖν τοῖς πονηροῖς τοὺς θεούς·
ἀγαθοὶ γὰρ ὄντες οὐδὲν ἀγαθὸν πράττομεν
… ὁ διμοιρίτης φέρων αὐτός ποτε
… ον, πήραν, κράνος
… ον, διβολίαν, κώιδιον
… δυστυχὴς ὄνος φέρει
… ἐξαίφνης Βίας.
… νεμον. Φειδίας τὸν ἐνθαδὶ
… κακοδαιμονοῦντα πέρυσιν εἰ λέγεις
… ν διατριβὴν παρ … σας
… σκωπτομένου … σπ
εὐ … πεντήκοντα παῖδες ἐχομεν
ὁπο … ης ὄπισθεν. οἴχομαι.
Γνάθων τικ … κατέπτηκέν ποθεν
πόλιν προδούς τινʼ ἢ σατράπην ἢ στρατόπεδον
… νεστι. δῆλός ἐστι. Φειδίας πῶς;
Γνάθων οὐθεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν·
ὁ μὲν γὰρ αὑτῶι συλλέγει καὶ φείδεται,
ὁ δὲ τὸν πάλαι τηροῦντʼ ἐνεδρεύσας πάντʼ ἔχει.
Φειδίας ὡς ἄδικον … Γνάθων ὀμνύω τὸν Ἥλιον,
εἰ μὴ φέρων ὁ παῖς ὄπισθʼ ἐβάδιζέ μου
τὰ Θάσια καί τις ἦν ὑπόνοια κραιπάλης,
ἐβόων ἂν αὐτῶι παρακολουθῶν ἐν ἀγορᾶι·
«ἄνθρωπε, πέρυσιν πτωχὸς ἦσθα καὶ νεκρός,
νυνὶ δὲ πλουτεῖς. λέγε, τίνʼ εἰργάζου τέχνην;
τοῦτο γʼ ἀπόκριναι· πόθεν ἔχεις ταῦτʼ; οὐκ ἄπει
ἐκ τῆς ὁδοῦ ʼτέρωσε; τί διδάσκεις κακά;
τί λυσιτελεῖν ἡμῖν ἀποφαίνεις τἀδικεῖν;»
με: ναί:
καὶ πεπρακʼ ἄρα
… ἐλπίδων
εκεινουμενω
νην δήπου …
ἔχω· τὸ δʼ ἐγκαλεῖν
με· ὡς οὐ δέον
ω τὸν χρώμενον:
ἐμβεβρόντησαι πάλαι
κλίνων μάτην
ταῖς χερσὶν
τουτονί
ς λαμβάνειν
Δᾶος οὐκοῦν Γνάθων
οιγε: ὦ Γνάθων
μβ
…
περανοῦμεν: ω —
τὸν πορνοβοσκόν —
πάντων: Δᾶος πολ. —
… Α εἷς ἐστιν, εἷς
διʼ οὗ τὰ πάντʼ ἀπόλωλε, τρόφιμε, πράγματα
ἄρδην. λέγω ς … ν· ὅσας ἀναστάτους
πόλεις ἑόρακας, τοῦτʼ ἀπολώλεκεν μόνον
ταύτας ὃ νῦν διὰ τοῦτον ἐξεύρηκʼ ἐγώ.
ὅσοι τύραννοι πώποθʼ, ὅστις ἡγεμὼν
μέγας, σατράπης, φρούραρχος, οἰκιστὴς τόπου,
στρατηγός—οὐ … ἀλλὰ τοὺς τελέως λέγω
ἀπολωλότας—νῦν τοῦτʼ ἀνήιρηκεν μόνον,
οἱ κόλακες· οὗτοι δʼ εἰσὶν αὐτοῖς ἄθλιοι.
Β σοβαρὸς μὲν ὁ λόγος· ὅ τι δὲ τοῦτʼ ἐστίν ποτε
οὐκ οἶδʼ ἔγωγε. Α πᾶς τις ἂν κρίνας κακῶς
εὔνουν ὑπολάβοι τὸν ἐπιβουλεύοντά σοι.
Β κἂν μὴ δύνηται; Α πᾶς δύναται κακῶς ποεῖν
ἂν μὴ φυλάττηι τὸν σφόδρʼ ἰσχυρὸν
… θεν ὑιον Ἀστυάνακτος ὑπτίου
κατακειμένου δοίδυκι
τὴν ῥῖνα συντριψαι μ … μ … αν
ἀλλʼ οὐχ ὁ πέντε μναῖς κατεσκευασμένος
ἐπʼ αὐτὸ τοῦθʼ ἥκων ἵνʼ ἐκειν
οὐκ εὐπόρως ἂν τοῦτʼ ἐποήσατʼ
φυλάττεται
… ς οἶδεν ὄντα καὶ
… φυλάξεταί σʼ ὁμοίως
… θύρα
φήσεις ὅτι σαυτοῦ τοὺς φίλους
ὅτι πρὸς βίαν με
τ … πεις … χωρήσει γὰρ αὐτοθ
μεταπέμψεθʼ ἑτέρους … στρατ
οὔ σʼ ἄρα φυλάξει. παῖδες. ἐκτριβήσεται
ἤτοι ποθʼ οὗτος ἢ σύ· πιστευθεὶς δ
ὑπεναντίον τε μηθὲν ὧν ποεῖς ποεῖν
δόξας, ἔχεις τὸν ἄνδρʼ ἀφύλακτον, ἐ
τῶν πραττομένων, τῆς οἰκίας· ὃν δʼ ἂν τρόπον
βούληι διοικηθήσεται τὰ λοιπά σοι.
Πορνοβοσκός χοὖτος ῥαχιστὴς φανερός; οὐ λιμοὶ
ἔχοντες ἐν ταῖς χερσίν, ἄλλο δʼ οὐδὲ ἕν,
ὧν ἔσθʼ ὁ γείτων. ἀλλʼ ἐὰν αἴσθηθʼ ὅμως
πρόσεισιν ἑξήκονθʼ ἑταίρους παραλαβών,
ὅσους Ὀδυσσεὺς ἦλθεν εἰς Τροίαν ἔχων,
βοῶν ἀπειλῶν· «ἄν σε μή, μαστιγία—
… πέπρακας πλεὸν ἔχοντι χρυσίον
… τι … πωλῶ; μὰ τοὺς δώδεκα θεούς,
… όμενος διὰ τοῦτον. ἣ μίʼ ἐλάμβανεν
ὅσον οὐχὶ δέκα, τρεῖς μνᾶς ἑκάστης ἡμέρας
παρὰ τοῦ ξένου. δέδοικα δʼ οὕτω λαμβάνειν·
ἐκ τῆς ὁδοῦ γὰρ ἁρπάσονθʼ, ὅταν τύχηι,
αὐτήν. δικάσομαι, πράγμαθʼ ἕξω, μάρτυρας