eul_wid: hps-ba
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Citharist by Menander of Athens

Citharist, a comedy by the Athenian playwright Menander, survives only in fragments from the late 4th century BCE. The title refers to a female lyre-player, a character type typically depicted as a musician or entertainer. From the extant portions of dialogue, the plot appears to follow a conventional New Comedy structure, centering on a young man's romantic attachment to such a woman and his conflict with a disapproving father. The narrative likely culminates in a recognition scene revealing the woman to be of citizen birth, thereby resolving the social impediment to marriage. This pattern of romantic obstacle overcome by the discovery of true identity is a hallmark of Menander's dramatic technique. Composed during the Hellenistic period, the play exemplifies the shift in comedy from political satire to domestic and romantic scenarios with broad, universal appeal. The fragments suggest thematic exploration of love across social divides, generational tension, and the fluid nature of social status. The text is reconstructed from quotations preserved in later ancient authors and from papyrus discoveries in Egypt, which collectively offer isolated passages of dialogue without providing a continuous narrative of the whole work.

ΚΙΘΑΡΙΣΤΗΣ
... Α ζηλοῖς, λαβών τε τὴν … ἐλήλυθας
θυγατέρα δεῦρο πλουσίαν θʼ ἡγῆι μόνην
ταύτην, σεαυτὸν δʼ οὐχί; Β πάντʼ ἐγὼ μόνης
ταύτης λογίζομαί τʼ ἐμαυτοῦ τὴν ἐμήν.
ἐλευθέρα τʼ ἦν καὶ πόλεως Ἑλληνίδος,
καὶ πάντα ταῦτʼ ἐκτησάμην ἀγαθῆι τύχηι.
οὐ δεῖ λαβεῖν με πορνοβοσκοῦ θ …
Α τί δὴ τὸ λυποῦν σʼ ἐστιν … οὐκ ἤγαγες
ἐνταῦθα τὴν γυναῖκα κα … ν;
Β οὐκ οἶδʼ ὅπου γῆς ἐστιν. Α οὐκ ἐλήλυθεν;
Β οὔπω γε, νυνὶ τῶν χρόνων ὄντων μακρῶν.
λογίζομαι πᾶν, μή τι κατὰ θάλατταν ἦι
ἀτύχημα γεγονὸς ἢ περ … ι … ζ … ας. Α μηθαμῶς.
Β οὐκ οἶδʼ· ἀθυμῶ καὶ δέδοιχʼ ὑπερβολῆι.
Α εἰκός τι πάσχειν. Β πρὸς ἀγορὰν δʼ οὕτως ἅμα
προάγων ἀκούσηι καὶ τὰ λοίφʼ, ὧν μοι γενοῦ
σύμβουλος. Α οὐθὲν κωλύει με. Β ταῦτα δὲ
εἴσω τις ἀγέτω τὴν ταχίστην ἐκποδών.
Γ καὶ τί ποτʼ ἂν εἴη; πάνυ γὰρ οὐχ αὑτοῦ ποεῖ
ἔργον. μεταπέμπετʼ ἐξ ἀγροῦ με Μοσχίων,
ὃς ἄλλοτʼ, εἰ μὲν ἐνθάδʼ ὢν τύχοιμʼ ἐγώ,
εἰς ἀγρὸν ἔφευγεν, εἰ δʼ ἐκεῖσʼ ἔλθοιμʼ ἐγώ,
ἐνταῦθʼ ἀναστρέψας ἔπινε. καὶ μάλα
κατὰ λόγον· οὐ παρῆν ὁ νουθετῶν πατήρ
οὐκ … γην· καὶ γὰρ αὐτὸς ἐγενόμην
εἷς τῶν δυναμένων οὐσίαν μικρὰν ποεῖν.
οὐκ ἠδίκηκεν ἡ γυνὴ κατὰ τοῦτό γε,
ἀλλʼ ἐξ ἐμοῦ ʼστιν· οὐθὲν ἀγαθὸν γοῦν ποεῖ.
εἰσιτέον εἴσω δʼ ἐστίν. ἂν δὲ μὴ τύχηι
ὢν ἔνδον, ἄρτι πρὸς ἀγορὰν πορεύσομαι·
ἐκεῖ γὰρ αὐτόν που πρὸς Ἑρμαῖς ὄψομαι.
Μοσχίων ἆρʼ οὖν ὁ πατὴρ ἐλήλυθʼ, ἢ πορευτέον
ἐμοὶ πρὸς ἐκεῖνόν ἐστιν; οὐ γὰρ δεῖ χρόνον
τὸ πρᾶγμα λαμβάνειν ὅλως οὐδʼ ὁντινοῦν.
ἤδη δοκεῖ μοι προς
αἰτεῖν
οἶμαι μένειν δεῖ
προσμεινάτω τὸν
ἐγὼ δὲ περὶ σοῦ. χαῖρε
… καὶ σύ γε
οὐκ ἔλεγον εὐθὺς
ἀλλʼ ἀνδρειστέον
τίνα λόγον ἀεὶ προς
πολλὰ περὶ πολλῶν
γῆμαί με βούλει κα
φρονήσεως γὰρ τοῦτο
Γ ὦ Μοσχίων, ἄλλην μ
ἕτοιμος εἰ μὴ προστίθ
ἣν δεῖ λαβεῖν· αὐτὸς δὲ
ἐλευθέραν, τοῦτο πολὺ
μόνον κατὰ λόγον, εἰ δʼ α
πρὸς τὸ γένος ἐστίν· ἀλλ
εἰ παρθένον δὴ πρότερον
σύμβουλον ἂν καλήις
αὐτὸς κεκρικὼς
ἃ δὴ δέδωκας
μηθεὶς μάτην ε
Μοσχίων τὰ δʼ ἄλλʼ ἄκουσον· σπ
εἰς τὴν Ἔφεσον· ἔπεσον
τῆς Ἀρτέμιδος ἦν τῆς Ἐφεσίας
δειπνοφορία τις παρθένων
εἶδον κόρην ἐνταῦθα Φανίου τινὸς
Εὐωνύμεως. Γ Εὐωνυμεῖς κἀκεῖ τινές
εἰσʼ ἐν Ἐφέσωι; Μοσχίων χρέα μὲν οὖν πράξων παρῆν
ἐντεῦθεν. Γ ἆρα τοῦ κιθαριστοῦ Φανίου
ταύτην λαβεῖν ἐσπούδακας τὴν θυγατέρα
τοῦ γείτονος νῦν ὄντος; ου … ο