Seven Gastronomic SagesἈποσπάσματα
Euphro of Sicyon the Comic Poet Seven Gastronomic Sages PDF
_The Seven Gastronomic Sages_ is a lost comedic work attributed to the obscure poet Euphro of Sicyon. Its title parodies the canonical Seven Sages of ancient Greece, transposing their traditional wisdom into the realm of culinary expertise. The work is alternatively known as _Apospasmata_, meaning "fragments," and a notice in the tenth-century Byzantine encyclopedia, the _Suda_, describes it as consisting of seventy-four verses. This suggests it was likely a collection of short, epigrammatic pieces rather than a continuous narrative play. The content presumably revolved around the satire of philosophical wisdom through the lens of food, dining, and gluttony, employing physical comedy and parody to mock intellectual pretension by focusing on bodily concerns. It would have commented on symposium rituals and social hierarchies, a common vein of humor in Greek Old and Middle Comedy. The work's complete text does not survive; its existence is known solely from its entry in the _Suda_, and no other fragments are preserved. Its significance lies in exemplifying the comic tradition of satirizing revered cultural figures, using gastronomy as a vehicle for social critique and underscoring the thematic breadth of the genre.
| book 1.1 | πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος.[ln_5]Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως· Νηρεὺς δ’ ὁ Χῖος γόγγρον ἧψε |
| book 1.2 | τοῖς θεοῖς· θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν |
| book 1.3 | Χαριάδης. ζωμὸς μέλας ἐγένετο |
| book 1.4 | πρώτῳ Λαμπρίᾳ. ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος |
| book 1.5 | φακῆν,[ln_10]ἀπὸ συμβολῶν |
| book 1.6 | συνάγουσιν ἀρίστων πόρους. οὗτοι μετ’ ἐκείνους |
| book 1.7 | τοὺς |
| book 1.8 | σοφιστὰς |
| book 1.9 | τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι |
| book 1.10 | σοφοί. ἐγὼ δ’ ὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν |
| book 1.11 | πρῶτος, ὥστε μηδένα[ln_15]μισεῖν με διὰ τοῦτ’, ἀλλὰ πάντας λαμβάνειν. ὑπ’ ἐμοῦ δ’ ὁρῶν σὺ τοῦτο |
| book 1.12 | προκατειλημμένον ἴδιον ἐφεύρηκάς |
| book 1.13 | τι, καὶ τοῦτ’ ἐστὶ σόν. πέμπτην ἔθυον ἡμέραν οιτινι οἱ πολλοὶ γέροντες, πλοῦν |
| book 1.14 | πολὺν |
| book 1.15 | πεπλευκότες, |
| book 1.1 | [ln_20]λεπτὸν ἔριφον καὶ μικρόν. οὐκ ἦν ἐκφορὰ Λύκῳ κρεῶν τότ’ οὐδὲ τῷ διδασκάλῳ. ἑτέρους |
| book 1.2 | πορίσασθαι δύ’ ἐρίφους ἠνάγκασας· τὸ γὰρ ἧπαρ αὐτῶν |
| book 1.3 | πολλάκις |
| book 1.4 | σκοπουμένων, καθεὶς κάτω τὴν |
| book 1.5 | χεῖρα τὴν μίαν λαθὼν[ln_25]ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν. πολὺν ἐποίησας θόρυβον. ‘οὐκ ἔχει νεφρόν‘ ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ. ἔθυσαν ἕτερον. τοῦ δὲ δευτέρου πάλιν τὴν καρδίαν εἶδόν |
| book 1.6 | σε καταπίνοντ’ ἐγώ. |
| book 1 | [ln_30]πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν λύκον διακενῆς σὺ μόνος εὕρηκας τέχνην. χορδῆς ὀβελίσκους ἡμέρας ζητουμένους δύ’ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας, καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες, ᾐσθόμην.[ln_35]ἐκεῖνο δρᾶμα, τοῦτο δ’ ἐστὶ παίγνιον. |
| book 2.1 | Μίδας δὲ κεστρεύς ἐστι· νῆστις |
| book 2.2 | περιπατεῖ. |
| book 3.1 | [spk_β]ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν |
| book 3.2 | ψυκτηρίαν, τὸ τευτλίον δὲ σεῦτλα, φακέαν τὴν |
| book 3.3 | φακῆν, τί δεῖ ποιεῖν; σὺ γὰρ εἶπον. Β. ὥσπερ |
| book 3.4 | χρυσίου |
| book 3.5 | φωνῆς ἀπότισον, Πυργόθεμι, καταλλαγήν. |
| book 4.1 | ὁ γὰρ τὸν ἴδιον οἰκονομῶν κακῶς βίον, πῶς οὗτος ἂν σώσειε τῶν ἔξω |
| book 4.2 | τινά; |
| book 5.1 | ὦ Ζεῦ, τί ποθ’ ἡμῖν δοὺς |
| book 5.2 | χρόνον |
| book 5.3 | τοῦ ζῆν βραχὺν |
| book 5.4 | πλέκειν ἀλύπως |
| book 5.5 | τοῦτον ἡμᾶς οὐκ ἐᾷς; |
| book 6.1 | καινοὺς |
| book 6.2 | πορίζου |
| book 6.3 | πρός με θεῶν θεούς, ἵνα |
| book 6.4 | τοὺς |
| book 6.5 | παλαιοὺς μὴ ’πιορκῇς |
| book 6.6 | πολλάκις. |
| book 7.1 | λοβός τίς ἐστι καὶ ψύαι καλούμεναι· ταύτας ἐπιτεμὼν |
| book 7.2 | πρὶν θεωρῆσαι μαθών— |
| book 8.1 | Φοινικίδης δ’ ὡς εἶδεν ἐν |
| book 8.2 | πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετ’ ὀργῇ χεῖρας ἠρεθισμένας· ‘τίς |
| book 8.3 | φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν;[ln_5]τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι; ποῦ Κόρυδος, ἢ Φυρόμαχος, ἢ Νείλου βία; ἴτω |
| book 8.4 | πρὸς ἡμᾶς, καὶ τάχ’ οὐδὲν μεταλάβοι.‘ |
| book 9.1 | οὑμὸς διδάσκαλος δὲ μήτραν |
| book 9.2 | σκευάσας |
| book 9.3 | παρέθηκε Καλλιμέδοντι, κἀσθίονθ’ ἅμα ἐποίησε |
| book 9.4 | πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. |
| book 10.1 | ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι |
| book 10.2 | παίζειν, οὐδ’ ἃ μεμάθηκας |
| book 10.3 | ποιεῖν. ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ’ ἦσαν κενοί·[ln_5]ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς |
| book 10.4 | τοιοῦτον |
| book 10.5 | συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς ἁπλῶς, εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν,[ln_10]εἰς |
| book 10.6 | τοὺς γάμους, ἀνδροφόνον, ἂν |
| book 10.7 | τοῦτ’ αἰσθάνῃ. ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, |
| book 10 | [ln_15]ἀπόλωλας. εἴσω πάραγε. καὶ γὰρ οὑτοσὶ προσέρχεθ’ ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει. |
| book 11.1 | ἐγὼ μαθητὴς ἐγενόμην |
| book 11.2 | Σωτηρίδου, ὃς ἀπὸ θαλάττης Νικομήδει δώδεκα ὁδὸν ἀπέχοντι |
| book 11.3 | πρῶτος ἡμερῶν |
| book 11.4 | ποτε ἀφύης ἐπιθυμήσαντι |
| book 11.5 | χειμῶνος μέσου |
| book 11.1 | [ln_5][spk_β]παρέθηκε νὴ Δί’ ὥστε πάντας ἀνακραγεῖν. Β. πῶς δὲ δυνατὸν |
| book 11.2 | τοῦτ’ ἐστί; Α. θήλειαν λαβὼν γογγυλίδα, ταύτην ἔτεμε λεπτὰ καὶ μακρά, τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος· ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας[ln_10]δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω κόκκους μελαίνης τὸν ἀριθμὸν δώδεκα, περὶ τὴν |
| book 11.3 | Σκυθίαν ἔλυσε τὴν ἐπιθυμίαν. καὶ Νικομήδης, γογγυλίδα μασώμενος, ἀφύης τότ’ ἔλεγε |
| book 11.4 | τοῖς φίλοις ἐγκώμιον. |
| book 11.1 | [ln_15]οὐδὲν ὁ μάγειρος |
| book 11.2 | τοῦ ποιητοῦ διαφέρει· ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη. |
| book 12.1 | οὐκ ἔστι μοιχοῦ μεῖζον οὐδὲ ἓν κακόν· ἐν |
| book 12.2 | ταῖς γὰρ ἑτέρων βούλετ’ ἀτυχίαις |
| book 12.3 | τρυφᾶν. |