eul_wid: vfo-aa
DOI 10.5281/zenodo.20418549

Paul the Silentiary Description of Hagia Sophia in Greek

The Description of Hagia Sophia is a ceremonial poem by Paul the Silentiary, a court official and poet in the sixth-century Byzantine Empire. Composed in Greek around 562 or 563 CE, it was written to celebrate the rededication of the Great Church in Constantinople following the repair of its dome after an earthquake. The work is structured in two distinct metrical parts: a lengthy main section composed in epic hexameter verse offers a detailed account of the church's architecture, its lavish marble decorations, and its luminous interior, while a shorter section in iambic meter focuses on the intricately carved ambo, or pulpit.

Intended for performance before Emperor Justinian I, the poem artfully blends precise architectural description with panegyric imperial praise. It stands as a crucial historical record of the building's original appearance and decorative program, consistently emphasizing themes of divine light, imperial piety, and the harmonious union of artistic splendor and Christian faith. Modern scholars regard it as a masterpiece of ekphrastic literature, a verbal tour designed to render the sacred space vividly present for its audience. The complete text survives, transmitted primarily through a single tenth-century manuscript, and remains an indispensable source for understanding the art, ideology, and court culture of the age of Justinian.

1 Ἄρ’ ἔστιν εὑρεῖν μείζονα τῆς νῦν ἡμέρας,
2 ἐν ἧι θεός τε καὶ βασιλεὺς σεμνύνεται;
3 οὐκ ἔστιν εἰπεῖν. Χριστὸν ἴσμεν δεσπότην,
4 ἴσμεν δὲ πάντως· τοῦτο γὰρ τοῖς σοῖς λόγοις
5 ποιεῖς, κράτιστε, γνώριμον καὶ βαρβάροις·
6 ὅθεν συνεργὸν αὐτὸν ἐν ταῖς πράξεσιν
7 ἔχεις παρόντα, νομοθετῶν, κτίζων πόλεις,
8 νεὼς ἐγείρων, ὅπλα κινῶν εἰ δέοι,
9 σπονδάς τε τάττων καὶ καταστέλλων μάχας,
10 ὅθεν τὸ νικᾶν συμφυὲς τοῖς σοῖς πόνοις
11 ὥσπερ ἐπίσημον· (οὐχὶ πρὸς τὴν ἑσπέραν
12 ὅρος μὲν ἡμῖν ὠκεανὸς τοῦ σοῦ κράτους
13 τὴν γῆν διεκδραμοῦσι; πρὸς δὲ τὴν ἕω
14 οὐ πάντας ἤδη τοὺς μὲν ἐτρέψω μάχαις,
15 τοὺς δὲ πρὶν ἐλθεῖν ἐς τόδε προσλαμβάνεις;
16 Λίβυν δὲ πάντα δοῦλον οὐκ ἔχεις πάλαι;)
17 ὅθεν νόσους μὲν διαδιδράσκεις εὐκόλως,
18 οὐκ ἐλπίσαντος οὐδενός· ὅθεν εἰκότως
19 τοὺς ἐν ἀφανεῖ, κράτιστε, κινδύνους ἀεὶ
20 μαθὼν παρῆλθες, οὐ δόρασιν, οὐκ ἀσπίσιν,
21 αὐτῆι δὲ χειρὶ τοῦ θεοῦ φρουρούμενος.
22 [para]Ἄγαμαί σε, παγκράτιστε, τῆς εὐψυχίας,
23 ἄγαμαί σε τῆς γνώμης τε καὶ τῆς πίστεως.
24 ὁ λόχος συνέστη, καὶ παρεσκευασμένον
25 τὸ ξίφος ὑπῆρχε, καὶ παρῆν ἡ κυρία,
26 καὶ τῶν βασιλείων ἐντὸς οἱ ξυνωμόται
27 ἤδη παρῆλθον, τῆς πύλης τε τῆς ἔσω,
28 μεθ’ ἣν ἔμελλον προσβαλεῖν τοῖς σοῖς θρόνοις,
29 ἥπτοντο. ταῦτα γνοὺς δὲ καὶ μαθὼν πάλαι
30 ἐκαρτέρησας καὶ πεπίστευκας μόνωι
31 τῶι σου προασπίζοντι, τὸν θεὸν λέγω,
32 ὧι πάντα νικᾶις· τοῦ σκοποῦ δ’ οὐκ ἐσφάλης.
33 τί γὰρ ἐπὶ τούτοις; ἔπεσεν αὐτοχειρίαι
34 ὁ τὸν λόχον ἄγων· οὐ γὰρ ἤθελεν ἡ Δίκη
35 αὐτὸν διασώζειν. ἐμφανῶς δ’ ἠπίστατο
36 ἐκ τῶν τυράννων τῶν παθόντων πολλάκις,
37 ὡς, εἴπερ αὐτοῦ ζῶντος ἐγκρατὴς ἔσηι,
38 εἰς οἶκτον εὐθύς, εἰς ἔλεον πάντως τρέπηι
39 κἀνταῦθα νικῶν πᾶσαν ἀνθρώπου φύσιν.
40 ταῖς τοῦ βίου γὰρ συμπαθῶν ἁμαρτάσιν
41 ἐπεστέναξας πολλάκις τοῖς πταίσμασιν
42 ἡμῶν, ἄριστε· πολλάκις δὲ δακρύοις
43 τὸ πρᾶον ὄμμα βασιλικῶς ὑποβρέχεις
44 ἀλγῶν ἐφ’ ἡμῖν· πρὸς δὲ τὴν ἀκρασίαν
45 βλέπων μάλιστα, τὴν σύνοικον τῶι βίωι,
46 λύεις ἅπαντας τῶν κακῶν ὀφλημάτων
47 ὥσπερ τὸ θεῖον, πρὸς δὲ συγγνώμην τρέχεις.
48 αἰτεῖς δὲ σαυτόν, ἡνίκα τῶν δεήσεων
49 τὸ μέγεθος οὐ δίδωσι τῶν δεήσεων
50 ἑτέρους κατάρχειν· καὶ γὰρ οὐκ ἐᾶις ποτὲ
51 ἄλλου γενέσθαι τὸν ἔλεόν σου τὸν πάνυ.
52 ἐξ ὧν δὲ δρῶμεν οὐχ ὁσίων τολμημάτων
53 ἔχεις ἀφορμὰς τῆς ἄνω παρρησίας.
54 [para]Οὐχὶ πρὸς αὐτὸν τὸν θεὸν ἐξοπλίζεται
55 ὁ τὸν βασιλέα τοῦτον οὐ θέλων κρατεῖν,
56 τὸν ἥμερον, τὸν ἡδύν, ἐν τῶι μετρίωι
57 εὐεργετοῦντα καὶ φίλους καὶ μὴ φίλους;
58 σώζει σε ταῦτα· ταῦτα τὴν ψυχὴν ποεῖ
59 τῆς βασιλίδος, κράτιστε, τῆς εὐδαίμονος,
60 τῆς πανταρίστης, τῆς καλῆς καὶ πανσόφου,
61 ἔχειν ὑπὲρ σοῦ πρὸς θεὸν παρρησίαν,
62 ἣν ζῶσαν εἶχες εὐσεβῆ συνεργάτιν,
63 ἐπεὶ δὲ μετῆλθε, παρέσχε τοῖς ὑπηκόοις
64 ὅρκον βοηθόν, ὅρκον ἀρραγέστατον,
65 ὃν οὐ παρῆλθες οὐδ’ ἑκὼν παραδράμοις.
66 [para]Καὶ ταῦτα μὲν δὴ ταῦτα· πρὸς δὲ τὸν νεὼν
67 ἤδη βαδίζειν βουλομένοις θαρρεῖν δίδου.
68 ἔστω δὲ τῶν σῶν καὶ τὸ δήπου θαυμάτων,
69 λόγους φανῆναι πρᾶγμα τολμῶντας φράσαι
70 τὸ πάντα νικῶν θαυμάτων ὑπερβολῆι.
71 ἔστιν δὲ δεῖγμα τῶν ἄγαν σου θαυμάτων
72 ὁ τοσοῦτος ἔρως, ὃν ἡ πόλις πᾶσα τρέφει
73 ἐπὶ σοί, βασιλεῦ κράτιστε, καὶ τῶι σῶι νεώι.
74 ἐπεὶ γὰρ ἦγες τὴν ἑορτὴν ὡς ἔδει,
75 ἅπας ὁ δῆμος εὐθύς, ἡ γερουσία,
76 οἱ τὸν μέσον ζηλοῦντες ἀσφαλῆ βίον
77 τὰς τῆς ἑορτῆς ἡμέρας ἐπεξάγειν
78 ἤιτουν· παρεῖχες· ἐξέδραμον· ἤιτουν πάλιν·
79 πάλιν παρεῖχες. τοῦτο δὲ δρῶν πολλάκις
80 ἐπεξέτεινας τὴν ἑορτὴν πλουσίως.
81 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας
82 τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν
83 τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων,
84 δι’ ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.
85 ἐκεῖ μὲν ἡμῖν τῶν γερῶν ὁ προστάτης
86 καθεὶς ἑαυτὸν εἰς θέατρον ἐκ λόγων
87 τὸν νοῦν παρέσχεν εὐμενῶς, ἐνταῦθα δὲ
88 ὁρᾶν πάρεστι τῶν ἱερῶν τὸν προστάτην·
89 ἔστω δὲ καὐτὸς εὐμενής. τούτων γε μὲν
90 μηδεὶς ἀκούσας λοιδορείσθω τοῖς λόγοις·
91 εἴποι γὰρ εἰκὸς ἄν τις “ὦ τάν, ὡς πάνυ
92 ληρεῖς περιττά. τοῦτον αἰτεῖς εὐμενῆ
93 λόγοις γενέσθαι, τῶν ἀγαθῶν τὴν οἰκίαν,
94 τὸν πᾶσαν εὐμένειαν ἠμφιεσμένον;
95 τουτὶ πέπονθας ὅπερ ἂν εἰκότως πάθοι,
96 εἴ τις δέοιτο λιπαρῶς ἐγκείμενος
97 τὸν ἥλιον μὲν ἀνατέλλειν ἐν ἡμέραι,
98 τὸ φῶς δὲ λάμπειν, τοὺς λόγους δ’ εἶναι λόγους.”
99 ἐγὼ δὲ ταῦτα τοῦτον εἶναι τὸν τρόπον
100 οὐκ ἂν ἀποφαίην· πρὸς δὲ τὸν σκοπὸν βλέπων,
101 ὃς παμμέγιστος οὐκ ἔχων θ’ ὑπερβολήν,
102 δέδοικα τὴν ἀγωνίαν. θαρρεῖν δ’ ὅμως
103 ἐξ ὧν ἐδεδίειν πρότερον αὖθις ἄρχομαι.
104 εἰ μὲν γὰρ ἐλπὶς ἦν τις εὐσθενεῖ λόγωι
105 συνεξισοῦσθαι τῶι νεὼι τῶι παγκάλωι,
106 σφαλερὸν ὑπῆρχεν ἐπαποδύεσθαι πάλαις,
107 ἐν αἷς τὸ νικᾶν παρακεκινδυνευμένον.
108 ἐπεὶ δὲ πάντες ἴσμεν, ὡς οὐκ ἄν ποτε
109 λόγος φανείη συντρέχων ταῖς πράξεσιν
110 ταῖς τοῦ βασιλέως, ἔστι δ’ αὖ τῶν πράξεων
111 τὸ παμμέγιστον ἡ κτίσις τούτου νεώ,
112 οὐ χρὴ δεδοικότας ἐπὶ προδιεγνωσμένοις
113 μένειν ἀτόλμους, ἀλλὰ τὴν προθυμίαν
114 κινεῖν ἅπασαν, ὡς ἔχει τις ἰσχύος.
115 ἔχει τι χρηστὸν ἀνδρὸς ἡ παρρησία.
116 εἰ μὴ γὰρ εὐτόλμως τε καὶ φρονῶν μέγα
117 ἐδημιούργει τὸν νεὼν ὁ δεσπότης
118 πάσης ὑπερβὰς ἐλπίδος θεωρίαν,
119 οὐκ ἂν προῆλθεν εἰς τοσαύτην ἡ πόλις
120 εὐθυμίαν τε καὶ τρυφὴν εὐδαίμονα.
121 τί οὖν ἀπεικὸς πρόσφορον παρρησίαν
122 τὰ νῦν φανῆναι καὶ λόγων ἀζημίαν;
123 ἃ γὰρ ἂν παραδράμωσιν ἠσθενηκότες,
124 ἔξεστι ταῦτα προσλαβεῖν τοῖς ὄμμασιν.
125 κρίνει δὲ τούτους οὐ κυαμοτρὼξ Ἀττικός,
126 ἀλλ’ ἄνδρες εὐσεβεῖς τε καὶ συγγνώμονες,
127 οἶς καὶ τὸ θεῖον καὶ βασιλεὺς ἐφήδεται,
128 οἱ τὰς πόλεις τάττοντες, οἱ τὰς ἡνίας
129 ὅλων ἔχοντες καὶ λόγων καὶ πραγμάτων.
130 ἆρ’ οὖν ἐπ’ αὐτοὺς χρὴ βαδίζειν τοὺς στίχους
131 ἐκδημαγωγηθέντας εἰς παρρησίαν;
132 χρὴ τοῦτο πράττειν, αὐτὸς ἀντιφθέγξομαι
133 ὥσπερ τις ἠχὼ τῶν ἐμῶν φανεὶς λόγων.
134 οὐκοῦν ἐπάνειμι πρὸς βασιλέα τὸν μέγαν.
135 Σήμερον οὐ σακέων με φέρει κτύπος, οὐδ’ ἐπὶ νίκην
136 ἕσπερον ἠὲ Λίβυσσαν ἐπείγομαι, οὐδὲ τροπαίοις
137 ἀμφὶ τυραννοφόνοις καναχήποδα ῥυθμὸν ἀράσσω·
138 Μηδοφόνων ἀβόητα μένοι κλέα σήμερον ἔργων.
139 Εἰρήνη πολύολβε, τιθηνήτειρα πολήων,
140 ἣν πλέον εὐπήληκος ἄναξ ἠγκάσσατο Νίκης,
141 δεῦρο· πολισσούχοισιν ἐπαυχήσαντες ἀέθλοις
142 παντὸς ὑπερκύδαντος ὑπέρτερον οἶκον ἀγῶνος
143 εὐιέροις ὕμνοισιν ἀείσομεν, ὧι ὑπὸ μούνωι
144 πᾶν κλέος ὑψορόφοιο κατώκλασε θέσκελον ἔργου.
145 Ἀλλὰ σύ μοι βασιλῆα φερέσβιον, ὄμπνια Ῥώμη,
146 στέψον ἀκηρασίοισι χύδην καταειμένον ὕμνοις,
147 οὐχ ὅτι σὸν ζυγόδεσμον ἐφήρμοσεν ἔθνεσι γαίης,
148 οὐχ ὅτι σῶν ἐτάνυσσεν ὑπέρβια μέτρα θοώκων
149 τέλσα παρ’ ἐσχατόωντα κατ’ ὠκεανιτίδας ἀκτάς,
150 ἀλλ’ ὅτι σὸν περὶ πῆχυν ἀπείρονα νηὸν ἐγείρας
151 Θυμβριάδος ποίησε φαεινοτέρην σε τεκούσης.
152 εἴξατέ μοι, Ῥώμης Καπετωλίδες, εἴξατε, φῆμαι·
153 τόσσον ἐμὸς βασιλεὺς ὑπερήλατο θάμβος ἐκεῖνο,
154 ὁππόσον εἰδώλοιο θεὸς μέγας ἐστὶν ἀρείων.
155 ἔνθεν ἐγὼν ἐθέλω σε μελιφθόγγοισι χορείαις,
156 χρυσοχίτων Ἀνθοῦσα, τεὸν σκηπτοῦχον ἀείδειν.
157 καὶ γὰρ ἄναξ οὐ μοῦνον ἐν ἔντεσι χεῖρα κορύσσων
158 ῥινοτόρωι δούλωσεν ἀπείρονα βάρβαρον αἰχμῆι,
159 ὄφρα τεοῖς ἀδμῆτα λόφον κλίνειε λεπάδνοις
160 καὶ θέμιδος πτήξειε τεῆς ζυγόν· ἀλλὰ καὶ αὐτὸς
161 τετριγὼς ὑπέροπλα μέλας Φθόνος ὤκλασε τόξωι
162 ἀστυόχου βασιλῆος, ἐπασσυτέροις δὲ βελέμνοις
163 ῥωγαλέος δούπησε, πεσὼν δ’ ἐβάθυνε κονίην.
164 καὶ σὺ δὲ πρεσβυγένεθλε Λατινιὰς ἔρχεο Ῥώμη,
165 σύνθροον ἀείδουσα μέλος νεοθηλέϊ Ῥώμηι·
166 ἔρχεο καγχαλόωσα, τεὴν ὅτι παῖδα δοκεύεις
167 μητρὸς ὑπερτέλλουσαν, ἐπεὶ χάρις ἥδε τοκήων.
168 [para]Ἀνέρες, οἷσι μέμηλε θεουδέα θεσμὰ γεραίρειν,
169 δεῦρό μοι ἀχλυόεσσαν ἀπορρίψαντες ἀνίην
170 χιονέους ἕσσασθε γεγηθότες ἅψεσι πέπλους.
171 δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς
172 μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους.
173 οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων
174 Αὐσονίων σκηπτοῦχος, ὅλαις δ’ ἐπέτασσεν ἑορταῖς
175 εὐφροσύνην εὐρεῖαν, ὅλας ἤμβλυνε μερίμνας.
176 ἐξότε γὰρ δούπησεν ἐρισθενὲς ἔργον ἀνάκτων,
177 κῆδος ἔην ἀλίαστον ἀνὰ πτόλιν. ἵλαθι μύθωι,
178 ἵλαθι τολμήεντι, μεγασθενὲς ἤρανε γαίης,
179 ἱλήκοις ἐπέεσσι, καὶ εἰ τεὸν οὖας ὀρίνω
180 βαιὸν ὅσον· μεγάλων γὰρ ἐπερχομένη χάρις ἔργων
181 Ληθαίοις ἐκάλυψε κατηφέα κέντρα ῥεέθροις.
182 καὶ φάος ἠελίοιο φαάντερόν ἐστιν ὁδίτηι
183 χειμερίην μετὰ νύκτα, καὶ ἱμερόεσσα γαλήνη
184 ἄνδρας ἁλιπλάγκτους μετὰ κύματα μᾶλλον ἰαίνει.
185 ἵλαθι τολμήεντι, μεγασθενές, ἵλαθι μύθωι.
186 [para]Ἤδη μὲν σθεναροῖσιν ἐπεμβεβαυῖα θεμείλοις
187 σφαίρης ἡμιτόμοιο κατήριπε θέσκελος ἄντυξ·
188 μυστιπόλου δ’ ἐτίναξεν ἐδέθλια πάντα μελάθρου,
189 πάντα δ’ ὑπεσκίρτησεν ἐν ἄστεϊ βάθρα θεμείλων,
190 γαῖα δ’ ὑπεστενάχιζεν ἐπὶ χρόνον, ἠερίαις δὲ
191 μισγομένη νεφέληισιν ὁμιχλήεσσα κονίη
192 οὐρανίης ἀμάρυγμα μεσημβρινὸν ἔσκεπεν αἴθρης.
193 Χριστὲ μάκαρ, σὺ δὲ σεῖο κατ’ ἔνδια χεῖρα τανύσσας
194 αἵμασιν οὐ μεθέηκας ὑπ’ ἀνδροφόνοισι μιῆναι
195 σὴν χθόνα Τελχῖνας κακοεργέας· οὐδὲ γὰρ ἔτλης
196 ὄμματος ἀχράντοιο βολῆι πανδερκέϊ λεύσσειν
197 αἷμα χυθὲν τεμένεσσιν ἀναιμάκτοιο θυηλῆς.
198 οὐδὲ μὲν εὐρύστερνος ὑπώκλασε μέχρι θεμείλων
199 νηός, ἀριστώδινος ἐελμένος ἅμμασι τέχνης·
200 ἀλλὰ μιῆς ἁψῖδος ἀπωλίσθησε κεραίη
201 ἀντολική, σφαίρης τε λάχος κονίηισιν ἐμίχθη.
202 ἦν δὲ τὸ μὲν δαπέδοισι, τὸ δ’ εἰσέτι (θάμβος ἰδέσθαι)
203 οἷάπερ ἀστήρικτον ὁμίλεεν ἐκκρεμὲς αὔραις.
204 πᾶς δὲ κατηφείηι βεβολημένος ἔστενεν ἀνήρ.
205 μή τις ἐμὴν σειρῆνα βάλοι νεμεσήμονι μύθωι
206 ἀτραπὸν ἀμνήστοιο διαστείχουσαν ἀνίης·
207 ἡδύτερος μετὰ δάκρυ γέλως, μετὰ νοῦσον ὑγείη.
208 οὐχ οὕτως ἀκάχησεν ἀπ’ αἰθέρος ἐκχυμένη φλὸξ
209 ἀνέρας, ὁππότε νῶτα κατέφλεγεν ἄχλοα γαίης,
210 μυρία καρφομένων ὅτε χεύματα σίζεν ἀναύρων,
211 οὐδ’ ὅτε καρποτόκοιο κατὰ χθονὸς οὐρανὸς αἴθων
212 εὐρὺ χανὼν ὤϊξε πύλας δηλήμονος ὄμβρου
213 καὶ τραφερὸν ξύνωσε πέδον ῥοθίοισι θαλάσσης.
214 [para]Αὐτὰρ ἐμὸς σκηπτοῦχος ἀπότροπον ἄλγος ἀκούσας
215 οὐκ ἐπὶ δὴν ἐκάλυψε νόου σέλας, οὐδὲ κατηφὴς
216 ἠρεμέειν τέτληκεν ἀεργέος ἅμμασιν ὄκνου,
217 ἀλλὰ μινυνθαδίης ἀπεσείσατο κέντρον ἀνίης,
218 πρὸς δὲ πόνους ἤϊξε παλινδωμήτορας οἴκου.
219 τῶι δὲ παρεστηκυῖα σακέσπαλος ἔννεπε Ῥώμη·
220 “παγκρατές, ὀλβιόμοιρε Δίκης ἕδος, ἕρμα πολήων,
221 ἥρπασε βασκανίη με, χάρις δέ τίς ἐστι Μεγαίρης,
222 ὅττι σέθεν ζώοντος ἐπέχραε κάλλεϊ Ῥώμης.
223 στήθεσιν ἡμετέροισι περιρραγὲς ἕλκος ἀνίσχει·
224 ἀλλά, μάκαρ, (δύνασαι γὰρ ἐφ’ ἕλκεϊ φάρμακα πάσσειν)
225 χεῖρα τεὴν προτίταινε, ῥυηφενέος τροφὸν ὄλβου.
226 πάντα κυβερνητῆρι τεῶι διέπουσα χαλινῶι
227 ὑμετέροις ὑπέθηκα τροπαιοφόροισι θριάμβοις.
228 ἠρεμέει καὶ Μῆδος ἄναξ καὶ Κελτὶς ὁμοκλή,
229 καὶ ξίφος ὑμετέροις φιλοτήσιον ὤπασε θώκοις
230 Ἰνδὸς ἀνήρ, ἐλέφαντας ἄγων καὶ μάργαρα πόντου·
231 Καρχηδὼν γόνυ δοῦλον ἐμοῖς ἔκλινε τροπαίοις.
232 εἰς ἐμὲ φορτὶς ἅπασα φερέσβιον ἐλπίδα τείνει,
233 κύκλιον εἰσορόωσα δρόμον διδυμάονος ἄρκτου,
234 ὥς κεν ἐμοῖς τεκέεσσιν ἐπίρρυτον ὄλβον ὀρέξω·
235 ἐμπορίην δ’ ἀνάγοντες ἐπιπνείουσιν ἀῆται.
236 ταῦτα τεοῖς καμάτοισιν ἐφέσπεται· ἀλλ’ ἐπὶ πάσης
237 ἀγλαΐης θημῶνι πεσεῖν ὑπὸ χεύματα Λήθης
238 μήποτέ μοι, σκηπτοῦχε, τὸ θέσκελον ἔργον ἐάσηις.
239 οὐ γάρ, ἄναξ, εἰ καί σε καταπτήσσουσι κλιθέντα
240 Αὐσονίοις θεσμοῖσιν ἀπείρονος ἔθνεα γαίης,
241 εἰ καὶ πᾶσαν ἔδειμας ἐμοὶ πόλιν, οὔποτε δήεις
242 σύμβολον ὑμετέροιο φαάντερον ἄλλο θοώκου.”
243 ὣς φαμένη χαρίεντα λιλαίετο χείλεα πῆξαι
244 ποσσὶν ἀνακτορέοισιν. ὁ δ’ ἵλαον ἠθάδι Ῥώμηι
245 δεξιτερὴν ὤρεξεν ὑποκλάζουσαν ἐγείρων.
246 ἦκα δὲ μειδήσας, ἵνα μυρίον ἄλγος ἐλάσσηι,
247 εὐφροσύνης πλήθοντας ἀκηδέος ἔκφατο μύθους·
248 “ῥῖψον ἄχος, βασίλεια πόλις, μὴ θυμὸν ὀρίνηις·
249 ὡς βέλος οὐ νίκησε τεὸν σάκος οὐδέ τις ἄλλη
250 ἄκλονον ἐστυφέλιξε τεὴν φρένα βάρβαρος αἰχμή,
251 μηδὲ βαρυτλήτοισιν ὑποκλάζοιο μερίμναις.
252 τέτλαθι, παμβασίλεια πόλις, μὴ θυμὸν ἀμύξηις·
253 καὶ γὰρ ἐμοῖς καμάτοισιν ἀοιδοτέρην σε τελέσσω
254 αὖτις ἀναστήσας κορυφὴν εὐάντυγα νηοῦ.”
255 Ὣς φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου
256 γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ
257 ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην
258 χρύσεον ἀγνάμπτοιο κατ’ αὐχένος ὅρμον ἑλόντα,
259 οὐ χρυσέην τινὰ ῥάβδον ἀεὶ προκέλευθον ἀνάκτων,
260 οὐ στρατὸν ἠνορέηισι κεκασμένον εὔποδος ἥβης,
261 σύνδρομον εὐόπλοιο μελαγκρήπιδα κελεύθου.
262 ἐξαπίνης δ’ ἑκάτερθε συνέρρεον ἄλλοθεν ἄλλοι
263 προφθαμένου βασιλῆος· ἐπεκτύπεον δὲ βοεῖαι
264 ἀνδρῶν στεινομένων κανάχιζε δὲ συμμιγὲς ἠχώ.
265 ἀλλ’ ὅτε δὴ κατὰ νηὸν ἐδύσατο καὶ βάσιν ἔγνω
266 δώματος ἀστυφέλικτον, ὅλην ἔτρεψε μενοινὴν
267 ἐς κορυφὴν περίμετρον, ἐπευφήμησε δὲ τέχνην
268 καὶ νόον Ἀνθεμίοιο κεκασμένον ἔμφρονι βουλῆι.
269 κεῖνος ἀνὴρ τὰ πρῶτα θεμείλια πήξατο νηοῦ
270 εὐκαμάτων βουλῆισιν ὑποδρήσσων βασιλήων,
271 δεινὸς ἀνὴρ καὶ κέντρον ἑλεῖν καὶ σχῆμα χαράξαι,
272 ὃς τοίχοις ἐνέηκε τόσον σθένος ὅσσον ἐρίζειν
273 δαίμονος ἀντιβίοιο βαρυτλήτοισιν ἐρωαῖς.
274 οὐ γὰρ ἀποτμηγέντος ἐρικνήμοιο καρήνου
275 ὤκλασεν, ἀλλ’ ἀδόνητον ἐϋκρήπιδι θεμείλωι
276 ἴχνος ἐπεστήριξεν· ἐπὶ προτέροισι δὲ τοίχοις
277 ἰθυντὴρ μεγάλοιο παρ’ Αὐσονίοισι θοώκου
278 αὖτις ἀμωμήτοιο χάριν δωμήσατο κόρσης.
279 [para]Ἀλλὰ τίς ἂν μέλψειεν ὅπως ὑψαύχενι κόσμωι
280 νηὸν ἀνεζώγρησε; τίς ἄρκιός ἐστι χαράξαι
281 μῆτιν ἀριστώδινα πολυσκήπτρου βασιλῆος;
282 κεῖνα μέν, ὦ σκηπτοῦχε, μεμηλότα τέκτονι τέχνηι
283 λείψομεν, εὐκαμάτων δὲ τεῶν ἐπὶ τέρματα μόχθων
284 ἵξομαι, ἀρτιτέλεστον ἰδὼν σέβας, ὧι ἔπι πάσης
285 θεῖος ἔρως ἀκτῖνας ἀνεπτοίησεν ὀπωπῆς.
286 πᾶς βροτὸς ἀγλαόμορφον ἐς οὐρανὸν ὄμμα τανύσσας
287 οὐκ ἐπὶ δὴν τέτληκεν ἀναγναμφθέντι τραχήλωι
288 κύκλιον ἀστροχίτωνος ἰδεῖν λειμῶνα χορείης,
289 ἀλλὰ καὶ ἐς χλοάουσαν ἀπήγαγεν ὄμμα κολώνην,
290 καὶ ῥόον ἀνθεμόεντος ἰδεῖν ἐπόθησεν ἀναύρου
291 καὶ στάχυν ἡβώοντα καὶ εὐδένδρου σκέπας ὕλης
292 πώεά τε σκαίροντα καὶ ἀμφιέλικτον ἐλαίην,
293 ἄμπελον εὐθαλέεσσιν ἐπικλινθεῖσαν ὀράμνοις
294 καὶ χαροποῦ γλαυκῶπιν ὑπὲρ πόντοιο γαλήνην
295 ξαινομένην πλωτῆρος ἁλιβρέκτοισιν ἐρετμοῖς.
296 εἰ δέ τις ἐν τεμένεσσι θεουδέσιν ἴχνος ἐρείσει,
297 οὐκ ἐθέλει παλίνορσον ἄγειν πόδα, θελγομένοις δὲ
298 ὄμμασιν ἔνθα καὶ ἔνθα πολύστροφον αὐχένα πάλλειν·
299 πᾶς κόρος εὐπήληκος ἐλήλαται ἔκτοθεν οἴκου.
300 τοῖον ἀειφρούρητος ἀμεμφέα νηὸν ἐγείρει
301 κοίρανος ἀθανάτοιο θεοῦ χραισμήτορι βουλῆι.
302 σοῖς γάρ, ἄναξ, καμάτοισιν ἐφέλκεαι ἵλαον εἶναι
303 Χριστὸν ὑπερκύδαντα διαμπερές. οὐ γὰρ ἐρεῖσαι
304 Ὄσσαν ἐρικνήμιδα κατ’ Οὐλύμποιο καρήνων
305 ἤθελες, οὐκ Ὄσσης ὑπὲρ αὐχένα Πήλιον ἕλκειν,
306 ἀμβατὸν ἀνδρομέοισιν ὑπ’ ἴχνεσιν αἰθέρα τεύχων·
307 ἀλλ’ ὁσίοις μόχθοισιν ὑπέρτερον ἐλπίδος ἔργον
308 ἐξανύσας ὀρέων μὲν ἐπεμβάδος οὔτι χατίζεις,
309 ὥς κεν ἀναΐξειας ἐς οὐρανόν, εὐσεβίης δὲ
310 ἰθυπόροις πτερύγεσσι πρὸς αἰθέρα δῖον ἐλαύνεις.
311 [para]Ἀλλὰ τί δηθύνω λαθικηδέος ἦμαρ ἑορτῆς
312 ὑμνῆσαι; τί δὲ μῦθον ἑλίσσομεν ἔκτοθι νηοῦ;
313 ἴομεν ἐν τεμένεσσι, θεὸν δ’ ὑμνήσατε μύσται
314 ἱκέσιον καλέοντες ἐμῶν χραισμήτορα μύθων.
315 Ἄρτι μὲν ἀμβλυνθεῖσα γένυν μετὰ βότρυας ἅρπη
316 ἐσσομένης ἀνέμιμνε θερειγενὲς ἔργον ἀμάλλης,
317 ἠέλιος δὲ νότοιο παρὰ πτερὸν ἡνία πάλλων
318 αἰγὸς ἐς ἰχθυόεντος ἀθαλπέας ἤλαε μοίρας,
319 ἄρτι κατηφήσαντα λιπὼν ἀφετῆρα βελέμνων.
320 ἤλυθε δ’ ἠριγένεια σεβάσμιος, οἰγομένη δὲ
321 ἄμβροτος ἀρτιδόμοιο πύλη μυκήσατο νηοῦ,
322 λαὸν ἔσω καλέουσα καὶ ἤρανον. εὖτε κελαινὴ
323 νὺξ μινύθει καὶ πᾶσιν ἀέξεται ἠμάτιον φῶς,
324 ὣς ἐτεὸν μινύθει μεγάλου νηοῖο φανέντος
325 νὺξ ἀχέων καὶ πάντας ἐπέδραμε χάρματος αἴγλη.
326 ἔπρεπέ σοι, σκηπτοῦχε μεγασθενές, ἔπρεπε Ῥώμηι,
327 ἔπρεπεν ἀμβροσίοιο θεοῦ προκέλευθον ἑορτῆς
328 ὑμετέροις λαοῖσι θύρην νηοῖο πετάσσαι·
329 ἔπρεπεν ἑξείης μετὰ θέσκελον ἦμαρ ἐκεῖνο
330 ζωοτόκου Χριστοῖο γενέθλιον ἦμαρ ἱκέσθαι.
331 καὶ δὴ νὺξ τετέλεστο προηγέτις εὔποδος ἠοῦς
332 εὐφροσύνην καλέουσα, θεοῦ δ’ ὑπεδέξατο κῆρυξ
333 ἄμβροτος ἀγρύπνοιο Πλάτων κελάδημα χορείης
334 θεσπεσίοις τεμένεσσιν ἑοῖς, ὅθι μυστίδι φωνῆι
335 παννυχίους Χριστοῖο βιαρκέος ἀνέρες ὕμνους
336 ἀσπασίως ἐβόησαν ἀσιγήτοισιν ἀοιδαῖς.
337 ἀλλ’ ὅτε δὴ σκιόεσσαν ἀναστείλασα καλύπτρην
338 οὐρανίας ῥοδόπηχυς ὑπέδραμεν ἄντυγας αἴγλη,
339 δὴ τότε λαὸς ἅπας συναγείρετο, πᾶς τε θοώκων
340 ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς
341 καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων,
342 ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕμνους,
343 ἄργυφον εὐκαμάτοις ὑπὸ χείρεσι κηρὸν ἀνάπτων.
344 ἕσπετο δ’ ἀρητήρ, ἱερῆς δ’ ἐξῆρχε χορείης,
345 ἀρητὴρ πολύυμνος, ὃν ἄξιον εὕρετο νηοῦ
346 Αὐσονίων σκηπτοῦχος· ὅλης δ’ ἐστείνετο Ῥώμης
347 ἀτραπὸς εὐρυάγυια. μολὼν δ’ ἐπὶ θέσπιδας αὐλὰς
348 δῆμος ἅπας ἐπέβωσε χαρίσιον, οὐρανίας δὲ
349 ἀχράντους ἐδόκησεν ἐς ἄντυγας ἴχνια θέσθαι.
350 Οἴξατέ μοι κληῗδα θεουδέες, οἴξατε, μύσται,
351 οἴξατε δ’ ἡμετέροισιν ἀνάκτορα θέσκελα μύθοις,
352 εὐχωλὴν δ’ ἐπέεσσι κομίσσατε· καὶ γὰρ ἀνάγκη
353 ἁπτομένους βαλβῖδος ἐς ὑμέας ὄμμα τανύσσαι.
354 [para]Τρισσὰ μὲν ἀντολικῶν ἀναπέπταται ἔνδια κύκλων
355 ἡμιτόμων· ὑψοῦ δὲ μετ’ ὄρθιον αὐχένα τοίχων
356 σφαίρης τετρατόμοιο λάχος τὸ τέταρτον ἀνέρπει,
357 οἷον ὑπὲρ τριλόφοιο καρήατος, ὑψόθι νώτων,
358 σχῆμα πολυγλήνοισι ταὼς πτερύγεσσιν ἐγείρει.
359 κόγχας ταῦτα κάρηνα σοφοὶ τεχνήμονι μύθωι
360 ἀνέρες ηὐδάξαντο· τὸ δ’ ἀτρεκές, εἴτ’ ἀπὸ κόγχου
361 εἰναλίου καλέουσι δαήμονες εἴτ’ ἀπὸ τέχνης,
362 αὐτοί που δεδάασι. μέση δ’ ἐζώσατο θώκους
363 μυστιπόλους καὶ βάθρα περίδρομα. καὶ τὸ μὲν αὐτῶν
364 ὑστατίην ὑπὸ πέζαν ἀολλίζουσα συνέλκει
365 ἐγγύτερον περὶ κέντρον ἐπὶ χθονός· ὅσσα δ’ ἀνίσχει
366 ὑψόθεν, εὐρύνουσι διάστασιν ἄχρι θοώκων
367 ἀργυρέων κατὰ βαιόν, ἀεξομένοισι δὲ κύκλοις
368 αἰὲν ἐπεμβαίνουσαν ἐπειλίσσουσι κεραίην.
369 Τὴν δὲ μετεκδέχεται κρατεροῖς ἀραρυῖα θεμείλοις
370 ἐς βάσιν εὐθύγραμμος ὕπερθε δὲ κύκλιος ἄντυξ,
371 σχήμασιν οὐ σφαίρης ἐναλίγκιος, ἀλλὰ κυλίνδρου
372 ἄνδιχα τεμνομένοιο. δύω δ’ εὐκίονας ἄλλας
373 κόγχας ἀμφοτέρωθι προβάλλεται ἐς δύσιν ἕρπειν,
374 οἷάπερ ἐκτανύουσα περιγναμφθέντας ἀγοστούς,
375 λαὸν ὅπως πολύυμνον ἑοῖς ἀγκάσσεται οἴκοις.
376 καὶ τὰς μὲν χρυσέοισιν ἐλαφρίζουσι καρήνοις
377 στικτοὶ πορφυρέοισιν ἀποστίλβοντες ἀώτοις
378 κίονες, ἡμιτμῆγι περισταδὸν ἄντυγι κύκλου,
379 ἄχθος ἀερτάζοντες ὑπέρβιον, οὕς ποτε Θήβης
380 Νειλώιης ἐλόχευσαν ἐϋκνήμιδες ἐρίπναι.
381 κίοσι μὲν δοιοῖσιν ἀείρεται ἔνθα καὶ ἔνθα
382 ἀμφοτέρης ἁψῖδος ἐδέθλια· τριχθαδίας δὲ
383 ἡμιτελεῖς ἁψῖδας ὀλίζονας ἴχνεσι κόγχης
384 ἄνδρες ὑπειλίξαντο δαήμονες, ὧν ὑπὸ πέζαν
385 κίονες ἱδρύσαντο καρήατα δέσμια χαλκῶι,
386 γλυπτά, χρυσεότευκτα, παραπλάζοντα μερίμνας.
387 εἰσὶ δὲ πορφυρέαις ἐπὶ κίοσι κίονες ἄλλαι,
388 ἀγλαὰ Θεσσαλικῆς χλοερώπιδος ἄνθεα πέτρης·
389 ἔνθα [σὺ] θηλυτέρων ὑπερώϊα καλὰ νοήσεις.
390 σχῆ[μα δ’ ὅ]λον φορέουσιν, ὃ νειόθεν ἔστιν ἰδέσθαι·
391 ἓξ δ’ [ὑπὸ Θ]εσσαλικοῖσι καὶ οὐ δύο κίοσι λάμπει.
392 ἔστι δὲ θαμβῆσαι νόον ἀνέρος, ὅς ποτε δοιαῖς
393 πήξατο θαρσαλέως ἐπὶ κίοσι τρισσάκι δοιάς,
394 οὐδὲ βάσιν κενεοῖο κατ’ ἠέρος ἔτρεσε πῆξαι.
395 πάντα δὲ Θεσσαλικοῖο μεταίχμια κίονος ἀνὴρ
396 λαϊνέοις ἔφραξεν ἐρείσμασιν, ἔνθα κλιθεῖσαι
397 ἐργοπόνους ἀγκῶνας ἐπηρείσαντο γυναῖκες.
398 [para]Οὕτως ἀντολικὰς μὲν ἐπ’ ἄντυγας ὄμμα τανύσσας
399 θάμβος ἀειδίνητον ἐσόψεαι. ἀλλ’ ἐπὶ πάσαις
400 ἐκφύεται πολύκυκλον ὑπὲρ σκέπας οἷά τις ἄλλη
401 ἁψὶς ἠερόφοιτος, ἀνευρύνουσα κεραίην
402 ἠέρι κολπωθεῖσαν, ἀίσσει δ’ ἄχρι καρήνου
403 ἄχρι βαθυκνήμοιο καὶ ἄντυγος, ἧς κατὰ νῶτον
404 πυθμένας ἐρρίζωσε μέσου κόρυς ἄμβροτος οἴκου.
405 ὣς ἡ μὲν βαθύκολπος ἀνέσσυται ἠέρι κόγχη,
406 ὑψόθεν ἀντέλλουσα μία, τρισσοῖσι δὲ κόλποις
407 νέρθεν ἐπεμβεβαυῖα· διατμηγεῖσα δὲ νώτοις
408 πένταχα μοιρηθέντα δοχήϊα φωτὸς ἀνοίγει,
409 λεπταλέαις ὑάλοις κεκαλυμμένα, τῶν διὰ μέσσης
410 φαιδρὸν ἀπαστράπτουσα ῥοδόσφυρος ἔρχται ἠώς.
411 Εἰ μὲν πρὸς ἄλλο θέατρον ὑμᾶς συγκαλεῖν
412 συχνῶς ἐπεχείρουν, ὄχλον ἄν τις εἰκότως
413 ἡγήσατο τοῦτο· νῦν γε μὴν εὖ οἶδ’ ὅτι
414 πρὸς τὸν νεὼν δραμόντες αὖθις τὸν μέγαν
415 ἐρᾶτε πάντες τῆς ἀκοῆς ὡς τῆς θέας.
416 οὐκοῦν τὸ λοιπὸν προσκαταθήσω τοῦ χρέους.
417 [para]Πάντα καὶ ἑσπερίην τις ἐπὶ κλίσιν ἶσα νοήσει
418 σχήμασιν ἠώιοις, ὀλίγων ἄτερ. οὐ γὰρ ἐν αὐτῆι
419 μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ
420 οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς
421 ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους
422 ἀργυρέοις στίλβοντας ἀπειρεσίοισι [μετάλ]λ[οι]ς.
423 ἀλλὰ δύσις πυλεῶνα μέγαν πολυ[δαίδ]αλ[ον ἴσχ]ει,
424 οὐχ ἕνα· τριχθαδίους γὰρ ἔχει κατὰ τέ[λσα μελ]άθρου.
425 μηκεδανὸς δ’ ἐπὶ τοῖσι πύλαις παραπέπ[ταται] αὐλών,
426 δεχνύμενος προσιόντας ὑπ’ εὐρ[υπ]όροισι θυρέτροις,
427 μῆκος ἔχων ὅσον εὖρος ἀνάκτορα θέσκελα νηοῦ.
428 χῶρος ὅδε Γραικοῖσι φατίζεται ἀνδράσι νάρθηξ.
429 ἔνθα δέ τις κατὰ νύκτα διαμπερὲς ἦχος ἀνέρπων
430 εὐκέλαδος Χριστοῖο βιαρκέος οὔατα θέλγει,
431 ὁππόθι τιμήεντα θεουδέος ὄργια Δαυὶδ
432 ἀντιπόροις ἰαχῆισιν ἀείδεται ἀνδράσι μύστηις,
433 Δαυὶδ πρηϋνόοιο, τὸν ἤινεσε θέσκελος ὀμφή,
434 φωτὸς ἀγακλήεντος, ὅθεν πολύυμνος ἀπορρὼξ
435 γαστέρι δεξαμένη τὸν ἀμήτορα παῖδα θεοῖο
436 Χριστὸν ἀνεβλάστησεν ἀπειρογάμοισι λοχείαις,
437 μητρώιοις δ’ ὑπέθηκε τὸν ἄσπορον υἱέα θεσμοῖς.
438 ἑπτὰ δ’ ἀνευρύνας ἱεροὺς πυλεῶνας ἀνοίγει,
439 λαὸν ἔσω καλέοντας ὁμιλαδόν· ἀλλ’ ὁ μὲν αὐτῶν
440 ἐνστρέφεται νάρθηκος ἐπὶ στεινοῖο μετώπου
441 ἐς νότον, ὃς δὲ βορῆος ἐπὶ πτερά· τῶν γε μὲν ἄλλων
442 νηοκόρος παλάμηισι μεμυκότα θαιρὸν ἀνοίγει
443 ἑσπέριον περὶ τοῖχον, ὃς ὕστατός ἐστι μελάθρου.
444 [para]Πῆι φέρομαι; τίς μῦθον ἀνήρπασε πλαγκτὸν ἀήτης
445 οἷάπερ ἐν πελάγεσσι; μέσον παραδέδρομε νηοῦ
446 χῶρον ὑπερκύδαντα. παλιννόστησον, ἀοιδή,
447 θάμβος ὅπηι πανάπιστον ἰδεῖν, πανάπιστον ἀκοῦσαι.
448 εἰσὶ γὰρ ἀντολικούς τε καὶ ἑσπερίους μετὰ κύκλους,
449 κύκλους ἡμιτελεῖς, μετὰ κίονα δίζυγα Θήβης,
450 εὐπαγέες τοῖχοι πίσυρες, γυμνοὶ μὲν ὁρᾶσθαι
451 πρό[σθεν,] ἐπὶ πλευρὰς δὲ καὶ ἀρραγέας περὶ νώτους
452 ἀντ[ιπόρο]ις σφιγχθέντες ἐρείσμασιν· εὐκαμάτοις δὲ
453 τέτρ[αχα μο]ιρηθέντες ἐφεδρήσσουσι θεμείλοις,
454 πέτρ[αις] ἀρραγέεσσιν ἀρηρότες, ὧν διὰ μέσσου
455 ψῆγμα πυριφλέκτοιο λίθου προχοῆισι κεράσσας
456 ἁρμονίην ξύνωσεν ἀνὴρ δωμήτορι τέχνηι.
457 τοῖς ἔπι μυριόμετρος ἐπιγναμφθεῖσα κεραίη,
458 οἷάπερ εὐκύκλοιο πολύχροος ἴριδος ἄντυξ,
459 ἡ μὲν ἐπὶ ζεφύρου τρέπεται πτερόν, ἡ δὲ βορῆος
460 ἐς κλίσιν, ἡ δὲ νότοιο, καὶ ὄρθιος ἔγρεται ἄλλη
461 εὖρον ἐπὶ φλογόεντα. βάσιν δ’ ἀτίνακτον ἑκάστη
462 γείτοσιν ἀμφοτέρωθεν ὁμοῦ συνέμιξε κεραίαις,
463 ξυνοῦ πηγνυμένην ἐπὶ τέρμονος· ὀρνυμένη δὲ
464 ἠερίαις κατὰ βαιὸν ἐϋγνάμπτοισι κελεύθοις
465 τῆς πρὶν ὁμογνήτοιο διίσταται. ἀλλὰ καὶ αὐτῶν
466 ἁψίδων τὸ μεταξὺ καλοῖς ἀναπίμπλαται ἔργοις.
467 ἔνθα γὰρ ἀλλήλων ἀπονεύμεναι ἤθεσι τέχνης
468 ἠέρα γυμνὸν ἔδειξαν, ἀνέσσυται ἶσα τριγώνωι
469 τοῖχος ἐπικλινθεὶς ὅσον ἄρκιον, ἄχρι συνάψηι
470 πήχεας ἀμφοτέρωθεν ὁμόζυγος ἄντυγι κύκλου.
471 τέτραχα δ’ ἑρπύζων ἀνατείνεται, ὄφρα φανείη
472 ἓν, στε[φάνοι]ς κύκλοιο περίδρομος ὑψόθι νώτου.
473 μέσσα μὲν ἁψ[ίδω]ν, ὅσα κύκλιον ἄντυγα τεύχει,
474 ὀπταλέαις πλίνθοισιν ἀρηρότα δήσατο τέχνη,
475 ἄκρα δὲ πετραίοισι κεράατα πῆξε δομαίοις.
476 ἁρμονίαις δ’ ἐνέηκε πλάκας μαλακοῖο μολύβδου,
477 ὄφρα κε μὴ λάιγγες ἐπ’ ἀλλήληισι δεθεῖσαι
478 καὶ στυφελὰ στυφελοῖσιν ἐπ’ ἄχθεσιν ἄχθεα θεῖσαι
479 νῶτα διαθρύψωσι· μεσοδμήτωι δὲ μολύβδωι
480 ἠρέμα πιληθεῖσα βάσις μαλθάσσετο πέτρου.
481 [para]Λαϊνέη δ’ ὅλα νῶτα κατεσφήκωσέ τις ἄντυξ,
482 πάντοθεν εὐδίνητος, ὅπηι καὶ ῥίζα καθέρπει
483 σφαίρης ἡμιτόμοιο καὶ ἄντυγές εἰσιν ἑλιγμῶι
484 τοῦ πυμάτου κύκλοιο, τὸν ἁψίδων κατὰ νῶτα
485 ἀνέρες ἐστεφάνωσαν. ἐπὶ προβλῆτι δὲ κόσμωι
486 ἐκκρεμέες λάϊγγες ἐτορνώσαντο πορείην
487 στεινήν, τερμιόεσσαν· ὅπηι καὶ φωσφόρος ἀνὴρ
488 ἄτρομος ἀμφιθέων ἱεροὺς λαμπτῆρας ἀνάπτει.
489 ἐγρομένη δ’ ἐφύπερθεν ἐς ἄπλετον ἠέρα πήληξ
490 πάντοθι μὲν σφαιρηδὸν ἑλίσσεται, οἷα δὲ φαιδρὸς
491 οὐρανὸς ἀμφιβέβηκε δόμου σκέπας· ἀκροτάτης δὲ
492 σταυρὸν ὑπὲρ κορυφῆς ἐρυσίπτολιν ἔγραφε τέχνη.
493 ἔστι δ’ ἰδεῖν μέγα θάμβος, ὅπως κατὰ βαιὸν ἰοῦσα
494 εὐρυτέρη μὲν ἔνερθεν, ὕπερθε δὲ μεῖον ἀνέρπει·
495 οὐ μὴν ὀξυκάρηνος ἀνέσσυται, ἀλλ’ ἄρα μᾶλλον
496 ὡς πόλος ἠερόφοιτος. ἐπ’ εὐκαμάτοισι δὲ νώτοις
497 ἁψίδων ἐπέπηξε βάσιν [ πάντοθι
498 δινηθεῖσαν. ἀνερπ[ ]ουσ[ ]ας
499 λαοδόμων παλάμηισιν ἀμοιβαδὸν ἔξεσεν οἴμους.
500 εἰσορόων φαίης κτένα [γύρ]ιον, ὧι φύσις [ ἀγλαΐην
501 ἐχάραξε[
502 οὐκέτι δ’ ἀλλήλη[σιν ὁ]μ[ιλ]αδὸν εἰ[ς ἓν] ἰοῦσα[ι
503 ἀτραπιτοὶ συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου·
504 ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ
505 ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη.
506 [para]]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου
507 λεπταλέηι ψηφῖδι χαράσσεται, ὄφρα σαώσηι
508 νηὸν ἀειφρούρητον ὅλου κόσμοιο σαωτήρ.
509 σφαίρης δ’ ἡμιτόμου περὶ πυθμένα πεντάκις ὀκτὼ
510 εὐφαέων ἁψῖδας ἐτεχνήσαντο θυρέτρων,
511 ὁππόθεν ἁβροκόμοιο σέλας πορθμεύεται ἠοῦς.
512 [para]Θάμβος ἔχω, τίνα μῆτιν ἐπήραρεν εὐρέϊ νηῶι
513 ἡμέτερος σκηπτοῦχος, ὅπως δωμήτορι μόχθωι
514 ἀνέρες, εὐτέχνοισιν ὑποδρήσσοντες ἐδέθλοις,
515 πλίνθοις ὀπταλέηισιν ἀνεστήσαντο δεθείσας
516 ἄντυγας ἀψίδων τε καὶ εὐρυπόρου σκέπας οἴκου.
517 καὶ γὰρ ἀνὴρ πολύμητις, ἀνειμένος ἴδμονι τέχνηι,
518 ἄξυλον εὐρόφοιο τέγος τεχνήσατο νηοῦ.
519 οὐδὲ γὰρ οὐ Φοίνισσαν ὑπὲρ Λιβάνοιο κολώνην
520 οὐδὲ μὲν Ἀλπείων σκοπέλων ἀνὰ δάσκιον ὕλην
521 Ἀσσύριος δρυτόμος τις ἀνὴρ ἢ Κελτὸς ἀράσσων
522 δενδροκόμοις βουπλῆγας ἐν ἄλσεσιν, οὔ τινα πεύκην,
523 οὐκ ἐλάτην ἐνόησεν ἐπαρκέας οἶκον ἐρέψαι·
524 οὐδὲ μὲν οὐ κυπάρισσον Ὀροντίδος ἄλσεα Δάφνης,
525 οὐ Πατάρων εὔδενδρος ἀνηέξησεν ἐρίπνη,
526 ἥτις ἀπειρεσίοιο τέγος νηοῖο πυκάσσηι.
527 καὶ γὰρ ἄναξ πολύυμνος, ἃ μὴ φύσις εὗρε καλύψαι
528 δένδρεσι μηκεδανοῖσι, λίθων ἐκαλύψατο κύκλοις.
529 οὕτω τετραπόροισιν ἐφ’ ἁψίδεσσι καλύπτρη
530 εὐπήληξ βαθύκολπος ἀείρεται. ἦ τάχα φαίης
531 οὐρανὸν ἐς πολύκυκλον ἀλώμενον ὄμμα τιταίνειν.
532 Ἀλλ’ ἐπὶ [μὲν φαέθοντ]α καὶ ἕσπερον οὔτι νοήσεις
533 ἁψίδων ὑπένερθεν, ὅλος δ’ ἀναπέπτ[αται ἀ]ήρ·
534 ἐς δὲ νότον κελάδοντα καὶ εἰς κλίσιν ἄβροχον ἄρκτων
535 τοῖχος ἐρισθενέτης ἀνατείνεται ἄχρι γενείου
536 ἄντυγος εὐτροχάλοιο, λέλαμπε δὲ τετράκι δοιαῖς
537 πλησιφαὴς θυρίδεσσιν. ἐρήρεισται δ’ ὅγε τοῖχος
538 νειόθι λαϊνέοισιν ὑπ’ ἴχνεσιν· ἓξ γὰρ ὑπ’ αὐτῶι
539 κίονες Αἱ[μ]ο[νι]ῆες ἴσοι χλοάοντι μαράγδωι
540 ἀκαμάτων ξυνοχῆας ἀνεστήσαντο τενόντων,
541 ἔνθα γυναικείων ἀναφαίνεται ἔνδια θώκων.
542 τοὺς δὲ χαμαιπαγέες πίσυρες μεγάλοισι [κα]ρήνοις
543 κίονες ὀχλίζουσιν ὑπ’ ἀστυφέλικτον ἀνάγκην
544 χρυσόκομοι χαρίτεσσι κατήορο[ι, ]ται
545 Θεσσαλίδος πέτρης ἀμαρύγματα· μέσσα δὲ νηοῦ
546 ἔνδια καλλιχόροιο διακρίνουσιν ἐδέθλων
547 γείτονος αἰθούσης περιμήκεος. οὔ ποτε τοίους
548 κίονας ἐτμήξαντο Μολοσσίδος ἔνδοθι γαίης,
549 ὑψιλόφους, χαρίεντας, ἐύχλοας ἄλσεσι[
550 ἄνθεσι δαιδαλέοισι τεθηλότας. —Ἀλλὰ καὶ αὐτῆς
551 αἰθούσης κατὰ μέσσον ἐρείσατο τέσσαρας ἄλλους
552 κίονας Ἀνθέμιος πολυμήχανος ἠδὲ σὺν αὐτῶι
553 πάνσοφον Ἰσιόδωρος ἔχων νόον· ἀμφότεροι γὰρ
554 καλλιπόνων βουλῆισιν ὑποδρήσσοντες ἀνάκτων
555 νηὸν ἐδωμήσαντο πελώριον· ἀλλ’ ἐνὶ μέτροις
556 μήκεος ἐγγυτέρων μὲν ὀλίζονες, ἐκ δὲ τιθήνης
557 τῆς αὐτῆς χλοεροῖσιν ἀποστίλβουσιν ἀώτοις.
558 ἀλλὰ γὰρ οὐ στοιχηδὸν ἐπισχερὼ εὔποδας οὗτοι
559 πυθμένας ἐρρίζωσαν, ἐφεδρήσσουσι δὲ γαίηι
560 ἀντίοι ἀλλήλοισι δύω δυσίν· ὧν κατὰ κόρσης
561 τετραπόροις σειρῆισιν ἐπειλιχθεῖσα κεραίη
562 νῶτον ὑπεστήριξε γυναικείοισιν ἐδέθλοις.
563 ἐγγύθι δ’ ἔστι πύλη βορεώτιδος ἐς κλίσιν αὔρης,
564 λαὸν ἀπιθύνουσα πρὸς ἀχράαντα λοετρά,
565 ἀνδρομέου βιότοιο καθάρσια, τῶν ἄπο λυγρὴ
566 σμῶδιξ ὠλεσίθυμος ἐλαύνεται ἀμπλακιάων.
567 [para]Τέτρασι δ’ ἐξείης ἐπὶ κίοσιν, ἔνθα καὶ ἔνθα,
568 ἁβροῖς, Θεσσαλικοῖσι, πρὸς ἀμφιλύκην τε καὶ ἠῶ
569 αἰθούσης κατὰ μῆκος ἑλίσσεται ἔργα κυλίνδρων
570 ἡμιτόμοις ἀτάλαντα διοδμήτους παρὰ τοίχους,
571 τρητά, διαστείχουσιν ἀνειμένα· πρὸς μὲν ἀήτην
572 ἀρκτῶιον ξυνοχῆας ἀνακλίνουσι θυρέτρων
573 διζυγέων· νότιον δὲ ποτὶ πτερόν, ἄντα πυλάων,
574 εὐτύκτους κενεῶνας ἐειδομένους τινὶ παστῶι·
575 πρὸς δὲ φάος καὶ νύκτα πάλιν δύο κίονας ἄλλους
576 Αἱμονίους δοιούς τε περικλύστου Προκονήσου,
577 στήμονας, ὑψιλόφους, πυλέων ἄγχιστα παγέντας.
578 ἀλλ’ ἐπὶ μὲν φαέθοντα πύλη μία, πρὸς δὲ κελαινῆς
579 νυκτὸς ἕδος δισσὴν ἐπὶ δικλίδα λαὸς ὁδεύει.
580 Δήεις καὶ νοτίην βορεώτιδι πᾶσαν ὁμοίην
581 μηκεδανὴν αἴθουσαν, ἔχει δέ τι καὶ πλέον ἥδε·
582 τείχει γάρ τινι χῶρον ἀποκρινθέντα φυλάσσει
583 Αὐσονίων βασιλῆϊ θεοστέπτοις ἐν ἑορταῖς.
584 ἔνθα δ’ ἐμὸς σκηπτοῦχος ἐφήμενος ἠθάδι θώκωι
585 μυστιπόλοις βίβλοισιν ἑὴν ἐπέτασσεν ἀκουήν.
586 [para]Ἶσα δὲ τοῖς ὑπένερθε καὶ ὑψόθι πάντα νοήσει
587 θηλυτέρην αἴθουσαν ἐς ἀμφοτέρας τις ἀνελθών·
588 ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς
589 ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα.
590 Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ
591 τέτρασιν αἰθούσηισι περίδρομον ὄψεαι αὐλήν,
592 ὧν μία μὲν νάρθηκι συνάπτεται, αἵ γε μὲν ἄλλαι
593 πεπταμέναι τελέθουσι πολυσχιδέεσσι κελεύθοις.
594 μηκεδανῆς δ’ ἐρίτιμον ἐς ὀμφαλὸν ἵσταται αὐλῆς
595 εὐρυτάτη φιάλη τις, Ἰασσίδος ἔκτομος ἄκρης,
596 ἔνθα ῥόος κελαδῶν ἀναπάλλεται ἠέρι πέμπειν
597 ὁλκὸν ἀναθρώσκοντα βίηι χαλκήρεος αὐλοῦ,
598 ὁλκὸν ὅλων παθέων ἐλατήριον, ὁππότε λαὸς
599 μηνὶ χρυσοχίτωνι, θεοῦ κατὰ μύστιν ἑορτήν,
600 ἐννυχίοις ἄχραντον ἀφύσσεται ἄγγεσιν ὕδωρ·
601 ὁλκὸν ἀπαγγέλλοντα θεοῦ μένος· οὐ γὰρ ἐκείνοις
602 οὔποτε πυθομένοισιν ἐπέχραεν ὕδασιν εὐρώς,
603 εἰ καὶ πουλυέτηρον ἐπὶ χρόνον ἔκτοθι πηγῆς
604 κάλπιδος ἐν γυάλοισιν ἐελμένα δώμασι μίμνοι.
605 λαότορον δ’ ἀνὰ τοῖχον ἐΰγραφα δαίδαλα τέχνης
606 πάντοθεν ἀστράπτουσιν. ἁλιστεφέος Προκονήσου
607 ταῦτα φάραγξ ἐλόχευσε. πολυτμήτων δὲ μετάλλων
608 ἁρμονίη γραφίδεσσιν ἰσάζεται· ἐν γὰρ ἐκείνηι
609 τετρατόμοις λάεσσι καὶ ὀκτατόμοισι νοήσεις
610 ζευγνυμένας κατὰ κόσμον ὁμοῦ φλέβας· ἀγλαΐην δὲ
611 ζωοτύπων λάϊγγες ἐμιμήσαντο δεθεῖσαι.
612 [para]Πολλὰς δ’ ἔνθα καὶ ἔνθα περὶ πλευράς τε καὶ ἄκρας
613 ἄντυγας ἀμβροσίοιο κατόψεαι ἔκτοθι νηοῦ
614 αὐλὰς ἀσκεπέας· τόδε γὰρ τεχνήμονι κόσμωι
615 ἠνύσθη περὶ σεμνὸν ἀνάκτορον, ὄφρα φανείη
616 φέγγεσιν εὐγλήνοισι περίρρυτον ἠριγενείης.
617 [para]Καὶ τίς ἐριγδούποισι χανὼν στομάτεσσιν Ὁμήρου
618 μαρμαρέους λειμῶνας ἀολλισθέντας ἀείσει
619 ἠλιβάτου νηοῖο κραταιπαγέας περὶ τοίχους
620 καὶ πέδον εὐρυθέμειλον; ἐπεὶ καὶ χλωρὰ Καρύστου
621 νῶτα μεταλλευτῆρι χάλυψ ἐχάραξεν ὀδόντι
622 καὶ Φρύγα δαιδαλέοιο διέθρισεν αὐχένα πέτρου,
623 τὸν μὲν ἰδεῖν ῥοδόεντα, μεμιγμένον ἠέρι λευκῶι,
624 τὸν δ’ ἅμα πορφυρέοισι καὶ ἀργυφέοισιν ἀώτοις
625 ἁβρὸν ἀπαστράπτοντα. πολὺς δ’ εὐπήχεϊ Νείλωι
626 φορτίδα πιλήσας ποταμίτιδα λᾶας ἀνίσχων
627 πορφύρεος λεπτοῖσι πεπασμένος ἀστράσι λάμπει.
628 καὶ χλοερὸν λάϊγγος ἴδοις ἀμάρυγμα Λακαίνης
629 μάρμαρά τε στράπτοντα πολυπλάγκτοισιν ἑλιγμοῖς,
630 ὅσσα φάραγξ βαθύκολπος Ἰασσίδος εὗρε κολώνης,
631 αἱμαλέωι λευκῶι τε πελιδνωθέντι κελεύθους
632 λοξοτενεῖς φαίνουσα, καὶ ὁππόσα Λύδιος ἀγκὼν
633 ὠχρὸν ἐρευθήεντι μεμιγμένον ἄνθος ἑλίσσων·
634 ὅσσα Λίβυς φαέθων, χρυσέωι σελαγίσματι θάλπων,
635 χρυσοφανῆ κροκόεντα λίθων ἀμαρύγματα τεύχει
636 ἀμφὶ βαθυπρήωνα ῥάχιν Μαυρουσίδος ἄκρης·
637 ὅσσα τε Κελτὶς ἀνεῖχε βαθυκρύσταλλος ἐρίπνη
638 χρωτὶ μέλαν στίλβοντι πολὺ γλάγος ἀμφιβαλοῦσα
639 ἔκχυτον, ἧι κε τύχηισιν, ἀλώμενον ἔνθα καὶ ἔνθα·
640 ὅσσα τ’ Ὄνυξ ἀνέηκε διαυγάζοντι μετάλλωι
641 ὠχριόων ἐρίτιμα, καὶ Ἀτρακὶς ὁππόσα λευροῖς
642 χθὼν πεδίοις ἐλόχευσε καὶ οὐχ ὑψαύχενι βήσσηι,
643 πῆι μὲν ἅλις χλοάοντα καὶ οὐ μάλα τῆλε μαράγδου,
644 πῆι δὲ βαθυνομένου χλοεροῦ κυανώπιδι μορφῆι·
645 ἦν δέ τι καὶ χιόνεσσιν ἀλίγκιον ἄγχι μελαίνης
646 μαρμαρυγῆς, μικτὴ δὲ χάρις συνεγείρετο πέτρου.
647 [para]Πρὶν δὲ πολυτμήτοιο σέλας ψηφῖδος ἱκέσθαι,
648 λεπτὰς λαοτόρος παλάμηι λάϊγγας ὑφαίνων
649 μαρμαρέας ἔγραψε μετὰ πλάκας ἐς μέσα τοίχων
650 σύνδετον εὐκάρποισι κέρας βεβριθὸς ὀπώραις
651 καὶ ταλάρους καὶ φύλλα, κατ’ ἀκρεμόνων δὲ χαράσσει
652 ἑζομένην ὄρνιθα. μετ’ εὐκεράους δὲ κελεύθους
653 κλήμασι χρυσοκόμοισι περίδρομος ἄμπελος ἕρπει,
654 δεσμὸν ἑλιξοπόρον σκολιοῖς πλέξασα κορύμβοις·
655 ἠρέμα δὲ προνένευκεν, ὅσον καὶ γείτονα πέτρην
656 βαιὸν ἐπισκιάειν ἑλικώδεϊ πλέγματι χαίτης.
657 αἰθούσης τάδε πάντα καλοὺς περινείσσεται οἴκους.
658 ἀλλὰ καὶ ὑψιλόφοις ἐπὶ κίοσιν, ἔνθοδι πέζης
659 λαϊνέης προβλῆτος, ἕλιξ πολύκεστος ἀκάνθης
660 ὑγρὰ διερπύζων ἀνελίσσετο, δεσμὸς ἀλήτης,
661 χρύσεος, ἱμερόεις, ἀκίδα τρηχεῖαν ἑλίσσων·
662 μάρμαρα δ’ ὀμφαλόεντα περιστέφει εἴκελα δίσκοις
663 πορφυρέοις, στίλβοντα χάριν θελξίφρονα πέτρης.
664 πᾶν δὲ πέδον στορέσασα Προκοννήσοιο κολώνη
665 ἀσπασίως ὑπέθηκε βιαρκέϊ νῶτον ἀνάσσηι·
666 ἠρέμα δὲ φρίσσουσα διέπρεπε Βοσπορὶς αἴγλη
667 ἀκροκελαινιόωντος ἐπ’ ἀργεννοῖο μετάλλου.
668 [para]Χρυσεοκολλήτους δὲ τέγος ψηφῖδας ἐέργει,
669 ὧν ἄπο μαρμαίρουσα χύδην χρυσόρρυτος ἀκτὶς
670 ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις.
671 φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι
672 εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην.
673 καὶ γὰρ ἐμὸς σκηπτοῦχος, ὅλης χθονὸς εἰς ἓν ἰούσης,
674 βάρβαρον Αὐσόνιόν τε πολύτροπον ὄλβον ἀγείρας,
675 λάϊνον οὐκ ἔκρινεν ἐπαρκέα κόσμον ἐδέθλοις
676 ἀμβροσίου νηοῖο θεουδέος, ὧι ἔνι πάσης
677 ἐλπίδος εὐφροσύνην ὑπεραυχέα θήκατο Ῥώμη·
678 ἀλλὰ καὶ ἀργυρέοιο χύδην οὐ φείσατο κόσμου.
679 ἐνθάδε Παγγαίοιο ῥάχις καὶ Σουνιὰς ἄκρη
680 ἀργυρέας ὤϊξαν ὅλας φλέβας· ἐνθάδε πολλοὶ
681 ἡμετέρων θημῶνες ἀνωΐχθησαν ἀνάκτων.
682 καὶ γὰρ ὅσον μεγάλοιο πρὸς ὄρθιον ἄντυγα νηοῦ
683 χῶρον ἀναιμάκτοισιν ἀπεκρίναντο θυηλαῖς,
684 οὐκ ἐλέφας, οὐ τμῆμα λίθων ἢ χαλκὸς ὁρίζει,
685 ἀλλ’ ὅλον ἐθρίγκωσεν ὑπ’ ἀργυρέοισι μετάλλοις.
686 οὐδὲ μὲν οὐ μούνοις ἐπὶ τείχεσιν, ὁππόσα μύστην
687 ἄνδρα πολυγλώσσοιο διακρίνουσιν ὁμίλου,
688 γυμνὰς ἀργυρέας ἔβαλε πλάκας, ἀλλὰ καὶ αὐτοὺς
689 κίονας ἀργυρέοισιν ὅλους ἐκάλυψε μετάλλοις,
690 τηλεβόλοις σελάεσσι λελαμπότας, ἑξάκι δοιούς·
691 οἷς ἔπι, καλλιπόνοιο χερὸς τεχνήμονι ῥυθμῶι,
692 ὀξυτέρους κύκλοιο χάλυψ κοιλήνατο δίσκους,
693 ὧν μέσον ἀχράντοιο θεοῦ δείκηλα χαράξας
694 ἄσπορα δυσαμένου βροτέης ἰνδάλματα μορφῆς,
695 πῆι μὲν ἐϋπτερύγων στρατὸν ἔξεσεν ἀγγελιάων
696 αὐχενίων ξυνοχῆα κατακλίνοντα τενόντων
697 (οὐ γὰρ ἰδεῖν τέτληκε θεοῦ σέβας οὐδὲ καλύπτρηι
698 ἀνδρομέηι κρυφθέντος, ἐπεὶ θεός ἐστιν ὁμοίως
699 ἑσσάμενος καὶ σάρκα λυτήριον ἀμπλακιάων),
700 πῆι δὲ θεοῦ κήρυκας ὀδοὺς ἤσκησε σιδήρου
701 τοὺς προτέρους, πρὶν σάρκα λαβεῖν θεόν, ὧν ἀπὸ φωνῆς
702 ἐσσομένου Χριστοῖο διέπτατο θέσπις ἀοιδή.
703 οὐδὲ μὲν οὐδ’ αὐτῶν παραδέδρομεν εἴδεα τέχνη,
704 οἷς κύρτος νεπόδων τε τὸ δίκτυον, οἵτε χαμηλὰ
705 ἔργα βίου προλιπόντες ἀλιτρονόους τε μερίμνας
706 οὐρανίου βασιλῆος ἐφωμάρτησαν ἐφετμῆι,
707 ἀνέρας ἀγρεύοντες, ἀπ’ ἰχθυβόλοιό τε τέχνης
708 ζωῆς ἀθανάτοιο καλὴν τανύσαντο σαγήνην.
709 ἄλλοθι δὲ Χριστοῖο κατέγραφε μητέρα τέχνη,
710 φέγγεος ἀενάοιο δοχήϊον, ἧς ποτε γαστὴρ
711 γαστέρος ἐργατίνην ἁγίοις ἐθρέψατο κόλποις.
712 ἐς δὲ μέσας ἱεροῦ πλάκας ἕρκεος, αἳ περὶ φῶτας
713 εὐιέρους τεύχουσι μεταίχμια, γράμμα χαράσσει
714 ἡ γλυφὶς ἓν πολύμυθον· ἀολλίζει γὰρ ἀνάσσης
715 οὔνομα καὶ βασιλῆος· ἴσον γε μὲν ὀμφαλοέσσηι
716 ἀσπίδι μεσσατίοισι τύπον κοιλήνατο χώροις
717 σταυρὸν ἀπαγγέλλουσα. διὰ τρισσῶν δὲ θυρέτρων
718 ἕρκος ὅλον μύστηισιν ἀνοίγεται· ἐν γὰρ ἑκάστηι
719 πλευρῆι βαιὰ θύρετρα διέτμαγεν ἐργοπόνος χείρ.
720 Χρυσείης δ’ ἐφύπερθε παναχράντοιο τραπέζης
721 ἄσπετος εὐρυκέλευθον ἐς ἠέρα πύργος ἀνέστη,
722 τετραπόροις ἁψῖσιν ἐπ’ ἀργυρέηισι βεβηκώς.
723 κίοσι δ’ ἀργυρέηισιν ἀείρεται, ὧν ἐπὶ κόρσης
724 ἀργυρέους ἵδρυσε πόδας τετράζυγος ἁψίς.
725 ὑψόθι θ’ ἀψίδων ἀνατείνεται οἷά τε κώνου
726 εἴκελον, ἀλλ’ οὐ πάμπαν ὁμοίιον· οὐ γὰρ ἑλίσσει
727 νειόθεν εὐκύκλοιο περίτροχον ἄντυγα πέζης,
728 ἀλλά τις ὀκτάπλευρος ἔφυ βάσις, ἐκ δὲ κελεύθου
729 εὐρυτέρης κατὰ βαιὸν ἐς ὀξυκόρυμβον ἀνέρπει,
730 ὀκτὼ δ’ ἀργυρέας τανύει πλάκας· ἁρμονίης δὲ
731 ζευγνυμένης δολιχὴ ῥάχις ἵσταται· αἱ δὲ τριγώνοις
732 εἰδόμεναι μίσγουσι πόρους ὀκτάζυγος οἴμου
733 εἰς ἓν ἀγειρομένους κορυφῆς σημήϊον ἄκρης·
734 ὁππόθι καὶ κρητῆρος ὑπήραρεν εἰκόνα τέχνη
735 χείλεά τε κρητῆρος ὑποκλασθέντα πετήλων
736 εἶδος ἐμορφώσαντο. μέσωι δ’ ἐνεθήκατο χώρωι
737 ἀργύρεον στίλβοντα πόλου τύπον· ὑψόθι δ’ αὐτοῦ
738 σταυρὸς ὑπερτέλλων ἀναφαίνεται· ἵλαος εἴη.
739 ἁψίδων δ’ ἐφύπερθεν ἕλιξ πολύκεστος ἀκάνθης
740 πέζα διερπύζει νέατον περὶ πυθμένα κώνου.
741 ὀρθοτενεῖς ἀκτῖνας, ἴσας εὐώδεϊ καρπῶι
742 ὄγχνης καλλικόμοιο, διακριδὸν ὑψόθι φαίνει
743 λαμπομένας σελάεσσιν, ὑπερτέλλουσι δὲ πέζης.
744 ὁππόθι δ’ ἀλλήλοισιν ἀρηρότα πείρατα πέζης
745 ἁρμονίην τεύχουσιν, ἐνιδρύσαντο παγέντας
746 ἀργυρέους κρητῆρας. ἐπὶ κρητῆρι δ’ ἑκάστωι
747 πυρσοφόρους στήσαντο, λιπαυγέα δείκελα κηροῦ,
748 κόσμον ἀπαγγέλλοντα καὶ οὐ φάος· ἀργυρέοις γὰρ
749 πάντοθι τορνωθέντα περιστίλβουσι μετάλλοις
750 φαιδρὰ λεαινομένοισιν· ἀπυρσεύτωι δ’ ἀμαρυγῆι
751 ἀργυρέην ἀκτῖνα καὶ οὐ φλόγα κηρὸς ἰάλλει.
752 κίοσι δὲ χρυσέαις ἱερῆς πάγχρυσα τραπέζης
753 νῶτα κατηρείσαντο, κατὰ χρυσέων δὲ θεμείλων
754 ἵσταται, ἀφνειῶν δὲ λίθων ποικίλλεται αἴγληι.
755 Πῆι φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει;
756 ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή,
757 μηδ’ ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν.
758 μυστιπόλοι δ’ ὑπὸ χερσίν, ὅσοις τόδε θεσμὰ κελεύει,
759 Σιδονίης φοίνικι βεβαμμένον ἄνθεϊ κόχλου
760 φᾶρος ἐφαπλώσαντες ἐρέψατε νῶτα τραπέζης,
761 τέτρασι δ’ ἀργυρέηισιν ἐπὶ πλευρῆισι καλύπτρας
762 ὀρθοτενεῖς πετάσαντες ἀπείρονι δείξατε δήμωι
763 χρυσὸν ἅλις καὶ φαιδρὰ σοφῆς δαιδάλματα τέχνης.
764 ὧν μία μὲν ποίκιλλε σέβας Χριστοῖο προσώπου·
765 τοῦτο δὲ καλλιπόνοιο φυτεύσατο χείρεσι τέχνης
766 οὐ γλυφίς, οὐ ῥαφίδων τις ἐλαυνομένης διὰ πέπλων,
767 ἀλλὰ μεταλλάσσουσα πολύχροα νήματα πήνη,
768 νήματα ποικιλόμορφα, τὰ βάρβαρος ἤροσε μύρμηξ.
769 χρυσοφαὲς δ’ ἀμάρυγμα βολαῖς ῥοδοπήχεος ἠοῦς
770 ἁπλοῒς ἀντήστραψε θεοκράντων ἐπὶ γυίων,
771 καὶ Τυρίηι πόρφυρε χιτὼν ἁλιανθέϊ κόχλωι,
772 δεξιὸν εὐτύκτοις ὑπὸ νήμασιν ὦμον ἐρέπτων·
773 κεῖθι γὰρ ἀμπεχόνης μὲν ἀπωλίσθησε καλύπτρη,
774 καλὰ δ’ ἀνερπύζουσα διὰ πλευρῆς ὑπὲρ ὤμου
775 ἀγκέχυται λαιοῖο· γεγύμνωται δὲ καλύπτρης
776 πῆχυς καὶ θέναρ ἄκρον. ἔοικε δὲ δάκτυλα τείνειν
777 δεξιτερῆς, ἅτε μῦθον ἀειζώοντα πιφαύσκων,
778 λαιῆι βίβλον ἔχων ζαθέων ἐπιίστορα μύθων,
779 βίβλον ἀπαγγέλλουσαν, ὅσα χραισμήτορι βουλῆι
780 αὐτὸς ἄναξ ἐτέλεσσεν ἐπὶ χθονὶ ταρσὸν ἐρείδων.
781 πᾶσα δ’ ἀπαστράπτει χρυσέη στολίς· ἐν γὰρ ἐκείνηι
782 τρητὸς λεπταλέος περὶ νήματα χρυσὸς ἑλιχθείς,
783 σχήμασιν ἢ σωλῆνος ὁμοίιος ἤ τινος αὐλοῦ,
784 δέσμιος ἱμερόεντος ἐρείδεται ὑψόθι πέπλου,
785 ὀξυτέραις ῥαφίδεσσι δεθεὶς καὶ νήμασι Σηρῶν.
786 ἱστάμενοι δ’ ἑκάτερθε δύω κήρυκε θεοῖο,
787 Παῦλος, ὅλης σοφίης θεοδέγμονος ἔμπλεος ἀνήρ,
788 καὶ σθεναρὸς κληιδοῦχος ἐπουρανίων πυλεώνων,
789 αἰθερίοις δεσμοῖσιν ἐπιχθονίοις τε κελεύων·
790 ὃς μὲν ἐλαφρίζει καθαρῆς ἐγκύμονα ῥήτρης
791 βίβλον, ὁ δὲ σταυροῖο τύπον χρυσέης ἐπὶ ῥάβδου.
792 ἄμφω δὲ στολίδεσσιν ὑπ’ ἀργυφέηισι πυκάζει
793 πήνη ποικιλόεργος· ἐπ’ ἀμβροσίων δὲ καρήνων
794 νηὸς ἐκολπώθη χρύσεος, τριέλικτον ἐγείρων
795 ἀγλαΐην ἁψῖδος· ἐφεδρήσσει δὲ βεβηκὼς
796 τέτρασι χρυσείοις ἐπὶ κίοσι. χείλεσι δ’ ἄκροις
797 χρυσοδέτου πέπλοιο κατέγραφεν ἄσπετα τέχνη
798 ἔργα πολισσούχων ἐριούνια παμβασιλήων·
799 πῆι μὲν νουσαλέων τις ἀκέστορας ὄψεται οἴκους,
800 πῆι δὲ δόμους ἱερούς. ἑτέρωθι δὲ θαύματα λάμπει
801 οὐρανίου Χριστοῖο· χάρις δ’ ἐπιλείβεται ἔργοις.
802 ἐν δ’ ἑτέροις πέπλοισι συναπτομένους βασιλῆας
803 ἄλλοθι μὲν παλάμαις Μαρίης θεοκύμονος εὕροις,
804 ἄλλοθι δὲ Χριστοῖο θεοῦ χερί· πάντα δὲ πήνης
805 νήμασι χρυσοπόρων τε μίτων ποικίλλεται αἴγληι.
806 [para]Πάντα μὲν ἀγλαΐηι καταειμένα, πάντα νοήσεις
807 ὄμμασι θάμβος ἄγοντα· φαεσφορίην δὲ λιγαίνειν
808 ἑσπερίην οὐ μῦθος ἐπάρκιος. ἦ τάχα φαίης
809 ἐννύχιον Φαέθοντα καταυγάζειν σέβας οἴκου.
810 καὶ γὰρ ἐμῶν πολύμητις ἐπιφροσύνη βασιλήων
811 ἀντιπόροις ἑλίκεσσι πολυγνάμπτοισι δεθείσας
812 πλεκτὰς χαλκελάτους δολιχὰς ἐτανύσσατο σειρὰς
813 λαϊνέης προβλῆτος ἀπ’ ἄντυγος, ἧς ἐπὶ νώτωι
814 νηὸς ἀερσικάρηνος ἐρείσατο ταρσὰ καλύπτρης.
815 αἱ δὲ κατειβόμεναι περιμήκεος ἔκποθεν οἴμου
816 ἀθρόαι ἀΐσσουσι κατὰ χθόνα· πρὶν δ’ ἀφικέσθαι
817 ἐς πέδον, ὑψικέλευθον ἀνεκρούσαντο πορείην.
818 καὶ χορὸν ἐκτελέουσιν ὁμόγνιον. ἐκ δέ νυ σειρῆς
819 ἀργυρέους στεφανηδὸν ἀπ’ ἠέρος ἥψατο δίσκους
820 ἐκκρεμέας περὶ τέλσα μέσου τροχάοντα μελάθρου.
821 οἱ δὲ καθερπύζοντες ἀφ’ ὑψιπόροιο κελεύθου
822 ἀνδρομέων κυκληδὸν ὑπερτέλλουσι καρήνων.
823 τοὺς μὲν ἀνὴρ πολύϊδρις ὅλους ἐτόρησε σιδήρωι,
824 ὄφρα κεν ἐξ ὑάλοιο πυρικμήτοιο ταθέντας
825 οὐριάχους δέξαιντο καὶ ἐκκρεμὲς ἀνδράσιν εἴη
826 φέγγεος ἐννυχίοιο δοχήϊον. οὐδ’ ἐνὶ δίσκοις
827 μούνοις φέγγος ἔλαμπε φιλέννυχον· ἀλλ’ ἐνὶ κύκλωι
828 καὶ μεγάλου σταυροῖο τύπον πολύωπα νοήσεις,
829 γείτονα μὲν δίσκοιο, πολυτρήτοισι δὲ νώτοις
830 ἄγγος ἐλαφρίζοντα σελασφόρον. εὐσελάων δὲ
831 κύκλιος ἐκ φαέων χορὸς ἵσταται. ἦ τάχα φαίης
832 ἐγγύθεν ἀρκτούροιο δρακοντείων τε γενείων
833 οὐρανίου στεφάνοιο λελαμπότα τείρεα λεύσσειν.
834 [para]Οὕτω μὲν κατὰ νηὸν ἑλίσσεται ἑσπερίη φλόξ,
835 φαιδρὸν ἀπαστράπτουσα· μέσωι δ’ ἐνὶ μείονι κύκλωι
836 δευτατίου στεφάνοιο σελασφόρον ἄντυγα δήεις.
837 μεσσοπαγὲς δ’ ἐπὶ κέντρον ἀπ’ ἠέρος ἄλλος ὀρούσας
838 δίσκος ἐὺς σελάγιζε· φυγὰς δ’ ἀπελαύνεται ὄρφνη.
839 [para]Ἐγγύθι δ’ αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα
840 μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ’ ἄλλου
841 ἑξείης ἀνέθηκαν· ὅλον δ’ ἐπὶ μῆκος ὁδεύει
842 τηλεπόρου νηοῖο· κύτος δ’ ὑπέθηκαν ἑκάστωι
843 ἀργύρεον, πλάστιγγι πανείκελον, ὧι ἐνὶ μέσσωι
844 εὐφαέος κρητῆρες ἐφεδρήσσουσιν ἐλαίου.
845 οὐ μὴν ἰσοτενής τις ὅλοις μία πέζα καθέρπει,
846 πολλὰ δ’ ἄναντα κάταντα σὺν ἀγλαΐηισι νοήσεις
847 νήδυμα κυμαίνοντα· πολυστρέπτου δ’ ἀπὸ σειρῆς
848 ἠερίαις βαθμηδὸν ἐπαστράπτουσι κελεύθοις.
849 οὕτω καὶ δικόρυμβον Ὑὰς σελάγισμα φαείνει,
850 ἡμιτόμου ταύροιο καταγραφθεῖσα μετώποις.
851 ἀλλὰ καὶ ἀργυρέας τις ἴδοι νέας· ἐμπορίης δὲ
852 φόρτον ἀερτάζουσι φαεσφόρον· ἐκκρεμέες δὲ
853 εὐφαέος πλώουσι κατ’ ἠέρος ἀντὶ θαλάσσης
854 οὐδὲ νότον τρομέουσι καὶ ὀψεδύοντα Βοώτην.
855 ἐς δὲ βαθὺ κρηπῖδος ἐδέθλιον ἁβρὰ νοήσεις
856 δούρατα δικραίροιο μέσον τροχάοντα σιδήρου,
857 ὧν ἔπι νηοπόλοιο φάλαγξ διανείσσεται αἴγλης
858 ἰθυπόροις κανόνεσσιν ἐρευθομένοισι δεθεῖσα.
859 ἀλλὰ τὰ μὲν περὶ πέζαν, ὅπηι καὶ πυθμένας ἁβραὶ
860 κίονες ἱδρύσαντο, τὰ δ’ ὑψόθεν εἰσὶ καρήνων
861 τοίχων μηκεδανῆισι παραστείχοντα κελεύθοις.
862 [para]Ναὶ μὴν οὐδ’ ἀσέλαστα μάτην ἐλέλειπτο καρήνου
863 ταρσὰ βαθυστέρνοιο· περὶ προβλῆτι δὲ πέτρωι
864 ἄζυγας εὐδίνητον ἐς ἄντυγα λαμπάδας ἅψας
865 χαλκείοις σταλίκεσσιν ἀνὴρ ἐνεδήσατο μύστης.
866 ὡς δ’ ὅτε παρθενικήν τις ἑὴν βασιληΐδα κούρην
867 ἀμφιέπων χαρίεντα κατ’ αὐχένος ὅρμον ἑλίξηι
868 χρυσοδέτου στράπτοντα πυραυγέϊ λυχνίδος αἴγληι,
869 οὕτω ἐμὸς σκηπτοῦχος ἐπήραρεν ἄντυγι πάσηι
870 φάεα κυκλοφόρητα, συνέμπορα πάντοθι πέζης.
871 [para]Ἔστι καὶ ἀργυρέαις ἐπὶ κίοσιν, ὑψόθι κόρσης,
872 στεινὴ πυρσοφόροισιν ἐπίδρομος οἶμος ὁδίταις,
873 πλησιφαής, φαιδροῖσιν ἀποστίλβουσα κορύμβοις·
874 κεῖνα γὰρ ἢ κώνοισιν ὀριτρεφέεσσιν ὁμοῖα
875 δένδρεά τις καλέσειεν ἢ ἁβροκόμοις κυπαρίσσοις.
876 εἰσὶ μὲν ὀξυκάρηνα, περιτροχάουσι δὲ κύκλοι
877 εὐρύτεροι κατὰ βαιόν, ἕως ἐπὶ λοίσθιον ἔλθηις
878 ἄντυγος, ἣ περὶ πρέμνον ἑλίσσεται· ἐν δέ νυ κείνοις
879 ἄνθος ἀνεβλάστησε πυρισπόρον. ἀντὶ δὲ ῥίζης
880 ἀργυρέους κρητῆρας ἴδοις ὑπένερθε παγέντας
881 δένδρεσι πυρσοκόμοισι. μέσον γε μὲν ἄλσεος ἁβροῦ
882 ἀμβροσίου σταυροῖο τύπος φαεσίμβροτον αἴθει
883 φέγγος, ἐϋγλήνοισι πεπαρμένον ἅμμασιν ἥλων.
884 [para]Μυρία δ’ αἰολόμορφον ἀνάκτορον ἐντὸς ἐέργει
885 ἄλλα πολυγνάμπτοισι μετάρσια φάεα σειραῖς·
886 καὶ τὰ μὲν αἰθούσηισιν ἀναίθεται, ἄλλα δὲ μέσσωι,
887 ἄλλα δὲ πρὸς φαέθοντα καὶ ἕσπερον, ἄλλα καρήνοις,
888 ἔκχυτον ἀστράπτοντα πυρὸς φλόγα· νὺξ δὲ φαεινὴ
889 ἠμάτιον γελόωσα ῥοδόσφυρός ἐστι καὶ αὐτή.
890 καί τις ἀνὴρ στεφάνοιο χοροστασίης τε δοκεύων
891 δένδρεα φεγγήεντα λιπαλγέα θυμὸν ἰαίνει,
892 ὃς δὲ πυρισπείρητον ἐπακτρίδα, θέλγεται ἄλλος
893 εἰσορόων λαμπτῆρα μονάμπυκα, σύμβολον ἄλλος
894 οὐρανίου Χριστοῖο νόον λαθικηδέα τέρπει.
895 ὡς δ’ ὅταν ἀννεφέλοιο δι’ ἠέρος ἄνδρες ὁδῖται
896 ἀστέρας ἄλλοθεν ἄλλον ἀναθρώσκοντας ἰδόντες
897 ὃς μὲν ἀποσκοπέει γλυκὺν Ἕσπερον, ὃς δ’ ἐπὶ Ταύρωι
898 θυμὸν ἀποπλάζει, γάνυται δέ τις ἀμφὶ Βοώτην,
899 ἄλλος ἐπ’ Ὠρίωνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης
900 ὄμμα φέρει· πολλοῖς δὲ πεπασμένος ἀστράσιν αἰθὴρ
901 ἀτραπιτοὺς ὤϊξεν, ἔπεισε δὲ νύκτα γελάσσαι·
902 οὕτω καλλιχόροιο κατ’ ἔνδια θέλγεται οἴκου
903 ἀγλαΐης ἀκτῖνι φεραυγέος ἄλλος ἐπ’ ἄλληι.
904 πᾶσι μὲν εὐφροσύνης ἀναπέπταται εὔδιος αἴθρη
905 ψυχαίην ἐλάσασα μελαγκρήδεμνον ὁμίχλην·
906 πάντας ἐπαυγάζει σέλας ἱερόν, εὖτε καὶ αὐτὸς
907 ναυτίλος οἰήκεσσι θαλασσοπόροισι κελεύων
908 (εἴτε λιπὼν ἄξεινα μεμηνότος οἴδματα Πόντου
909 πλαγκτοὺς ἀντιπόρων σκοπιῶν ἀγκῶνας ἑλίσσει,
910 ἐννύχιον μέγα τάρβος ἔχων γναμπτῆισι κελεύθοις,
911 εἴτε μετ’ Αἰγαίωνα παρ’ Ἑλλησπόντιον ὕδωρ
912 νῆα κατιθύνηισι ῥοώδεος ἀντία δίνης,
913 δεχνύμενος προτόνοισι Λιβυστίδος ὄγκον ἀέλλης,)
914 οὐχ Ἐλίκην, οὐχ ἡδὺ φάος Κυνοσουρίδος ἄρκτου
915 εἰσορόων οἴηκι φερέσβιον ὁλκάδα πάλλει,
916 ἀλλὰ τεοῦ νηοῖο θεουδέα λαμπάδα λεύσσων,
917 φορτίδος εὐτόλμοιο προηγέτιν, οὐχ ὑπὸ μούνοις
918 φέγγεσιν ἐννυχίοισι (τὸ γὰρ καὶ Πρωτέος ἀκταὶ
919 ἐν Φαρίηι τεύχουσι Λιβυστίδος ἐς πόδα γαίης)
920 ἀλλὰ καὶ εὐδώροισι θεοῦ ζώοντος ἀρωγαῖς.
921 [para]Μίμνε μοι, ὦ σκηπτοῦχε, πολυχρονίους ἐπὶ κύκλους
922 ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς
923 ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας.
924 σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην
925 πᾶσαν ἐς ἀγχιάλοιο πόλιν χθονός· ἐκχύμενον δὲ
926 κῦμα περιστέλλοντες ὑπ’ εὐκόλποισιν ἀγοστοῖς
927 Νηρέος ἀφριόωσαν ὑποσσαίνουσιν ὁμοκλήν.
928 καὶ ποταμῶν ὑπόειξε ῥόωι βρυχώμενον ὕδωρ,
929 οὐκέτι δ’ ἁρπακτῆρα μιαίνεται ὁλκὸν ὁδίτης·
930 τὸν πρὶν ἀνικήτοισιν ἀγηνορέοντα ῥεέλντα ῥεέθροις
931 Μυγδόνα Σαγγάριόν τις ἰδὼν Βιθυνίδι γαίηι,
932 νῶτα λιθοτμήτοισι διαζωσθέντα γεφύραις,
933 κρήγυον ἡμετέρων ἐπέων οὐ ῥυθμὸν ἐλέγξει.
934 [para]Ταῦτά σοι, ὀλβιόμοιρε, μάκαρ, δηναιὸν ἀέξει
935 ζωοφόρου λυκάβαντος ἐπεμβάδα· ταῦτα θριάμβοις
936 ἑσπερίοις Λιβυκοῖς τε καὶ ἠώιοισι γεραίρει
937 σὸν κράτος ὠκεανοῖο παρ’ ἄντυγα· ταῦτα τυράννων
938 πολλάκις αὐτοφόνοιο χερὸς δηλήμονι τόλμηι
939 αὐχένας ἐπρήνιξε, πρὶν ἔντεσι χεῖρας ἑλίξηις,
940 τῶν δὲ κατηλοίησε καρήατα πρίν σε πυθέσθαι
941 φῆμιν ἀπαγγέλλουσαν ἃ μὴ θέμις. εἴποτε γάρ σοι
942 βαιὸν ἐλινύσασα Δίκη παρὰ ποσσὶ κομίσσηι
943 ἀντιβίων τινὰ φῶτα, κατευνάζεις μὲν ἀέλλας
944 εὐθὺς ἀναγκαίοιο χόλου, στρεπτὴν δὲ γαλήνην
945 εὐθὺς ἄγεις, καὶ δεσμὸς ὁ χάλκεος, ὁ πρὶν ἐέργων
946 ἀνέρα ποιναίοισιν ἐν ἅμμασιν, εὐθὺς ἀνοίγει
947 αὐχενίην κληῗδα· σὺ δ’ ἵλαον ὄμμα τανύσσας
948 τὸν πρὶν ἐριδμαίνοντα, σέθεν ζυγόδεσμον ἀράξας,
949 ἀντὶ φόνου ζωστῆρας ἐς αἰγλήεντας ἀέξεις.
950 κερδαίνεις δ’ ὅσα τύμβος ἀμείλιχος εἶχε καλύψαι
951 γυῖα τεοῦ θεράποντος· ἀφ’ ὑμετέρης δὲ γαλήνης
952 νικηθείς, τρισέβαστε, πολὺ πλέον ἠὲ σιδήρωι
953 εἰς σὲ μεταστρεφθεῖσαν ὅλην φρένα δέσμιος ἕλκει,
954 ἐκ δὲ φόβου πρὸς ἔρωτα τεὸν καὶ πίστιν ἀΐξας
955 ὑμετέροις ἐθέλοντα λόφον δούλωσε λεπάδνοις·
956 οἶσθα γὰρ ὅσσον ἔρως κρατερώτερός ἐστιν ἀνάγκης,
957 οἶσθα καὶ ὡς νομίοισιν ἐν ἄνθεσι πολλάκι ταῦρος
958 πειθόμενος σύριγγι καλαύροπος ἦχον ἀλύσκει.
959 [para]Ἔνθεν ἀεὶ καμάτοιο τεοῦ προκέλευθος ἀνέστη
960 Χριστὸς ἄναξ, βουλὰς δὲ κυβερνητῆρι χαλινῶι
961 σεῖο κατιθύνει κρατερόφρονας, εἴτ’ ἐπὶ χάρμην
962 φάσγανα γυμνῶσαι τελέθει χρέος εἴτε καλύψαι·
963 ὅς σε καὶ ἀρητῆρα θεουδέα δῶκεν ἑλέσθαι
964 ῥηϊδίως κραναὴν ἀρετῆς τετράζυγος οἶμον
965 πᾶσαν ἐπιτροχάοντα, τὸν ἠγαθέοισι θοώκοις
966 Ῥώμης οὐρανίη τις ἐφήρμοσεν ἔνθεος ὀμφή.
967 [para]Ἀλλὰ τροπαιοφόρων τε καὶ εὐπτολέμων σέθεν ὕμνων
968 βαιὸν ἀποκλίναντες ἐπιτρέψωμεν ἀοιδὴν
969 σεμνὸν ἐς ἀρητῆρα· τεὸς δέ τίς ἐστι καὶ αὐτὸς
970 ὕμνος, ἄναξ. νίκη γὰρ ἀμοιβαδὸν ἄλλοθεν ἄλλη
971 εὐπτολέμοις καμάτοισι καὶ ἀστυόχοις ἐπὶ μόχθοις
972 ὑμετέροις στέφος ἁβρὸν ἐπεστήριξε καρήνοις.
973 καὶ γὰρ ὅτε, σκηπτοῦχε, νόου βιοδώτορι βουλῆι
974 ὑμετέροις τεμένεσσι μέγαν κληρώσαο μύστην,
975 εὐθὺς ἀλιτρονόοιο κατήριπε δαίμονος ὁρμή,
976 εὐθὺς ὅλων παθέων χαλεπὴν ἐτρέψαο χάρμην,
977 εὐθὺς ἐπ’ ἀστυόχοις καμάτοις ἀνεδήσαο νίκην.
978 [para]Ἀλλά μοι ἱμερόεσσαν ὑποστήριξον ἀκουὴν
979 καὶ σὺ πάτερ πολύυμνε, θεουδέος ἡγέτα νηοῦ.
980 σῆι μὲν ὑπὸ σφρηγῖδι φυλάσσεται εὖχος ἀνάκτων,
981 σεῖο δ’ ὑπ’ εὐχωλῆισι κατάπτερος ἔθνεα Νίκη
982 κοιρανίης ὑπέθηκε πολισσούχοισι λεπάδνοις.
983 καὶ τὰ μὲν ἀντιτύποισιν ἐπαυχήσαντα βοείαις
984 ἔγχος ἄγει βασιλῆος ὑπ’ ἴχνεσιν, ἄλλα δὲ Ῥώμηι
985 μυρία βαρβαρόφωνα συνήλυθον ἔθνεα γαίης
986 ὑμετέρης ἀΐοντα σέβας, τρίλλιστε, γαλήνης.
987 χθιζὰ μελαγγυίοισιν ὑπ’ ἀνδράσιν ἔνθεον αὐλὴν
988 στεινομένην ἐνόησα· τεῆς δ’ ἀπὸ θέσπιδος αὐδῆς
989 θελγόμενοι ψυχήν τε καὶ αὐχένα πρόφρονι βουλῆι
990 οὐρανίοις ἔκλιναν ἐπιχθονίοις τε θοώκοις.
991 τλήμονες. οἳ μὴ χεῖρα τεὴν δέξαντο καρήνοις,
992 χεῖρα δυσαντήτων ἐλατήριον ἀμπλακιάων,
993 χεῖρα λιποκτεάνοισιν ἐπαρκέα, χεῖρα τιθήνην
994 ὀρφανικῶν, πάσης τε κατευνήτειραν ἀνάγκης.
995 καὶ γὰρ ἀπ’ ὠδίνων σε σαοφροσύνη τε καὶ αἰδώς
996 ἐλπίδος οὐρανίης ἱεραῖς ξύνωσε πορείαις.
997 λιτὰ δέ σοι καὶ δόρπα καὶ ὀμφήεσσα μενοινή,
998 λιτὰ δέ σοι βλεφάρων ἀμαρύγματα, λιτὰ δὲ ταρσῶν
999 ἴχνια σῶν, καὶ λιτὸν ἔπος σέο χείλεα πάλλει.
1000 οὐ μὲν ἐπισκυνίοιο κατηφιόωσαν ὁμίχλην
1001 ἀμφιέπεις, Χριστῶι δὲ γεγηθότα θυμὸν ἀέξεις,
1002 ἤπιον εὐάντητον ἄγων σέλας· ἐν δὲ προσώποις
1003 μειλίχιον μείδημα παρήϊα σεμνὰ χαράσσει.
1004 ταῦτα δὲ πρηϋνόοιο φέρεις σημήϊα θυμοῦ·
1005 ἐσσὶ γὰρ εὐθίκτοισιν ἀνέμβατος ἴχνεσιν ὀργῆς,
1006 ἑδρήσσων ἀτίνακτος ἐπ’ ἀφλοίσβοιο γαλήνης.
1007 πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων,
1008 εὐσεβίης δ’ ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων
1009 συμπαθὲς ἀνδρομέοισιν ἐπ’ ἄλγεσιν ὄμμα τιταίνεις.
1010 οὐδὲ λιπερνήτης πελέθει βροτὸς ὃν σὺ νοήσηις·
1011 αὐτίκα γὰρ καθαροῖο νόου θημῶνα πετάσσας
1012 Λυδὸν ἐριχρύσοιο παρέδραμες ὄλβον ἀναύρου,
1013 ἔκχυτον ἐκ παλάμης ποταμήρρυτον ὄλβον ὀπάζων.
1014 πάντα μὲν ὠγυγίων τε καὶ ὁπλοτέρων κλέα μόχθων
1015 ἐξεδάης, πᾶσαν δὲ ποσὶν καθαροῖσιν ὁδεύεις
1016 ἀτραπιτὸν λειμῶνι θεουδέϊ· σὰς δὲ μερίμνας
1017 ἰθυνόωι πλάστιγγι κανὼν σταθμήσατο μύστης.
1018 ἔνθεν ὑπ’ ἀχράντοισι νόον μελεδήμασι θέλγων
1019 ὤνιον οὐ τέτληκας ἰδεῖν σέβας, οὐδὲ καρήνοις
1020 ἐμπορίην ἱεροῖσιν ἐφήρμοσας, οὐδὲ βεβήλοις
1021 ἀνδράσιν οἶμον ἔδειξας ἀνέμβατον. εἰ δέ σε δώροις
1022 πρηῢς ὑποσσαίνων τις ὀΐσσεται εἰς χάριν ἕλκειν,
1023 βριθὺς ὁμοκλητῆρι χαλέψαο τόν γε χαλινῶι,
1024 ὅσσον ἀποσμῆξαι κραδίης νέφος, ὅσσον ἐλέγξαι
1025 χρυσὸν ἀτιμηθέντα, καὶ ἀφραίνοντα διδάξαι
1026 ὡς καθαρὸν καθαροῖσι θέμις τεμένεσσι θαμίζειν.
1027 [para]Ἀλλὰ μένοις καὶ σκῆπτρον ἐμοῦ βασιλῆος ἀέξων
1028 σαῖς, μάκαρ, εὐχωλῆισι· μένοις δ’ ἁλιγείτονι Ῥώμηι
1029 πᾶσαν ἁμαρτινόου βιότου σμώδιγγα καθαίρων.