eul_wid: hps-av
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Apparition by Menander of Athens

The Apparition is a lost comedy by the Athenian playwright Menander, composed in verse during the late fourth or early third century BCE. As a representative work of New Comedy, it centred on domestic and romantic intrigues set in contemporary Athenian society. The title implies that a ghost or spectral apparition featured in the plot, likely serving as a device to generate comic confusion through deception or mistaken identity. The play survives only in fragmentary form, with approximately 110 lines preserved through quotations by later ancient authors and on papyrus fragments recovered from Egypt. These extant passages reference typical New Comedy elements such as romantic entanglements and familial disputes. The ghost likely functioned as a catalyst for the plot, consistent with the genre’s use of surprising revelations to resolve complex situations. The comedy was almost certainly written for performance at public Athenian festivals. Although the complete narrative cannot be reconstructed, the fragments reflect Menander’s characteristic thematic preoccupations with love, chance, and social relationships. While the direct influence of this particular play is untraceable due to its fragmentary state, Menander’s comedies collectively exerted a profound impact on the subsequent development of comic theatre, notably through Roman adaptations and their enduring legacy in European dramatic tradition.

ΦΑΣΜΑ
Θεός … υσιων
… ἐπιτελεῖν συλλαμβάνηις
… ν νυμφίον σαυτὸν φρονεῖν
… τῆς παρθένου τὴν μητέρα
… ἑτέρωι τοῦθʼ ὁμομητρίωι τινὶ
… μὴ παραδῶις, πρὸς τῶν θεῶν,
… α σαυτοῦ μηδεμίαν. οὕτω πόει»,
… τοῦτο· τί γὰρ ἄν τις πάθοι;
τὸ δʼ οὐχὶ φάσμʼ ἔστʼ, ἀλλὰ παῖς ἀληθινή,
ἐν οἰκίαι ταχθεῖσα τῆς γαμουμένης.
τίκτει γὰρ ἡ μήτηρ πρὶν ἐλθεῖν ἐνθάδε
… ταύτην δίδωσί τʼ ἐκτρέφειν
… υν ἐστὶν ἐν τῶν γειτόνων
… τρεφομένη καὶ φυλαττομένη κόρη
ἁνὴρ ὅταν ἔλθηι δεῦρο· τὸν δʼ ἄλλον χρόνον,
ὅτʼ οἴχετʼ εἰς ἀγρὸν φυλακῆς τʼ ἐλάττονος
χρεία ʼστιν, ἣν εἴληχεν οἰκίαν τότε
εἴωθε καταλιπεῖν. τίνʼ οὖν φαντάζεται
… τουτὶ γὰρ ἔτι ποθεῖτʼ ἴσως
μαθεῖν σαφέστερον· πεπόηκεν ἡ γυνὴ
διελοῦσα τὸν τοῖχον διέξοδόν τινα
… παντʼ ἐπισκοπεῖν
… κεκάλυπται ταινίαις
… μή τις προσελθὼν καταμάθηι.
… τις ἔνδον τῆς θεοῦ
…
Παιδαγωγός πῶς εἰσιν οἱ πυροὶ κατʼ ἀγορὰν ὤνιοι;
Φειδίας τί δʼ ἐμοὶ μέλει τοῦτο; Παιδαγωγός οὐθέν· ἀλλὰ τῶι λόγωι
εἰς τὴν ἀλήθειαν καταχρήσασθʼ ἔστʼ ἴσως.
ἂν τίμιοι, δακέτω σʼ ὑπὲρ ἐμοῦ τοῦτο τοῦ
πένητος· αἴσθου σαυτὸν ὄντα, Φειδία,
ἄνθρωπον, ἄνθρωπον δὲ καὶ τὸν ἐνδεῆ,
ἵνα μὴ ʼπιθυμῆις τῶν ὑπὲρ σὲ πραγμάτων.
ὅταν δʼ ἀγρυπνεῖν εἴπηις, τίς ὁ βίος σοῦ σκοπῶν
τὴν αἰτίαν γνώσει· περιπατεῖς
εἰσῆλθες εὐθύς, ἂν κοπιάσηις τὰ σκέλη·
μαλακῶς ἐλούσω· πάλιν ἀναστὰς ἐνέφαγες
πρὸς ἡδονήν· ὕπνος αὐτὸς ὁ βίος ἐστί σου.
τὸ πέρας· κακὸν ἔχεις οὐδέν, ἡ νόσος δέ σου
ἔσθʼ ἣν διῆλθες. φορτικώτερον δέ τι
ἐπέρχεταί μοι, τρόφιμε—συγγνώμην δʼ ἔχε.
τὸ δὴ λεγόμενον, οὐκ ἔχεις ὅποι χέσηις
ὑπὸ τῶν ἀγαθῶν, εὖ ἴσθι. Φειδίας μὴ ὥρασι μὲν
ἵκοιο. Παιδαγωγός τἀληθῆ λέγω, νὴ τοὺς θεούς·
τοῦτʼ ἐστὶ τἀρρώστημα. Φειδίας καὶ μὴν οὐ κρατῶ
ἀτόπως ἐμαυτοῦ καὶ βαρέως ἔχω πάνυ.
Παιδαγωγός ἀσθενικόν ἐστι τἀνόητον
Φειδίας εἶἑν· πάνυ γὰρ ταυτὶ λελογισμένως λέγεις.
τί μοι παραινεῖς; Παιδαγωγός ὅ τι παραινῶ;
εἰ μέν τι κακὸν ἀληθὲς εἶχες, Φειδία,
ζητεῖν ἀληθὲς φάρμακον τούτου σʼ ἔδει·
νῦν δʼ οὐκ ἔχεις· κενὸν εὑρὲ καὶ τὸ φάρμακον
πρὸς τὸ κενόν, οἰήθητι δʼ ὠφελεῖν τί σε.
περιμαξάτωσάν σʼ αἱ γυναῖκες ἐν κύκλωι
καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν
ὕδατι περίρρανʼ ἐμβαλὼν ἅλας, φακούς.
… ν ὑπεμελαγχόλης
… τα νῦν ὑγιέστερο
… καὶ γαμεῖ πάλιν
… εται τἄνδον ? Σύρε,
… γειν. ? γαμεῖ πάλιν
… ς ἀδελφήν. ? οἴχομαι.
… ὡσπερεὶ σὲ νῦν ὁρῶ.
… ο τοῦ καπνοῦ βλέπω
… ριον καθαρὰ μία
… ἀπόλωλε. ? πλησίον
… βέλτιστʼ, εἰπέ μοι
… δετέραν. ? ἀκούετε
… ρα γὰρ μετέρχεται
… αὐτόθεν κάλει
… ἐξώλης, Σύρε,
… ιωνε … ἐμοί
… ἐπισημαίνεσθʼ ἐὰν
ἡ σκευασία καθάρειος ἦι καὶ ποικίλη.
… παντοδαπ
… υπερ
… εκ … ιτ …
… νῦν ὄντων
Α οἴχομαι. Β τὸ παιδίον
αὐτός· οὐκ Ἔμβαρός ἐστιν οὗτος· ὑπενόουν
τὸ παραχρῆμʼ ὀρθῶς ε … α παντοδαπὰ λε
οὐθὲν … υνθ … ? κ … ν ἐμφρόνως ημ
ἐνέτυχεν. ? τὸ πρᾶγμα … ἐπινοῆσαί μοι δοκεῖ
εἶτα πάλιν ἐπῆιξε … Α ἀναφρόδιτός εἰμί τις.
Β τῶν διδόντων δʼ ἐκτροφήν γʼ εἶ, τρόφιμε, κατακεκληιμέν
ἂν τὸ κακὸν αὐτῶι παραστῆι, τῆς κόρης τὴν ῥῖνʼ ἴσως
ἀπέδεται καμών. Α Ἄπολλον, μηθαμῶς. Β νὴ τοὺς θεούς,
ἢ τὸ χεῖλος ἅμα φιλῶν τι. καὶ κράτιστα ταῦτʼ ἴσως
ἔστʼ· ἐρῶν παύσει γὰρ οὕτως ἂν ἴδηις αὐτὴν τότε.
Α καὶ παρασκώπτεις με; Β ἐγὼ σέ; μὰ τὸν Ἀπόλλω, ʼγὼ μὲν οὔ.
Α εἰσιὼν πρὸς τὴν ἀδελφὴν πάντʼ ἀκούσομαι σαφῶς·
οἴομαι δʼ αὐτὴν ἀθυμεῖν τῶι ποουμένωι γάμωι.
Γ … υ τίς ἐστί; τίς καταισχύνει;
Δ … θεν οὐκ οἶδʼ· οὖσα γὰρ
… παννυχίδος οὔσης καὶ χορῶν
… οὐ μανθάνεις γάρ; τὴν οδ
… ελέγξεις· ἡ δʼ ἐρεῖ «Βραυρων
… ωνίοις», σύ, «πηνίκʼ; οὐ π
… μόνη πλανηθεῖσʼ ἡ τάλαιν
… ἐρωτήσεις τὰ προ
… πλεῖστον· εἶτα θαυμα
… ον. ποῦ ποτʼ ὢν λ
φίλʼ ἄνερ, γνώριμον τ
… ς γάρ ποτʼ ἐν Βραυρωνι
… αιδʼ ἐνθαδὶ τὰ π
… αντι τῶν γεγ
… τʼ απαντης