"To the Baths of Pallas" is a fragmentary Greek hymn composed by the poet and scholar Callimachus in the 3rd century BCE. Also known as his "Fifth Hymn," it is a learned, poetic recreation of an actual religious ritual. The poem describes the annual ceremony in Argos where women would wash the cult statue of the goddess Athena. Written in a literary Doric dialect to evoke an archaic, ritual feeling, it focuses on themes of ritual purity, secrecy, and the exclusive role of women in this sacred act. The surviving text opens with a call for the attendants of the bath to come forth, as the goddess approaches. It details Athena's own legendary practices of purification, emphasizing that she never washes herself thoroughly until she has first cleaned the dust from her horses, nor did she cleanse her blood-stained armor immediately after the battle with the Giants, but first unyoked her team and washed away their sweat in the streams of Oceanus. The hymn instructs the women not to bring perfumes or alabaster vessels to the goddess, for Athena does not love mixed ointments, nor even a mirror, for her own eye is ever beautiful. It contrasts her divine indifference to such adornment with the vanity of Aphrodite at the judgement of Paris. Only part of the text survives today. It is not preserved in a complete manuscript but is known through fragments quoted by later ancient grammarians and scholars, such as Hesychius of Alexandria and Eustathius of Thessalonica, who referenced it to explain rare words. This hymn is a characteristic example of Callimachus's work: highly refined, allusive, and designed for an educated audience. It is thought to have been written to display poetic erudition by integrating a specific local religious practice into the cosmopolitan literary culture of Hellenistic Alexandria.

ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ
Ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπεν·
σοῦσθέ νυν, ὦ ξανθαὶ σοῦσθε Πελασγιάδες.
οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις,
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων·
οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα
τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γαγενέων,
ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
— συρίγγων ἀίω φθόγγον ὑπαξόνιον —,
μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως
— οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ —
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας.
οὐδʼ ὅκα τὰν Ἴδᾳ Φρὺξ ἐδίκαζεν ἔριν,
οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν.
ἁ δὲ δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι
ἀστέρες, ἐμπεράμως ἐτρίψατο λιτὰ βαλοῖσα
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς,
ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώϊον οἵαν
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροϊάν.
τῷ καὶ νῦν ἄρσεν τι κομίσσατε μῶνον ἔλαιον,
ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
ἔξιθʼ, Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
ὡς ἔθος Ἀργείως τοῦτο παλαιοτέρως
Εὐμήδης ἐδίδαξε, τεῒν κεχαρισμένος ἱρεύς·
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα
ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο,
Κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
ἔξιθʼ, Ἀθαναία περσέπτολι, χρυσεοπήληξ,
ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.
σάμερον, ὑδροφόροι, μὴ βάπτετε—σάμερον, Ἄργος,
πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ·
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ʼς Φυσάδειαν
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
καὶ γὰρ δὴ χρυσῷ τε καὶ ἄνθεσιν ὕδατα μείξας
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
πότνιʼ Ἀθαναία, σὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
ταῖσδʼ ἐρέω· μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
… ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κουραλίῳ,
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενε,
καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
δή ποκα γὰρ πέπλων λυσαμένα περόνας
ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά.
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα·
«τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;»
ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.
ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
γώνατα καὶ φωνὰν ἔσχεν ἀμαχανία.
ἁ νύμφα δʼ ἐβόασε· «τί μοι τὸν κῶρον ἔρεξας
πότνια; τοιαῦται, δαίμονες, ἐστὲ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὢ ἐμὲ δειλάν,
ὢ ὄρος, ὢ Ἑλικὼν οὐκέτι μοι παριτέ,
ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.»
ἁ μὲν ἅμʼ ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν.
καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος·
«δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργάν
εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον, ἐπεὶ Μοιρᾶν ὧδʼ ἐπένησε λίνα,
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
πόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος
ἔσσεται· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
ὁππόταν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρά
δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
ὀλβίσταν δʼ ἐρέει σε καὶ εὐαίωνα γενέσθαι
ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν.
ὦ ἑτάρα, τῷ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα
τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα,
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.
γνωσεῖται δʼ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον,
καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι
φοιτασεῖ, μεγάλῳ τίμιος Ἁγεσίλᾳ.»
ὣς φαμένα κατένευσε· τὸ δʼ ἐντελές, ᾧ κʼ ἐπινεύσῃ
Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τόγε θυγατέρων
δῶκεν Ἀθαναίᾳ πατρώια πάντα φέρεσθαι,
λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,
ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
ψεύδεα αι θυγάτηρ.
ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,
σύν τʼ εὐαγορίᾳ σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.
χαῖρε, θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω.
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.