eul_wid: hps-bl
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Sicyonian by Menander of Athens

The Sicyonian is a comedy by the Athenian playwright Menander, composed around 300 BCE. It stands as a characteristic work of New Comedy, a genre that shifted focus from the political satire of earlier periods to intricate domestic and romantic plots. The play’s narrative revolves around mistaken identity, abduction, and eventual recognition. A young woman named Philoumene, kidnapped as a child, becomes the object of a rivalry between a soldier, Stratophanes, and an Athenian youth, Moschion. The resolution hinges on the discovery of tokens—a ring and a necklace—which ultimately prove Philoumene’s legitimate Athenian citizenship and simultaneously reveal that Stratophanes himself is an Athenian by birth.

The text survives only in fragments, with 445 pieces known. A substantial continuous section comprising lines 1–423 was recovered from a papyrus codex discovered in Egypt. The play’s exploration of identity, citizenship, and the restoration of familial and social order is interpreted as a reflection of the preoccupations of Athenian society during the Hellenistic era. The character of the soldier, a common stock figure in New Comedy, often functions as an outsider whose integration into the civic community is central to the plot’s resolution. Through later Roman adaptations by playwrights such as Plautus and Terence, the conventions and themes exemplified by plays like the Sicyonian exerted a profound influence on the subsequent development of European comedic tradition.

ΣΙΚΥΩΝΙΟΣ
… αρειναί φημι τούτου θυγάτριον.
ὡς δʼ ἐγκρατεῖς ἐγένοντο σωμάτων τριῶν
τὴν γραῦν μὲν οὐκ ἔδοξε λυσιτελεῖν ἄγειν
αὐτοῖς, τὸ παιδίον δὲ καί τινʼ οἰκέτην
τῆς Καρίας ἀγαγόντες εἰς τὰ Μύλασʼ, ἐκεῖ
ἐχρῶντʼ ἀγορᾶι, καθῆτό τʼ ἐπὶ τῆς ἀγκάλης
ἔχων ὁ θεράπων τὴν τροφίμην. πωλουμένοις
προσῆλθεν ἡγεμών τις· ἠρώτα πόσου
ταῦτʼ ἐστιν· ἤκουσεν, συνεχώρησʼ, ἐπρίατο.
παλίμβολος δὲ τῶι θεράποντι πλησίον
τῶν αὐτόθεν τις ἕτερος ἅμα πωλούμενος
«βέλτιστε, θάρρει,» φησίν, «ὁ Σικυώνιος
ἠγόρακεν ὑμᾶς, ἡγεμὼν χρηστὸς σφόδρα
καὶ πλούσιος. τούτωι τυχὸν
ἐκ τοῦ παραχρῆμ
τῶι παιδίωι τὴν πατ
… εον προσάγων οἰκεῖον ειστ
… ειδέναι δοκεῖν τ …
… δειδοξενουτινος
… γὰρ ποιοῦσί τε
… αν … ετι
… τὰ καθʼ ἕκαστα δὲ
ὄψεσθʼ ἐὰν βούλησθε, βουλήθητε δέ.
λογισμὸν ἀνδρικόν
τεραν ἰδεῖν
… ονοις ὡς γίγνεται
… ενη δεύτερον
οὑτοσί
ν μου πυθοῦ
τούτωι τῶι κακῶι
με καὶ συνοικίζειν, γύναι
… ουδεμία μὰ τὼ θεὼ
ν ἄπεστι τούτωι γάρ, τάλαν
… φασὶν· ὁ δὲ τρόμος πολύ
ημ —
θρέψεις μο
μᾶλλον δετ
τέχνην α …
κτῆμʼ ἐστι ς
ἄπληστος ε
πάντʼ ἐσθίειν
οὕτω γὰρ ηγα
ἀνὴρ ἀπληστ
γυναικὶ παν —
τοῦτʼ ηὐχόμην
ἐγώ. τὸ ποῖον; ε
πρὸς ταῦτα
δίδωμι προ
… ων ἀπολεσάντων παιδίον
… δόντων τρέφειν ἢ τὸν τόπον
… γεγραμμένων ἀλλως ἔχει
… ον ποτʼ ἐστὶν οὕτω μαρτυρεῖν
… τοιοῦτον ἄν τις εὕροι πολλαχοῦ
… ἐν ἄστει τουδε Ἐλευσίς ἐστι καὶ
πανήγυρίς που· τίς νοήσει πρὸς θεῶν
… μειται δῆμος εἷς τις οὐ ταχὺ
… ἀφελκύσαις ἄν· εἰ δὲ περιμένω
… ἔτι λέγοντος ἑσπέρα
…
… ἀνυπερβατω
… αληθ … λον
… ουπερ ἐγενόμην
… οἰκότριψ Δρόμων
… ς εὐεργέτην
… Διόνυσος ἀπολέσαι
οὐδὲν ὑγιὲς οὐδʼ ἁπλοῦν φρονῶν
… ν ἀνήιρηκάς με νῦν
… τʼ ἐπυθόμην ὅτι
… ο παιδίον χάριν
… ν φιλανθρώπων κακῶς
… ως ὀλ … τι· τὴν μὲν παρθένον
… νῦν οἶδεν ἐνδεέστερον
...
ἐμαυτὸν ουδω
… υς … αυται καὶ
ὑπόλειον
ἔδωκας ἂν δίς· οὐκ ἀγαθά; καλωθ
καὶ νῦν δραμὼν τὴν παῖδα παρ
ἔσται γὰρ ὥσπερ … εμο
ὡς ἔστιν· οὐκ ἐᾶις με κοινῶσαι λ
τίς οὐκ ἐᾶι; δέδωκʼ, ἐδέξω· νῦν
δέδοικε, φησί, δεσπότην ξένον
τρίτον τʼ ἐρῶντʼ. ἐγγύς τε τω … ρα
λέγοντα τούτους τοὺς λόγους ἐπει
ἐμοὶ δὲ καὶ τούτωι τί πρᾶγμʼ ἐστ
μὴ τοῦτον ἡμῖν τὸν τρόπον λαλει
τολμητέον γάρ ἐστιν· ἀλλʼ ει … ρ
τούτων ἀληθὲς ὁ θεράπων τι …
ἅπασι νη … α τοῖς πολίταις ἡ κόρη
οὐκ ἀλλοτρία· πρῶτον μὲν αὐτῆς τ
προση … εκαδ … τει
οὐκ οἶδʼ ὅ τι λέγω· τῶι θεράποντι
κἀμοὶ τ
μειράκιον … οντι … πορνη
… κες διαμένει μηδὲ σαυτὸν ἀξίου
… τούτου ποτʼ ἔσται καιρός. Θήρων εὖ γε νὴ Δία.
… γὰρ αὐτόν· ἐπιπαροξυνθήσεται
… ασιν οὕτως εἶτα μὴ πεπραζεται
… ἔστω, δεδόχθω. Θήρων νῦν δοκεῖ μοι, νὴ Δία.
… ἐνθάδʼ ἦσθα διὰ λογισμὸν οὐθενὸς
… μὰ τὴν Ἀθηνᾶν πώποτʼ εὐφρονέστερον
Θήρων … Ἄπολλον· εὖ γε νὴ τὸν Ἥλιον
… τῶν σῶν ὄνασθαι μηθένʼ ἄλλον, ἀλλὰ σέ
… ον εἶπον οὐδὲ προὐνοήσανθʼ οἵτινες
Θήρων … ὁ ποῖος; Στρατοφάνης Πυρρίας, ὃν οἴκαδε
… εαυτόν, ἵνα φράσηι σεσωμένους
… ντες ὀλίγων. Θήρων οἶδα. Στρατοφάνης πρὸς τὴν μητέρα
… μεν· τί οὖν δεῦρʼ ἔρχεται μαθὼν πάλιν
καὶ μάλα σπουδῆι βαδίζων; Θήρων καὶ σκυθρωπὸς ἔρχεται.
Στρατοφάνης μή τι συμβέβηκεν ἡμῖν, Πυρρία, νεώτερον;
μὴ γὰρ ἡ μήτηρ τέθνηκε. Πυρρίας πέρυσιν. Στρατοφάνης οἴμοι· γραῦς σφόδρʼ ἦν·
… ς ἐκείνη γέγονεν. Πυρρίας ἀλλʼ ἐν πράγμασιν,
Στρατοφάνη, καινοῖς ἔσει σὺ σφόδρα τʼ ἀνελπίστοις τισίν.
οὗ δοκεῖς οὐκ ἦσθας ὑός, ὡς ἔοικεν. Στρατοφάνης ἀλλὰ τοῦ;
Πυρρίας … ο τελευτῶσʼ ἐνθαδὶ τὸ σὸν γένος
… ἔγραψεν. Θήρων ἁποθνήισκων οὐ φθονεῖ
οὐδενὸς τοῖς ζῶσιν ἀγαθοῦ· τοὺς ἑαυτοῦ σʼ ἀγνοεῖν
οὐκ ἐβούλετο. Πυρρίας οὐ μόνον δʼ ἦν τοῦτο. καὶ δίκην δέ τωι
ὦφλεν ὁ πατήρ, ὡς ἔοικε, ζῶν ὁ σὸς Βοιωτίωι—
Στρατοφάνης ἐπυθόμην. Πυρρίας πολλῶν ταλάντων, Στρατοφάνη, κατὰ σύμβολα.
Στρατοφάνης ἦλθε περὶ τούτων ἁπάντων μοι τότʼ εὐθὺς γράμματα
τήν τε τοῦ πατρὸς τελευτὴν ἅμα λέγοντʼ εἰς Καρίαν.
Πυρρίας ὄντʼ ἀγώγιμόν σε τούτωι πυθομένη τῶν τοὺς νόμους
εἰδότων τήν τʼ οὐσίαν σου, τοῦτο προὐνοεῖτό σου
καὶ τελευτῶσʼ ἀπεδίδου σε τοῖς ἑαυτῶν εὐλόγως.
Στρατοφάνης δὸς τὸ γραμματείδιόν μοι. Πυρρίας καὶ ταδὶ χωρίς γʼ ἔχω
τῶν γεγραμμένων ἐκείνοις, Στρατοφάνη, γνωρίσματα
καὶ τεκμήριʼ, ὡς ἐκείνην ἔφασαν οἱ δόντες λέγειν
ζῶσαν. Θήρων ὦ δέσποινʼ Ἀθηνᾶ, τουτονὶ σαυτῆς πόει,
ἵνα λάβηι τὴν παῖδʼ, ἐγὼ δὲ Μαλθάκην. Στρατοφάνης βαδίζετε.
δεῦρο, Θήρων. Θήρων οὐ λέγεις μοι; Στρατοφάνης πρόαγε, μηθέν πω λάλει.
Θήρων ἀλλʼ ὅμως· κἀγώ— Στρατοφάνης βάδιζε καὶ σὺ δεῦρο, Πυρρία·
τῶν ἐμῶν λόγων γὰρ οἴσεις εὐθέως τὰ σύμβολα
καὶ παρὼν δείξεις ἐάν τις αὐτὰ βούληται σκοπεῖν. ΧΟΡΟΥ
Σμικρίνης ὄχλος εἶ φλυάρου μεστός, ὦ πόνηρε σύ,
δίκαια τὸν κλάοντα προσδοκῶν λέγειν
καὶ τὸν δεόμενον· τοῦ δὲ μηδὲ ἓν ποεῖν
ὑγιὲς σχεδὸν ταῦτʼ ἐστι νῦν τεκμήριον·
οὐ κρίνεθʼ ἁλήθεια τοῦτον τὸν τρόπον,
ἀλλʼ ἐν ὀλίγωι πολλῶι γε μᾶλλον συνεδρίωι.
Βλέπης ὀλιγαρχικός γʼ εἶ καὶ πονηρός, Σμικρίνη,
νὴ τὸν Δία τὸν μέγιστον. Σμικρίνης οὐδέν
ὦ Ἡράκλεις, ἀπολεῖτέ μʼ οἱ σφοδρ
ὑμεῖς. τί γάρ μοι λοιδορεῖ βαρυ …
Βλέπης μισῶ σε καὶ τοὺς τὰς ὀφρῦς ἐπηρκότας
ἅπαντας· ὄχλος ὢν δʼ ὁμολογῶ
Σμικρίνης οὐκ ἂν γένοιτο τοῦτο. Βλέπης ἐγώ σε.
τὸν πλούσιον κλέπτοντα ς …
σκεύη τε καὶ τούτων ἀποτ …
ἀργύριον οὐκ ἐξ οἰκίας ἴσως φ
τῶν ἀγομένων ἐκεῖσε προ
Σμικρίνης οἴμωζε. Βλέπης καὶ σύ. Σμικρίνης νοῦν ἔχεις φ … σκάφης
ἐγὼ γὰρ ἄν σʼ ἐπόησα συνστομώτερον.
Βλέπης ὦ γεραιέ, μεῖνον ἐν παραστάσιν δόμων.
Σμικρίνης μένω. τίνος δὲ τοῦτο θωύσσεις χάριν;
Βλέπης ὡς ἂν σὺ μικρὸν καὶ καπν
Σμικρίνης βουλόμεθʼ ἀκοῦσαι τὰ περὶ τ
καὶ
Βλέπης εἰδως ταπυν
Σμικρίνης ἅπασαν ἡμῖν εἰπέ
Βλέπης ἐτύγχανον μὲν οὐ
βαίνων, μὰ τὸν Δίʼ, οὔτε τ
… ε τοῦτʼ ἐμοί, καλῶς ποῶν
… καὶ τὰ τῶν ἄλλων κακὰ
… μαι φοβερὸς εἰς τριώβολον
… τε κοινὸν μέγα βοῶν οἷς ἂν τύχω
δημοτικός, οἵπερ καὶ μόνοι σώιζουσι γῆν.
ἐξ ἄστεως δʼ ἥκων ἵνʼ ἐντύχοιμί τωι
τῶν δημοτῶν μέλλοντι λεπτὸν βοΐδιον
νέμειν ἀκούειν θʼ ὅσα προσέστʼ αὐτῶι κακὰ
ὑπὸ τῶν λαβόντων μερίδα—τούτων δʼ αὐτὸς ἦν·
τοῦ τῆς θεοῦ δήμου γάρ εἰμʼ ἐπώνυμος,
Βλέπης Ἐλευσίνιος—ἐπέστην ὄχλον ἰδὼν
πρὸς τοῖς προπυλαίοις, καὶ “πάρες μʼ” εἰπὼν ὁρῶ
καθημένην παῖδʼ εἷς τε τούτων τῶν κύκλωι
γενόμενος. εὐθὺς δῆμος ἦν καὶ κύριον
… τῆς καθημένης κόρης …
οὔπω πέπυσμαι …
ὁ κύριος κακὸν ποήσηι κ
καὐτὸς μεθʼ ὑμῶν ἐνθαδὶ κα
ἐπόησε τοῦτο καὶ μέγʼ ὠρεχθήσαμεν
ἡμεῖς “πολῖτίς ἐστιν ἡ παῖς.” καὶ μόλις
οὑν τῶι κύκλωι πάλιν κατεσβέσθη πολὺς
ἦχος. σιωπῆς γενομένης προσίσταται
μειράκιον ἐγγὺς τῶι θεράποντι λευκόχρων
ὑπόλειον ἀγένειόν τι καὶ μικρὸν λαλεῖν
ἐβούλετʼ· οὐκ εἰάσαμεν. “μεῖζον λέγε”
εὐθύς τις ἀνεβόησε καὶ “τί βούλεται;
τίς ἐστι; τί λέγεις;” “οἶδέ μʼ οὗτος ὁ θεράπων”
φησίν, “πάλαι γὰρ οὖν βοηθῶ. κἄν τινος
δέητʼ ἐρωτῶ. καὶ τὰ πόλλʼ ἀκήκοα
αὐτοῦ λέγοντος ἄρτι πρὸς τὸν δεσπότην.”
καὶ κόκκινος γενόμενος ὑπανεδύετο
κοὐ παντελῶς ἦν βδελυρός, οὐ σφόδρʼ ἤρεσεν
ἡμῖν δέ, μοιχώδης δὲ μᾶλλον κατεφάνη.
μέγʼ ἐγκραγόντες
νῦν τοῦτον. εἷς θʼ ἡμῶν γενόμενος ἔβλεπεν
εἰς τὴν κόρην, ἐλάλει τε τοῖς ἐγγὺς συχνά
… ον πεφευγῦʼ ἡ κόρη
… ὄψει τις ἀνδρικὸς πάνυ
… μως νὴ τὸν Δίʼ ἐγγὺς ἵσταται
… ἄνθρωπος ἕτερος, καὶ τρίτος
… υτων· ὡς δʼ ἐνέβλεψʼ ἐγγύθεν
… τὴν παῖδʼ, ἐξαπίνης ποταμόν τινα
δακρύων ἀφίησʼ οὗτος, ἐμπαθῶς τε τῶν
τριχῶν ἑαυτοῦ λαμβάνεται βρυχώμενος.
… ἔλαβε τοὺς ἑστηκότας
… ε τί βούλει; λέγε, λέγε.»
… φησίν, «οὕτως ἡ θεὸς
δοίη τὸ λοιπόν, ἄνδρες, ὑμῖν εὐτυχεῖν,
… τέτροφα μικρὸν παιδίον
… αὐτῶι φαίνεται
… πρώτιστα μὲν
… ὑμῶν ἄξιως
ησηθοσαν
ηρ
ιων ὄχλον
ειν
…
… πατρὸς
αὐτῆς, ἐμὸν δʼ ὄντʼ ἀποδίδωμι τῆι κόρηι·
τροφεῖʼ ἀφίημʼ, οὐδὲν ἀξιῶ λαβεῖν.
εὑρισκέτω τὸν πατέρα καὶ τοὺς συγγενεῖς·
οὐκ ἀντιτάττομʼ οὐθέν.» «εὖ γ.» «ἀκούσατε
καὶ τἀμὰ δʼ, ἄνδρες. ὄντες αὐτοὶ κύριοι
ταύτης—ἀφεῖται τοῦ φόβου γὰρ ὑπό γʼ ἐμοῦ—
πρὸς τὴν ἱέρειαν θέσθε καὶ τηρησάτω
ὑμῖν ἐκείνη τὴν κόρην.» πολλήν τινα
τοῦθʼ, ὡς προσῆκʼ, εὔνοιαν εἵλκυσʼ· ἀνέκραγον
«ὀρθῶς γε» πάντες, εἶτα «λέγε» πάντες πάλιν.
«Σικυώνιος τὸ πρότερον εἶναι προσεδόκων
κἀγώ· πάρεστι δʼ οὑτοσί μοι νῦν φέρων
μητρὸς διαθήκας καὶ γένους γνωρίσματα·
οἶμαι δὲ καὐτός, εἴ τι τοῖς γεγραμμένοις
τούτοις τεκμαίρεσθαί με πιστεῦσαί τε δεῖ,
εἶναι πολίτης ὑμέτερος. τὴν ἐλπίδα
μήπω μʼ ἀφέλησθʼ, ἀλλʼ ἂν φανῶ τῆς παρθένου
κἀγὼ πολίτης, ἣν ἔσωισα τῶι πατρί,
ἐάσατʼ αἰτῆσαί με τοῦτον καὶ λαβεῖν·
τῶν ἀντιπραττόντων δʼ ἐμοὶ τῆς παρθένου
μηθεὶς γενέσθω κύριος πρὶν ἂν φανῆι
ἐκεῖνος.» «ὀρθῶς καὶ δίκαιʼ, ὀρθῶς», «ἄγε
πρὸς τὴν ἱέρειαν, ἄγε λαβών.» ὁ λευκόχρως
ἐκεῖνος ἐξαίφνης τε παραπηδᾶι πάλιν
καί φησι «ταυτὶ συμπέποιθʼ, ὡς οὑτοσὶ
νῦν ἐξαπίνης εἴληφε διαθήκας ποθὲν
ἐστί τε πολίτης ὑμέτερος, τραγωιδίαι
κενῆι τʼ ἀγόμενος τὴν κόρην ἀφήσεται.»
«ἆρʼ οὐκ ἀποκτενεῖς τὸν ἐξυρημένον;»
«μὰ Δίʼ, ἀλλά σʼ, ὅστις—» «οὐ γάρ; οὐκ ἐκ τοῦ μέσου,
λάσταυρε;» «πόλλʼ ὑμῖν γένοιτο κἀγαθά·»
ἐκεῖνος, «ἄγε, βάδιζʼ ἀναστᾶσʼ.» ὁ θεράπων
«ὑμῶν κελευόντων βαδιεῖται» φησί, καὶ
«κελεύετʼ, ἄνδρες.» «ναί, βάδιζʼ.» ἀνίστατο,
ἐβάδιζε. μέχρι τούτου παρῆν· τὰ δʼ ὕστερα
οὐκέτι λέγειν ἔχοιμʼ ἄν, ἀλλʼ ἀπέρχομαι.
Μοσχίων τοὺς ἀνδραποδιστὰς ἀπαγαγεῖν ὑμᾶς ἐγώ—
Στρατοφάνης ἡμᾶς σύ; Μοσχίων νὴ τὸν Ἥλιον. Στρατοφάνης κορυβαντιᾶις,
μειράκιον. Μοσχίων ἐξαίφνης πολίτης ἀνεφάνης·
γενναῖον. οὐκ ἔξεστι πο
Στρατοφάνης πῶς; ἀγνοῶ τὸ τοιοῦτο
Μοσχίων ὁρᾶις; βάδιζʼ εἰς ἐξέτασιν
πρᾶγμʼ ἐξεταζε
παρὰ τῆς ἱερέας …
? πτέρυξ χιτωνίσκου γυναικείου διπλῆ·
ἔκρυπτε γὰρ σῶμʼ ἡνίκʼ ἐξεπέμπομεν
πρὸς τὴν ξένην σε τὴν τότʼ αἰτοῦσαν τέκνα.
… νεστιν ἀλλα τῶι βεβαμμένωι
… τʼ ἔχουσα χρώματος φύσιν
πέριξ ἰώδους τοὐν μέσωι δὲ πορφύρας
… δη καὐτός· ἐμβλέπω σε, παῖ,
… ηται καιρός. ὡς παρʼ ἐλπίδας
… ημι λαμπαδηφόρου
… ντος ὑπεραγωνιῶν
… τι, μῆτερ. ἀλλὰ τί;
… τος ὃ νομίζω καλεῖν
… εις τὸν χρόνον
ἐλπίσασά τε
ν ἡ τύχη
σύμβολον
χημα, παῖ
αμουμενη
… α γνωρίσηι
λλων τέκνα
ας φανεὶς
λαβεῖν …
α παιδίο …
καλω …
κ
ἴωμεν εἴσω δεῦρ
ἄνερ· ἐνθάδʼ ἐστι … —
ἡμῖν τε ποιήσειν ἑτοιμο
ἔφη προελθὼν ἐχθὲς εἰς ὁμ
Στρατοφάνης ὁ Μοσχίων ἀδελφὸς ἐμός ἐστιν, πάτερ;
Σμικρίνης ἀδελφός. ἀλλὰ δεῦρο προς
ἡμᾶς γὰρ ἔνδον προς ΧΟΡΟΥ
Κιχησίας ἐμοὶ τί σὺ σπουδαῖον
ὥστʼ ἄξιον ταύτης φανῆναι τῆς ὁδοῦ
ἣν κεκόμικάς με δεόμενος
ἀεί τι μικρὸν ἔτι προέρχεσθαι; τίς εἶ;
ἄξιον, ἀκριβῶς ἴσθι, γινώσκειν τόδε.
Θήρων τίς εἰμι; μὰ τὸν Ἥφαιστον
σπουδαῖον ἂν δέξηι μ
λαλοῦντα γάρ σε θηρι
πρὸς τὸν τελώνην λιθι
σπασάμενον εὐθὺς ημ
… ρισμο
…
Κιχησίας οὐκ εἰς τὸν ὄλεθρον— Θήρων χαλεπὸς ἦσθα. Κιχησίας —ἀποφθερεῖ
ἀπʼ ἐμοῦ; Κιχησίαν σὺ τοιοῦθʼ ὑπέλαβες
ἔργον ποήσειν ἢ λαβεῖν ἂν παρά τινος
ἀργύριον. ἀδίκου πράγματος. Κιχησίαν;
Θήρων Σκαμβωνίδην γε τὸ γένος· εὖ γʼ· ἆρʼ ὑπέλαβες;
τούτου με πρᾶξαι μισθὸν αὐτοῦ, μηκέτι
ὧν ἔλεγον ἄρτι. Κιχησίας τοῦ τίνος; Θήρων Κιχησίας
Σκαμβωνίδης γε—πολὺ σὺ βέλτιον λέγεις.
νοεῖν τι φαίνει τὸν τύπον τοῦ πράγματος.
οὗτος γενοῦ· καὶ σιμὸς εἶ γὰρ ἀπὸ τύχης
καὶ μικρός, οἷον ἔλεγεν ὁ θεράπων τότε.
Κιχησίας γέρων ὅς εἰμι γέγονα. Θήρων πρόσθες θυγάτριον
Ἁλῆθεν ἀπολέσας ἑαυτοῦ τετραετὲς
Δρόμωνά τʼ οἰκέτην. Κιχησίας ἀπολέσας. Θήρων εὖ πάνυ.
Κιχησίας ἁρπασθὲν ὑπὸ ληιστῶν· ἀνέμνησας πάθους
τὸν ἄθλιόν με καὶ θυρας οἰκτρᾶς ἐμοί.
Θήρων ἄριστα. τοῦτον διαφύλαττε τὸν τρόπον
τό τʼ ἐπιδακρύειν. ἀγαθὸς ἅνθρωπος σφόδρα.
Δρόμων ἡ μὲν τροφίμη ʼστιν ἀσφαλῶς τηρουμένη
… πατερ …
ζῆι καὶ πάρεστιν. μὴ πέσηις. ἀνίστασο,
Κιχησία. Θήρων, ὕδωρ, ὕδωρ, ταχύ.
Θήρων οἴσω γε, νὴ Δίʼ, εἰσδραμὼν καὶ Στρατοφάνην
ἔνδοθεν ἀποστελῶ πρὸς ὑμᾶς. Δρόμων οὐκέτι
ὕδατος δεήσει. Θήρων τοιγαροῦν αὐτὸν καλῶ.
Δρόμων ἀναφέρεται γὰρ οὑτοσί. Κιχησία.
Κιχησίας τί ἐστι; ποῦ γῆς εἰμι; καὶ τίνος λόγου
ἤκουσα φήμην; Δρόμων ἔστι σοι καὶ σώιζεται
τὸ θυγάτριον. Κιχησίας καλῶς δὲ σώιζεται, Δρόμων,
ἢ σώιζετʼ, αὐτὸ τοῦτο; Δρόμων παρθένος γʼ ἔτι,
ἄπειρος ἀνδρός. Κιχησίας εὖ γε. Δρόμων σὺ δὲ τί, δέσποτα;
Κιχησίας ζῶ. τοῦτʼ ἔχοιμʼ ἂν αὐτό σοι φράσαι, Δρόμων·
τὰ δʼ ἄλλʼ, ὅταν γέροντα καὶ πένητʼ ἴδηις
καὶ μόνον, ἀνάγκη πάντʼ ἔχειν οὕτω κακῶς.
Στρατοφάνης σκεψάμενος ἥξω ταῦτα, μῆτερ. Δρόμων Στρατοφάνη,
πατὴρ Φιλουμένης. Στρατοφάνης ὁ ποῖος; Δρόμων οὑτοσί.
Στρατοφάνης χαῖρε, πάτερ. Δρόμων οὗτός σοι σέσωικε τὴν κόρην.
Κιχησίας ἀλλʼ εὐτυχὴς γένοιτο. Στρατοφάνης ἐάνπερ σοι δοκῆι,
ἔσομαι, πάτερ, καὶ μακάριός γε. Δρόμων Στρατοφάνη,
πρὸς τὴν … ωμεν ταχύ,
πρὸς τῶν θεῶν. Στρατοφάνης ἡγοῦ λαβὼν σύ. κατὰ πόδας
ἐγὼ διώκω, μικρὰ τοῖς γʼ ἔνδον φράσας.
Δρόμων προάγωμεν ἡμεῖς … Κιχησία. Στρατοφάνης Δόναξ,
παῖ, παῖ, Δόναξ, φράσον εἰσιὼν πρὸς Μαλθάκην
εἰς γειτόνων ἅπαντα δεῦρο μεταγαγεῖν
τοὺς κανδύτανας, τοὺς ἀόρτας, τὰ πλόκανα
ἅπαντα, τοὺς ῥίσκους ἅπαντας
καὶ μη … ευρησκοντας ἐνθάδ
αὐτήν τʼ ἀπιέναι δεῦρο πρὸς τὴν μητέρα
κέλευε τὴν ἐμήν, μεθʼ ὑμῶν
τοὺς βαρβάρους παῖδας καταλ
ἐνταῦθα καὶ Θήρωνα τούς τʼ ὀνηλάτας
καὶ τοὺς ὄνους. ταῦτα λέγʼ. ἐγὼ
ἐντεύξομʼ αὐτὸς τἆλλα τῶι τ …
Μοσχίων νῦν οὐδὲ προσβλέψαι σε, Μοσχίων, ἔτι
πρὸς τὴν κόρην δεῖ· Μοσχίων
λευκὴ σφόδρʼ, εὐόφθαλμός ἐστʼ—οὐδὲν λέγεις·
ἁδελφὸς ὁ γαμῶν· μακάριος κ …
οἷον γὰρ—οὗτος, ἔτι λέγεις; οναντ
πρᾶγμʼ ἐστʼ ἐπαινεῖν χάριν ἐν …
ἀλλʼ οὐκ ἐρῶ γε· μὴ γὰρ οτανοσον
παροχήσομαι δηλονότι καὶ κ
τρίτος μετʼ αὐτῶν, ἄνδρες, οὐ δυνήσομαι
αὐτῆς θʼ ἑταίρας ἡ κακ
ἀλλʼ ἔργον ἀρέσαι. νῦν ἐδ
φέρουσα κριθῶν τοῖς ὄνοις
ἐν ταῖς πορείαις ὡς παν —
ἀεὶ τοιαύτην εὐχόμην ε —
εὔχου τοιαύτην; τί δʼ ἀδικε
οὐκ ἐμμεμένηκεν ὁ βαθυ —
ἄνθρωπον ἐλπίσαντα δε … —
καὶ τὴν δέησίν ἐστί σου δι —
πῶς δʼ ἂν διακόψαις; δᾶιδα —
πρὶν ὁμολογῆσαι; καὶ στεφαν —
δώσω. κατάνευσον. μειράκι
πρωιράσατʼ ἐκτείναντες, ἐπικροτήσατε.
ἡ δʼ εὐπάτειρα φιλόγελώς τε παρθένος
Νίκη μεθʼ ἡμῶν εὐμενὴς ἕποιτʼ ἀεί.