eul_wid: vuy-aa
DOI 10.5281/zenodo.20418549

John of Gaza the Grammarian and Poet Description of the Cosmic Tablet in Greek

Overview

The Description of the Cosmic Tablet (Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος) is a 6th-century CE hexameter poem by John of Gaza, a grammarian and poet. This ekphrasis—a detailed rhetorical description—depicts a large, complex allegorical painting or mosaic (the "Cosmic Tablet") displayed in a public building, likely a winter bath complex, in Gaza. The poem systematically describes the three-tiered cosmic tableau: the celestial realm with Time (Aion) and the Zodiac; the terrestrial realm with Earth (Ge) and the Seasons; and the subterranean realm with Oceanus.

Content

  • A hierarchical cosmos divided into celestial, terrestrial, and chthonic realms.
  • Allegorical personifications of abstract concepts like Time (Aion) and Earth (Ge).
  • A syncretic blend of classical Greek mythology and late-antique philosophical allegory.

Transmission

The complete text survives in a single 10th-century manuscript, Codex Marcianus Graecus 524, which also contains Paul the Silentiary’s Ekphrasis of the Church of the Holy Apostles.

Significance

The poem is a key example of late antique descriptive poetry and illustrates the persistence of classical themes in early Byzantine Gaza. It provides valuable evidence for reconstructing lost monumental art and reflects the syncretic intellectual culture of the 6th-century "Gaza school".

1 Ἆρ’ ἔστι συγγενές τι μόχθος καὶ λόγος.
2 αἰεὶ γάρ εἰσιν ἐκτόπως ἐπηρμένοι·
3 τὸν ὕπνον ἐκτρέποντες ἐκ τῶν ὀμμάτων
4 δάκνουσι καὶ πλήττουσι τὴν θυμηδίαν,
5 ὡς ἐν θαλάσσηι τῆι ζάληι τῆς καρδίας
6 ἀνατρέποντες τὴν ταλαίπωρον φύσιν,
7 καὶ δηγμὸς εὐθὺς ἐμπεσὼν μελωιδίας
8 ἔκλυζε τὸν νοῦν τῶι σάλωι τῆς φροντίδος.
9 Ἐγὼ δ’ ἀγῶνα περιλαβὼν ταῖς ἐλπίσιν
10 ἄλλον βαδίζειν τοῖς λόγοισιν ὠιόμην·
11 ὃν νῦν παρῆκα δεσπόταις πεπεισμένος·
12 ἀεροβατεῖν γάρ φασι καὶ τὴν εἰκόνα
13 τὴν παντόμορφον κοσμικαῖς ἐξουσίαις
14 ὡς ἐκ βίας πέμπουσιν ἐξωπλισμένον
15 ἐνθουσιῶντα πᾶσαν ἐκφράζειν στίχοις,
16 ἣν καλλίτεχνος ζωγράφος ζέων θράσει
17 ἔγραψε συνθείς, καὶ μεθυσθεὶς τὰς φρένας
18 ὥσπερ φιλάνθρωπός τις ἀνθρώπους γράφων
19 ἐσωματοποίει τὴν ἀσώματον φύσιν.
20 Ἀλλ’ ὦ θέατρον φαιδρὸν ἠττικισμένον,
21 στήριγμα σεμνὸν τῆς δίκης καὶ τῶν λόγων,
22 θερμὴν ποιοῦντες τοῖς κρότοις προθυμίαν
23 μή με γράφοιτε πρὸς θράσος τόλμης γράφειν.
24 ἐγὼ γὰρ ἦλθον οὐ γραφεὺς τῆς εἰκόνος,
25 μηδέν τι τολμῶν, ἀλλὰ τὴν τόλμαν φράσων.
26 Πῆι φέρομαι; πτερόεις με δι’ ἠέρος ἔμφρονι ῥοίζωι
27 Σειρήνων λιγύφωνος ἄγει θρόος· ἐν δὲ μενοινῆι
28 Μουσάων πλήκτροισιν ἱμάσσομαι ἄρσενι κέντρωι,
29 ἕρπων ξεῖνα κέλευθα, καὶ αἰθέρι πεζὸς ὁδίτης
30 λύσσαν ἔχων γονόεσσαν ἀείρομαι· αὐτὰρ Ἀπόλλων
31 ἀμφιπεριπλήγδην δολιχῶι σκιρτήματι μύθων
32 εἰς πόλον ἀστερόνωτον ἀκοντίζει με διώκων,
33 καὶ φρενὶ βακχεύειν σοφίης ἐνοσίφρονι παλμῶι
34 Φοῖβος ἐποτρύνων οὐ παύεται, ὄφρα χορεύων
35 οὐρανίην πάγκοσμον ἀνυμνήσαιμι γενέθλην,
36 ἄστρα, πόλον, χθόνα, κόσμον, ὕδωρ, φαέθοντα, σελήνην,
37 βροντήν, ἀστεροπήν, νέφος, ὄρνεον, ἄγγελον, ἰχθύν,
38 αἰθέρα, νύκτα, θάλασσαν, ὅλην φύσιν, ἔμφρονι τόλμηι.
39 ἀλλὰ περισσονόων ἐγκύμονες εὐεπιάων,
40 εὔϊα φοιβάζοντες ἀεξινόων ἀπὸ σίμβλων,
41 πέμψατέ μοι πλώοντι σοφὸν πρυμναῖον ἀήτην·
42 ἤδη γὰρ τρομέων ἐγκύμονος ὄμβρον ἀοιδῆς
43 πείσματα φωνήεντα θοῆς ἀνέλυσα μελίσσης.
44 [para]Παγγενέτωρ, ἐπίουρε, θεηγενές, ὄρχαμε κόσμου,
45 σὸν τόκον αὐτοτέλεστον ἕλιξ χρόνος ὑμνοπολεύει,
46 ῥίζα σοφὴ βιότοιο· σὺ γὰρ νωμήτορι κύκλωι
47 ἀξονίην στροφάλιγγα θεηδόχον ἀμφιελίσσεις
48 καὶ βιοτῆς οἴηκα παλιννόστοιο φυλάσσεις.
49 ὦ πάτερ, ἀχράντου λοχίης αὐτόσπορε ποιμήν,
50 πέμπε μέλους προχοὴν νοερώτερον ἆσθμα κορύσσων,
51 ζωγρήσας ἐπέεσσιν ἐμὴν φύσιν ἄρσενι μέτρωι,
52 νῦν μᾶλλον· κόσμος γὰρ ἀείδεται· ἐκ σέο δ’ ἔμπης
53 σύμβολα σῶν παθέων σωτήρια πρῶτον ἀείσω.
54 [para]Ὀρθοτενὴς γραμμὴ περιμήκετος ὑψόθεν ἕρπει
55 μεῖζον μῆκος ἔχουσα· κασιγνήτη δέ τις ἄλλη
56 μείων ἀντικέλευθος ἐλαύνεται, ἧς περὶ μέσσα
57 συζυγίης φιλότητος ἔχει σύνδεσμον ἀνάγκη,
58 ἔνθεον εἰρήνης σημήϊον· ἀμφότεραι δὲ
59 ἀλλήλων συνέχουσιν ὁμόζυγα μέτρα κελεύθου.
60 τέσσαρα δ’ ἄκρα τέθηλεν, ὅτι πρωτόσπορος αἰὼν
61 φωσφόρος, ἕσπερα νῶτα, μεσημβριάς, ἄρκτος ἐτύχθη
62 ἐκ νοερῶν πισύρων ξυνοχὴν κόσμοιο τελέσσας.
63 καὶ γραμμῆς διδύμης θεοδέγμονος εὔδιος εἰκὼν
64 χρυσοφαὴς μάρμαιρεν, ὅτι χρυσοῖο γενέθλη
65 ἵσταται ἡβώωσα καὶ οὐ μινύθουσα φαείνει.
66 Καὶ νοερῆς Τριάδος τύπος αἴσιος ἀμφιχορεύει
67 κυανέαις ἑλίκεσσι, χαρασσομένης ἐνὶ κύκλοις
68 οἷα πόλου μίμημα· καὶ ἔνδοθεν ἔστι νοῆσαι
69 γραμμῶν ἀμφοτέρων ἅγιον σέλας. —Ὧν ἀποβαίνων
70 Οὐρανὸς ἐστήρικτο γεροντικὸν εἶδος ἀείρων,
71 λεπταλέοις νεφέεσσιν ἐπαμβλύνων τύπον αἰδοῦς,
72 χεῖρας ἐφαπλώσας, καὶ ἐπ’ αὐχένι βόστρυχα σύρων
73 ἄνδιχα τεμνομένων πλοκάμων ἑλικώδεϊ κόσμωι
74 ἐκ κραδίης ἤμησε πυρώδεος ἄρσενα δίσκον
75 ὀρθρινὴν ἐπὶ νύσσαν ἄγων Φαέθοντα, κομήτην
76 ζωογόνοις ἀκτῖσιν· ὅθεν περίφοιτος ἀλήτης
77 πυκνὰ πολυσπερέων δαΐδων ἀμάρυγμα τινάσσων
78 κῶνος ἀερσιπότητος ἐλαύνεται ὀξέϊ παλμῶι,
79 ἧιχι φαεινομένων σελάων πολυαύχενος ὁρμὴ
80 εἰς δέκα τεμνομένη θωρήσσεται· ἀλλ’ ἐνὶ μέσσωι
81 ἀνδρομέη μόρφωσε φύσις βρέφος. Ἀντολίη γὰρ
82 πρώϊος ὠδίνουσα πυριτρεφέων ἀπὸ κόλπων
83 ξανθοφαὲς μαίωσε φάος νέον· ἐκ δὲ λοχείης
84 ὄρθριος ἀντέλλων ἀναπάλλεται ὠκὺς ὁδίτης,
85 καὶ πάλιν ἡβήσαντα παλίμπορος ἠθὰς ἀνάγκη
86 ἐς δύσιν οἷα γέροντα μεταλλάξαντα κομίζει.
87 αὐτὰρ ὃ παμφαίνων στεφανηφόρος ἐς μέσον ἔστη
88 γυμνὸς ἐπαΐξας, ὅλος εὔδιος· ὀρθὰ δὲ γυῖα
89 καὶ παλάμας ἥπλωσεν ἰσόρροπος, ὅττι δικαίοις
90 αὐτὸς ἐπαντέλλει καὶ οὐχ ὁσίοισι φαείνει.
91 Διπλόον εἶδος ὄπωπα παρεζομένων ὑπὸ δίσκον,
92 καὶ διδύμη Φαέθοντα νεόσσυτον ἡνιοχεύει
93 ἀμφιλαφὴς ἑκάτερθεν ὁμοῦ τροχάουσα γαλήνη
94 καὶ φλόγα χερσὶν ἄειρεν· ἔχει δέ τι θάμβος ἑκάστη
95 εἰς πόλον ἑδριόωσα περίτροχον. ἀλλ’ ἐνὶ θώκωι
96 πρωτοφανὴς Σοφίη περιδέξιος οἷα Σελήνη
97 ἀργυφέη πέπλοισι χαράσσεται· ἔστι δὲ πᾶσα
98 χιονέη, πάλλευκος ὅλον δέμας· ἐκ δὲ προσώπου
99 Πιερικῆς ἤστραψε περίφρονος ὄργια Μούσης
100 μαῖα θεορρήτων παμμείλιχος εὐεπιάων,
101 μορφῆι ἐπ’ ἀχράντωι σταθερὸν σέβας. ἡμετέρης δὲ
102 Καλλιόπης μνηστῆρες, ἀκοντιστῆρες ἀγώνων,
103 εἰσέτι χιονέοισιν ἐπαστράπτουσι χιτῶσιν
104 ἦθος ἀπαγγέλλοντες, ὅτι χρέος ἐστὶν ἀοιδοὺς
105 μὴ δόλον ἤ τινα μῆνιν ἐνὶ στέρνοισι φυλάσσειν,
106 ἀλλ’ ἁγνῆς ἀμίαντα νοήμονα σίμβλα μελίσσης.
107 [para]Ἡ δ’ ἑτέρη μάρμαιρε πυριγλήνοισι προσώποις
108 ἐσθλομανὴς Ἀρετὴ ξανθόχροος, ἡδέϊ μόχθωι
109 δίσκου λαιὸν ἔχουσα· καλυπτομένης δ’ ἐνὶ πέπλωι
110 γλαυκὸν ἐρευθομένων ἀμαρύσσετο νῶτα χιτώνων,
111 οἷα κάλυξ φοίνισσεν ἀεξομένου ῥοδεῶνος.
112 καὶ χροιὴ πέπλου μαντεύεται, ὅττι μενοινὴ
113 μυρία μοχθήσασα μογοστόκος ἔμφρονι ῥιπῆι
114 καὶ φρένα φοινίσσουσα πολυσπερέεσσι μερίμναις,
115 ἤθεα πορφύρουσα τινάκτορι φοιτάδι μόχθωι,
116 εἰς ἀρετῆς λειμῶνας ἀνηβώωσα χορεύει,
117 ἄκρον ἐπισφίγγουσα· συνερχομένη δὲ καρήνωι
118 ῥηϊδίως σκίρτησε γαληνιόωντι προσώπωι,
119 μόχθον ὅλον ῥίψασα, καὶ εἰς πόλον ὄμμα βαλοῦσα
120 οὐρανίου λαμπτῆρος ἀμέλγεται ὄμπνιον αἴγλην.
121 [para]Καὶ φλόγα κουφίζων κυρτούμενος ἵσταται Ἄτλας
122 αὐξιβίους σπινθῆρας ἀερτάζων ἐπὶ κόρσηι,
123 κρᾶτα παρακλίνων καὶ ἐς ἠέρα χεῖρας ἀείρων,
124 αὐχένα δοχμώσας, πεπονημένα γυῖα τιταίνων,
125 φόρτον ἐλαφρίζων πεφυλαγμένος. ὡς δ’ ἐπὶ μόχθωι
126 γυμνὸς ἐὼν ζωστῆρι καλύπτετο, καὶ σφυρὰ τείνων
127 δεξιὸν ἴχνος ἔκαμψε μετάστροφον εἰς σκέλος ἄλλο,
128 μοχθίζων ἀτέλεστα· βαρυνομένου δὲ φορῆος
129 ὀρθοπαγῆ ῥίζωσε νενευκότα δάκτυλα ταρσῶν,
130 ἄτροπος ὑψικέλευθον ὅλον δέμας αἰὲν ἀνέλκων,
131 ἄκρου πηγνυμένου διδυμάονος εὔποδι ῥιπῆι,
132 ὅττι πόλον σφαίρωσεν ἀτέρμονα μῦθος ἀνάσσων
133 καὶ χθὼν μεσσατίη κουφίζετο νεύματι μύθου,
134 σφαίρης κέντρον ἐοῦσα μετάρσιον· ἐκ δὲ Βορῆος
135 ἄξων ἀστυφέλικτος, ἰσόρροπος, ὀρθὸς ὁδεύων,
136 ἀκροπαγὴς ἑκάτερθεν ἀερτάζων φύσιν ἔστη,
137 ἐς πόλον ἔνθα καὶ ἔνθα πεπαρμένος· ἰθυτενὴς δὲ
138 γαῖαν ἐπισφίγγων περονήσατο, καὶ πέλεν Ἄτλας
139 τλητὸν ἔχων καὶ ἄκαμπτον ἀεὶ σθένος ἔμπεδος ἄξων.
140 ἐν δὲ πόλωι πυρόεντι, Νότου παρὰ γείτονι πέζηι,
141 καὶ τροχαλὴν κρυόεσσαν ἐς ἄντυγα διψάδος ἄρκτου
142 ἄξονος ἄκρα πέπηγεν· ἀειφανέος δὲ Βορῆος
143 δεξιὸν ἀστερόεντα πόλον καλέουσι φανέντα
144 σφαίρης ὑψιπόροιο φαεινομένοις ἐνὶ κύκλοις,
145 καὶ φλογερὴν νοτίην χθαμαλὴν κλίσιν ἄμμορον ἄστρων
146 λαιήν, κρυπτὰ θέουσαν, ἐφημίξαντο γενέσθαι.
147 τοὔνεκα νῦν ὁ μέγιστος, ὁ μυρίος ἵσταται Ἄτλας
148 ἄκρα δύο σκελέων ὑψούμενα νειόθι πήσσων,
149 φαίνων δεξιὸν ἄκρον ὅλον γυμνούμενον ἄξων,
150 λαιὸν ἐπικρύπτειν πειρώμενος ὡς ἐν Ὀλύμπωι.
151 [para]Ἀλλὰ καὶ Ἀντολίης πυριθαλπέος υἱὸς ὁδίτης,
152 φωσφόρος Ἁρμονίης Φαέθων στήριζε γενέθλην·
153 καὶ νοερὴν κόσμοιο μέσην ἁψῖδα κομίζων
154 ζωογόνωι σπινθῆρι περίρρυτα πάντα φυλάσσει.
155 ἔνθεν πρωτογόνοιο νόου κρατέουσα θεμέθλων
156 σύνδρομος ὑψιμέδοντος, ὅλου κόσμοιο τιθήνη,
157 μουσοτόκος Σοφίη, καὶ μαρμαρέης σέβας ἄλλης,
158 τὴν αὐτὴν μεθέπουσαι ἀριστώδινα γενέθλην,
159 ἄξονι δίσκον ἔθηκαν, ὅπως ῥιζούμενος Ἄτλας
160 μᾶλλον ἀερτάζοι πρόμον αἰθέρος ἀμφιπολεύων,
161 ἡνίοχον κόσμοιο πολὺ πλέον ἡνιοχεύων.
162 [para]Καὶ πολυδινήτων ἐτέων αὐτόσπορος Αἰὼν
163 ἀμφιθαλὴς μορφοῦτο περίδρομον ἐς πόλον ἄλλον,
164 πατροπάτωρ, περίμετρος ἀλωφήτοισι κελεύθοις,
165 ὃς νοερῆι στροφάλιγγι γονὴν βιότοιο φυλάσσων,
166 Ἁρμονίης οἴηκα παλινδίνητον ἀείρων,
167 ποιμαίνει λυκάβαντα δυωδεκάμηνον ἑλίσσων
168 καὶ χρόνον εἰς χρόνον ἄλλον ἐρεύγεται ἄψοφος ἕρπων.
169 νῦν δ’ ἐπικοσμήσας δολιχόσκιον εἰκόνα μορφῆς
170 σύμβολα πολλὰ φέρων ποικίλλεται· ἐν γὰρ Ὀλύμπωι
171 φαιδρὸς ἐφεδρήσσει κεχαραγμένος· ἀρτιθαλὴς δὲ
172 φάρεϊ πορφυρέωι, Τυρίης βλαστήματι κόχλου,
173 ἀενάου βουβῶνος ἄναξ ἐκάλυψεν ὀπώρην
174 ἄχρι ποδῶν πυκάσας θαλερὸν δέμας· ἐκ δὲ καρήνου
175 στήθεα γυμνώσας καὶ γαστέρα σήματα φαίνει,
176 ὅττι γένος περίφοιτον ἀειφανὲς οὐρανιώνων
177 οὔτε πολυρραφέος μεθέπει σπείρημα χιτῶνος
178 οὔτε χαμαιγενέων ἐπιδεύεται· ἡμετέρη δὲ
179 ἔστιν ὀλισθηρὴ μερόπων φύσις, ἔνθεν ἀνάγκηι
180 ὡς χθαμαλὴ χρήϊζεν ἀλεξανέμοιο χιτῶνος·
181 τοὔνεκα γυμνὸς ὕπερθεν ὑπέρτερα μέτρα φαείνει
182 ἀσκεπὲς ὕψος ἔχων μελέων· τὰ δ’ ἔνερθε καλύπτει
183 φέγγος ἀποστίλβοντος ὀπιπεύων ἐλατῆρος
184 νεύμασιν ἀτρέπτοισι· καλυπτομένοιο δὲ μηροῦ
185 δεξιτερὴν ἐπέθηκεν, ὅτι βροτέην ἐπὶ φύτλην
186 ἀθανάτοις ἐπέοικεν ἀρηγόνα χεῖρα κομίζειν.
187 καὶ σκαιὴν παλάμην ὑψούμενος ἄσπετος Αἰὼν
188 παλλομένην ἐτίταινεν ἐς αἰθέρα δάκτυλα κάμπτων,
189 φάρεος ἄκρον ἔχουσαν ἐπήορον· ἰσοπαλὴς γὰρ
190 δάκτυλος, ὃν καλέουσιν ἰσόρροπον ἔμμεναι ἄλλων,
191 τετράδα καμπτομένην ἑτέρων ἔσφιγξεν ἑλίξας,
192 δεσμῶι ἀναγκαίωι μεμερισμένα δάκτυλα βάλλων,
193 ὅττι πολὺ σκηπτοῦχος ὑπέρτερος εἰς σθένος ἄλλων,
194 καὶ νόον ἀμφιέπων οἰκτίρμονα φοιτάδι κόσμωι
195 πλαζομένην ἔστησεν ὅλην φύσιν ἅρπαγι ῥυθμῶι
196 ἐν ξυνοχῆι σοφίης ἐσπαρμένα πάντα φυλάσσων,
197 ξυνὸν ἐπιρρώσας πεφυλαγμένον αὐχένα κόσμου.
198 καὶ τότε φᾶρος ἔδειξεν, ἐπεὶ βιότοιο πορείη
199 τρηχαλέη βαρύμοχθος ἀέξεται, αὐτὰρ ἀνίης
200 σκαιὸν κέντρον ἔην καὶ κάρχαρον εἰς φρένας ἕρπει·
201 τοὔνεκα φῶτας ἔοικεν ἐς οὐρανὸν ἐλπίδι βαίνειν
202 καὶ θεὸν ὑψιμέδοντα γαλήνιον ἐς νόον ἕλκειν,
203 ὄφρα βαρυτλήτων ἀχέων ξύσαντες ἀνάγκην
204 πευκεδανοῦ βιότοιο παραπλώωσι κελεύθους.
205 Καὶ βρέφος Ἕσπερον εἶδον, ὃς ἄγγελός ἐστιν ὁμίχλης
206 ἠελίου δύνοντος ἐπὶ κλίσιν ἠριγενείης.
207 αὐτὰρ ὃ μαρμαίρων ἀκρέσπερος ἔρχεται ἀστήρ
208 οὐρανὸν αἰγλήεντα διαυγέα πρῶτα χαράσσων·
209 νῦν δὲ μεταστήσας δέμας αἰόλον ἠρέμα δύνει
210 δόχμιος ὀρθοκάρηνος ὀλισθαίνων ἀπ’ Ὀλύμπου,
211 λαμπάδα νυκτιχόρευτον ἐπικλίνων ὑπὸ γαῖαν.
212 [para]Καὶ δρόμος ἀζαλέης ἑπτάστερός ἐστιν Ἁμάξης,
213 ἥτε πόλον κάμπτουσα καὶ ἄξονα, γείτονα πόντου,
214 τὴν αὐτὴν ἐπὶ νύσσαν ἔχει στροφάλιγγα κελεύθου
215 ἄβροχος ἀστυφέλικτον ἑλισσομένη περὶ κέντρον.
216 ἀλλὰ παλαιγενέων ἐγκύμονα βίβλον ἀφάσσων,
217 ἐν φρενὶ μυριόκυκλον ἀνιχνεύων ὁδὸν ἄστρων
218 καὶ πόλον ἀστροχίτωνα καὶ ἀπλανέας καὶ ἀλήτας,
219 ἀρκτώιης ἐνόησα πολύστροφον ὁλκὸν ἀπήνης,
220 ὅττι φαεινομένους φύσις ἄσπορος ἄμμιγα παύροις
221 ἀστέρας εἰς ἓν ἄγειρεν ἀλήμονας εἰς ῥάχιν ἄρκτου,
222 ἀπλανέας στήσασα Βορειάδος ἐγγύθι νύσσης.
223 πρῶτος μοῦσαν ἔδειξε καὶ Ἑρμάωνος ἀκούει,
224 δεύτερος ἀρσενόθηλυς ἀγαλλομένης Ἀφροδίτης,
225 καὶ τρίτος Ἠέλιος, φαεοσφόρος Ἠριγενείης,
226 τέτρατος αἰολόβουλος ἔην Κρόνος ἠρέμα φαίνων,
227 πέμπτος Ζηνὸς ἔλαμψε καὶ ἀντία πατρὸς ὁδεύει,
228 ἕκτος χιονέης διχομήνιδός ἐστι Σελήνης,
229 ἕβδομος ἀστερόπυρσος Ἄρης δορίτολμος ἐτύχθη.
230 Ἀλλὰ φάος Φαέθοντος ἀπαυγάζουσα Σελήνη
231 ἀργυφέη λάμπουσα χαράσσεται· ἐν παλάμηι δὲ
232 θῆλυν δίσκον ἔχουσα καταντίον ἄρσενος αἴγλης
233 μαρμαρυγὴν ἥρπαξεν· ἀπ’ αὐτογόνου δὲ λοχείης
234 πλησιφαὴς ἥβησεν ἐϋτροχάλοισι προσώποις.
235 καὶ Φαέθων μαίωσε καὶ εἰς διάμετρον ὁδεύων
236 Μοιράων ἐνόησε ταλαντεύουσαν ἀνάγκην,
237 ἐκ δεκάτης ὁρόων τετελεσμένον αὐχένα πέμπτης,
238 καὶ νυχίης ἔπλησεν ἀμήτορος ὄμμα Σελήνης.
239 ἣ δὲ τιταινομένη, τροχαλὴν σπεύδουσα πορείην,
240 ζώνης κυρτὰ μέτωπα μετήιε γείτονα γαίης.
241 καὶ δρόμον ἰσοκέλευθον ὀπιπεύουσα τοκῆος,
242 παρθένος ἀντιπρόσωπος ἐλαύνεται οὐδ’ ἀπολήγει
243 λοξὰ παραΐσσουσα· φιλαγρύπνοιο δὲ κούρης
244 ὠκυτέρηι μάστιγι τινάσσεται ὁλκὸς ἀπήνης.
245 ἀλλ’ ὅσον ἐγγὺς ἄνασσα παρ’ ἴχνια πατρὸς ὁδεύει,
246 τοσσάτιον μινύθουσα καλύπτεται· ὡς δ’ ἀποβαίνει,
247 δίσκον ἀποστήσασα σέλας κατὰ βαιὸν ἀέξει.
248 ὡς δὲ τανυομένης ἑλικώπιδος αἰθέρι Μήνης
249 φᾶρος ἔην ἐπίκυρτον ἐπὶ πλοκάμους, ἐπὶ κόρσην.
250 Καὶ χρόα κουφίζοντο γαληνιόωντες Ἀῆται
251 τέσσαρες, ἀσταθέεσσιν ὁμοκλήσαντες Ἀέλλαις,
252 ταρσὰ ποδῶν πτερόεντα μετοχμάζοντες ὀπίσσω,
253 καὶ κεφαλὴν πτερόεσσαν ἀνηιώρησαν ἀπειλῆι,
254 Εὖρος ὁμοῦ Ζεφύρωι, Βορέης, Νότος, ἄμμοροι αὔρης,
255 ἂψ ἀνασειράζοντες ἀγήνορας ἄρσενας ἵππους
256 φαιδρὰ φαληριόωντας ὅλην χιονώδεα χαίτην.
257 ὡς δέ τις ἱππεύων τετράζυγον ἄντυγα δίφρου
258 ἀμφιθέει καμπτῆρα διάσσυτος· ἐξαπίνης δὲ
259 μάρψας ἡνία θῆκεν ἐς ἰσχία καὶ μέσα νώτων
260 καὶ σθένος εἱλίσσων πεφορημένος αὖτις ὀπίσσω
261 κλινομένων μελέων ἐβιάζετο θυιάδας ἵππους
262 καὶ πολὺς ὀκλάζων ἐριαύχενας εἴρυσε πώλους·
263 οἳ δὲ θυελλήεσσαν ἐπιστήσαντες ἀνάγκην
264 ἱστάμενοι σκιρτῶσι μεμηνότες· ἔξοχα δ’ ἄλλων
265 δεξιὸς ἀσθμαίνων καὶ ἀριστερὸς ὠκέϊ δίνηι
266 ἀμφότεροι θρώσκουσι παρηορίηισι δεθέντες—
267 τοῖοι νῦν τελέθουσιν ἁμιλλητῆρες ἀέλλης,
268 ἄζυγες ἀσπαίροντες ἐπειγομένηισι κελεύθοις,
269 ἄπνοον ἀσθμαίνοντες· ἀελλήεντι δὲ ταρσῶι
270 κινύμενοι μίμνουσι καὶ ὁ δρόμος ἵσταται ἕρπων,
271 ψευδαλέον κίνημα νόθοις ποσὶν ὄρθια τείνων.
272 [para]Καὶ ταναὸς Βορέης μυκήτορα κόχλον ἀείρων
273 εἰλιπόρωι στροφάλιγγι θυελλοτόκοιο πορείης
274 δεξιτερὴν ἐτίταινε, καὶ ἡνία καρτερὰ σύρων
275 ἱπταμένους ἀνέκοψεν ἐπεσσυμένου πόδας ἵππου.
276 καὶ λοφιὴν κύρτωσε καὶ αὐχενίην τρίχα πῶλος
277 δόχμιος ὀκλάζων, βραδυπειθέα γούνατα σύρων
278 οὐκ ἐθέλων ἔστησε, μόλις γόνυ γουνὸς ἀμείβων,
279 νωθρὰ παραστείχων· Βορέης δ’ ὑπεσύρετο σύρων.
280 Καὶ Ζέφυρος δόχμωσεν ὀπισθοτόνου γένυν ἵππου
281 ψυχρὸν ἐφαπλώσας δολιχὸν σθένος· ὑψιτενὴς δὲ
282 χερσὶ χαλινοφόροισι ταθεὶς ἔσφιγξεν ἱμάντας.
283 καὶ κεψαλὴν ἔκλινε καὶ αὐχένα πῶλος ἀλήτης
284 λοξὸν ἐπιστρέψας βεβιασμένον ἅρπαγι ῥιπῆι.
285 Καὶ προτενὴς πάλιν Εὖρος ἀνακρούων θράσος ὁπλῆς
286 ὠκὺν ἀερσιπόδην ἀνεσείρασε πῶλον ὀρούσας.
287 [para]Ἀλλὰ Νότος μόχθησε φορεύμενος αἴθοπι κέντρωι·
288 καὶ γὰρ ἀγηνορέων τροχαλὸν σκίρτημα τινάξας,
289 ταρσὸν ὀπισθιδίων σκελέων διδυμάονα πήσσων,
290 προσθιδίους ὤρθωσεν ἀνυψώσας πόδας ἵππος
291 θερμὸν ἀερτάζων δέμας ὄρθιον· ἠερίην δὲ
292 ἐντροπαλιζομένην μελέων ἀνεσείσατο χαίτην.
293 ἀλλὰ Νότος κοτέων, μεθέπων σφριγόωσαν ἀπειλήν,
294 ἀμφιλαφὴς ἑκάτερθεν ἀκοστήσαντα χαλέπτων,
295 μόχθον ἔχων ἀτέλεστον ἀμοχθήτων ἀπὸ γυίων,
296 εὖ διαβὰς σθένος ὦρσε καὶ εἴρυσε πῶλον ἀνάγκηι.
297 [para]Καὶ σέβας ἀρχεγόνοιο φαείνεται Ὠκεανοῖο,
298 ὃς ῥόον αὐτοέλικτον ἀεὶ στεφανηδὸν ἑλίσσων
299 δινωτὸν περὶ γαῖαν ἄγει κυκλούμενον ὕδωρ
300 καὶ χθονὶ καχλάζων ἀντίστροφον οἶμον ὁδεύει.
301 καὶ πυρὸς ἡνιοχῆα μεταστείχοντα δοκεύων,
302 Ἠέλιον σπινθῆρας ἀκοντίζοντα νοήσας
303 ἀκροφανὴς θάμβησε, καὶ ἰκμαλέης στατὸν ἅλμης
304 τεμνομένου ῥοθίοιο διασχίζων κενεῶνα
305 ἀκροκελαινιόων ὑψούμενον ἔδρακε φέγγος,
306 ταῦρον ὁμοῦ καὶ κῆτος ἔχων ἡγήτορας οἴμης·
307 καὶ δροσερὴν στορέσας λασιότριχα κυκλάδα χαίτην
308 ἀμφελελιζομένην ὑγρόχροος ὑψόθι νώτου
309 αὐτοβαφὴς ὑψοῦτο κερασφόρος· ἀσμαράγωι δὲ
310 χείλεϊ σιγαλέωι τανυηκέα πῆχυν ἀείρων,
311 πήξας δάκτυλον ἄκρον ἐθέλγετο θαῦμα κεράσσας.
312 κεκλιμένος δὲ γέρων ἀντώπιον ὄμμα τανύσσας,
313 εἰσορόων ἀκτῖνας ἐπεστηρίζετο ταύρωι,
314 ὑγροπόρου λοφιῆς δεδραγμένος· ἄκρα δὲ χειρὸς
315 λαιῆς μοῦνον ἔδειξεν· ἀτεκμάρτοιο δὲ ῥείθρου
316 πηδάλιον κούφιζε παρήορον· ἐκ δὲ καρήνου
317 κυρτωθεὶς ὑπέροπλος ἀνέσσυτο ταῦρος ἀγήνωρ,
318 ἀενάωι μυκτῆρι πολυσταγὲς οἶδμα κομίζων,
319 κρουνηδὸν προχοῆς διδυμάονα ῥοῖζον ἰάλλων,
320 γαστέρος ἀφράστων ὑδάτων σήραγγας ἀνέλκων·
321 καὶ πταρμὸν κελάδοντα διαθρώσκοντα τινάξας
322 ὀμβρηρὴν πελάγεσσιν ἀνερροίβδησεν ἐέρσην.
323 καὶ γραπτὸν πέλε κῆτος· ἀνοστήτου δὲ γενείου
324 οἶστρον ἀπειλητῆρα χανὸν σπήλυγγος ἐναύλων
325 φρικαλέων ὤϊξε σεσηρότα πορθμὸν ὀδόντων,
326 γείτονος ἀσθμαίνοντος ὀπιπεῦον βοὸς εἶδος,
327 ταυρείης στυγέον ταναὴν γλωχῖνα κεραίης.
328 [para]Οὐδὲ Βυθὸς κερόεις ἀπανήνατο θάμβος ἀέξειν·
329 ἀλλὰ μελαινομένης σταθερῆς ἁλὸς ἄκρα χαράξας,
330 κλυζομένην ἑκάτερθεν ἐν ὕδασι γαστέρα τείνων,
331 βυσσόθεν ἠέρθη δεδοκημένος εὐφαὲς ὄμμα
332 καὶ παλάμηι θαύμαζε. φύλαξ δέ. τις Ὠκεανοῖο
333 Ἀγγελικῆς στρατιῆς πτερόεις ἀνέτειλεν ἀβύσσου
334 υἱέος οὐρανίου τεκμήρια χειρὶ κομίζων,
335 ἀρρήτου σοφίης νοερὸν ξύλον ἔμφρονος ὄζου.
336 ἄρτι δὲ κυμαίνοντος ἔχων ῥόον Ὠκεανοῖο
337 ὑψιφανής, στέφος ὑγρὸν ἀεὶ χθονὸς ἡνιοχεύων,
338 χεῖρα παρακρεμάσας, ἠσπάζετο φέγγος Ὀλύμπου
339 καὶ πτέρυγας συνάειρε μετάρσιος. —Ἀλλ’ ἀπὸ ῥείθρου
340 ὄρθριος Ἠριγένεια δυωδεκάωρος ὁδεύει,
341 Ἠελίου λάμποντος ὁμόδρομος· ἱσταμένη δὲ
342 ἀργυφέη πτερόεσσα χαράσσετο σύνδρομος Ὥραις,
343 καὶ διδύμους γλαγόεντας ἐπισφίγγουσα φυλάσσει
344 μαζοὺς ἀμφιέλισσα περίτροχος ἅμματι μίτρη.
345 ἡ δὲ τιταινομένη μηκύνεται ἀργέτις Ἠώς,
346 καὶ θαλεροὺς γύμνωσε βραχίονας· ἁλλομένη δὲ
347 δεξιτερῆι φαέθουσαν ἀνηέρταζεν ἱμάσθλην,
348 καὶ δρόμον Ὡράων ἑξάζυγον ἡνιοχεύει
349 πρωτοφανεῖς ἐλάουσα συνήθεας· αἳ δὲ ταθεῖσαι
350 παρθενικοῖς μίτρωσαν ἐνὶ στήθεσσιν ἱμάντας.
351 καὶ ζυγὸν ὀρθὸν ἔχουσι σελασφόρον αὐχένι κοῦραι
352 χερσὶν ἐπισφίγγουσαι· ἐπειγομένοιο δὲ ταρσοῦ
353 ἐκταδὸν ἀΐσσουσι καὶ ἠερίηισι κελεύθοις
354 ἱπτάμεναι προθέουσιν ὁμόζυγες· ἀρχομένη δὲ
355 πρώτη ἀναθρώσκουσα λιπόσκιος ἐγγύθεν ὄρφνης
356 ἀκροφαὴς δροσόεσσα χαράσσεται ὄρθριος Ὥρη,
357 λείψανα νυκτὸς ἔχουσα μεμιγμένα φέγγεσιν ἠοῦς,
358 λεπταλέον λεύσσουσα, καὶ ἀμφιλύκη τις ἐτύχθη
359 ὑγρὸν ἐπιστείχουσα φερέσταχυν ὁλκὸν ἐέρσης.
360 τοίη μὲν τελέθεσκεν· ὅσον δ’ ἐπὶ βαιὸν ὁδεύεις
361 σχῆμα κασιγνήτης ἑτέρης βλεφάροισι δοκεύων,
362 φαιδρότερον τῆς πρόσθεν ὀπιπεύεις τύπον αἴγλης,
363 μαρμαρυγὴν Φαέθοντος ἀμελγομένης πλέον Ὥρης.
364 ἀλλὰ μεσημβρίζουσα φιλεύδιος εὔλοφος ἔστη
365 ἕκτη μειδιόωσα γαλήνιον, αἴθοπι ῥιπῆι
366 ἠέρος ὕψος ἔχουσα, πυριβλήτοισι προσώποις·
367 καὶ φλογερῶι σπινθῆρι κατάσχετος Ἠριγενείης
368 λεπτὸν ἔχει μελέεσσιν ἀραχνιόωντα χιτῶνα,
369 καῦμα πυρὸς φεύγουσα πυρίδρομον· ἐκ δὲ χιτώνων
370 γυμνὰ καλυπτομένης μυστήρια φαίνετο κόλπου,
371 καὶ γαστὴρ ἀμάρυσσε ῥοδόχροος· ἐν παλάμηι δὲ
372 ὀξέα σειριάουσα φέρει ζυγόδεσμον ἀπήνης.
373 καὶ ξανθὰς ἐνόησα συνήλυδας ἤματος Ὥρας
374 ἓξ πάλιν ἱσταμένας, ἐπιβήτορας ὑψόθι δίφρου.
375 αὐτὰρ ἀμειβομένην τροχαλὴν μίμνουσι πορείην,
376 δειελινὴν κλίνουσαν ἐπερχομένην ἐπὶ νύσσαν·
377 καὶ πτερὰ κοῦφα τίταινον ἀειρομένων ὑπὲρ ὤμων
378 Ἠῶιον περὶ νῶτον ὀπίστεραι. ἑβδομάτη δὲ
379 στυγνὰ κατηφιόωντι κελαινιόωσα χιτῶνι,
380 ἐς δρόμον ἱπταμένη φυσίζοος ἔρχεται Ὥρη·
381 κλινομένη δ’ ἕστηκε μετάτροπος ἄζυγι παλμῶι,
382 ἀξονίην τροχόεσσαν ἴτυν μέλλουσα κυλίνδειν,
383 ἕβδομον ἐσσυμένη τελέσαι χρέος· ἀλλὰ καὶ Ἠῶ
384 ὀρνυμένην πέπλοισιν ἐπισπεύδουσαν ἐπείγει,
385 δεξιτερὴν τείνουσα μετάσσυτον εἰς φάος ἄλλο.
386 Ἐνταῦθα σεμνῶς τοῦ κρότου κεκμηκότος
387 ἔστην μεσούσης τῶι δρόμωι τῆς ἡμέρας. — πάλιν
388 παρῆλθον καὶ δραμὼν κοσμογράφος
389 ἀρχὴν ἐποίουν τῶν λόγων ἐκ τῶν ῥόδων.
390 Καὶ ῥόδα μαρμαίροντα φίλης ἀνέτειλεν ἀκάνθης
391 εἰς χάριν ἁβροπέτηλον ἀνοιγομένοιο κορύμβου,
392 ἀζομένου λειμῶνος ἐπιχθονίου ῥοδεῶνος·
393 καὶ πολὺς ἑρπύζων χλοερὸς βλάστησε κομήτης
394 εἰαρινὴν γελόωσαν ἀπαγγέλλων Ἀφροδίτην·
395 καὶ κρίνα βαιὰ τέθηλε φαληριόωντα πετήλοις.
396 [para]Γαῖα δὲ θηλύνασα φύσιν θρέπτειραν ἀμάλλης
397 ἐκ λαγόνων γονόεσσαν ἀνηκόντιζε γενέθλην·
398 καὶ ῥαχίην καὶ νῶτον ἐπικλίνουσα χαμεύνηι
399 διχθαδίωι κλιντῆρι δέμας κούφιζεν ἀγοστῶι
400 νηδὺν ἀνευρύνουσα βιοσσόον· ἐκ δὲ λοχείης
401 ἡδυτόκων ὤδινε συνωρίδα δίζυγα Καρπῶν,
402 ἄρσενα μαῖαν ἔχουσα τανύπτερον Ἀγγελιώτην,
403 ὃς μεθέπων παλάμηισι λεχώϊα γούνατα Γαίης,
404 στηρίζων ἑκάτερθε κεχηνότα μηρὸν ἀλήτην,
405 ἁρμονίηι σοφίης μαιώσατο μαιάδι τέχνηι,
406 λύσας μυριόκεντρα μογοστόκα λύματα λιμοῦ.
407 ἡ δὲ φερεσταχύων πλοκάμων ἐπέτασσεν ἐθείρας
408 ἐκταδίην ῥίψασα παρήορον αὐχένι χαίτην
409 νῶτον ἐπιθρώσκουσαν ὀπισθοπόροισι κελεύθοις,
410 καὶ γονίμηι παλάμηι κέρας ὄμπνιον ὑψόθι τείνει
411 ζωοτόκου Δήμητρος ἐπιπλήσασα γενέθλης.
412 καὶ στάχυες κομόωσι· μέλας δέ τις αὐχένα σύρων
413 μηκεδανὸς τριέλικτος ἕλιξ ὄφις ἐς κέρας ἦεν
414 σημαίνων, ὅτι Γαῖα φερέσταχυς οὐκ ἀπολήγει
415 ἀνθοκόμους τίκτουσα καὶ ὠδίνουσα κορύμβους.
416 καὶ τροχαλοῖς μελέεσσι φορεύμενος ὁλκὸν ἑλίσσει
417 ψυχρὸς ὄφις νεότητι παλίμπορος αἰὲν ὁδεύων·
418 ἀλλὰ πάλιν βραδύγουνος ἐσύρετο νωθρὸς ὁδίτης
419 καὶ ψαφαρὸν μετέπειτα γέρων ἀπεσείσατο γῆρας
420 Γαῖα δ’ ἀμαλλοτόκεια συνήθεα καρπὸν ἀέξει
421 καὶ πολιὸν γεγαῶτα παρέθρισεν εἰς γένυν ἅρπης.
422 [para]Ἡ δὲ φερεζώων μελέων ὤϊξεν ὀχῆας
423 καὶ διδύμους λοχίης διδυμητόκος ἔβλυσε Καρποὺς
424 ἀρτιγόνους μεθέπουσα νεήλυδας οἷά τε παῖδας.
425 τῶν ὃ μὲν ἀνθερεῶνι περίπλοκος ἡδέϊ δεσμῶι
426 μητέρι χεῖρας ἕλιξε συνήορος αὐχένι Γαίης
427 τερπωλῆι φιλότητος· ἀειρομένου δὲ καρήνου
428 Καρπὸς ἀνηέξητο καὶ εἰς στόμα χεῖλος ἐρείσας
429 παιδοκόμωι πήχυνε φιλήματι μητρὸς ὀπώρην.
430 ὃς δὲ πολυρραθάμιγγος ὀπιπεύων χύσιν ὄμβρου
431 βαιὴν χεῖρα τάνυσσε περίσσυτον ἠέρι πέμπων,
432 καὶ παλάμην ἐδίηνε χυτὸς ῥόος ἐκ νεφελάων
433 δίψιον ἐκ νιφετοῖο διάβροχον ἄνθος ἀέξων.
434 Καὶ χθονίου γυάλοιο θεμείλια νέρθεν ἀείρων
435 Ἄγγελος ἄλλος ἔην γαιηόχος ἐγγὺς ὁδεύων,
436 γαίης κέντρον ἔχων ὑψούμενον ἠέρι μέσσωι
437 συμφυέων ἀνέμων ταναῶι φυσήτορι ῥοίζωι.
438 αὐτὰρ ὄφις πτερόεντος ἐπ’ αὐχένος ὅρμον ἑλίσσει
439 αὐχένιον σπείρημα περίτροχον ἅμματι δήσας,
440 σύμβολον ἀρχαίης θεοτευχέος ἄξονος ἕδρης,
441 ὅττι Φύσις τέκτηνε καὶ ἀστυφέλικτος Ἀνάγκη
442 ἀμφιπαγῆ συνέδησεν ἀρηρότι νεύματι θεσμῶν,
443 εἰς ἓν ὁμοῦ σφίγξασα μετάρσιον αὐχένα κόσμου.
444 Καὶ χθονὸς εἶδον ἄρουραν ὀπιπεύουσαν ἐέρσην,
445 εἶδος δισσὸν ἔχουσαν· ἐγὼ δ’ ἐπιέλπομαι εἶναι
446 Εὐρώπην Ἀσίην τε μεριζομένας ἐνὶ γαίηι.
447 αἳ δὲ τελεσσιγόνοισιν ἐπισπεύδουσιν ἀμάλλαις
448 εἰς τόκον ὠκυγένεθλον ὀφειλομένων λυκαβάντων,
449 καὶ τραφεραῖς καλάμηισιν ἐποπτεύουσι κομίζειν
450 ὑδρηλαῖς νιφάδεσσι θαλύσια πάντροφον ὕδωρ.
451 τῶν ἣ μὲν πολύκαρπος ἐπισταχύουσα χορεύει
452 καὶ χθόνιον κούφιζεν ὄφιν, ζωστῆρα κεραίης·
453 ἣ δὲ θοῆι ῥαθάμιγγι παλύνετο χεῖρα βαλοῦσα.
454 Οὐδὲ Θάλασσα τέτυκτο διαυγέος ἄμμορος αἴγλης,
455 ἀλλὰ κορυσσομένην Φαεθοντίδα λαμπάδα λεύσσει,
456 καὶ βλητοῦ φαέεσσι κορύσσετο κύκλα προσώπου.
457 ἡ δὲ φαληριόωσαν ἐρετμώσασα γαλήνην,
458 χιονέης ἀνέτειλεν ἀπ’ ἀγλαΐης Ἀφροδίτη
459 λευκοφανὴς κερόεσσα· καὶ ἰχθυγόνων ἀπὸ κόλπων
460 νώροπα πόντον ἔθηκε, χάριν στάζουσα ῥεέθροις,
461 καὶ ξανθὸν τριέλικτον ἀκύμονα βότρυν ἐθείρης
462 νηχόμενον προέηκεν ἁλικλύστων ὑπὲρ ὤμων
463 ὑγρὸν ἐφαπλώσασα· περισφίγγουσα δὲ λαιῆι
464 μειλιχίης οἴηκα κυβερνητῆρα γαλήνης
465 δάκτυλον ὀρθὸν ἔθηκεν ἐπὶ στόμα· κεκλιμένη δὲ
466 δεξιτερὴν ἐπέτασσε καὶ ἐς Φαέθοντα δοκεύει,
467 Ἄγγελον ἐγγὺς ἔχουσα φυλάκτορα, νηκτὸν ὁδίτην.
468 [para]Ἐν δὲ ῥόωι βρυόεντι περισκαίρουσιν ὀπίσσω
469 ἰχθύες, ὑγρὰ γένεθλα· καὶ ἀμφίκλυστος ὁδεύων
470 γλαῦκος γλαυκὰ ῥέεθρα θορὼν φοίνιξε θαλάσσης,
471 γλῶσσαν ἐρευθαλέην ἀπὸ χείλεος εἰς ἅλα φαίνων,
472 κινυμένην ἔντοσθε· καὶ οὐκ ἔκρυψεν ὀδόντας
473 πλωτὸν ὕδωρ πτερύγεσσι θαλασσοπόροισιν ἱμάσσων.
474 καὶ βραχὺς ἀντικάρηνος ὁμόπλοος ἄλλος ἐτύχθη
475 ὑψώσας στόμα λάβρον ἐπ’ ἠιόνας. ἐκ δὲ καρήνου
476 πούλυπος αἰολόμητις ἀνόστεος ἐς ῥόον ἕρπων
477 ποντοβαφὴς πλοκάμοισι πολυσχιδέεσσι χορεύει.
478 καὶ θόλον ὑγρὸν ἔχουσα μελάντερον ἔνδον ἀείρει
479 σηπίη ἑρπύζουσα· κατακρύπτουσα δὲ βόσκει
480 ἐνδόμυχον μέλαν ὅπλον, ὅθεν θηρήτορας ἄγρης
481 ῥηϊδίως ὑπάλυξεν, ὁμιχλήεντι βελέμνωι
482 κυανέην βάψασα μελαινομένην χύσιν ἅλμης,
483 ἀχλὺν ἀποπτύουσα. καὶ ὀξυέθειρα ταθεῖσα
484 καρὶς νηχομένη φοινίσσετο, καὶ δέμας ἕλκει
485 ὄρθιος αὐτοχάρακτος ἀκύμονος ἐγγύθεν ὄχθης,
486 καὶ προχοὴν νύττουσα κεράατι κῦμα χαράσσει.
487 καί τις λευκοπάρηιος ἐρέσσεται ἀθρόος ἰχθύς
488 ἅλμην φυκιόεσσαν ἀλήμονι γαστέρι τέμνων
489 λάβραξ ἠέ τις ἄλλος ἐὼν γλυκύς. ἐκ δὲ θαλάσσης
490 ὦρτο θυελλήεσσα δι’ ἠέρος ὑψόθι ῥιπὴ
491 χειμερίους νιφόεντας ἀναπτύξασα χιτῶνας.
492 ἤδη γὰρ πυρόεσσα φιλόδροσος ἄνθορε σάλπιγξ
493 ἰκμάδα πορθμεύουσα, καὶ εἰν ἁλὶ βόσκεται ὕδωρ,
494 ἔμπαλιν αὐερύουσα ῥόον φυσήτορι πορθμῶι
495 ἀτμὸν ἀνυψώσασα καὶ ἁρπακτῆρι βελέμνωι
496 ἑλκομένην πύκνωσε χύσιν βητάρμονι πυρσῶι
497 καὶ νεφέλην ἤειρε πεπηγότι χεύματι πολλῶι.
498 [para]Καὶ πολὺς ἠερόφοιτος ἐκώμασεν ὕδατι Χειμὼν
499 οἷα νέφος πρὸς Ὄλυμπον, ἔχων ῥόον ὑψόθεν ὤμου,
500 μορφῆς ἀνδρομέης προφέρων τύπον· ἐν δὲ ῥεέθροις
501 ἓν σκέλος εἰσέτι πάλλε βεβαμμένον· ἄλλο δὲ τείνων
502 ὀμβροτόκον κούφιζε μετάρσιον, ἧιχι φανέντες
503 Ὄμβροι παῖδες ἔασι, περίπλοκον ἅμμα βαλόντες,
504 ὑγρὸν δεσμὸν ἔχοντες ἐπίῤῥυτον· ὧν ἀπὸ γυίων
505 ψευδαλέος πολὺς ὄμβρος ἐπωλίσθησεν ἀρούραις
506 ἄβροχος αὐαλέηισι πολυσπερέεσσιν ἐέρσαις,
507 ποιητῆι ῥαθάμιγγι πολυχρονίου νιφετοῖο.
508 ἀλλ’ ὃ μὲν ἱπταμένων πτερύγων ῥοίζημα τινάσσων
509 ἄσχετος ὑψικέλευθος ἐς ἠέρα νήχετο Χειμών,
510 ὤμοις ζωογόνοις ἐγκύμονα κάλπιν ἀείρων.
511 καὶ νόον εὐσεβίηισι φυτηκόμον ἀμφιελίσσων
512 ἱκεσίην ἐλέαιρεν ἐπαυχμώωσαν ἀρούρης·
513 καὶ παλάμην ἐτίταινε φέρων χθονὶ νύμφιον ὕδωρ,
514 πυκνὸν ἀκοντίζων αὐτόσσυτον ὄμβρον ἐρώτων,
515 καὶ νεφέλης ἔπλησε μελανστέρνοιο καλύπτρην.
516 ἣ δὲ ῥόωι σφριγόωντι διαῤῥήξασα χιτῶνας,
517 γαστέρα κοιλαίνουσα βαρυνομένην προχοῆισιν,
518 ἡδυβόλου νιφετοῖο ῥοὰς κελάρυζε χανοῦσα.
519 καὶ χθὼν τερπομένη νυμφεύετο· τικτομένων δὲ
520 Ὄμβρων δισσὰ κάρηνα παρὰ πτερὸν ὑψόθεν ἔγνων
521 ὀρνυμένου Χειμῶνος, ὑπερκύπτοντα λοχείης.
522 καὶ πτερόεις ὀχετηγὸς ἀνέβλυσεν Ἀγγελιώτης
523 κρουνηδὸν κατὰ μέτρον ἐπήτριμα χεύματα πέμπων,
524 ὄφρα μὴ ὀμβρήσαντος ἀπείρονας ἠέρος ὁλκοὺς
525 πίδακες ἀστυφέλικτον ἐπικλίνωσιν ὀχῆα.
526 [para]Καὶ βροντῆς πρηστῆρες ἐμυκήσαντο θορόντες,
527 τρηχαλέην βαρύδουπον ὀϊστεύοντες ἱμάσθλην,
528 καὶ νεφέων κλονέοντες ἀνερρίπιζον ἐναύλους,
529 ὅττι παχυνομένης νεφέλης ἔντοσθεν ἀῆται
530 ἐνδόμυχοι σκιρτῶντες ἀνοιδαίνουσιν ἀέλλας,
531 ἄστατα φυσιόωντες· ἱμασσομένης δ’ ἔτι ῥιπῆς,
532 πυκνὰ βιαζομένοιο τινασσομένου κενεῶνος,
533 ῥηγνυμένων νεφέων καναχὴ βαρύφωνος ὁδεύει·
534 βροντὴ δὲ βρεμέθουσα, παραΐσσουσα κελεύθοις
535 θραυομένων νεφέων, ἀνεμοθρόος εἰς τόκον ἕρπει,
536 καὶ στεροπὴν τίκτουσα θοὴν ἀκίχητον ἐλαύνει,
537 φαινομένην κρύπτουσα χαράγματα πυκνὰ τινάσσει.
538 ἀλλὰ φάος πρώτιστον ἀπ’ αἰθέρος ἀνδράσι πέμπει
539 μαρμαρυγὴ λαμπτῆρας ὀϊστεύουσα προσώποις,
540 καὶ καναχὴ μετόπισθεν ἀκούεται, οὕνεκα μᾶλλον·
541 ὀφθαλμοὶ προθέοντες ἀρείονές εἰσιν ἀκουῆς,
542 καὶ βλεφάρων ἀκτῖνες ἐς αἰθέρα καὶ πόλον ἄστρων
543 ῥηϊδίως ὁρόωσι, καὶ ἐς μήκιστα κελεύθων
544 ἐξαπίνης θρώσκουσι, καὶ ἔφθασεν οὖας ὀπωπή,
545 ὅττι πολυπλάγκτων ἑλίκων τετορημένος ὁλκὸς
546 νωθρὰ μόλις σπαίρουσαν ἐδέξατο κέντορα φωνήν,
547 καὶ κτύπος ὀψιτέλεστος ἐπὶ χρόνον ἦλθεν ἰωῆς,
548 πληττομένου πρώτιστον ἀτέρμονος ἠέρος ἠχῆι.
549 ἣ δ’ ἔτι φυσιόωσα κορύσσετο μαινάδι λαιμῶι
550 Βροντὴ βαρβαρόφωνος, ἐπιβρομέουσα θυέλλαις,
551 δοῦπον ἐρευγομένη καναχηδέος ἀνθερεῶνος.
552 καὶ παλάμας ἔστρεψεν ὀπίστερος Ἀγγελιώτης
553 ὁλκῶν ἠνεμόφωνον ἐπισπεύδουσαν ἐρύκων,
554 ὀρνυμένην νεφέεσσιν ἐλαυνομένοισι φυλάσσων.
555 καὶ Στεροπὴ πέμπουσα σέλας φοινίσσετο πᾶσα
556 λαμπάδα παιφάσσουσα νεοπτοίητον ὀπωπαῖς,
557 φέγγος ἀκοντίζουσα· καὶ Ἄγγελος ἄλλος ὀρούσας
558 ἐσσυμένην ἐδίδαξε σαόφρονα μέτρα κελεύθων.
559 Ἄλλο δὲ θάμβος ὄπωπα καὶ ὤμοσε Φοῖβος ἀείδειν
560 χειρὶ φέρων προκέλευθον ἀληθέα μοῦσαν Ὁμήρου·
561 ἐς μέσον, εἶδος ἔχουσα παλίντονον, ἵσταται Ἶρις
562 καὶ πλοκάμους ἐπέτασσε ῥόου σημάντορας ὄμβρων,
563 ὤμοις πλοχμὸν ἄδεσμον ἐπιστορέσασα καρήνου.
564 καὶ βλεφάροις σφρήγιζε θεήτορα δίσκον ὀπωπῆς·
565 χερσὶ δὲ μηκύνασα ῥοδόχροον ἄντυγα μίτρης
566 ξανθῶι λευκὰ κέρασσε μέλαν φοίνικι βαλοῦσα
567 καὶ κεφαλὴν φαίδρυνεν· ἀπ’ Ἠελίου δὲ βολάων
568 ἑλκομένην κύρτωσε καὶ ἐς ῥόον ἤγαγε πόντου.
569 ἀλλὰ γονὴ κύκλοιο ῥοδώπιδος ἔνθεν ἐτύχθη
570 καὶ πέλεν ἐκ Φαέθοντος, ἐπεὶ πυρόεις Ὑπερίων
571 ἐς νέφος ὑγρὸν ἔβαψεν ἐρευθομένης σέλας αἴγλης
572 καὶ νεφέλην μόρφωσεν· ὀπιπευτῆρι δὲ κύκλωι
573 ἀνδρομέη τροχάουσα δι’ ἠέρος ὄμματος ἀκτὶς
574 Ἠέλιον βλεφάροισιν ἴδε ζωστῆρα κατόπτρου·
575 καὶ νέφος, οἷα κάτοπτρον, ἔχει φάος. εἰ δὲ φαείνων
576 ἄκρον ἀπ’ ἀντολίης ἐλάσηι φλογερώνυχας ἵππους
577 ἐς δύσιν, Ἶρις ἔχουσα φαείνεται ἥμισυ κύκλου·
578 ἀλλ’ ὅσον ἅρμα φέρων ὑψούμενος ἐς πόλον ἕρπει,
579 τοσσάτιον μείωσε παλίλλυτα νήματα μίτρης·
580 καὶ σφεδανὴν ἀκτῖνα μεσημβρίζουσαν ἀέξων
581 πασσυδίην μινύθουσαν ὅλην ἀπέκερσε καλύψας
582 οὐδὲ χαρασσομένης ποτὲ φαίνετο κύκλος ἀλήτης·
583 ὡς δὲ ταλαντεύει μέσον ἤματος ἔμπυρα φαίνων,
584 ἕλκων θερμὰ λέπαδνα καὶ αἰθαλόεσσαν ἱμάσθλην,
585 ὁππόσον ἱππεύων δύσιν ἔρχεται ἡνιοχεύων,
586 τυτθὸν ὅσον κατὰ βαιὸν ἀέξεται ἐγγύθεν Εὔρου
587 ὁλκὸν ἀνυψώσασα πολύχροον ἐς νέφος Ἶρις.
588 καὶ δυτικὸν παρὰ τέρμα φέρων ζείδωρον ἀπήνην,
589 νύσσαν ὁμιχλήεσσαν ἰδὼν Ζεφυρηΐδος αὔρης,
590 ζώνην Ἀντολίηι θρεπτήρια μητρὶ κομίζει,
591 ἡμιφανῆ πολύμορφον ἄγων μιξόχροα κύκλον.
592 Καὶ πρόμος Ἠελίοιο, προάγγελος αἴθοπος Ἠοῦς,
593 ἀστερόεις ἀνέτειλεν Ἑωσφόρος ἡδὺ φαείνων,
594 λαμπάδα λαμπομένην Ὑπερίονι χειρὶ κομίζων,
595 ἐγγὺς ἔχων βαθὺν Ὄρθρον· ἀνεχλαίνωσε δὲ γυῖα
596 ἀστέρα λευκὸν ὕπερθεν ἔχων λάμποντα καρήνωι.
597 [para]Ἔστι δέ τις σοφὸς ὄρνις ἀπειρεσίων ἀπὸ κύκλων
598 Φοῖνιξ χιλιέτηρος ἀεὶ περίμετρος ὁδεύων,
599 Ἠελίου ταχὺς ὄρνις ἐΰπτερος, ὧι πολὺς αἰὼν
600 ἥβης μέτρον ὄπασσε πολύχρονον· αὐτὰρ ὃ χαίρων
601 γηραλέην βαρύγουνον ἀνηιώρησεν ἀνάγκην.
602 καὶ κόρον ἐξ ἐτέων δολιχοδρόμον ἡνιοχεύσας
603 γαστέρα πιαλέην εὐώδεσι θήκατο ποίαις,
604 ἄνθεος εὐόδμου βοτανηφάγος· ἀντολικοῦ δὲ
605 κινυμένων πτερύγων ἀντώπιος ἄνθορε δίσκου,
606 καὶ φλογὸς ἁρπάζειν δεδοκημένος ἔμπυρον ὁρμὴν
607 ἐς μόρον αὐτὸς ἑκὼν αὐτάγρετον ἔδραμε Φοῖνιξ
608 τεφρώσας πυρὶ γυῖα, καὶ ἡδέϊ κέκλιτο πότμωι.
609 καὶ νοερὸς πάλιν ὄρνις ἐδέξατο νόστιμον ἥβην
610 αὐτοφαὴς νεότητι μαραινομένης ἀπὸ τέφρης.
611 Ἠελίου τόδε σῆμα περίδρομον, ὅττι μογήσας
612 ἦν χρόνος αὐτογένεθλος ἀποιχομένων λυκαβάντων,
613 καὶ πολιὴν μετάμειψε νέος παλινάγρετος αἰών,
614 αὐτογόνωι λοχίηι μορφούμενος· ἀλλοφανὴς δὲ
615 τίκτεται ἐκ Φαέθοντος, ὁμόχρονος αἰὲν ὁδεύων.
616 [para]Καὶ δύο θάμβος ἔχουσι φιλέμποροι οἷα γυναῖκες
617 πουλυφόρου Δήμητρος ἀπήμονος ἀνδράσι κοῦραι.
618 καὶ φρένα ποιμαίνουσιν· ὃ δὲ θρασύβουλος ἐκεῖνος
619 τολμηροῖς καλάμοισιν ἀταρβήτοισι χαράξας
620 Εὐφορίας ἐκάλεσσε βαλὼν σημήϊα μορφῆς.
621 ὧν σέβας ἀγλαόμορφον ἐμαντεύοντο χιτῶνες.
622 ἣ μὲν χεῖρας ἔχουσα παρίησι μάρτυρι πομπῆι,
623 λοξὰ παρακλίνασα κάρη μελανόχροα πέπλοις,
624 θαμβαλέηι κραδίηι νοερὸν φάος εἶδεν Ὀλύμπου·
625 ἡ δ’ ἑτέρη φαέεσσι διάκτορον ὄμμα τανύσσει
626 φάρεϊ φοινίξασα διαυγέα κύκλα προσώπου,
627 δεξιτερῆς ὅρπηκας ἐφαπλώσασα ταθέντας.
628 [para]Ἀλλὰ θοῆι μάστιγι φιλήμερος Ὄρθος ἀνέστη,
629 ἐννύχιον γλυκὺν ὕπνον ἀκοντίζων ἀπὸ λέκτρων.
630 [para]Καὶ πυρὸς ἀκρήτοιο τιθηνήτειρα θοροῦσα
631 Ἀντολίη φωστῆρος ἑκηβολίην ἀναφαίνει
632 λαμπάδα κουφίζουσα, καὶ εἵματα φαιδρὰ βαλοῦσα
633 λευκοχίτων ἤϊξεν ἐπὶ δρόμον Ἠριγενείης.
634 Νὺξ δὲ μελαγκρήδεμνος ἀφεγγέα κῶνον ὁμίχλης
635 εἷλκε καταπτώσσουσα, καὶ ἐς χθόνα νειόθι δύνει
636 ἐς ζόφον, ἀχλυόεντας ἀνειρύσσασα χιτῶνας·
637 καὶ φρενὶ δειδιόωσα, φυλασσομένη φάος ἠοῦς,
638 τυπτομένη σπινθῆρι διώκεται· ἄρτι δὲ λαιῆς
639 πῆχυν ἐφαπλώσασα καὶ ἐκ παλάμης πάλιν ἄλλης
640 δάκτυλον ὀρθώσασα χυτὴν ἀκτῖνα δοκεύει,
641 ὄφρα φαεινομένης ἀντίσκιος ἔσσεται αἴγλης.
642 [para]Καὶ δρόμον ἀστερόεντα δυωδεκάμοιρον ὁδεύων,
643 ἀτραπὸν ἀλλοπρόσαλλον ἄναξ πυρὸς ἡνιοχεύων
644 ἠερίην μετάμειψε φύσιν, λυκάβαντα κεράσσας,
645 καὶ τροπικὴν ἐκάλεσσεν ἀμειβομένης πάλιν ὥρης
646 λοξὸν ζωιδιακὸν μετανεύμενος οἶκον ἀπ’ οἴκου,
647 ἀλλοίην πισύρων τελέσας στροφάλιγγα κελεύθων.
648 [para]Καὶ νόον ἰθύσσων, μεμεθυσμένος ἔμφρονι τέχνηι,
649 ζωιοτύπος μόρφωσεν ἀμήτορας εἰς ἑνὶ χώρωι
650 τέσσαρας Ἠελίοιο ῥοδώπιδας ἐγγύθι κούρας.
651 αἳ δὲ παρεδριόωσι, καὶ ὄρχαμον ἄλλον ἰδοῦσαι
652 φαιδρὸν ὀπιπεύουσι νοήμονα γείτονα Κόσμου,
653 καὶ χαροπὴν σύμπασαν ἐπικλίνουσιν ὀπωπήν,
654 ἁρμονίης κόσμοιο θεήτορες. ἀτρεκέως γὰρ
655 οὐρανὸς ἔπλετο κόσμος ἀεικίνητος ὁδεύων,
656 πυκνὸν ἀναγκαίης νωμήτορα κύκλον ἑλίσσων·
657 καὶ ζυγὸν ἁρμονίης ἀμετάτροπον ἀμφιπολεύων,
658 ἐνδοπαγῆ ξύμπαντα λαχὼν ἔντοσθεν ἀείρει,
659 κυκλώσας ἑλίκεσσιν ὅλην φύσιν. Ἔξοχα δ’ ἄλλων
660 ἀμφιθαλῆ χαρίεσσαν ἰσήμερον ὄμμασιν ἔγνων
661 Εἰαρινὴν δροσόεσσαν, ὀφειλομένην Ἀφροδίτηι,
662 ἣ Χαρίτων γλυκύμορφον ἐρωτοτόκων ἀπὸ κήπων
663 δρεψαμένη λειμῶνα χελιδονίου ῥοδεῶνος
664 κάλλος ἑὸν φαίδρυνε ῥόδων εὐώδεϊ χαίτηι·
665 καὶ πλοκάμους ἔστεψε καὶ αὐχένα λευκὸν ἐόντα
666 ὅρμος ἕλιξ φοίνιξε πεπαρμένος αἴθοπι κόσμωι.
667 καὶ φρενὶ κωμάζουσα φιλεύδιος Εἴαρος Ὥρη,
668 κόλπον ἀνευρύνουσα φιλοζεφύροισι πετήλοις
669 ἡδὺν κῶμον ἄειδε χαριζομένη Κυθερείηι·
670 καὶ χροῒ κάλλος ἔμιξεν· ἀπ’ ἀργυρέου δὲ μετάλλου
671 δίσκον χειρὶ φέρει καλύκων πλήσασα Κυθήρης.
672 [para]Καὶ βλοσυρὸν ζυγίης Φθινοπωρίδος ἔδρακον ὄμμα,
673 ἥτε διχαζομένην ἰσοελκέα μοῖραν ἑλοῦσα,
674 νύκτα ταλαντεύουσα καὶ ἀργυφέης δρόμον Ἠοῦς,
675 εἰς ζυγὸν ἐρχομένη νυχίην μήκυνεν ὁμίχλην.
676 καὶ φάος ἀμβλύνασα φιλέσπερος ἔπλετο μούνη,
677 νυκτὸς ὀνειροτόκου σφαλερῶι χαίρουσα λεπάδνωι,
678 καὶ φθονερῆι μάστιγι πολύσκιος ἡγέτις ὄρφνης
679 ἠέλιον μείωσε καὶ ὤλεσε δενδράδα χαίτην
680 κόσμον ἀποῤῥίπτουσα χαμαιφθιμένοιο πετήλου
681 καὶ ψεδνὴν ἐτέλεσσε λιπότριχα φυλλάδα λόχμην
682 φυλλοχόωι πρηστῆρι· καὶ ἀνδρομένην ἐπὶ φύτλην
683 νουσαλέης κακότητος ἐπερρίπιζεν ἀήτας
684 ἆσθμα βαρὺ πνείουσα· τιταινομένοιο δὲ πέπλου
685 βαιὸν ἀποιχομένης ἔτι λείψανον· εἶχεν ὀπώρης.
686 [para]Ἄλλη ἀνευάζουσα Θαλυσιὰς ἐγγὺς ἐτύχθη
687 λαβροτέρωι Φαέθοντι θερειομένοιο προσώπου,
688 λεπταλέους τρομέοντας ἐπισφίγγουσα χιτῶνας,
689 καρποφόρος Δήμητρος ἁλωϊάς· αἰθαλέη δὲ
690 ἰκμαλέους ἱδρῶτας ἀποστάζουσα μετώπου
691 δέχνυτο θερμὸν ἄημα· κάρη δ’ ἐκαλύπτετο πίλωι·
692 καὶ στάχυας φορέει δρεπανηφόρος, ἐλπὶς ἀνάγκης,
693 ζωιογόνος βιότοιο, καὶ ἀμφίζωστον ἀείρει
694 ποικίλον ἑρπυστῆρα μόρου χερσαῖον ὁδίτην.
695 [para]Ἄλλη δ’ ὑδατόεσσα κατάσκιος ἔπλετο πάχνης,
696 ψυχρὸν φυσιόωσα χαλαζήεντι χιτῶνι·
697 καὶ χλοεροῖς πέπλοισι δέμας φρίσσουσα καλύπτει
698 Χειμερίη ζοφόεσσα, καὶ ἐκ προχόου νιφετοῖο
699 κρυμαλέον πέμπουσα πολυσταγὲς ἔβλυσεν ὕδωρ.
700 καὶ δέμας ἀγκλίνασα ῥοητόκον ἴκμιος Ὥρη,
701 ὄμματα παχνήεντα μεταστρέψασα προσώπου,
702 παντοφυὲς θηεῖτο σέβας Κόσμοιο φανέντος.
703 [para]Καὶ πυρὶ θερμοτέρωι κεκορυθμένος ἄσπετος Αἰθὴρ
704 θερμὸς ἐὼν ὑψοῦτο, καὶ ἀννεφέλων ὑπὲρ ὤμων
705 ὑψιπόρων πτερύγων ἀνεκούφισε ταρσὰ συνάπτων,
706 καὶ νοερὰς κροτάφων πυρόεις ἔστεψεν ἐθείρας·
707 ἄλλο δὲ χερσὶν ἄειρε πάλιν στέφος ὑψόθι Κόσμου,
708 ὄφρα βίου σταθεροῖο φύσιν καὶ ἄνακτα γεραίρων
709 στέμματι φαιδρότερον πλοκάμους στέψειε καρήνου,
710 Κόσμον ἐπολβίζων κοσμούμενον ἔμφρονι κόσμωι.
711 [para]Αὐτὰρ ὃ πουλυφανὴς τετελεσμένος ἔπλετο Κόσμος
712 φαιδρὸς ἀμετρήτων μελέων ὕψωμα κομίζων,
713 συνδήσας περίφοιτον ἀλωομένην ἀπὸ κόσμου
714 ἄρσενι θηλυτέρην γόνιμον φύσιν. ἁρμονίης δὲ
715 μέτρον ἔχων ῥιζοῦτο καὶ ὤπασε μέτρον ἑκάστωι
716 ἀενάων ἐτέων ἕλικα δρόμον ἡνιοχεύων,
717 τηλεπόρωι σοφίηι κοσμήτορι πάντα φυλάσσων·
718 καὶ μεθέπων σύμπαντα σοφῆι πλάστιγγι πορείης
719 δεξιτερῶι ποδὶ πῆξε καὶ ὀκλάζουσαν ἐλέγξας
720 ἔσβεσε νικήσας ἄλογον Φύσιν· αὐτὰρ ὃ κάμνων
721 ἀμφιπαγὴς βρυχᾶτο λέων ὑπὸ ταρσὸν ἀνάγκηι,
722 ἄκρον ἔχων ἀλόγων τετρασκελές. ὡς δ’ ἐπὶ νίκηι
723 ἀκροκόμου φοίνικος ἀποσπάδος ὄζον ἀείρει,
724 καὶ παλάμην ἑτέρην ὑψούμενος Αἰθέρι Κόσμος
725 δεξιτερὴν ἤειρε· διαστήσας δὲ ταθείσης
726 τέσσαρα δάκτυλα μοῦνα μετάρσια πᾶσι φαείνει,
727 ἀντιπόρου κρατεροῖο μετακλίνων σθένος αὐλοῦ,
728 ὅττι μεριζομένων τετράζυγα φίλτρα κεράσσας
729 στοιχείων πισύρων, ἐς ὁμόζυγα θεσμὸν ἐλίσσων,
730 σὺν πυρὶ γαῖαν ἔμιξε καὶ ἠέρι σύντροφον ὕδωρ
731 καὶ φύσιν ἐρρίζωσε καὶ ἀνδρομέην τέκε φύτλην
732 ἄσπορος εἷς τελέθων τις, ὃν οὐ νόος εὗρε νοῆσαι.