ΕΚ ΤΟΥ ΑΝΘΟΛΟΓΝΩΜΙΚΟΥ ΩΡΙΩΝΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙΣΑΡΕΙΑΣ.
Περὶ λόγου καὶ φρονήσεως.
Ἐξ Ἀντιγόνης Εὐριπίδου· Οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος, καὶ βωμὸς αὐτῆς ἔστʼ ἐν ἀνθρώπου φύσει.
Ἐκ τοῦ Ὀρέστου Εὐριπίδου· Μὴ νῦν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς λόγους ἀκούσας πρόσθεν βουλεύου τάδε.
Ἐξ ἀἈλεξάνδρου Μισῶ σοφὸν ἐν λόγοισιν, ἐς δʼ ὄνησιν οὐ σοφόν.
Ἐξ Ἑκάβης· Γίνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶντῶν σῶν· σοφόν τι κἂν κακοῖς ἃ δεῖ φρονεῖν.
Ἐκ τῆς Ἠνοῦς· Ἐπίσταμαι δὲ πάνθʼ ὅσαις γενῆ χρεών,σιγᾶν θʼ ὅπου χρὴ καὶ λέγειν ἵνʼ ἀσφαλὲς,ὁρᾶν θʼ ἃ δεῖ με, κοὐχ ὁρᾶν ἃ μὴ πρέπει.
Ἐκ Παλαμήδους· Ὅστις λέγει μὲν εὖ τὰ δʼ ἔρ... οἷς λέγειαἴσχρʼ ἐστὶν αὐτοῦ, τὸ σοφὸν οὐκ αἰνῶ τόδε.
Ἐκ τοῦ Ῥήσου· Σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν.
Ἐκ Φοινισσῶν· Χρὴ δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλογὰς μῆτερ ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος. ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
Ἐπινίκιον Πινδάρου· Πράσσει γὰρ ἔργον μὲν σθένος, βουλαῖσι δὲ φρὴν ἐσόμενον προιδεῖν, συγγενὲς οἷς ἕπεται.
Ἐκ τῶν Σκυρίων· Σοφοὶ δὲ συγκρύπτουσι οἰκείας βλάβας.
Ἐξ Ἀῤῥιφόρου Μενάνδρου· Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
Ἐκ Πωλουμένων· Οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν.
Ἐκ Διὸς καλουμένου Πλάτωνος Κωμικοῦ· Γλώττης ἀγαθῆς οὐκ ἔστʼ ἄμεινον οὐδὲ ἕν.
Ἐκ τοῦ αὐτοῦ δράματος· Ἡ γλῶττα δύναμιν τοὺς λόγους ἐκτήσατο· ἐκ τῶν λόγων δʼ ἅττʼ αὐτὸς ἐπιθυμεῖς ἔχεις.
Ἐκ Ῥαπιζομένου Μενάνδρου· Ἄρʼ ἔστιν ἀγαθῶν πᾶσι πλείστων ἀξία ἡ σύνεσις, ἐν ᾗ πρὸς τὰ βελτίω σοφή;
Ὀρέστης Εὐριπίδου· Σύ τοι διάφερε τῶν κακῶν· ἔξεστι γάρ· καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.
Ἐκ τῶν Στρατιωτῶν Μενάνδρου· Ὁρῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος· τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῶ βοᾶν, ἐν τῶ πρὸς αὑτὸν δʼ ἀναλογισμῶ φαίνεται.
Ἐκ τῶν Κωνεαζομένων· Τὸ γνῶθι σαυτόν ἐστιν ἂν τὰ πράγματʼ ἴδης τὰ σαυτοῦ καὶ τί σοι ποιητέον.
Ἐκ τοῦ Γεωργοῦ· Εἰμὶ μὲν ἄγροικος, κἀυτὸς οὐκ ἄλλος ἐρῶ, καὶ τῶν κατʼ ἄστυ πραγμάτων οὐ παντελῶς ἔμπειρος· ὁ δὲ χρόνος τί μʼ εἰδέναι ποιεῖ πλέον.
Ἐκ τῶν Βατράχων Ἀριστοφάνους· Ταῦτα μέντοι πρὸς ἀνδρός ἐστι νοῦν ἔχοντος καὶ φρένας καὶ πολλὰ περιπεπλευκότος μετακυλίνδειν αὐτὸν ἀεὶ πρὸς τὸ εὖ πράττειν τὰ τυχόντα.
Ἐκ τῶν Ὀρνίθων τοῦ αὐτοῦ Ἀριστοφάνους· Ὑπὸ γὰρ λόγων ὁ νοῦς γε μετεωρίζεται ἐπαίρεταί τʼ ἄνθρωπος· οὕτω καί σʼ ἐγὼ ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις τρέψαι πρὸς ἔργον νόμιμον.
Ἐκ τῶν Φωκυλλίδου· Νυκτὸς βουλεύειν· νυκτὸς δέ τοι ὀξυτέρη φρὴν ἀνδράσιν· ἡσυχίη δʼ ἀρετὴ διζημένω ἐσθλή.
Ἐκ τῆς Ψ Ἰλιάδος· Μή τι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφιν, μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντω νῆα θοὴν ἰθύνει σπερχομένην ἀνέμοισιν, μήτι δʼ ἡνίοχος περιγίνεται ἡνιόχοιο.
Ἡσιόδου· Οὗτος μὲν πανάριστος ὃς αὑτῶ πάντα νοήσει φρασάμενος τά γʼ ἔπειτα καὶ εἰς τέλος ἐστὶν ἀμείνω· ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὅς κʼ εὖ εἰπόντι πίθηται· ὃς δέ κε μητʼ αὑτῶν νοέη μήτʼ ἄλλου ἀκούων ἐν θυμῶ βάλληται, ὁ δʼ αὐτὸς ἀχρήϊος ἀνήρ.
Τοῦ αὐτοῦ· Νήπιος ὃς τὰ ἕτοιμα λείπων ἀνέτοιμα διώκει.
Ἐκ τῆς αἶ παρ..... τοῦ Σωκράτους· Ἃ ποιεῖν αἰσχρὸν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλόν.
Ἐκ τῆς αὐτῆς· Μηδέποτε μηδὲν αἰσχρὸν ποιήσας ἔλπιζε λήσειν.
Περὶ φύσεως.
Ἐξ Ἀντιόπης Εὐριπίδου· Ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.
Ἐκ τοῦ Ὀρέστου· Ὦ φύσις ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν.
Ἐπιχαρμοῦ Κωμικοῦ· Φύσις ἀνθρώπων ἀσκοὶ πεφυσωμένοι· ἀνδρῶν δέ γε σωφρονούντων ἴδιον μὴ προλήψει δουλεύειν.
Ἰσοκράτους· Κατανάλισκε τὴν ἐν τῶ βίω σχολὴν εἰς τὴν τῶν λόγων φιληκοΐαν.
Περὶ εὐσεβείας.
Ἐκ τοῦ Ἀρχελάου Εὐριπίδου· Εἰ τῶν δικαίων γὰρ νόμοι τʼ αὐξήματα μεγάλα φέρουσι, πάντα δʼ ἀνθρώποις τάδʼ ἐστι χρήματα ἤν τις εὐσεβῇ θεόν.
Ἐκ τοῦ αὐτοῦ δράματος· Μακάριος ὅστις νοῦν ἔχων τιμᾶ θεὸν καὶ κέρδος αὐτῶ τοῦτο ποιεῖται μέγα.
Ἐξ Ἱππολύτου Στεφανηφόρου. Σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω· ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ οὔτʼ ἦλθέ που σίδηρος· ἀλλʼ ἀκήρατον μέλισσα λειμῶνʼ ἐαρινὸν διέρχεται· αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις ὅσοις διδακτὸν μηδέν· ἀλλὰ τῆ φύσει τὸ σωφρονεῖν εἴληχεν· εἰς τὰ πάντʼ ὄμως τούτοις δρέπεσθαι· τοῖς κακοῖσι δʼ οὐ θέμις. ἀλλʼ, ὦ φίλη δέσποινα, χρυσέας κόμης ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο· μόνω γὰρ ἐστὶ τοῦτʼ ἐμοὶ γέρας βρότων. σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι κλύων μὲν αὐδὴν, ὄμμα δʼ οὐχ ὁρῶν τὸ σόν· τέλος δὲ κάμψαιμʼ ὥσπερ ἠρξάμην βίου.
Ἡσιόδου ἐκ τῶν Ἔργων· Ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
Ἐκ τῶν Θεόγνιδος ἐλεγείων· Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι· τοῦτο γὰρ ἄνδρα εἴργει μήτε παθεῖν μήτε λέγειν ἀσεβῆ.
Ἰσοκράτους Παραινέσει Τοὺς μὲν θεοὺς φοβοῦ· τοὺς δὲ γονεῖς τίμα· τοὺς δὲ φίλους αἰσχύνου· τοῖς δὲ νόμοις πείθου· τὰς ἡδονὰς θήρευε τὰς μετὰ δόξης· τέρψις γὰρ σὺν τῶ καλῶ μὲν ἄριστον, ἄνευ δὲ τούτου κάκιστον.
Δημοσθένους Φιλιππικῶν· Τὸ δʼ εὐσεβὲς καὶ τὸ δίκαιον ἄν τʼ ἐπὶ μικροῦ, ἄν τʼ ἐπὶ μείζονος παραβαίη, τὴν αὐτὴν ἔχει δύναμιν.
Περὶ προνοίας.
Ἐκ τοῦ Ἡνιόχου Μενάνδρου· Ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸν προκόλπιον φέρει ἀργύριον, ἀλλʼ ἔδωκεν εὔνους γενόμενος, πόρνης βουλὴν ἔδειξεν εὐπορίας τινός· ἣν ἂν παρῆς μηκέτι τὸν θεὸν αἰτῶ, ἤδη δὲ τῆ σαυτοῦ ζυγομάχει μαλθακία.
Ἐκ τοῦ Ἱππόνου Σοφοκλέους· Σωτηρίας γὰρ φάρμακα οὐχὶ πανταχοῦ βλέψαι πάρεστι· ἐν δὲ τῆ προμηθεία, καὶ τῶ λέγοντι καὶ κλύοντι σύμμαχος.
Εὐριπίδου Ὀρέστης· Ἔα τὸ μέλλον ὡς κακὸν τό μʼ εἰδέναι.
Ἐκ τοῦ κατὰ τῶν Σοφιστῶν Ἰσοκράτους· Οἶμαι γὰρ εἶναι πᾶσιν φανερὸν ὅτι τὰ μέλλοντα γινώσκειν οὐ τῆς ἡμετέρας φύσεως ἐστί· ἀλλὰ τοσοῦτον ἀπέχομεν ταύτης τῆς φρονήσεως, ὥσθʼ Ὅμηρος ὁ μεγίστην ἐπὶ σοφία δόξαν εἰληφὼς καὶ τοὺς θεοὺς πεποίηκεν ἔστιν ὅτε βουλευομένους ὑπὲρ ἑαυτῶν, οὐ τὴν ἐκείνων γνώμην εἰδώς, ἀλλʼ ἡμῖν ἐνδείξασθαι βουλόμενος ὅτι τοῖς ἀνθρώποις ... τοῦτο τῶν ἀδυνάτων ἐστί.
Περὶ θεοῦ.
Ἐκ τοῦ Ἀρχελάου Εὐριπίδου· Δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν ποτέ καὶ τὴν Δίκην ποῦ μακρὰν ἀποκεῖσθαι βροτῶν; ἥδʼ ἔστιν ἐγγὺς· οὐχ ὁρωμένη δʼ ὁρᾶ.
Ἐκ τῶν Ἱκετίδων· Ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σὺ γὰρ ἐξηρτήμε... δρῶμεν δὲ τοιαῦθʼ ἃ σὺ τυγχάνης θέλων.
Ἐκ Μελανίππης Δεσμώτιδος Εὐριπίδου· Σὺν τῶ θεῶ χρὴ τοὺς σοφοὺς ἀνατρέφειν βουλεύματʼ ἀεὶ πρὸς τὸ χρησιμότερον.
Ἐκ τοῦ Φιλοκτήτου· Φεῦ μήποτʼ εἴην ἄλλο πλὴν θεοῖς φίλος, ὡς πάντʼ ἔχωσι κἂν βραδύνωσι χρόνω.
Ἐκ τοῦ Οἰνομάου· Ἐγὼ μὲν εὖτʼ ἂν τοὺς κακῶς ὁρῶ βροτῶν πίπτοντας, εἶναι φημὶ δαιμόνων γένος.
Ἐκ τοῦ Θυέστου· Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
Ἐκ τοῦ αὐτοῦ· Οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώπων, θεῶν. σπουδάζομεν δὲ πόλλʼ ὑπʼ ἐλπίδων μάτην πόνους ἔχοντες οὐδὲν εἰδότες σαφές.
Ἐκ τῶν Ὡρῶν· Πανευμαρὲς θεοῖσι κοὐδαμῆ μακράν.
Ἐκ τοῦ Ἡρακλείσκου σατουρίκης· Κρεῖσσον θεοῖς γὰρ ἢ βροτοῖς χάριν φέρειν.
Ἐκ τοῦ αʹ Θυέστου· Σοφὸς γὰρ οὐδεὶς πλὴν ὃν ἂν τιμᾶ θεός. ἀλλʼ εἰς θεοὺς ὁρῶντα κἂν ἔξω δίκης χωρεῖν κελεύη, κεῖσʼ ὁδοιπορεῖν χρεών· αἰσχρὸν γὰρ οὐδὲν ὧν ὑφηγοῦνται θεοί.
Ἐκ τῆς Ὁμολογούσης τῶν Βίωνος βουκολικῶν· Πάντα θεοῦ γὰρ θέλοντος ἀνύσιμα πάντα βροτοῖσι· ἐκ μακάρων γὰρ ῥάστα καὶ οὐκ ἀτέλεστα γένοιτο.
Ἐκ τῶν Θεόγνιδος Ἐλεγείων· Ἄνθρωποι δὲ μάταια νομίζομεν εἰδότες οὐδέν· οἱ δὲ κατὰ σφετέρον πάντα τελοῦσι νόον.
Ἐκ τῆς Υ Ἰλιάδος· Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει μινύθει τε ὅπως κʼ ἐθέλησιν· ὁ γὰρ κράτιστος ἁπάντων.
Ἐκ τῶν Ἀράτου Φαινομένων· Αὐτὸς γὰρ τάδε σήματʼ ἐν οὐρανῶ ἐστήριξεν ἄστρα διακρίνας· ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν ἀστέρας, οἳ καὶ μάλιστα τετ … γμένα σημαίνοιεν ἀνδράσιν ὡραῖον ὄφρʼ ἔμπεδα πάντα φύονται.
Ἐκ τῆς Η Ἰλιάδος· Ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γόνασι κεῖται.
Ἐκ τῆς Ρ Ἰλιάδος· Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν παντοῖοι τελεθόντες ἐπιστρωφῶσι πόλιας ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
Ἐκ τῶν Πυθαγορικῶν· Ζεῦ Κρονίδη, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένοις ἀπερύκοις.
Περὶ δίκης καὶ δικαιοσύνης.
Ἐκ τοῦ Αἰγέως Εὐριπίδου· Κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου χθονὸς ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι.
Ἐκ τῆς Ἑκάβης· Ἐσθλοῦ γὰρ ἀνδρὸς τῆ δίκη θʼ ὑπηρετεῖν καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
Ἐκ τοῦ αὐτοῦ δράματος· Οὐκ ἂν δυναίμην· ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
Ἐκ τῶν Ἐπιτρεπόντων Μενάνδρου· Μὴ καταφρονήσης θεῶν· ἐν παντὶ δεῖ καιρῶ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ, καὶ τὸν παρατυγχάνοντα τούτου μέρους ἔχειν πρόνοιαν κοινόν ἐστι τῶ βίω.
Ἐκ τῶν Δήμων Εὐπόλιδος· Τὸ γὰρ δίκαιον πανταχοῦ φυλακτέον.
Ἐκ τοῦ Ἡρακλείσκου Σοφοκλέους· Τὸν δρῶντα γάρ τι καὶ παθεῖν ὀφείλεται.
Ἐκ τῆς Φαίδρας· Οὐ γὰρ δίκαιον ἄνδρα γενναῖον φρένας τέρπειν ὅπου γε δίκαια τέρπεται.
Ἐκ τῆς Ἠλέκτρας· Ἀλλʼ ἔστιν ἔνθα χʼ ἡ δίκη βλάβην φέρει.
Αἴαντος Μαστιγοφόρου· Ξὺν τῶ δικαίω γὰρ μέγʼ ἔξεστι φρονεῖν.
Ἡσιόδου· Τὸν δέ γʼ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθῦσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετʼ αὐτοῖς. ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλῶν ἀρίστη γίνεται· εἰ γάρ τις καὶ θέλει τὰ δίκαια ἀγορεύειν γινώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς.
Τοῦ αὐτοῦ· Ὃς δέ κε μαρτυρέησιν ἑκὼν ἐπὶ ὅρκον ὀμόσας ψεύσεται, ἐν δὲ δίκην βλάψας, νήκεστον ἀασθῇ· τοῦ δʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται.
Ἐκ τῆς Ξ Ὀδυσσείας· Οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, ἀλλὰ δίκην τίουσι καὶ αἴσιμʼ ἔργʼ ἀνθρώπων.
Ἡσιόδου· Πολλάκις καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.
Ἐκ τοῦ Εὐθύφρονος Πλάτωνος· Τοῦτο τοίνυν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, τὸ μέρος τοῦ δικαίου εἶναι εὐσεβές τε καὶ ὅσιον τὸ περὶ τὴν τῶν θεῶν θεραπείαν· τὸ δὲ περὶ τὴν τῶν ἀνθρώπων τὸ λοιπὸν εἶναι τοῦ δικαίου μέρος.
Ἐκ τοῦ Κρείτωνος· Ἀλλʼ, ὦ Σώκρατες, πειθόμενος τοῖς σοῖς τροφεῦσιν μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν, μήτʼ ἄλλο μηδὲν πρὸ τοῦ δικαίου.
Ἰσοκράτους· Καὶ μηδεὶς οἰέσθω με λέγειν, ὡς ἔστι δικαιοσύνη διδακτόν· ὅλως μὲν γὰρ οὐδεμίαν ἡγοῦμαι τοιαύτην τέχνην εἶναι, ἥτις τοῖς κακῶς πεφυκόσι πρὸς τὴν ἀρετὴν σωφροσύνην ἂν ἐμποιήσειεν· οὐ μὴν ἀλλὰ συμπαρασκευάσαι τε καὶ συνασκῆσαι μάλιστʼ ἂν οἶμαι τὴν τῶν πολιτικῶν ἐπιμέλειαν.
Ἐκ τοῦ περὶ Στεφάνου Δημοσθένους· Θεάσασθε τοίνυν, ὡς σαθρὸν, ὡς ἔοικεν, ἔστι φύσει πᾶν ὅ τι ἂν μὴ δικαίως ᾖ πεπραγμένον.
Περὶ ἀρετῆς.
Ἐκ Μελεάγρου Εὐριπίδου· Τὸ τ … κράτιστον. κἂν γυνὴ κράτι … ἦ, τοῦτʼ ἔστʼ ἀρετὴ· τὸ δὲ ὄνομα οὐ διαφέρει.
Ἐκ τοῦ Ἐρεχθέως· Ἐν τῶν πόνων γὰρ τἀγαθʼ αὔξεται βροτοῖς. ὁ δʼ ἡδὺς ἀγὼν ἢ κακίστʼ ἀτολμία οὔτε οἶκον, οὔτε γαῖαν ὀρθώσειεν ἄν.
Ἐκ τοῦ Ἀρχελάου· Ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες πολλῶν κακῶν.
Θυέστου· Γνώμης γὰρ οὐδὲν ἀρετὴ μονουμένη.
Ἐκ τῆς Ὑψιπύλης· Πρὸς τὰς χρήσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν, πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν, τοῖς μὴ δικαίοις δʼ οὐδὲν συμβάλλειν χρεών.
Ἐκ τοῦ Ἡνιόχου Μενάνδρου· Ἐλεεῖν δʼ ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος· ὁ χρηστὸς, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ· μία ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί.
Εὐριπίδου· Ἡ δʼ ἀρετὴ καὶ θανοῦσι λάμπει.
Ἐκ τοῦ γεωργίου·ἐκ τῶν ἀποτρεπόντων. Οὐδὲν δὲ πέπονθας δεινὸν ἂν μὴ προσποιῇ.
Τοῦ αὐτοῦ· Οὗτος κράτιστος ἔστιν ἀνὴρ, ὦ Γοργία, ὅστις ἀδικεῖσθαι πλεῖστα ἐπίστατʼ ἐγκρατῶς· τὸ δʼ ὀξύθυμον τοῦτο καὶ λίαν πικρὸν δεῖγμα ἐστὶν εὐθὺς πᾶσι μικροψυχίας.
Σοφοκλέους Ἴωνος· Πρὸς ἀνδρὸς ἐσθλοῦ πάντα γενναίως φέρειν.
Ἐκ τῆς Ἠλέκτρας· Οὐδεὶς τῶν ἀγαθῶν ζῶν κακῶς εὔκλειαν αἰσχύναι θέλοι.
Ἡσιόδου· Τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὰν δʼ εἰς ἄκρον ἵκηται, ῥηϊδίη ἔπειτα πέλει χαλεπή περ ἐοῦσα.
Ἰσοκράτους· Ἡ δὲ τῆς ἀρετῆς κτίσις οἷς ἂν ἀκίβδηλος ταῖς διανοίαις συναυξηθῆ, μόνιμον συγγηράσκει· πλούτου δὲ κρείττων, χρησιμωτέρα δʼ εὐγενείας ἐστί· τὰ μὲν τοῖς ἄλλοις ἀδύνατα δυνατὰ καθιστάσα, τὰ δὲ τῶ πλήθει φοβερὰ θαρσαλέως ὑπομένουσα, καὶ τὸν μὲν ὄκνον ψόγον, τὸν δὲ πόνον ἔπαινον ἡγουμένη.
Τοῦ αὐτοῦ· Χρὴ δὲ δοκιμάζειν τὰς ἀρετὰς οὐκ ἐν ταῖς ἰδέαις ταῖς αὐταῖς ἁπάσαις, ἀλλὰ τὴν μὲν δικαιοσύνην ἐν ταῖς ἀπορίαις· τὴν δὲ σωφροσύνην ἐν ταῖς δυναστείαις· τὴν δὲ καρτερίαν ἐν ταῖς τῶν νέων ἡλικίαις.
Ἐκ τοῦ Μένωνος Πλάτωνος· Οὐκ ἐκ χρημάτων ἀρετὴ γίνεται, ἀλλʼ ἐξ ἀρετῆς χρήματα καὶ ἄλλα ἀγαθὰ τοῖς ἀνθρώποις.
Περὶ τοῦ ἀνθρωπίνου βίου.
Εὐριπίδου· Ἀεὶ τί καινὸν ἡμέρα παιδεύεται.
Ἐκ τοῦ Ἀρχελάου Εὐριπίδου· Πάλαι σκοπῶμεν τὰς τύχας τῶν βροτῶν ὡς εὖ μεταλλάσσουσιν· οὐ γὰρ ἀσφαλῶς εἰς ὀρθὸν ἔστη· πίπτει δʼ ὁ πρὶν εὐτυχῶν.
Ἐκ τῆς Ἀνδρομάχης· Χρὴ δʼ οὔποτʼ εἰπεῖν οὐδένʼ ὄλβιον βροτῶν πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδης ὅπως περάσας ἡμέραν ἥξει κάτω.
Ἐκ τῆς Ἀλκηστίδος· Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται· κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται· τὸ τῆς ψυχῆς γὰρ ἀφανὲς ποῖ προβήσεται, οὐκ ἔστι διδακτὸν οὐδʼ ἁλίσκεται τέχνη· τοῦτʼ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα εὔφραινε σαυτὸν, πίνε, τὸν καθʼ ἡμέραν βίον λογίζου σὸν, τὰ δʼ ἄλλα τῆς τύχης.
Ἐκ τοῦ Πλοκίου· Οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.
Ἐκ τοῦ Ὀρέστου· Οὐκ ἔστιν οὐδὲν δεινὸν, ὧδʼ εἰπεῖν ἔπος, οὐδὲ πάθος, οὐδὲ συμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄρετʼ ἄχθος ἀνθρώπου φύσις.
Ἐκ τῆς Ἠλέκτρας· Οὐκ ἔστιν ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν· ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν· ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς τὸ μηδὲν ὄντα, χρηστὰ δʼ ἐκ κακῶν τέκνα.
Ἐξ Ἰφιγενείας τῆς ἐν Αὐλίδι· Θνατῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶς οὐδʼ εὐδαίμων· οὔπω γὰρ ἔφυ τὶς ἄλυπος.
Ἐκ τῶν Κυβερνήτων· Οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι ἅπαντες οἱ φυσῶντες ἐφʼ ἑαυτοῖς μέγα· οὗτοι γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν· οὗτος μακάριος ἐν ἀγοραῖς νομίζεται, ἐπὰν δʼ ἀνοίξη τὰς θύρας, τρισάθλιος.
Εὐπολίδος· Ὡς πολλά γʼ ἐν μακρῶ χρόνω γίνεται μεταλλαγέται πραγμάτων· μένει δὲ χρῆμʼ οὐδὲν ἐν ταὐτῶ ῥυθμῶ.
Φανιέως· Ἄνθρωπος ὢν ἤμαρτον· οὐ θαυμαστέον· μήποτʼ ἐπαννέσης πρὶν ἄνδρα ἴδης σώφρονα.
Δημοσθένους· Τῶν γὰρ ἀνθρώπων οἱ πλεῖστοι κτῶνται μὲν τἀγαθὰ τῶ καλῶς βουλεύεσθαι καὶ μηδενὸς καταφρονεῖν· φυλάττειν δὲ οὐκ ἐθέλουσι τοῖς αὐτοῖς τούτοις.
Πλάτωνος· Καὶ γὰρ αἱ δόξαι αἱ ἀληθεῖς ὅσον μὲν χρόνον παραμένουσιν, καλὸν τὸ χρῆμα καὶ πάντα ἀγαθὰ ἐργάζονται· πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παραμένειν, ἀλλὰ δραπετεύέίν τῆς ψυχῆς τοῦ ἀνθρώπου· ὥστε οὐ πολλοῦ ἄξιαι εἰσὶν ἕως ἄν τις αὐτας
ὡς εἰς τὸ πλεῖστον ἥκομεν φρονήματος
ἐν κακοῖσιν οὐ ῥάδιον βροτοῖσιν εὐφημεῖν στόμα.
Τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
Ἐκ τοῦ σκότους τε τῶν τε νυκτέρων βροτοῖς φίλτρων μεγίστη γίνεται θνητοῖς χάρις.
Εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν.
Ἐσθλοῦ γὰρ ἀνδρὸς τῆ δίκη θʼ ὑπηρετεῖν καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
Δεινόν γε θνητοῖς ὡς ἅπαντα συμπιτνεῖ καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν·
Οὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος· ἢ χρημάτων γὰρ δοῦλος ἐστὶν ἢ τύχης.
Οὐκ ἔστιν οὐδὲν πιστὸν οὔτʼ εὐδοξία οὔτʼ αὖ καλῶς πράσσοντος μὴ πράξειν καλῶς.
Ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον.
Ῥᾶον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Εὐριπίδου.
Φεῦ μήποτʼ εἴην ἄλλο πλὴν θεοῖς φίλος· ὡς παντʼ ἔχωσι κἂν βραδύνωσι χρόνω.
Εὖ ἴσθʼ ὅτʼ ἄν τις εὐσεβῶν θύει θεοῖς, κἂν μικρὰ θύη, τυγχάνει σωτηρίας.
Ἦ πολλὰ καὶ δύσγνωστα βουλεύει θεός.
Τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν κάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατον θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
Οὐκ ἔστι τὰ θεῶν ἄδικα· ἐν ἀνθρώποισι δὲ κακοῖς νοσοῦντα σύγχυσιν ἔχειν πολλήν.
Θεοῖς ἀρέσκου· πᾶν γὰρ ἐκ θεῶν τέλος.
Ὅστις δὲ τοὺς τεκόντας ἐν βίω σέβει ὅδʼ ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος· ὅστις δὲ τοὺς φυσάντας μὴ τιμᾶν θέλη, μή μοι γένοιτο μήτε συνθύτης τοῖς θεοῖς, μήτʼ ἐν θαλάσση κοινόπλουν στέλλοι σκάφος.
Οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις· ἐρᾶτε μητρὸς παῖδες, ὡς οὐκ ἔστʼ ἔρως τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν.
Οὐκ ἔστι παισὶ τοῦδε καλλίων γέρας ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι.
Καὶ τοῖς τεκοῦσιν ἀξίαν τιμὴν νέμειν.
Ἐγὼ δʼ ὅθεν μέγιστον ἄρξομαι λέγειν ἐκ τοῦδε πατρὶ πείθεσθαι χρεὼν παῖδας. νομίζειν δʼ αὐτὸ τὴν δίκην.
Ὡς ἡδὺ πατέρα παισὶν ἤπιον κύρειν καὶ παῖδας εἶναι πατρὶ μὴ στυγουμένους.
Ἂν οἱ τεκόντες τοῦτο γινώσκωσιν ὅτι νέοι ποτʼ ἦσαν, ἠπίως τὴν τῶν τέκνων οἴσουσι Κύπριν, ὄυντες οὐ σκαιοὶ φύσιν.
Ὅστις πατὴρ πρὸς παῖδας ἐκβαίνει πικρῶς, τὸ γῆρας οὗτος τερματίζεται βαρύ.
Μή μοι τὸ πρῶτον βῆμα ἐὰν δράμη καλῶς νικῶν δοκείτω τὴν δίκην, πρὶν ἂν τέλος γραμμῆσι κεῖται καὶ πέρας κάμψει βίου.
Τὴν δίκην λέγουσι παῖδα εἶναι χρόνου ἐγγύς τε ναίειν τῆς βροτῶν ἁμαρτίας.
Γνώμαις γὰρ ἀνδρῶν εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δʼ οἶκος, εἴς τʼ αὖ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ εὖ βούλευμα τὰς σοφὰς χείρας νικᾶ· σὺν ὄχλω δὲ ἀμαθία πλεῖστον κακόν.
Ὦ πόλλʼ ἁμαρτάνοντες ἄνθρωποι μάτην· τί δὴ τέχνας μὲν μυρίας διδάσκετε καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε, ἓν δʼ οὐκ ἐπίστασθε οὐδὲ θηρᾶσθε δήπω φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς.
Γνώμης γὰρ οὐδὲν ἢ ἀρετῆ μονουμένη.
Οὔτοι βροτοῖσι κέρδος ἄργυρος μόνος καὶ χρυσός ἐστιν· ἀλλὰ χʼ ἡ ἀρετὴ μέγα νόμισμα κεῖται πᾶσιν, ἧ χρῆσθαι χρεών.
Οὐκ ἔστιν ἀρετῆς κτῆμα τιμιώτερον· οὐ γὰρ πέφυκε δοῦλον οὔτε χρημάτων οὔτʼ εὐγενείας οὔτε θωπείας ὄχλων· ἀρετῆ δʼ ὅσωπερ μᾶλλον ἂν χρῆσθαι θέλης, τοσῶδε μεῖζον αὔξεται τελουμένη.
Νεανίαν γὰρ ὄντα χρὴ τολμᾶν πονεῖν· οὐδεὶς γὰρ ὢν ἄθυμος εὐκλεὴς ἀνήρ· ἀλλʼ οἱ πόνοι τίκτουσι τὴν εὐανδρίαν.