eul_wid: aau-ac
DOI 10.5281/zenodo.20418549

Hesiod Works and Days in Greek

Works and Days is a didactic poem composed by the early Greek poet Hesiod around 700 BCE. Written in the dactylic hexameter meter of epic, the work is framed as an extended piece of advice from the poet to his brother, Perses, following a dispute over their inheritance. It artfully blends mythological narrative, ethical instruction, and practical guidance. The poem famously employs the myths of Pandora and the Five Ages of Man to explain the origins of human toil and hardship, establishing a world where justice and labor are divinely ordained. This is followed by a series of moral maxims and then detailed, proverbial advice on agriculture, seafaring, and daily conduct. The poem concludes with a calendar of auspicious and inauspicious days. Comprising 828 lines, the complete text survives largely intact through a secure manuscript tradition. Modern scholarship interprets the work as a profound response to the social conditions of early Archaic Greece, promoting the principles of justice and honest labor as essential antidotes to corruption and strife. While presented as a personal admonishment, it functions as a broader guide for living a pious and industrious life under the watchful justice of Zeus. Works and Days established the foundational model for the genre of didactic poetry and exerted a profound influence on later authors, from the Greek poet Aratus to Virgil's Georgics.

1 Μοῦσαι Πιερίηθεν ἀοιδῇσι κλείουσαι,
2 δεῦτε Δί’ ἐννέπετε, σφέτερον πατέρ’ ὑμνείουσαι.
3 ὅν τε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
4 ῥητοί τ’ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.
5 ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,
6 ῥεῖα δ’ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
7 ῥεῖα δέ τ’ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
8 Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
9 κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δ’ ἴθυνε θέμιστας
10 τύνη· ἐγὼ δέ κε Πέρσῃ ἐτήτυμα μυθησαίμην.
11 Οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλ’ ἐπὶ γαῖαν
12 εἰσὶ δύω· τὴν μέν κεν ἐπαινήσειε νοήσας,
13 ἣ δ’ ἐπιμωμητή· διὰ δ’ ἄνδιχα θυμὸν ἔχουσιν.
14 ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,
15 σχετλίη· οὔ τις τήν γε φιλεῖ βροτός, ἀλλ’ ὑπ’ ἀνάγκης
16 ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
17 τὴν δ’ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
18 θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
19 γαίης [τ’] ἐν ῥίζῃσι καὶ ἀνδράσι πολλὸν ἀμείνω·
20 ἥ τε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἐγείρει·
21 εἰς ἕτερον γάρ τίς τε ἴδεν ἔργοιο χατίζων
22 πλούσιον, ὃς σπεύδει μὲν ἀρόμεναι ἠδὲ φυτεύειν
23 οἶκόν τ’ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων
24 εἰς ἄφενος σπεύδοντ’· ἀγαθὴ δ’ Ἔρις ἥδε βροτοῖσιν.
25 καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
26 καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
27 [para]Ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
28 μηδέ ς’ Ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύκοι
29 νείκε’ ὀπιπεύοντ’ ἀγορῆς ἐπακουὸν ἐόντα.
30 ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων τ’ ἀγορέων τε
31 ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
32 ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
33 τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
34 κτήμας’ ἐπ’ ἀλλοτρίοις. σοὶ δ’ οὐκέτι δεύτερον ἔσται
35 ὧδ’ ἔρδειν· ἀλλ’ αὖθι διακρινώμεθα νεῖκος
36 ἰθείῃσι δίκῃς, αἵ τ’ ἐκ Διός εἰσιν ἄρισται.
37 ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ’, ἄλλα τε πολλὰ
38 ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας
39 δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δικάσσαι.
40 νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς
41 οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.
42 [para]Κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν.
43 ῥηιδίως γάρ κεν καὶ ἐπ’ ἤματι ἐργάσσαιο,
44 ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
45 αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
46 ἔργα βοῶν δ’ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
47 ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶ ᾗσιν,
48 ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·
49 τοὔνεκ’ ἄρ’ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά,
50 κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο
51 ἔκλεψ’ ἀνθρώποισι Διὸς παρὰ μητιόεντος
52 ἐν κοίλῳ νάρθηκι, λαθὼν Δία τερπικέραυνον.
53 τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·
54 “Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
55 χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
56 σοί τ’ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
57 τοῖς δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
58 τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.”
59 [para]Ὣς ἔφατ’, ἐκ δ’ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε·
60 Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα
61 γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν
62 καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν
63 παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην
64 ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·
65 καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην
66 καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·
67 ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος
68 Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
69 [para]Ὣς ἔφαθ’, οἳ δ’ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι ... [αὐτίκα
70 δ’ ἐκ γαίης πλάσσε κλυτὸς Ἀμφιγυήεις
71 παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
72 ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·
73 ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ
74 ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε
75 Ὧραι καλλίκομοι στέφον ἄνθεσι εἰαρινοῖσιν·
76 πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη·]
77 ἐν δ’ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης
78 ψεύδεά θ’ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος
79 τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ’ ἄρα φωνὴν
80 θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα
81 Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ’ ἔχοντες
82 δῶρον ἐδώρησαν, πῆμ’ ἀνδράσιν ἀλφηστῇσιν.
83 αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,
84 εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην
85 δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδ’ Ἐπιμηθεὺς
86 ἐφράσαθ’ ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον
87 δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλ’ ἀποπέμπειν
88 ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται·
89 αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχ’, ἐνόησε.
90 Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων
91 νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
92 νούσων τ’ ἀργαλέων, αἵ τ’ ἀνδράσι κῆρας ἔδωκαν.
93 [αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.]
94 ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ’ ἀφελοῦσα
95 ἐσκέδας’, ἀνθρώποισι δ’ ἐμήσατο κήδεα λυγρά.
96 μούνη δ’ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
97 ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν οὐδὲ θύραζε
98 ἐξέπτη· πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο
99 [αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο].
100 ἄλλα δὲ μυρία λυγρὰ κατ’ ἀνθρώπους ἀλάληται·
101 πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·
102 νοῦσοι δ’ ἀνθρώποισιν ἐφ’ ἡμέρῃ, αἳ δ’ ἐπὶ νυκτὶ
103 αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
104 σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
105 οὕτως οὔ τί πη ἔστι Διὸς νόον ἐξαλέασθαι.
106 [para]Εἰ δ’ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω
107 εὖ καὶ ἐπισταμένως· σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν
108 [ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ’ ἄνθρωποι].
109 [para]Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
110 ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες.
111 οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ’ οὐρανῷ ἐμβασίλευεν·
112 ὥστε θεοὶ δ’ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
113 νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος, οὐδέ τι δειλὸν
114 γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
115 τέρποντ’ ἐν θαλίῃσι, κακῶν ἔκτοσθεν ἁπάντων·
116 θνῇσκον δ’ ὥσθ’ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα
117 τοῖσιν ἔην· καρπὸν δ’ ἔφερε ζείδωρος ἄρουρα
118 αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ’ ἐθελημοὶ
119 ἥσυχοι ἔργ’ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
120 αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖα κάλυψε,
121 τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν
122 ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,
123 [οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
124 ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ’ αἶαν,]
125 πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον.
126 [para]Δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν
127 ἀργύρεον ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες,
128 χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα·
129 ἀλλ’ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ
130 ἐτρέφετ’ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ·
131 ἀλλ’ ὅτ’ ἄρ’ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,
132 παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε’ ἔχοντες
133 ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο
134 ἀλλήλων ἀπέχειν, οὐδ’ ἀθανάτους θεραπεύειν
135 ἤθελον οὐδ’ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
136 ᾗ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα
137 Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς
138 οὐκ ἔδιδον μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.
139 αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖα κάλυψε,
140 τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοὶ καλέονται,
141 δεύτεροι, ἀλλ’ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ.
142 [para]Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
143 χάλκειον ποίης’, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
144 ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος
145 ἔργ’ ἔμελε στονόεντα καὶ ὕβριες, οὐδέ τι σῖτον
146 ἤσθιον, ἀλλ’ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν.
147 [ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
148 ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσι.]
149 τῶν δ’ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι,
150 χαλκῷ δ’ εἰργάζοντο· μέλας δ’ οὐκ ἔσκε σίδηρος.
151 καὶ τοὶ μὲν χείρεσσιν ὑπὸ σφετέρῃσι δαμέντες
152 βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Ἀίδαο,
153 νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
154 εἷλε μέλας, λαμπρὸν δ’ ἔλιπον φάος ἠελίοιο.
155 [para]Αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖα κάλυψεν,
156 αὖτις ἔτ’ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
157 Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
158 ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται
159 ἡμίθεοι, προτέρη γενεὴ κατ’ ἀπείρονα γαῖαν.
160 καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
161 τοὺς μὲν ὑφ’ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,
162 ὤλεσε μαρναμένους μήλων ἕνεκ’ Οἰδιπόδαο,
163 τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης
164 ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ’ ἠυκόμοιο.
165 [ἔνθ’ ἦ τοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε]
166 τοῖς δὲ δίχ’ ἀνθρώπων βίοτον καὶ ἤθε’ ὀπάσσας
167 Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
168 καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες
169 ἐν μακάρων νήσοισι παρ’ Ὠκεανὸν βαθυδίνην,
170 ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν
171 τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
172 [para]Μηκέτ’ ἔπειτ’ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
173 ἀνδράσιν, ἀλλ’ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.
174 νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ’ ἦμαρ
175 παύσονται καμάτου καὶ ὀιζύος οὐδέ τι νύκτωρ
176 φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
177 ἀλλ’ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
178 Ζεὺς δ’ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
179 εὖτ’ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
180 οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες
181 οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
182 οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
183 αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·
184 μέμψονται δ’ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,
185 σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε
186 γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν·
187 [χειροδίκαι· ἕτερος δ’ ἑτέρου πόλιν ἐξαλαπάξει·]
188 οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου
189 οὐδ’ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
190 ἀνέρα τιμήσουσι· δίκη δ’ ἐν χερσί· καὶ αἰδὼς
191 οὐκ ἔσται, βλάψει δ’ ὁ κακὸς τὸν ἀρείονα φῶτα
192 μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ’ ὅρκον ὀμεῖται.
193 ζῆλος δ’ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι
194 δυσκέλαδος κακόχαρτος ὁμαρτήσει στυγερώπης.
195 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
196 λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν
197 ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ’ ἀνθρώπους
198 Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
199 θνητοῖς ἀνθρώποισι· κακοῦ δ’ οὐκ ἔσσεται ἀλκή.
200 [para]Νῦν δ’ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·
201 ὧδ’ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον
202 ὕψι μάλ’ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·
203 ἣ δ’ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ’ ὀνύχεσσι,
204 μύρετο· τὴν ὅ γ’ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·
205 “δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·
206 τῇ δ’ εἶς ᾗ ς’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·
207 δεῖπνον δ’, αἴ κ’ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
208 ἄφρων δ’, ὅς κ’ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·
209 νίκης τε στέρεται πρός τ’ αἴσχεσιν ἄλγεα πάσχει.”
210 ὣς ἔφατ’ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.
211 [para]Ὦ Πέρση, σὺ δ’ ἄκουε δίκης μηδ’ ὕβριν ὄφελλε·
212 ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ, οὐδὲ μὲν ἐσθλὸς
213 ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θ’ ὑπ’ αὐτῆς
214 ἐγκύρσας ἄτῃσιν· ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν
215 κρείσσων ἐς τὰ δίκαια· δίκη δ’ ὑπὲρ ὕβριος ἴσχει
216 ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.
217 αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν·
218 τῆς δὲ Δίκης ῥόθος ἑλκομένης ᾗ κ’ ἄνδρες ἄγωσι
219 δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας·
220 ἣ δ’ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,
221 ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,
222 οἵ τέ μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
223 οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν
224 ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,
225 τοῖσι τέθηλε πόλις, λαοὶ δ’ ἀνθεῦσιν ἐν αὐτῇ·
226 εἰρήνη δ’ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτ’ αὐτοῖς
227 ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·
228 οὐδέ ποτ’ ἰθυδίκῃσι μετ’ ἀνδράσι λιμὸς ὀπηδεῖ
229 οὐδ’ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
230 τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς
231 ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·
232 εἰροπόκοι δ’ ὄιες μαλλοῖς καταβεβρίθασι·
233 τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσι·
234 θάλλουσιν δ’ ἀγαθοῖσι διαμπερές· οὐδ’ ἐπὶ νηῶν
235 νίσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
236 οἷς δ’ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,
237 τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
238 πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
239 ὅστις ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
240 τοῖσιν δ’ οὐρανόθεν μέγ’ ἐπήγαγε πῆμα Κρονίων,
241 λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί·
242 [οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι
243 Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δ’ αὖτε]
244 ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος
245 ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποτείνυται αὐτῶν.
246 Ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ
247 τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες
248 ἀθάνατοι φράζονται ὅσοι σκολιῇσι δίκῃσιν
249 ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
250 τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
251 ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων,
252 οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
253 ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ’ αἶαν.
254 ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,
255 κυδρή τ’ αἰδοίη τε θεοῖς οἳ Ὄλυμπον ἔχουσιν,
256 καί ῥ’ ὁπότ’ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,
257 αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι
258 γηρύετ’ ἀνθρώπων ἀδίκων νόον, ὄφρ’ ἀποτείσῃ
259 δῆμος ἀτασθαλίας βασιλέων οἳ λυγρὰ νοεῦντες
260 ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
261 ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε μύθους,
262 δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
263 οἷ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,
264 ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
265 πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
266 καί νυ τάδ’, αἴ κ’ ἐθέλῃς’, ἐπιδέρκεται, οὐδέ ἑ λήθει
267 οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
268 νῦν δὴ ἐγὼ μήτ’ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος
269 εἴην μήτ’ ἐμὸς υἱός, ἐπεὶ κακὸν ἄνδρα δίκαιον
270 ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει.
271 ἀλλὰ τά γ’ οὔπω ἔολπα τελεῖν Δία μητιόεντα.
272 [para]Ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι
273 καί νυ δίκης ἐπάκουε, βίης δ’ ἐπιλήθεο πάμπαν.
274 τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων,
275 ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
276 ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ’ αὐτοῖς·
277 ἀνθρώποισι δ’ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη
278 γίνεται· εἰ γάρ τίς κ’ ἐθέλῃ τὰ δίκαι’ ἀγορεῦσαι
279 γινώσκων, τῷ μέν τ’ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
280 ὃς δέ κε μαρτυρίῃσιν ἑκὼν ἐπίορκον ὀμόσσας
281 ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
282 τοῦ δέ τ’ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·
283 ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
284 [para]Σοὶ δ’ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση·
285 τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
286 ῥηιδίως· λείη μὲν ὁδός, μάλα δ’ ἐγγύθι ναίει·
287 τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
288 ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν
289 καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηται,
290 ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
291 [para]Οὗτος μὲν πανάριστος, ὃς αὐτῷ πάντα νοήσει
292 [φρασσάμενος τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω]·
293 ἐσθλὸς δ’ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται·
294 ὃς δέ κε μήτ’ αὐτῷ νοέῃ μήτ’ ἄλλου ἀκούων
295 ἐν θυμῷ βάλληται, ὃ δ’ αὖτ’ ἀχρήιος ἀνήρ.
296 ἀλλὰ σύ γ’ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς
297 ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε Λιμὸς
298 ἐχθαίρῃ, φιλέῃ δέ ς’ ἐυστέφανος Δημήτηρ
299 αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·
300 Λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί·
301 τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες ὅς κεν ἀεργὸς
302 ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
303 οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ
304 ἔσθοντες· σοὶ δ’ ἔργα φίλ’ ἔστω μέτρια κοσμεῖν,
305 ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
306 ἐξ ἔργων δ’ ἄνδρες πολύμηλοί τ’ ἀφνειοί τε,
307 καί τ’ ἐργαζόμενος πολὺ φίλτερος ἀθανάτοισιν
308 [ἔσσεαι ἠδὲ βροτοῖς· μάλα γὰρ στυγέουσιν ἀεργούς].
309 ἔργον δ’ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ’ ὄνειδος.
310 εἰ δέ κεν ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
311 πλουτεῦντα· πλούτῳ δ’ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
312 δαίμονι δ’ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
313 εἴ κεν ἀπ’ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν
314 ἐς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
315 αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
316 αἰδώς, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν·
317 αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
318 χρήματα δ’ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω·
319 εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
320 ἢ ὅ γ’ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ
321 γίνεται, εὖτ’ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ
322 ἀνθρώπων, αἰδῶ δέ τ’ ἀναιδείη κατοπάζῃ,
323 ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον
324 ἀνέρι τῷ, παῦρον δέ τ’ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
325 [para]Ἶσον δ’ ὅς θ’ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξει,
326 ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
327 [κρυπταδίῃς εὐνῇς ἀλόχου, παρακαίρια ῥέζων],
328 ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνητ’ ὀρφανὰ τέκνα,
329 ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
330 νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσι·
331 τῷ δ’ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν
332 ἔργων ἀντ’ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
333 ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ’ ἀεσίφρονα θυμόν.
334 [para]Κὰδ δύναμιν δ’ ἔρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσιν
335 ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ’ ἀγλαὰ μηρία καίειν·
336 ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,
337 ἠμὲν ὅτ’ εὐνάζῃ καὶ ὅτ’ ἂν φάος ἱερὸν ἔλθῃ,
338 ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,
339 ὄφρ’ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.
340 [para]Τὸν φιλέοντ’ ἐπὶ δαῖτα καλεῖν, τὸν δ’ ἐχθρὸν ἐᾶσαι·
341 τὸν δὲ μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει·
342 εἰ γάρ τοι καὶ χρῆμ’ ἐγκώμιον ἄλλο γένηται,
343 γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.
344 πῆμα κακὸς γείτων, ὅσσον τ’ ἀγαθὸς μέγ’ ὄνειαρ·
345 ἔμμορέ τοι τιμῆς ὅς τ’ ἔμμορε γείτονος ἐσθλοῦ·
346 οὐδ’ ἂν βοῦς ἀπόλοιτ’, εἰ μὴ γείτων κακὸς εἴη.
347 εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι,
348 αὐτῷ τῷ μέτρῳ, καὶ λώιον αἴ κε δύνηαι,
349 ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.
350 μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶς’ ἄτῃσι.
351 τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
352 καὶ δόμεν ὅς κεν δῷ καὶ μὴ δόμεν ὅς κεν μὴ δῷ·
353 δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ’ οὔ τις ἔδωκεν·
354 δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα·
355 ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε καὶ μέγα, δώῃ,
356 χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·
357 ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
358 καί τε σμικρὸν ἐόν, τό γ’ ἐπάχνωσεν φίλον ἦτορ.
359 εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
360 καὶ θαμὰ τοῦτ’ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο·
361 ὃς δ’ ἐπ’ ἐόντι φέρει, ὃ δ’ ἀλέξεται αἴθοπα λιμόν.
362 οὐδὲ τό γ’ εἰν οἴκῳ κατακείμενον ἀνέρα κήδει·
363 οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.
364 ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ
365 χρηίζειν ἀπεόντος· ἅ σε φράζεσθαι ἄνωγα.
366 [para]Ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
367 μεσσόθι φείδεσθαι· δειλὴ δ’ ἐν πυθμένι φειδώ.
368 [μισθὸς δ’ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω·
369 καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι·
370 πίστεις δ’ ἄρα ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.]
371 μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
372 αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν·
373 ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ’ ὅ γε φιλήτῃσιν.
374 μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
375 φερβέμεν· ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν·
376 γηραιὸς δὲ θάνοι ἕτερον παῖδ’ ἐγκαταλείπων.
377 ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον·
378 πλείων μὲν πλεόνων μελέτη, μείζων δ’ ἐπιθήκη.
379 σοὶ δ’ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶ σῇσιν,
380 ὧδ’ ἔρδειν, καὶ ἔργον ἐπ’ ἔργῳ ἐργάζεσθαι.
381 Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
382 ἄρχεσθ’ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
383 αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
384 κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
385 φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
386 οὗτός τοι πεδίων πέλεται νόμος οἵ τε θαλάσσης
387 ἐγγύθι ναιετάους’ οἵ τ’ ἄγκεα βησσήεντα
388 πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον,
389 ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
390 γυμνὸν δ’ ἀμάειν, εἴ χ’ ὥρια πάντ’ ἐθέλῃσθα
391 ἔργα κομίζεσθαι Δημήτερος, ὥς τοι ἕκαστα
392 ὥρι’ ἀέξηται, μή πως τὰ μέταζε χατίζων
393 πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.
394 ὡς καὶ νῦν ἐπ’ ἔμ’ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
395 οὐδ’ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,
396 ἔργα τά τ’ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
397 μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
398 ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ’ ἀμελῶσιν.
399 δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δ’ ἔτι λυπῇς,
400 χρῆμα μὲν οὐ πρήξεις, σὺ δ’ ἐτώσια πόλλ’ ἀγορεύσεις,
401 ἀχρεῖος δ’ ἔσται ἐπέων νομός. ἀλλά ς’ ἄνωγα
402 φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ’ ἀλεωρήν.
403 Οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ’ ἀροτῆρα,
404 [κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,]
405 χρήματα δ’ εἰν οἴκῳ πάντ’ ἄρμενα ποιήσασθαι,
406 μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δ’ ἀρνῆται, σὺ δὲ τητᾷ,
407 ἡ δ’ ὥρη παραμείβηται, μινύθῃ δέ τοι ἔργον.
408 μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τε ἔνηφι·
409 οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
410 οὐδ’ ἀναβαλλόμενος· μελέτη δέ τοι ἔργον ὀφέλλει·
411 αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
412 [para]Ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
413 καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος
414 Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
415 πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ
416 βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
417 ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·
418 τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
419 ὕλη, φύλλα δ’ ἔραζε χέει, πτόρθοιό τε λήγει·
420 τῆμος ἄρ’ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα·
421 ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
422 ἄξονα δ’ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·
423 εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
424 τρισπίθαμον δ’ ἅψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ,
425 πόλλ’ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτ’ ἂν εὕρῃς,
426 εἰς οἶκον, κατ’ ὄρος διζήμενος ἢ κατ’ ἄρουραν,
427 πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
428 εὖτ’ ἂν Ἀθηναίης δμῶος ἐν ἐλύματι πήξας
429 γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
430 δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,
431 αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·
432 εἴ χ’ ἕτερον [γ’] ἄξαις, ἕτερόν κ’ ἐπὶ βουσὶ βάλοιο.
433 δάφνης δ’ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες.
434 δρυὸς ἔλυμα, πρίνου δὲ γύην. βόε δ’ ἐνναετήρω
435 ἄρσενε κεκτῆσθαι· [τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν·
436 ἥβης μέτρον ἔχοντε·] τὼ ἐργάζεσθαι ἀρίστω.
437 οὐκ ἂν τώ γ’ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
438 ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
439 τοῖς δ’ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
440 ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
441 ὅς κ’ ἔργου μελετῶν ἰθείην αὔλακ’ ἐλαύνοι,
442 μηκέτι παπταίνων μεθ’ ὁμήλικας, ἀλλ’ ἐπὶ ἔργῳ
443 θυμὸν ἔχων· τοῦ δ’ οὔ τι νεώτερος ἄλλος ἀμείνων
444 σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι·
445 κουρότερος γὰρ ἀνὴρ μεθ’ ὁμήλικας ἐπτοίηται.
446 [para]Φράζεσθαι δ’, εὖτ’ ἂν γεράνου φωνὴν ἐπακούσῃς
447 ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης,
448 ἥ τ’ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην
449 δεικνύει ὀμβρηροῦ, κραδίην δ’ ἔδακ’ ἀνδρὸς ἀβούτεω·
450 δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·
451 ῥηίδιον γὰρ ἔπος εἰπεῖν· “βόε δὸς καὶ ἄμαξαν·”
452 ῥηίδιον δ’ ἀπανήνασθαι· “πάρα [δ’] ἔργα βόεσσιν.”
453 φησὶ δ’ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν·
454 νήπιος, οὐδὲ τὸ οἶδ’· ἑκατὸν δέ τε δούρατ’ ἀμάξης,
455 τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
456 [para]Εὖτ’ ἂν δὴ πρώτιστ’ ἄροτος θνητοῖσι φανήῃ,
457 δὴ τότ’ ἐφορμηθῆναι, ὁμῶς δμῶές τε καὶ αὐτός,
458 αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ’ ὥρην,
459 πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
460 ἔαρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ ς’ ἀπατήσει·
461 νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν.
462 νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
463 Εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ’ ἁγνῇ
464 ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
465 ἀρχόμενος τὰ πρῶτ’ ἀρότου, ὅτ’ ἂν ἄκρον ἐχέτλης
466 χειρὶ λαβὼν ὅρπηκι βοῶν ἐπὶ νῶτον ἵκηαι
467 ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε
468 δμῶος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη
469 σπέρμα κατακρύπτων· εὐθημοσύνη γὰρ ἀρίστη
470 θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
471 ὧδέ κεν ἁδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
472 εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
473 ἐκ δ’ ἀγγέων ἐλάσειας ἀράχνια, καί σε ἔολπα
474 γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
475 εὐοχθέων δ’ ἵξεαι πολιὸν ἔαρ οὐδὲ πρὸς ἄλλους
476 αὐγάσεαι· σέο δ’ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
477 [para]Εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
478 ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,
479 ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
480 οἴσεις δ’ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
481 ἄλλοτε δ’ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
482 ἀργαλέος δ’ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
483 εἰ δή κ’ ὄψ’ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·
484 ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
485 τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ’ ἀπείρονα γαῖαν,
486 τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ’ ἀπολήγοι,
487 μήτ’ ἄρ’ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ’ ἀπολείπων·
488 οὕτω κ’ ὀψαρότης πρωιηρότῃ ἰσοφαρίζοι.
489 ἐν θυμῷ δ’ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι
490 μήτ’ ἔαρ γινόμενον πολιὸν μήθ’ ὥριος ὄμβρος.
491 [para]Πὰρ δ’ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
492 ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
493 ἰσχάνει, ἔνθα κ’ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
494 μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
495 σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
496 πολλὰ δ’ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
497 χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
498 ἐλπὶς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
499 ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
500 δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·
501 “οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.”
502 [para]Μῆνα δὲ Ληναιῶνα, κάκ’ ἤματα, βουδόρα πάντα,
503 τοῦτον ἀλεύασθαι καὶ πηγάδας, αἵ τ’ ἐπὶ γαῖαν
504 πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
505 ὅς τε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
506 ἐμπνεύσας ὤρινε, μέμυκε δὲ γαῖα καὶ ὕλη·
507 πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας
508 οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ
509 ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη·
510 θῆρες δὲ φρίσσους’, οὐρὰς δ’ ὑπὸ μέζε’ ἔθεντο·
511 τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν
512 ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων·
513 καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται οὐδέ μιν ἴσχει,
514 καί τε δι’ αἶγα ἄησι τανύτριχα· πώεα δ’ οὔτι,
515 οὕνεκ’ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησι
516 ἲς ἀνέμου Βορέω· τροχαλὸν δὲ γέροντα τίθησιν
517 καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
518 ἥ τε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει,
519 οὔπω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης,
520 εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ’ ἐλαίῳ
521 χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου,
522 ἤματι χειμερίῳ, ὅτ’ ἀνόστεος ὃν πόδα τένδει
523 ἔν τ’ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν·
524 οὐ γάρ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι,
525 ἀλλ’ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
526 στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
527 καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
528 λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα,
529 φεύγουσιν, καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
530 οἷ σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχουσι
531 κὰκ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτοὶ ἶσοι,
532 οὗ τ’ ἐπὶ νῶτα ἔαγε, κάρη δ’ εἰς οὖδας ὁρᾶται·
533 τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.
534 [para]Καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
535 χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·
536 στήμονι δ’ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·
537 τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι
538 μηδ’ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα·
539 ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
540 ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας·
541 πρωτογόνων δ’ ἐρίφων, ὁπότ’ ἂν κρύος ὥριον ἔλθῃ,
542 δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρ’ ἐπὶ νώτῳ
543 ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δ’ ὕπερθεν
544 πῖλον ἔχειν ἀσκητόν, ἵν’ οὔατα μὴ καταδεύῃ.
545 ψυχρὴ γάρ τ’ ἠὼς πέλεται Βορέαο πεσόντος,
546 ἠῷος δ’ ἐπὶ γαῖαν ἀπ’ οὐρανοῦ ἀστερόεντος
547 ἀὴρ πυροφόροις τέταται μακάρων ἐπὶ ἔργοις,
548 ὅς τε ἀρυσσάμενος ποταμῶν ἀπὸ αἰεναόντων,
549 ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ,
550 ἄλλοτε μέν θ’ ὕει ποτὶ ἕσπερον, ἄλλοτ’ ἄησι,
551 πυκνὰ Θρηικίου Βορέω νέφεα κλονέοντος.
552 τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
553 μή ποτέ ς’ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,
554 χρῶτα δὲ μυδαλέον θήῃ κατά θ’ εἵματα δεύσῃ·
555 ἀλλ’ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,
556 χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις.
557 τῆμος τὤμισυ βουσίν, ἐπ’ ἀνέρι δὲ πλέον εἴη
558 ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
559 [ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
560 ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰς ὅ κεν αὖτις
561 γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.]
562 Εὖτ’ ἂν δ’ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
563 χειμέρι’ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότ’ ἀστὴρ
564 Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
565 πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
566 τὸν δὲ μέτ’ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
567 ἐς φάος ἀνθρώποις ἔαρος νέον ἱσταμένοιο·
568 τὴν φθάμενος οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον.
569 [para]Ἀλλ’ ὁπότ’ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
570 Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων,
571 ἀλλ’ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
572 φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ’ ἠόα κοῖτον
573 ὥρῃ ἐν ἀμήτου, ὅτε τ’ ἠέλιος χρόα κάρφει·
574 τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
575 ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
576 ἠὼς γὰρ [τ’] ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
577 ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
578 ἠώς, ἥ τε φανεῖσα πολέας ἐπέβησε κελεύθου
579 ἀνθρώπους πολλοῖσί τ’ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
580 [para]Ἦμος δὲ σκόλυμός τ’ ἀνθεῖ καὶ ἠχέτα τέττιξ
581 δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ’ ἀοιδὴν
582 πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,
583 τῆμος πιόταταί τ’ αἶγες, καὶ οἶνος ἄριστος,
584 μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
585 εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
586 αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότ’ ἤδη
587 εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος
588 μάζα τ’ ἀμολγαίη γάλα τ’ αἰγῶν σβεννυμενάων
589 καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
590 πρωτογόνων τ’ ἐρίφων· ἐπὶ δ’ αἴθοπα πινέμεν οἶνον,
591 ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,
592 ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα·
593 κρήνης δ’ ἀενάου καὶ ἀπορρύτου ἥ τ’ ἀθόλωτος
594 τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
595 [para]Δμωσὶ δ’ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν
596 δινέμεν, εὖτ’ ἂν πρῶτα φανῇ σθένος Ὠρίωνος,
597 χώρῳ ἐν εὐαεῖ καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
598 μέτρῳ δ’ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ
599 πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
600 θῆτά τ’ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον
601 δίζησθαι κέλομαι· χαλεπὴ δ’ ὑπόπορτις ἔριθος·
602 καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,
603 μή ποτέ ς’ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ’ ἕληται.
604 χόρτον δ’ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη
605 βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα
606 δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
607 [para]Εὖτ’ ἂν δ’ Ὠρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
608 οὐρανόν, Ἀρκτοῦρον δὲ ἴδῃ ῥοδοδάκτυλος Ἠώς,
609 ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς,
610 δεῖξαι δ’ ἠελίῳ δέκα τ’ ἤματα καὶ δέκα νύκτας,
611 πέντε δὲ συσκιάσαι, ἕκτῳ δ’ εἰς ἄγγε’ ἀφύσσαι
612 δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
613 Πληιάδες θ’ Ὑάδες τε τό τε σθένος Ὠρίωνος
614 δύνωσιν, τότ’ ἔπειτ’ ἀρότου μεμνημένος εἶναι
615 ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἴη.
616 Εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ·
617 εὖτ’ ἂν Πληιάδες σθένος ὄβριμον Ὠρίωνος
618 φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,
619 δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·
620 καὶ τότε μηκέτι νῆα ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
621 γῆν δ’ ἐργάζεσθαι μεμνημένος ὥς σε κελεύω·
622 νῆα δ’ ἐπ’ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
623 πάντοθεν, ὄφρ’ ἴσχως’ ἀνέμων μένος ὑγρὸν ἀέντων,
624 χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
625 ὅπλα δ’ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ,
626 εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·
627 πηδάλιον δ’ εὐεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
628 αὐτὸς δ’ ὡραῖον μίμνειν πλόον εἰς ὅ κεν ἔλθῃ·
629 καὶ τότε νῆα θοὴν ἅλαδ’ ἑλκέμεν, ἐν δέ τε φόρτον
630 ἄρμενον ἐντύνασθαι, ἵν’ οἴκαδε κέρδος ἄρηαι,
631 ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρση,
632 πλωίζεσκ’ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·
633 ὅς ποτε καὶ τεῖδ’ ἦλθε πολὺν διὰ πόντον ἀνύσσας,
634 Κύμην Αἰολίδα προλιπὼν ἐν νηὶ μελαίνῃ,
635 οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,
636 ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν.
637 νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
638 Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ’ ἐσθλῇ.
639 τύνη δ’, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι
640 ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
641 νῆ’ ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ ἐνὶ φορτία θέσθαι·
642 μείζων μὲν φόρτος, μεῖζον δ’ ἐπὶ κέρδεϊ κέρδος
643 ἔσσεται, εἴ κ’ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
644 [para]Εὖτ’ ἂν ἐπ’ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
645 βούληαι [δὲ] χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
646 δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
647 οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
648 οὐ γάρ πώ ποτε νηὶ [γ’] ἐπέπλων εὐρέα πόντον,
649 εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτ’ Ἀχαιοὶ
650 μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
651 Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
652 ἔνθα δ’ ἐγὼν ἐπ’ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
653 Χαλκίδα [τ’] εἰσεπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ
654 ἄεθλ’ ἔθεσαν παῖδες μεγαλήτορες· ἔνθα μέ φημι
655 ὕμνῳ νικήσαντα φέρειν τρίποδ’ ὠτώεντα.
656 τὸν μὲν ἐγὼ Μούσῃς’ Ἑλικωνιάδεσς’ ἀνέθηκα
657 ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
658 τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·
659 ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
660 Μοῦσαι γάρ μ’ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
661 [para]Ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
662 ἐς τέλος ἐλθόντος θέρεος, καματώδεος ὥρης,
663 ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα
664 καυάξαις οὔτ’ ἄνδρας ἀποφθείσειε θάλασσα,
665 εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
666 ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·
667 ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
668 τῆμος δ’ εὐκρινέες τ’ αὖραι καὶ πόντος ἀπήμων·
669 εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
670 ἑλκέμεν ἐς πόντον φόρτον τ’ ἐς πάντα τίθεσθαι·
671 σπεύδειν δ’ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι
672 μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
673 καὶ χειμῶν’ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,
674 ὅς τ’ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
675 πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.
676 ἄλλος δ’ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·
677 ἦμος δὴ τὸ πρῶτον, ὅσον τ’ ἐπιβᾶσα κορώνη
678 ἴχνος ἐποίησεν, τόσσον πέταλ’ ἀνδρὶ φανήῃ
679 ἐν κράδῃ ἀκροτάτῃ, τότε δ’ ἄμβατός ἐστι θάλασσα·
680 εἰαρινὸς δ’ οὗτος πέλεται πλόος· οὔ μιν ἔγωγε
681 αἴνημ’, οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·
682 ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ
683 ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·
684 χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
685 δεινὸν δ’ ἐστὶ θανεῖν μετὰ κύμασιν· ἀλλά ς’ ἄνωγα
686 φράζεσθαι τάδε πάντα μετὰ φρεσὶν ὡς ἀγορεύω.
687 μηδ’ ἐν νηυσὶν ἅπαντα βίον κοίλῃσι τίθεσθαι,
688 ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι·
689 δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι·
690 δεινὸν δ’ εἴ κ’ ἐπ’ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
691 ἄξονα καυάξαις καὶ φορτία μαυρωθείη.
692 μέτρα φυλάσσεσθαι· καιρὸς δ’ ἐπὶ πᾶσιν ἄριστος.
693 Ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,
694 μήτε τριηκόντων ἐτέων μάλα πόλλ’ ἀπολείπων
695 μήτ’ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·
696 ἡ δὲ γυνὴ τέτορ’ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
697 παρθενικὴν δὲ γαμεῖν, ὥς κ’ ἤθεα κεδνὰ διδάξῃς,
698 [τὴν δὲ μάλιστα γαμεῖν, ἥτις σέθεν ἐγγύθι ναίει]
699 πάντα μάλ’ ἀμφὶς ἰδών, μὴ γείτοσι χάρματα γήμῃς.
700 οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον
701 τῆς ἀγαθῆς, τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
702 δειπνολόχης, ἥ τ’ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
703 εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.
704 [εὖ δ’ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.]
705 μὴ δὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·
706 εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξαι
707 μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δέ σέ γ’ ἄρχῃ
708 ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,
709 δὶς τόσα τείνυσθαι μεμνημένος· εἰ δέ κεν αὖτις
710 ἡγῆτ’ ἐς φιλότητα, δίκην δ’ ἐθέλῃσι παρασχεῖν,
711 δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
712 ποιεῖται· σὲ δὲ μή τι νόος κατελεγχέτω εἶδος.
713 μηδὲ πολύξεινον μηδ’ ἄξεινον καλέεσθαι,
714 μηδὲ κακῶν ἕταρον μηδ’ ἐσθλῶν νεικεστῆρα.
715 μηδέ ποτ’ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
716 τέτλαθ’ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
717 γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
718 φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης·
719 εἰ δὲ κακὸν εἴποις, τάχα κ’ αὐτὸς μεῖζον ἀκούσαις.
720 μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι·
721 ἐκ κοινοῦ πλείστη τε χάρις δαπάνη τ’ ὀλιγίστη.
722 [μηδέ ποτ’ ἐξ ἠοῦς Διὶ λείβειν αἴθοπα οἶνον
723 χερσὶν ἀνίπτοισιν μηδ’ ἄλλοις ἀθανάτοισιν·
724 οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τ’ ἀράς.
725 μηδ’ ἄντ’ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν,
726 αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τ’ ἀνιόντα,
727 μὴ δ’ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν.
728 μήτ’ ἐν ὁδῷ μήτ’ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς·
729 ἑζόμενος δ’ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
730 ἢ ὅ γε πρὸς τοῖχον πελάσας εὐερκέος αὐλῆς.
731 μηδ’ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
732 ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλ’ ἀλέασθαι.
733 μηδ’ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα
734 σπερμαίνειν γενεήν, ἀλλ’ ἀθανάτων ἀπὸ δαιτός.
735 μηδ’ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ’ ἐξαλέασθαι.
736 μηδέ ποτ’ ἀενάων ποταμῶν καλλίρροον ὕδωρ
737 ποσσὶ περᾶν πρίν γ’ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα
738 χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
739 ὃς ποταμὸν διαβῇ κακότητ’ ἰδὲ χεῖρας ἄνιπτος,
740 τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
741 μηδ’ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
742 αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
743 μηδέ ποτ’ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν
744 πινόντων· ὀλοὴ γὰρ ἐπ’ αὐτῷ μοῖρα τέτυκται.
745 μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
746 μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
747 μηδ’ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
748 ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔπι ποινή.
749 μηδ’ ἐπ’ ἀκινήτοισι καθίζειν, οὐ γὰρ ἄμεινον,
750 παῖδα δυωδεκαταῖον, ὅ τ’ ἀνέρ’ ἀνήνορα ποιεῖ,
751 μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
752 μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
753 ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ’ ἐπὶ καὶ τῷ
754 ποινή. μηδ’ ἱεροῖσιν ἐπ’ αἰθομένοισι κυρήσας
755 μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
756 μηδέ ποτ’ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
757 μηδ’ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ’ ἐξαλέασθαι·
758 μηδ’ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.]
759 ὧδ’ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην·
760 φήμη γάρ τε κακὴ πέλεται κούφη μὲν ἀεῖραι
761 ῥεῖα μάλ’, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ’ ἀποθέσθαι.
762 φήμη δ’ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ
763 λαοὶ φημίξουσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
764 [Ἤματα δ’ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν
765 πεφραδέμεν δμώεσσι τριηκάδα μηνὸς ἀρίστην
766 ἔργα τ’ ἐποπτεύειν ἠδ’ ἁρμαλιὴν δατέασθαι.
767 Αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς παρὰ μητιόεντος,
768 εὖτ’ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν·
769 πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·
770 τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·
771 ὀγδοάτη δ’ ἐνάτη τε δύω γε μὲν ἤματα μηνὸς
772 ἔξοχ’ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·
773 ἑνδεκάτη δὲ δυωδεκάτη τ’ ἄμφω γε μὲν ἐσθλαὶ
774 ἠμὲν ὄις πείκειν ἠδ’ εὔφρονα καρπὸν ἀμᾶσθαι·
775 ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ’ ἀμείνων·
776 τῇ γάρ τοι νεῖ νήματ’ ἀερσιπότητος ἀράχνης
777 ἤματος ἐκ πλείου, ὅτε τ’ ἴδρις σωρὸν ἀμᾶται·
778 τῇ δ’ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
779 Μηνὸς δ’ ἱσταμένου τρεισκαιδεκάτην ἀλέασθαι
780 σπέρματος ἄρξασθαι· φυτὰ δ’ ἐνθρέψασθαι ἀρίστη.
781 ἕκτη δ’ ἡ μέσση μάλ’ ἀσύμφορός ἐστι φυτοῖσιν,
782 ἀνδρογόνος δ’ ἀγαθή· κούρῃ δ’ οὐ σύμφορός ἐστιν
783 οὔτε γενέσθαι πρῶτ’ οὔτ’ ἂρ γάμου ἀντιβολῆσαι.
784 οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι
785 ἄρμενος, ἀλλ’ ἐρίφους τάμνειν καὶ πώεα μήλων,
786 σηκόν τ’ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·
787 ἐσθλὴ δ’ ἀνδρογόνος· φιλέοι δ’ ὅ γε κέρτομα βάζειν
788 ψεύδεά θ’ αἱμυλίους τε λόγους κρυφίους τ’ ὀαρισμούς.
789 Μηνὸς δ’ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον
790 ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
791 [para]Εἰκάδι δ’ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα
792 γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἔσται.
793 [para]Ἐσθλὴ δ’ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς
794 μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
795 καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς
796 πρηΰνειν ἐπὶ χεῖρα τιθείς· πεφύλαξο δὲ θυμῷ
797 [τετράδ’ ἀλεύασθαι φθίνοντός θ’ ἱσταμένου τε]
798 ἄλγεα· θυμοβορεῖν μάλα τοι τετελεσμένον ἦμαρ.
799 Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθ’ εἰς οἶκον ἄκοιτιν
800 οἰωνοὺς κρίνας οἳ ἐπ’ ἔργματι τούτῳ ἄριστοι.
801 [para]Πέμπτας δ’ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·
802 ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν
803 Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμ’ ἐπιόρκοις.
804 Μέσσῃ δ’ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν
805 εὖ μάλ’ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ
806 βάλλειν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα
807 νήιά τε ξύλα πολλά, τά τ’ ἄρμενα νηυσὶ πέλονται.
808 τετράδι δ’ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
809 Εἰνὰς δ’ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ·
810 πρωτίστη δ’ εἰνὰς παναπήμων ἀνθρώποισιν·
811 ἐσθλὴ μὲν γάρ θ’ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι
812 ἀνέρι τ’ ἠδὲ γυναικί, καὶ οὔποτε πάγκακον ἦμαρ.
813 [para]Παῦροι δ’ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
814 [ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι
815 βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι],
816 νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον
817 εἰρύμεναι· παῦροι δέ τ’ ἀληθέα κικλήσκουσιν.
818 [para]Τετράδι δ’ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ
819 μέσση· παῦροι δ’ αὖτε μετ’ εἰκάδα μηνὸς ἀρίστην
820 ἠοῦς γεινομένης· ἐπὶ δείελα δ’ ἐστὶ χερείων.
821 [para]Αἵδε μὲν ἡμέραι εἰσὶν ἐπιχθονίοις μέγ’ ὄνειαρ·
822 αἱ δ’ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
823 ἄλλος δ’ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
824 ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.
825 τάων εὐδαίμων τε καὶ ὄλβιος ὃς τάδε πάντα
826 εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,
827 ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.