eul_wid: dxy-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Daily Life by Pherecrates the Comic Poet

The Fragments on Daily Life is a modern collective title for the surviving remnants of the Athenian comic poet Pherecrates, a significant figure in Old Comedy and a contemporary of Aristophanes. The 443 fragments are not excerpts from a single work but are quotations from his many lost plays, preserved by later authors such as Athenaeus and in papyri. They reflect his ancient reputation for crafting plots focused on the details of everyday affairs. These fragments provide crucial insights into the characteristic themes of Old Comedy, including social and cultural satire of Athenian manners and professions, critique of contemporary musical innovation, and commentary on gastronomy, hedonistic pleasure, and mythological parody. Several fragments also address gender and domestic life, originating from plays such as The Corianno and The Petale. No complete play by Pherecrates survives; the fragments are transmitted indirectly through quotations in later Greek and Roman authors, primarily Athenaeus’s Deipnosophistae, and from papyrus discoveries, with the standard modern edition being Greek Comic Poets (PCG). Pherecrates was recognised in antiquity as an innovative comic poet, mentioned by Aristotle in the Poetics. His fragments are essential for understanding the breadth of Old Comedy beyond the works of Aristophanes and provide valuable evidence for Athenian social history, the history of music, and the evolution of comic drama.

ΑΓΑΘΟΙ
ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας
πένθʼ ἡμιμέδιμνʼ, ἐὰν βιάζωμαι. Β. μόλις;
ὡς ὀλιγόσιτος ἦσθʼ ἄρʼ, ὃς κατεσθίεις
τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
λουσάμενοι δὲ πρὸ λαμπρᾶς
ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δʼ ἐν τῷ μύρῳ
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
δίφροι διωχεῖς
ἰσχαδοπῶλαι καὶ ἰσχαδωνῶν
ΑΓΡΙΟΙ
ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὦ ʼτάν, ὅταν
οὗτοί σε κατορύττωσιν. Β. οὐ δῆτʼ· ἀλλʼ ἐγὼ
τούτους πρότερον· οὗτοι δὲ μακαριοῦσʼ ἐμέ.
καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι;
φέρʼ ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο;
Β. ὁ Πεισίου Μέλης. Α. μετὰ δὲ Μέλητα τίς;
Β. ἔχʼ ἀτρέμʼ, ἐγᾦδα, Χαῖρις.
μὴ θαυμάσῃς·
τῶν γὰρ προτενθῶν ἐσμεν· ἀλλʼ οὐκ οἶσθα σύ.
πρὶν ἀνακυκῆσαι τὰς ἀπίους ἁρπάζετε.
οὐδʼ ἀποπροσωπίζεσθε κυάμοις; Β. πώμαλα.
οὐ γὰρ ἦν τότʼ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ
δοῦλος, ἀλλʼ αὐτὰς ἔδει μοχθεῖν ἅπαντʼ ἐν οἰκίᾳ·
εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,
ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.
οἶμαι δʼ αὐτὸν κινδυνεύειν εἰς τὴν Αἴγυπτον …
οἴκους λέξεις, ἵνα μὴ ξυνέχῃ τοῖσι Λυκούργου πατριώταις.
ὅδε δὴ δελφίς ἐστι μολιβδοῦς δελφινοφόρος τε κεροῦχος,
ὃς διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων.
ἐνθρύσκοισι καὶ βρακάνοις
καὶ στραβήλοις ζῆν· ὁπόταν δʼ
ἤδη πεινῶσι σφόδρα,
ὡσπερεὶ τοὺς πουλύποδας
… νύκτωρ περιτρώ-
γειν αὑτῶν τοὺς δακτύλους.
Ἀντρώνιος ὄνος
βύρσης γλευκαγωγοῦ
γέρροις ἀποσταυροῦνται
ΑΥΤΟΜΟΛΟΙ
οὗτοι γὰρ ἡμῖν οἱ κακῶς ἀπολούμενοι
ἐπαμφοτερίζουσʼ ἐμποδὼν καθήμενοι.
ὁπόταν σχολάζῃς, νῖψον, ἵνα τὰ λήια
συγκαρκινωθῇ.
ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε.
ἡ γυνὴ δʼ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσʼ ἢ φακῆν
ἀναμένει καὶ σμικρὸν ὀπτῶσʼ ὀρφανὸν ταρίχιον.
ὅτε τοῖσι θεοῖς θύετε, πρώτιστʼ ἀποκρίνετε τοῖς ἱερεῦσιν
τὸ νομιζόμενον πρώτοις ὑμῶν, εἶτʼ — αἰσχύνη τὸ κατειπεῖν —
οὐ τὼ μηρὼ περιλάψαντες μέχρι βουβώνων …
καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν
ὥσπερ ῥινήσαντες νέμεθʼ ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν;
εἶτʼ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς.
νὴ τὴν Δήμητρʼ, ἀνιαρὸν ἄρʼ ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν·
βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.
ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.
ἀτραπίζοντες τὰς ἁρμονίας διὰ πασῶν.
τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.
οὐ γαλαθηνὸν ἄρʼ ὗν θύειν μέλλεις.
πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι.
ἐν χρῷ κουριῶντας
πασσυδί
ΓΡΑΕΣ
σὺ δʼ οὐδὲ θᾶττον, Σμικυθίων, ἐπισιτιεῖ.
Β. τίς δʼ οὗτος ὑμῖν ἔστι; Α. τοῦτον πανταχοῦ
ἄγω λαρυγγικόν τινʼ ἐπὶ μισθῷ ξένον.
ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.
Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς ξυμμάχοις.
πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι.
εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας—
ἀορτῆρα
ἀρτήρ
ΔΟΥΛΟΔΙΔΑΣΚΑΛΟΣ
Α. κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.
Β. ἀγαθόν γʼ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ.
Α. ἐκεῖνο θράττει μʼ, ὅτι λέγουσιν, ὦ ʼγαθή,
ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
ἄνυσόν ποτʼ ἐξελθών, σκότος γὰρ γίγνεται,
καὶ τὸν λυχνοῦχον ἔκφερʼ ἐνθεὶς τὸν λύχνον.
νυνὶ δʼ ἀπονίζειν τὴν κύλικα δός τʼ ἐμπιεῖν·
ἔγχει δʼ ἐπιθεὶς τὸν ἡθμόν.
οὐκ ἀπολιβάξεις καὶ τριγώνους καὶ λύρας;
ἀντʼ ἀστραγάλων κονδύλοισι παίζετε.
γαλαθήνʼ ἔκλεπτον οὐ τέλεα.
ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθʼ ἡμῖν.
Β. καὶ δῆθʼ ὑπάρχει τέμαχος ἐγ-
χέλειον ἡμῖν, τευθίς, ἄρ-
νειον κρέας, φύσκης τόμος,
ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρ-
νίθεια πλήθει πολλά, τυ-
ρὸς ἐν μέλιτι, μερὶς κρεῶν.
ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντοδαπῶν κατάγωμεν.
κἀναψηφίσασθʼ ἀποδοῦναι πάλιν τὰ χρυσία.
ἐγκεντρίδας
θησέω
ῥαβδίζειν
ΕΠΙΛΗΣΜΩΝ Η ΘΑΛΑΤΤΑ
κἂν μὲν σιωπῶ, τείρεται καὶ πνίγεται,
καί φησι, τί σιωπᾷς; ἐὰν δέ γʼ ἀποκριθῶ,
οἴμοι τάλας, φησίν, χαράδρα κατελήλυθεν.
συσκευασάμενος δεῖπνον εἰς τὸ σπυρίδιον,
ἐβάδιζεν ὡς πρὸς Ὠφέλην.
τὸν ἱδρῶτα καὶ τὴν ἄρδαν ἀπʼ ἐμοῦ σπόγγισον.
ὅστις παρέθηκε κρανίʼ ἢ τραχήλια.
ὦλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.
τοῖς σοῖσι συνὼν κορακινιδίοις
καὶ μαινιδίοις.
ΙΠΝΟΣ Η ΠΑΝΝΥΧΙΣ
οὐχ ὁρᾷς τὴν οἰκίαν
τὴν Πουλυτίωνος κειμένην ὑπώβολον;
τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;
ἀνέπλησα τὠφθαλμὼ πάλης φυσῶν τὸ πῦρ.
ὅδʼ ἔστʼ ἐφʼ οὗ ποτʼ ἦν ὁ πυρὸς ἄξιος.
ἤδη μὲν ᾤαν λούμενος προζώννυται.
σκηνὴ περίερκτος περιβόλοις κάνναισι.
κᾆτα μυροπωλεῖν τί παθόντʼ ἄνδρʼ ἐχρῆν καθήμενον
ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον
συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν διʼ ἡμέρας; …
αὐτίκʼ οὐδεὶς οὐδὲ μαγείραιναν εἶδε πώποτε,
ἀλλʼ οὐ μὴν οὐδʼ ἰχθυοπώλαιναν.
ὑποζυγίοις ἀλοάσαντʼ εὐθὺς ἐκποιῆσαι.
ΚΟΡΙΑΝΝΩ
Α. φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν ἔκφερε,
καὶ κύλικα κἀντραγεῖν, ἵνʼ ἥδιον πίω.
Β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί.
Α. μή μοι φακούς, μὰ τὸν Δίʼ, οὐ γὰρ ἥδομαι·
ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.
Α. ἀλλʼ ἰσχάδας μοι πρόελε τῶν πεφωγμένων ...
οὐκ ἰσχάδας οἴσεις; τῶν μελαινῶν. μανθάνεις;
ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις
χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.
Γ. ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,
ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν.
Γ. γλίσχρον γέ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ.
Β. τί λάβω κυρίσοι τὴν κοτυλίσκην; Γ. μηδαμῶς
μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,
ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.
εἰς τὴν ἐμήν νυν ἔγχεον τὴν μείζονα.
Γ. ἄποτος, ὦ Γλύκη.
Α. ὑδαρῆ ʼνέχεέν σοι; Γ. παντάπασι μὲν οὖν ὕδωρ.
Α. τί εἰργάσω; πῶς ὦ κατάρατε δʼ ἐνέχεας;
Β. δύʼ ὕδατος, ὦ μάμμη. Α. τί δʼ; οἴνου; Β. τέτταρας.
Γ. ἔρρʼ ἐς κόρακας. βατράχοισιν οἰνοχοεῖν σε δεῖ.
ἀπαρτὶ μὲν οὖν ἐμοὶ μὲν εἰκός ἐστʼ ἐρᾶν,
σοὶ δʼ οὐκέθʼ ὥρα.
ὑοσκυαμᾷς ἀνὴρ γέρων ὤν.
ὦ Ζεῦ πολυτίμητʼ, ἆρʼ ἀκούεις ἅ με λέγει
ὁ πανοῦργος υἱός;
ἀτράφαξυν ἕψουσʼ, εἶτʼ ὀκλὰξ καθημένη—
κατάχεον αὐτῆς κἀνύδρευσαι τὸν κάδον.
πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του.
πᾶς δʼ ἀνὴρ ἔσαττε τεῦχος ἢ κόικʼ ἢ κωρύκους.
ἄνδρες, πρόσχετε τὸν νοῦν
ἐξευρήματι καινῷ,
συμπτύκτοις ἀναπαίστοις.
ΚΡΑΠΑΤΑΛΟΙ
ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας,
καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους,
κἀμπιπλάμενος κάθευδε τῆς μεσημβρίας,
κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
λήψει δʼ ἐν Ἅιδου κραπάταλον τριωβόλου
καὶ ψωθία.
μάχαιραν ἆρʼ ἐνέθηκας; Β. οὔ. Α. τί μʼ εἴργασαι;
ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα,
ἀνὴρ γέρων, ἀνόδοντος;
ταῦτʼ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.
τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθεν.
τίς τῶν λυχνείων ἡ ʼργασία; Β. Τυρρηνική.
οὐδεὶς γὰρ ἐδέχετʼ οὐδʼ ἀνέῳγέ μοι θύραν.
ὦ δέσποτʼ Ἀγυιεῦ, ταῦτά νυν μέμνησό μοι.
πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται.
καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν.
ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ.
ὡς ἄτοπόν ἐστι μητέρʼ εἶναι καὶ γυνήν.
τί δαί; τί σαυτὸν ἀποτίνειν τῷδʼ ἀξιοῖς; φράσον μοι.
Β. ἀπαρτὶ δήπου προσλαβεῖν παρὰ τοῦδʼ ἔγωγε μᾶλλον.
ὅστις γʼ αὐτοῖς παρέδωκα τέχνην μεγάλην ἐξοικοδομήσας.
τῶν θεατῶν δʼ οἷστισι δίψʼ
ᾖ, λεπαστὴν λαψαμένοις
μεστὴν ἐκχαρυβδίσαι.
τοῖς δὲ κριταῖς
τοῖς νυνὶ κρίνουσι λέγω,
μὴ ʼπιορκεῖν μηδʼ ἀδίκως
κρίνειν, ἢ νὴ τὸν φίλιον
μῦθον εἰς ὑμᾶς ἕτερον
Φερεκράτης λέξει πολὺ τού-
του κακηγορίστερον.
σῦκα δὲ τῶν διφόρων
δυσημερεῖν
ΛΗΡΟΙ
μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα.
ἔστην δὲ κἀκέλευον· ἐγχέασθε νῷν
βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέω.
ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἔσθʼ ὑός.
τὸ δʼ ὄνομά μοι κάτειπε τί σε χρῆσται καλεῖν.
ἀπὸ τηγάνου τʼ ἔφασκεν ἀφύας φαγεῖν.
λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακʼ εἰσέκρουσεν.
ἔπειθʼ ἕτερα τούτων ποιοῦντα πολλὰ κυντερώτερα.
κυάθιον ἀργυροῦν
ΜΕΤΑΛΛΗΣ
πλούτῳ δʼ ἐκεῖνʼ ἦν πάντα συμπεφυρμένα,
ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα·
ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ
διὰ τῶν στενωπῶν πομφολυγοῦντες ἔρρεον
αὐταῖσι μυστίλαισι, καὶ ναστῶν τρύφη,
ὥστʼ εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν
χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς.
φύσκαι δὲ καὶ ζέοντες ἀλλάντων τόμοι
παρὰ τοῖς ποταμοῖς σίζοντʼ ἐκέχυτʼ ἀντʼ ὀστράκων.
καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα
καταχυσματίοισι παντοδαποῖσιν εὐπρεπῆ,
τεύτλοισί τʼ ἐγχέλεια συγκεκαλυμμένα.
σχελίδες δʼ ὁλόκνημοι πλησίον τακερώταται
ἐπὶ πινακίσκοις, καὶ δίεφθʼ ἀκροκώλια
ἥδιστον ἀπατμίζοντα, καὶ χόλικες βοός,
καὶ πλευρὰ δελφάκειʼ ἐπεξανθισμένα
χναυρότατα παρέκειτʼ ἐπʼ ἀμύλοις καθήμενα.
παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος
ἐν καταχύτλοις λεκάναισι καὶ πυοῦ τόμοι.
Β. οἴμʼ ὡς ἀπολεῖς μʼ ἐνταῦθα διατρίβουσʼ ἔτι,
παρὸν κολυμβᾶν ὡς ἔχετʼ εἰς τὸν Τάρταρον.
Α. τί δῆτα λέξεις, τἀπίλοιπʼ ἤνπερ πύθῃ;
ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστʼ ἠρτυμέναι
περὶ τὸ στόμʼ ἐπέτοντʼ ἀντιβολοῦσαι καταπιεῖν,
ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι.
τὰ δὲ μῆλʼ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν
ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα.
κόραι δʼ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως
ἡβυλλιῶσαι τὰ ῥόδα καὶ κεκαρμέναι
πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου
ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν.
καὶ τῶνδʼ ἑκάστοτʼ εἰ φάγοι τις ἢ πίοι,
διπλάσιʼ ἐγίγνετʼ εὐθὺς ἐξ ἀρχῆς πάλιν.
ὑπʼ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες
ἐν λειμῶνι λωτοφόρῳ, κύπειρόν τε δροσώδη,
κἀνθρύσκου μαλακῶν τʼ ἴων λείμακα καὶ τριφύλλου.
ΜΕΤΟΙΚΟΙ
ΜΥΡΜΗΚΑΝΘΡΩΠΟΙ
Α. τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν
ἰχθύν γέ φασι τὸ παράπαν. Β. νὴ τὼ θεώ,
κοὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
ἀλλʼ ὡς τάχιστα τὸν γέρονθʼ ἱστὸν ποίει.
γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον.
ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθʼ ἡ καρδία.
οἴμοι κακοδαίμων, αἰγὶς αἰγὶς ἔρχεται.
ὕστερον ἀρᾶται κἀπιθεάζει τῷ πατρί.
ξένη γυνὴ γραῦς ἀρτίως ἀφιγμένη.
μηδέποτʼ ἰχθύν, ὦ Δευκαλίων, μηδʼ ἢν αἰτῶ παραθῇς μοι.
ἆρα προθύμως …
καὶ τῆς ὀροφῆς τὸν χοῦν ἡμῶν
κατὰ τῆς κεφαλῆς καταμήσονται
λαγαριζόμενοι.
ἀλλὰ καὶ κίσταις ἐν ἐμαῖσιν ἀπόκειθʼ ἃ μέλλομεν
ἀριστήσειν.
σὺ δʼ ἀποτηγανίζεις.
ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι
Μανίαν θρεπτήν
ΠΕΡΣΑΙ
τὸ παιδίον
τὸ πολλαγόρασον κἀπὸ πολλῶν τηλιῶν.
ἐπὶ τηγάνοις καθίσανθʼ ὑφάπτειν τοῦ φλέω.
στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.
οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;
τίς δʼ ἔσθʼ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία,
ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ χαρακισμοῦ;
αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπιπάστοις
ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπιβλὺξ
ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν ἀρύτεσθαι.
ὁ Ζεὺς δʼ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου βαλανεύσει,
ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων πολυτύρων
ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις.
τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐριφείοις
φυλλοροήσει, καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τʼ ἀναβράστοις.
ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δʼ ὑάκινθον,
καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς·
ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα,
γελῶν δʼ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
ἔγχει κἀπιβόα τρίτον παιῶνʼ, ὡς νόμος ἐστίν.
ἢν δʼ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,
τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων.
ΠΕΤΑΛΗ
οὗτος πόθεν ἦλθες; Β. εἰς Κολωνὸν ἱέμην,
οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων.
ἀλλʼ ὦ περιστέριον ὁμοῖον Κλεισθένει,
πέτου, κόμισον δέ μʼ εἰς Κύθηρα καὶ Κύπρον.
παίειν με τύπτειν λακπατεῖν ὠθεῖν δάκνειν.
πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε.
κἀκ πιθῶνος ἤρυσαν
ἄκρατον.
ΤΥΡΑΝΝΙΣ
κἄπειθʼ ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ
ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα,
ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ.
ἆρʼ ἀράχνιʼ ὥσπερ ταῖς σιπύαισι ταῖς κεναῖς;
εἶτʼ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια
πλατέα, τοίχους οὐκ ἔχοντʼ ἀλλʼ αὐτὸ τοὔδαφος μόνον,
κοὐχὶ χωροῦντʼ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις·
σφίσι δέ γʼ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας
οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας,
οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι
αὔθʼ, ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.
εἶθʼ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθʼ ἐκπιεῖν,
λοιδοροῦνται κὠμνύουσι μὴ ʼκπιεῖν ἀλλʼ ἢ μίαν.
ἡ δὲ κρείττων ἡ μίʼ ἐστὶ χιλίων ποτηρίων.
γυμνῷ φυλακὴν ἐπιτάττειν
ΧΕΙΡΩΝ
Μουσική λέξω μὲν οὐκ ἄκουσα, σοί τε γὰρ κλύειν
ἐμοί τε λέξαι μῦθον ἡδονὴν ἔχει.
ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης,
ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με
χαλαρωτέραν τʼ ἐποίησε χορδαῖς δώδεκα.
ἀλλʼ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ
ἔμοιγε ... πρὸς τὰ νῦν κακά.
Κινησίας δέ μʼ ὁ κατάρατος Ἀττικός,
ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς,
ἀπολώλεχʼ οὕτως, ὥστε τῆς ποιήσεως
τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν,
ἀριστέρʼ αὐτοῦ φαίνεται τὰ δεξιά.
ἀλλʼ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί.
Φρῦνις δʼ ἴδιον στρόβιλον ἐμβαλών τινα,
κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν,
ἐν ἑπτὰ χορδαῖς δώδεχʼ ἁρμονίας ἔχων.
ἀλλʼ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ·
εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν.
ὁ δὲ Τιμόθεός μʼ, ὦ φιλτάτη, κατορώρυχεν
καὶ διακέκναικʼ αἴσχιστα. Δίκαιος ποῖος οὑτοσὶ
ὁ Τιμόθεος; Μ. Μιλήσιός τις Πυρρίας.
κακά μοι παρέχων ἅπαντας οὗτος οὓς λέγω
παρελήλυθʼ ἀγαπῶν ἐκτραπέλους μυρμηκιάς.
κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ,
ἀπέδυσε κἀνέλυσε χορδαῖς δώδεκα.
εἰκῆ μʼ ἐπῆρας ὄντα τηλικουτονὶ
πολλοῖς ἐμαυτὸν ἐγκυλῖσαι πράγμασιν.
ἐγὼ γὰρ, ὦνδρες, ἡνίκʼ ἦν νεώτερος,
ἐδόκουν μὲν ἐφρόνουν δʼ οὐδέν, ἀλλὰ πάντα μοι
κατὰ χειρὸς ἦν τὰ πράγματʼ ἐνθυμουμένῳ·
νῦν δʼ ἄρτι μοι τὸ γῆρας ἐντίθησι νοῦν,
καὶ κατὰ μίτον τὰ πράγματʼ ἐκλογίζομαι.
νὴ τὸν Δίʼ ὥσπερ αἱ παροψίδες
τὴν αἰτίαν ἔχουσʼ ἀπὸ τῶν ἡδυσμάτων,
οὓς ὁ καλέτας ἀξιοῖ τοῦ μηδενός.
ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα
καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς
καὶ μυελόν.
δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίδας.
Β. καλόν γε δῶρον ἕπτʼ ἔχειν λαικαστρίας.
ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.
τοῖς δέκα ταλάντοις προστιθείς, ἔφη,
ἄλλʼ ἄττα πεντήκοντα.
μηδὲ σύγʼ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν
ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει·
ἀλλὰ μάλʼ εὔκηλος τέρπου φρένα τέρπε τʼ ἐκεῖνον.
ἡμῶν δʼ ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον,
ἀχθόμεθʼ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα,
χὤττι τάχιστα θύραζʼ ἐξελθεῖν βουλόμεθʼ αὐτόν.
εἶτα γνούς πως τοῦθʼ ὑποδεῖται, κᾆτά τις εἶπεν
τῶν ξυμπινόντων, ἤδη σύ; τί οὐχ ὑποπίνεις;
οὐχ ὑπολύσεις αὐτόν; ὁ δʼ ἄχθεται αὐτὸς ὁ θύων
τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξʼ ἐλεγεῖα·
«μηδένα μήτʼ ἀέκοντα μένειν κατέρυκε παρʼ ἡμῖν
μήθʼ εὕδοντʼ ἐπέγειρε, Σιμωνίδη.» οὐ γὰρ ἐπʼ οἴνοις
τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;
ΨΕΥΔΗΡΑΚΛΗΣ
εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων …
ἐγὼ δʼ ἂν ἀντείποιμι· μὴ πολυπραγμόνει,
ἀλλʼ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ,
ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.
ὑπὸ τῆς ἀπληστίας
διακόνιον ἐπήσθιεν.
τί δʼ ἔπαθες;
Β. ἄγρυκτα κἄλεκτʼ, ἀλλὰ βούλομαι μόνῃ
αὐτῇ φράσαι σοι.
σκέψαι δέ μου
τὸ μέτωπον, εἰ θέρμην ἔχουσα τυγχάνω.
τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους.
ἤνπερ φρονῇς εὖ, φεῦγε τὴν Βοιωτίαν.
τὴν γαστέρʼ ᾔων κἀχύρων σεσαγμένος.
ὕβριστον ἔργον καὶ κόβαλον εἰργάσω.
ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν.
ἢ τῆς ἀχέρδου τῆς ἀκραχολωτάτης
ποῖ κῆχος; Β. ἐγγύς, ἡμερῶν γε τεττάρων.
ἀεί ποθʼ ἡμῖν ἐγκιλικίζουσʼ οἱ θεοί.
ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο.
μηδὲν κοτυλίζειν, ἀλλὰ καταπάττειν χύδην.
τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον.
Ἀδώνιʼ ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν.
ὑπέλυσε δήμαρχός τις ἐλθὼν εἰς χορόν.
δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε.
ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.
ὁ λαγώς με βασκαίνει τεθνηκώς.
ῥαφανίς τʼ ἄπλυτος ὑπάρχει,
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
οἷον αὖ τὸ πνῖγος, ὡς ἁσελγές.
ληκούμεσθʼ ὅλην τὴν νύκτα.
καττύομαι τοὺς καρκίνους.
κύνα δέρειν δεδαρμένην.
κάδους ἀνασπῶν
ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην.
Α. πότε σὺ δῆτʼ ἤκουσας αὐτοῦ; Β. πρωπέρυσιν. Α. ἔτος τρίτον;
νῦν δʼ ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν, ἀνα- βράττειν,
αἵνειν, ἀλέσαι, μᾶξαι, πέψαι, τὸ τελευταῖον παραθεῖναι.
ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι.
ὁ χορὸς δʼ αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωματόδεσμα.
καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας περιόντας.
ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας σωτῆρας.
κυάμους, ἀφάκην, ζειάς, αἴρας, ἀκεάννους.
ὦ ξανθοτάτοις βοτρύχοισι κομῶν.
βριθομένης πάντων ἀγαθῶν ἐπίμεστα τραπέζης.
ἵνʼ ἀφυπνισθῆτʼ οὖν ἀκροᾶσθʼ· ἤδη γὰρ καὶ λέξομεν.
ἄσμηκτος ἀπαράλεκτος
ἄγχασκε
ἀδηφάγοι
Ἀδώνιος
ἀκοήν
ἁλιῶς
ἀλλοκότως
ἀμυστί
ἀνεψιαδοῦς
ἀποτυλοῦν
ἀρχαῖος
ὡς ἀφηλικεστάτην
δακτυλιουργόν
ἐγρηγόρσιον
ἕρκη
ἕτερος
ἐττημένα
εὔδουλος
εὐημερίαν
θυμέλη
καθεστέον
καθηγεῖσθαι
κάπνοι
καραιβαρᾶν
κλεπτίδης
μητρίδα
μίμαρκυς
ναικισήρεις
οὐλοκέφαλος
πλατειάσαι
πλοκάδας
πρωτόβαθρον
ῥᾴδια
ῥυπαίνω
σαπράν
σιναμωρεύματα
Σκίρα, Σκίρον
σκιτών
σόφισμα
στομοδόκον
στρατηγίς
στρόφιγγες
συηνία καὶ ὑηνία
σφῆκες καὶ σφηκίαι
ταχεωστί
τραπέμπαλιν
τραύξανα
ὑφόλμιον
ὕφος
φῖτυ
φοβερός
χολλάδας
χυτρίζειν
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
ὦ γῆρας, ὡς ἐπαχθὲς ἀνθρώποισιν εἶ
καὶ πανταχῇ λυπηρόν, οὐ καθʼ ἓν μόνον.
ἐν ᾧ γὰρ οὐδὲν δυνάμεθʼ οὐδʼ ἰσχύομεν,
σὺ τηνικαῦθʼ ἡμᾶς προδιδάσκεις εὖ φρονεῖν.
ἐκποτέον καὶ τὴν τρύγα