eul_wid: hbw-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Heimarmenē by Anaxandrides the Comic Poet

The Fragments on heimarmenē is a modern compilation of excerpts from the lost comedies of the Athenian poet Anaxandrides. It is not an ancient, unified text but rather a collection of 194 fragments, ranging from single lines to short passages, which have been preserved through quotation by later authors such as Athenaeus. The modern title reflects a thematic grouping of content within these excerpts, which often touch upon concepts of fortune and heimarmenē, rather than denoting an original work by that name. The fragments showcase the standard repertoire of Middle Comedy, including mythological parody, romantic and domestic plots, and social satire with a notable emphasis on gastronomy. They also contain sententious or proverbial remarks, a feature that likely inspired their modern categorization. No complete play by Anaxandrides survives; the fragments are transmitted indirectly through the works of later antiquarians and lexicographers, most extensively in Athenaeus's Deipnosophistae, and are assembled in modern editions like Greek Comic Poets. As a successful poet of Middle Comedy, Anaxandrides played a role in the genre's evolution away from direct political satire and toward the social comedy and romantic narratives that would characterize New Comedy. His works remained a source of Attic idiom and comedy well into the Roman imperial period.

ΑΓΡΟΙΚΟΙ.
Τίνα δὴ παρεσκευασμένοι
πίνειν τρόπον νῦν ἐστε; λέγετε. Β. τίνα τρόπον;
ἡμεῖς τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
Α. βούλεσθε δήπου τὸν ἐπιδέξιʼ; Β. ὦ πάτερ,
λέγειν ἐπὶ τῷ πίνοντι τὸν ἐπιδέξια
λέγειν, Ἄπολλον, ὡσπερεὶ τεθνηκότι;
Μεγάλʼ ἴσως ποτήρια
προπινόμενα καὶ μέστʼ ἀκράτου κυμβία
ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν.
Ὡς δʼ ἐστεφανώθην, ἡ τράπεζʼ ἐπήγετο,
τοσαῦτʼ ἔχουσα βρώμαθʼ, ὅσα μὰ τοὺς θεούς
καὶ τὰς θεὰς οὐδʼ ἔνδον ὄντʼ ᾔδειν ἐγώ,
οὕτω παρέζων χρηστῶς οὐκ ἔζων τότε.
ΑΓΧΙΣΗΣ.
Οὐκ ἔστι δούλων, ὦ ʼγάθʼ, οὐδαμοῦ πόλις,
τύχη δὲ πάντα μεταφέρει τὰ σώματα.
πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι,
εἰς ταὔριον δὲ Σουνιεῖς, εἶτʼ εἰς τρίτην
ἀγορᾷ κέχρηνται· τὸν γὰρ οἴακα στρέφει
δαίμων ἑκάστῳ.
ΑΙΣΧΡΑ.
Ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ
σώματος μέρη δαμάζετʼ ἐν πυρικτίτοισι γᾶς·
Τιμόθεος ἔφη ποτʼ, ἄνδρες. τὴν χύτραν οἶμαι λέγων.
ΑΝΤΕΡΩΝ.
Περιστέρια γὰρ εἰσάγων καὶ στρουθία.
ΑΧΙΛΛΕΥΣ.
ΓΕΡΟΝΤΟΜΑΝΙΑ.
Τὴν ἐκ Κορίνθου Λαΐδʼ οἶσθα; Β. πῶς γὰρ οὔ;
τὴν ἡμετέρειον. Α. ἦν ἐκείνῃ τις φίλη
Ἄντεια. Β. καὶ τοῦθʼ ἡμέτερον ἦν παίγνιον.
Α. νὴ τὸν Δίʼ ἤνθει τότε Λαγίσκιον, τότʼ ἦν
καὶ Θεολύτη μάλʼ εὐπρόσωπος καὶ καλή,
ὑπέφαινʼ ἐσομένη δʼ Ὤκιμον λαμπρὸν πάνυ.
Καί τοι πολύ γε πονοῦμεν.
τὸν ἀσύμβολον εὗρε γελοῖα λέγειν Ῥαδάμανθυς καὶ Πα- λαμήδης.
ΔΙΔΥΜΟΙ.
ΕΛΕΝΗ.
Α. Ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε.
Β. ὦ Ἡράκλεις, ἀβελτερίου τεμενικοῦ.
Α. ἀλλʼ οὐδʼ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις.
ΕΥΣΕΒΕΙΣ.
ΖΩΓΡΑΦΟΙ Η ΓΕΩΓΡΑΦΟΙ.
Πυξίον λαβὼν κάθου.
ΗΡΑΚΛΗΣ.
Ὁ μὲν γὰρ εὐφυής τις εἶναι φαίνεται,
ὡς δʼ εὐρύθμως λαβὼν τὸ μελετητήριον
εἶτʼ ἐσχεδίασε δριμέως ἐν … παπαῖ,
μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι
κωδωνίσας πέμψαι σʼ ἀγωνιούμενον,
ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε.
ΘΕΤΤΑΛΟΙ.
ΘΗΣΑΥΡΟΣ.
Ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν,
τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ἦν,
ὠνόμασεν ὀρθῶς, δεύτερον δʼ εἶναι καλόν·
τρίτον δὲ πλουτεῖν, τοῦθʼ, ὁρᾷς, ἐμαίνετο·
μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει·
καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον.
Ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον.
ΘΗΣΕΥΣ.
Ὅτε τὰς μορίας ἔτρωγεν, ὡσπερεὶ Πλάτων.
Παρθένοι παίζουσι πρὸς ἐλάφρʼ ἐξαλλάγματα.
ΚΑΝΗΦΟΡΟΣ.
Ἅπαντές ἐσμεν πρὸς τὰ θεῖʼ ἀβέλτεροι
κοὐκ ἴσμεν οὐδέν.
ΚΕΡΚΙΟΣ.
Ἐρυθρότερον καρῖδος ὀπτῆς σʼ ἀποφανῶ.
ΚΙΘΑΡΙΣΤΡΙΑ.
ΚΥΝΗΓΕΤΑΙ.
Υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίγνεται.
ΚΩΜΩΙΔΟΤΡΑΓΩΙΔΙΑ.
ΛΟΚΡΙΔΕΣ.
ΛΥΚΟΥΡΓΟΣ.
Καὶ συμπαίζει καριδαρίοις
μετὰ περκιδίων καὶ θρᾳττιδίων,
καὶ ψητταρίοις μετὰ κωθαρίων,
καὶ σκινδαρίοις μετὰ κωβιδίων.
ΜΕΛΙΛΩΤΟΣ.
Οὐ μανικόν ἐστʼ ἐν οἰκίᾳ τρέφειν ταὧς,
ἐξὸν τοσουτουὶ δύʼ ἀγάλματʼ ἀγοράσαι;
ΝΗΡΕΥΣ.
Ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα
γλαύκου πρόσωπον, τοῦ τʼ ἀμύμονος δέμας
θύννου τά τʼ ἄλλα βρώματʼ ἐξ ὑγρᾶς ἁλός,
Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.
ΝΗΡΗΙΔΕΣ.
Δὸς δὴ τὸν χόα
αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων.
Β. Εὐριπίδης τις τήμερον γενήσεται.
ΟΔΥΣΣΕΥΣ.
Τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία
ἐν τοῖς πίναξι κρεμαμένη θαυμάζεται.
αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται,
ἀπὸ τοῦ ταγήνου τʼ εὐθέως ἀφανίζεται.
ἐπὶ τίνα δʼ ὧδʼ ἄλλην τέχνην, ὦ χρηστὲ σύ,
τὰ στόματα τῶν νεωτέρων κατακάετʼ, ἤ
ὠθισμός ἐστι δακτύλων τοιουτοσί
ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν;
ἀλλʼ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ
εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν,
φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους
ἢ μαινίδʼ; ὡραῖον δὲ μειρακύλλιον
ποίαις ἐπῳδαῖς, ἢ λόγοις ἁλίσκεται
τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
τὴν τῶν ἁλιέων; ἥδε γὰρ δαμάζεται,
ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη,
ἄγουσʼ ὑπʼ αὐτὰ τὰ σώματʼ ἀρίστου πύλας,
ἀσύμβολον κλίνειν τʼ ἀναγκάζει φύσιν.
Ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετʼ, οἶδʼ ἀκριβῶς·
ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε·
ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν.
λαμπρός τις ἐξελήλυθʼ, … ὄλολυς οὗτός ἐστι·
λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται.
χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν.
ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται·
τὰ πόλλʼ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις.
εἰς τοὺς καλοὺς δʼ ἄν τις βλέπῃ, καινὸς θεατροποιός·
ὑφείλετʼ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη·
ἐὰν δὲ κριόν, Φρίξος· ἂν δὲ κωδάριον, Ἰάσων.
ΟΠΛΟΜΑΧΟΣ.
Μάγαδιν λαλήσω μικρὸν ἅμα σοι καὶ μέγαν.
ΠΑΝΔΑΡΟΣ.
Οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστʼ, ἔσει·
αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη
ἄγκυρά τʼ ἐστὶν ἄντικρυς τοῦ σώματος.
ΠΟΛΕΙΣ.
Οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ·
οὔθʼ οἱ τρόποι γὰρ ὁμονοοῦσʼ οὔθʼ οἱ νόμοι
ἡμῶν, ἀπʼ ἀλλήλων δὲ διέχουσιν πολύ.
βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς·
τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα,
ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ.
οὐκ ἐσθίεις ὕειʼ, ἐγὼ δέ γʼ ἥδομαι
μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δʼ ἐγώ,
τοὔψον κατεσθίουσαν ἡνίκʼ ἂν λάβω.
τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος
εἶναι, παρʼ ὑμῖν δʼ, ὡς ἔοικεν, ἀπηργμένους.
τὸν αἰέλουρον κακὸν ἔχοντʼ ἐὰν ἴδῃς,
κλάεις, ἐγὼ δʼ ἥδιστʼ ἀποκτείνας δέρω.
δύναται παρʼ ὑμῖν μυγαλῆ, παρʼ ἐμοὶ δέ γʼ οὔ.
ΠΡΩΤΕΣΙΛΑΟΣ.
Κἂν ταῦτα ποιῇς ὥσπερ φράζω,
λαμπροῖς δείπνοις δεξόμεθʼ ὑμᾶς,
οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους
τοῖς ἐν Θρᾴκῃ· καί τοι φασίν
βυβακάλους αὐτὰ γενέσθαι.
κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι
στρώμαθʼ ἁλουργῆ μέχρι τῆς ἄρκτου·
δειπνεῖν δʼ ἄνδρας βουτυροφάγας,
αὐχμηροκόμας μυριοπληθεῖς·
τοὺς δὲ λέβητας χαλκοῦς εἶναι
μείζους λάκκων δωδεκακλίνων·
αὐτὸν δὲ Κότυν περιεζῶσθαι
ζωμόν τε φέρειν ἐν χοῒ χρυσῇ,
καὶ γευόμενον τῶν κρατήρων
πρότερον μεθύειν τῶν πινόντων.
αὐλεῖν δʼ αὐτοῖς Ἀντιγενίδαν,
Ἀργᾶν δʼ ᾄδειν καὶ κιθαρίζειν
Κηφισόδοτον τὸν Ἀχαρνῆθεν,
μέλπειν δʼ ᾠδαῖς
τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον,
τοτὲ δʼ αὖ Θήβας τὰς ἑπταπύλους
τὰς ἁρμονίας μεταβάλλειν.
φέρνας τε λαβεῖν δύο μὲν ξανθῶν
ἵππων ἀγέλας, αἰγῶν τʼ ἀγέλην,
χρυσοῦν τε σάκος
… φιάλην τε λεπαστήν,
χιόνος τε πρόχουν, κέρχνων τε χύτραν,
βολβῶν τε σιρὸν δωδεκάπηχυν,
καὶ πουλυπόδων ἑκατόμβην.
ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι
Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει.
τούτων δʼ ἔσται πολὺ σεμνότερον
καὶ λαμπρότερον παρὰ δεσποσύνοις
τοῖς ἡμετέροις. τί γὰρ ἐκλείπει
δόμος ἡμέτερος ποίων ἀγαθῶν;
οὐ σμύρνης καὶ Συρίας ὀδμαί
λιβάνου τε πνοαί; τερενοχρῶτες
μαζῶν ὄψεις, ἄρτων, ἀμύλων,
πουλυποδείων, χολίκων, δημοῦ,
φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων,
λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων,
ἐνθρυμματίδων, πτισάνης, ἀθάρης,
κυάμων, λαθύρων, ὤχρων, δολίχων,
μέλιτος, τυροῦ, χορίων, πυρῶν,
καρύων, χόνδρου. κάραβοι ὀπτοί,
τευθίδες ὀπταί, κεστρεὺς ἑφθός,
σηπίαι ἑφθαί, μύραινʼ ἑφθή,
κωβιοὶ ἑφθοί, θυννίδες ὀπταί,
φυκίδες ἑφθαί, βάτραχοι, πέρκαι,
συνόδοντες, ὄνοι, βατίδες, ψῆτται,
γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι,
ῥίνης τεμάχη, σχαδόνες, βότρυες,
σῦκα, πλακοῦντες, μῆλα, κράνειαι,
ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες,
κνῆκος, ἐλᾶαι, στέμφυλʼ, ἄμητες,
πράσα, γήτειον, κρόμμυα, φύστη,
βολβοί, καυλοί, σίλφιον, ὄξος,
μάραθʼ, ᾠά, φακή, τέττιγες, ὀποί,
κάρδαμα, σήσαμα, κήρυκες, ἅλες,
πίνναι, λεπάδες, μύες, ὄστρεια,
κτένες, ὄρκυνες· καὶ πρὸς τούτοις
ὀρνιθαρίων ἀφάτων πλῆθος,
νηττῶν, φαττῶν· χῆνες, στρουθοί,
κίχλαι, κόρυδοι, κίτται, κύκνοι,
πελεκάν, κίγκλοι, γέρανος—τουδί
τοῦ χάσκοντος διατειναμένη
διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν
διακόψειεν τὸ μέτωπον.
οἶνοι δέ σοι λευκὸς …
γλυκὺς αὐθιγενὴς ἡδὺς καπνίας.
Μύρῳ δὲ παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο
ἐχθὲς Μελανώπῳ πολυτελοῦς Αἰγυπτίου,
ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
ΣΑΜΙΑ.
Τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομʼ ἔχει.
ΣΑΤΥΡΙΑΣ.
ΣΩΣΙΠΠΟΣ.
ΤΗΡΕΥΣ.
Ὄρνις κεκλήσει. Β. διὰ τί, πρὸς τῆς Ἑστίας;
πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν
ὥσπερ Πολύευκτος ὁ καλός; Α. οὐ δῆτʼ, ἀλλʼ ὅτι
ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.
Ὀχευομένους δὲ τοὺς κάπρους
καὶ τὰς ἀλεκτρυόνας θεωροῦσʼ ἄσμενοι.
Ἀλλʼ οἷα νύμφη βασιλὶς ὠνομασμένη
μύροις Μεγαλλίοισι σῶμʼ ἀλείφεται.
ΥΒΡΙΣ.
Οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον;
ΦΑΡΜΑΚΟΜΑΝΤΙΣ.
Ὅτι εἴμʼ ἀλαζών, τοῦτʼ ἐπιτιμᾷς; ἀλλὰ τί;
νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολύ
μετὰ τὴν κολακείαν. ἥδε μὲν γὰρ διαφέρει.
Ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δή
σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
ΦΙΑΛΗΦΟΡΟΣ.
Τὸν ἐμὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε.
Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον.
Ὅστις γαμεῖν βουλεύετʼ, οὐ βουλεύεται
ὀρθῶς, διότι βουλεύεται χοὕτω γαμεῖ.
πολλῶν κακῶν γάρ ἐστιν ἀρχὴ τῷ βίῳ.
ἢ γὰρ πένης ὢν τὴν γυναῖκα χρήματα
λαβὼν ἔχει δέσποιναν, οὐ γυναῖκʼ ἔτι,
ἧς ἐστι δοῦλος καὶ πένης. ἢν δʼ αὖ λάβῃ
μηδὲν φερομένην, δοῦλος αὐτὸς γίγνεται·
δεῖ γὰρ τὸ λοιπὸν ἀνθʼ ἑνὸς τρέφειν δύο.
ἀλλʼ ἔλαβεν αἰσχράν· οὐ βιωτόν ἐστʼ ἔτι,
οὐδʼ εἴσοδος τὸ παράπαν εἰς τὴν οἰκίαν.
ἀλλʼ ἔλαβεν ὡραίαν τις· οὐδὲν γίγνεται
μᾶλλόν τι τοῦ γήμαντος ἢ τῶν γειτόνων·
ὥστʼ οὐδαμῶς κακοῦ γʼ ἁμαρτεῖν γίγνεται.
Οὔτοι τὸ γῆράς ἐστιν, ὡς οἴει, πάτερ,
τῶν φορτίων μέγιστον, ἀλλʼ ὃς ἂν φέρῃ
ἀγνωμόνως αὔθʼ, οὗτός ἐστιν αἴτιος·
ἂν δʼ εὐκόλως, ἐνίοτε κοιμίζειν ποιεῖ,
μεταλαμβάνων ἐπιδέξιʼ αὐτοῦ τὸν τρόπον,
λύπην τʼ ἀφαιρῶν ἡδονήν τε προστιθείς·
λύπην δὲ ποιῶν, εἴτι δυσκόλως ἔχει.
Ἡδονὴν ἔχει,
ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι,
δηλοῦν ἅπασιν· οἱ δʼ ἑαυτοῖσιν σοφοί
πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
εἶτα φθονοῦνται· χρὴ γὰρ εἰς ὄχλον φέρειν
ἅπανθʼ ὅσʼ ἄν τις καινότητʼ ἔχειν δοκῇ.
Ὅστις λόγους παρακαταθήκην γὰρ λαβών
ἐξεῖπεν, ἄδικός ἐστιν ἢ ἀκρατὴς ἄγαν·
ὁ μὲν διὰ κέρδος, ἄδικος· ὁ δὲ τούτου δίχα,
ἀκρατής· ἴσον δέ γʼ εἰσὶν ἀμφότεροι κακοί.
Χαλεπή, λέγω σοι, καὶ προσάντης, ὦ τέκνον,
ὁδός ἐστιν, ὡς τὸν πατέρʼ ἀπελθεῖν οἴκαδε
παρʼ ἀνδρός, ἥ τις ἐστὶ κοσμία γυνή.
ὁ γὰρ δίαυλός ἐστιν αἰσχύνην ἔχων.
Ἐὰν λούσησθε νῦν
ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσετε
τὸ βάρος, διασκεδᾶτε τὸ προσὸν νῦν νέφος
ἐπὶ τοῦ προσώπου.
Τὸ νέκταρ ἐσθίω πάνυ
μάττων διαπίνω τʼ ἀμβροσίαν, καὶ τῷ Διί
διακονῶ, καὶ σεμνός εἰμʼ ἑκάστοτε
Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
Ὦ πονηρὰ καρδία,
ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος·
ὀρχεῖ γὰρ εὐθύς, ἂν ἴδῃς δεδοικότα.
Μηδέποτε δοῦλον ἡδονῆς σαυτὸν ποίει·
λάγνης γυναικός ἐστιν οὐκ ἀνδρὸς τόδε.
Ἔρως σοφιστοῦ γίγνεται διδάσκαλος
σκαιοῦ πολὺ κρείττων πρὸς τὸν ἀνθρώπων βίον.
Ὑπὲρ σεαυτοῦ πρᾶτθʼ ὁτιοῦν ἄν σοι δοκῇ,
ἐγὼ δʼ ὑπὲρ ἐμοῦ.
Τὸ συνεχὲς ἔργου παντὸς εὑρίσκει τέλος.
Κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ.
Ἀρκτῆ λεοντῆ παρδαλῆ μοσχῆ κυνῆ.
Οὐχὶ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.
Ἡ πόλις ἐβούλεθʼ, ᾗ νόμων οὐδὲν μέλει.
Ὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι.
Καλόν γʼ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον.
Τρίκλινον δʼ εὐθέως συνήγετο
καὶ συναυλίαι γέροντι.
Ὡς δὴ παχεῖαν τὴν περιζώστραν ἔχει.