ΑΓΡΟΙΚΟΣ
ΑΔΕΛΦΟΙ
ὦ μακάριόν με· γυναῖκα οὐ λαμβάνω.
εἰ δʼ ἔστιν οὗτος τὴν κόρην ὁ διεφθορώς.
ἔργον εὑρεῖν συγγενῆ
πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ
αὐτῷ προσήκειν τὸν βοηθείας τινὸς
δεόμενον· αἰτεῖσθαι γὰρ ἅμα τι προσδοκᾷ.
οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν,
ἀλλʼ ἀντιτάττεσθʼ· εἰ δὲ μή, τἄνω κάτω
ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος.
πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ
καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει.
ὁ γὰρ μετρίως πράττων περισκελέστερον
ἅπαντα τἀνιαρά, Λαμπρία, φέρει.
ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος.
κοινὰ τὰ τῶν φίλων.
ἐγὼ δʼ ἀγροῖκος, ἐργάτης, σκυθρός, πικρός,
φειδωλός.
θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ
ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι.
τί πολλὰ τηρεῖν πολλὰ δεῖ δεδοικότα;
ΑΛΑΕΙΣ
ΑΛΙΕΙΣ
χαῖρʼ, ὦ φίλη γῆ, διὰ χρόνου πολλοῦ σʼ ἰδὼν
ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν ποιῶ
τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐσίδω χωρίον·
τὸ γὰρ τρέφον με τοῦτʼ ἐγὼ κρίνω θεόν.
ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην
πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν
τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν.
ὡς δὲ τὴν ἄκραν
κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ
ἀνηγάγοντο.
ἐκλελάκτικεν
ὁ χρηστὸς ἡμῖν μοιχός, ἀλλʼ ἀντάλλαγος—
δύʼ οἰκίας
φηλοῦν γερόντων, ὡς λέγεις, ἀβελτέρων.
χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον.
δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.
καὶ χρυσολαβὲς καλὸν πάνυ
ἐγχειρίδιον.
παχὺς γὰρ ὗς ἔκειτʼ ἐπὶ στόμα. . . . . . . . . . . . .
ἐτρύφησεν ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. . . . . . . . . . . . . . .
ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος φαίνεται
εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχύν,
ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμʼ ἔχοντʼ ἄνω,
ἐσθίοντα καὶ λέγοντα «σήπομʼ ὑπὸ τῆς ἡδονῆς.»
εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων χρυσίον,
Περσικαὶ στολαὶ δὲ κεῖνται πορφυραῖ, τορεύματα
ἔνδον ἔστʼ, ἄνδρες, ποτηρίδια, τορεύματα,
κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.
καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομʼ οὐκέτι.
ἀμφιβλήστρῳ περιβάλλεται
ἡδυλίζειν
ἡ λαμπήνη
ΑΝΑΤΙΘΕΜΕΝΗ Η ΜΕΣΣΗΝΙΑ
οἱ δʼ ἁρπάσαντες τοὺς κάδους τοὺς στρογγύλους
ὕδρευον ἀνδρειότατα κηπουροὶ πάλιν.
Β. «ἤντλουν» λέγειν δεῖ καὶ «κάδους» οὐ δεῖ λέγειν,
ἀλλʼ «ἀντλιαντλητῆρας».
τίθημʼ ἔχειν χολήν σε καλλιωνύμου
πλείω.
Ἀράβιον ἆρʼ ἐγὼ κεκίνηκʼ ἄγγελον.
ἡγεῖταί μʼ ὅλως
ἐπικόπανόν τι.
ἴσσα
ΑΝΔΡΙΑ
εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν
οἱ τὰς ὀφρῦς αἴροντες.
λούσατʼ αὐτὴν αὐτίκα.
καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη,
τὸ νεοττίον.
τὸ δʼ ἐρᾶν ἐπισκοτεῖ
ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὐλόγως
καὶ τοῖς κακῶς ἔχουσιν.
ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλʼ ὡς δυνάμεθα.
ΑΝΔΡΟΓΥΝΟΣ Η ΚΡΗΣ
τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ
ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν.
πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεώς ποθεν
τὰς ἐν Λαμίᾳ πάσας.
τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον.
μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία.
Μυσῶν ἔσχατος πολέμιος
ΑΝΕΨΙΟΙ
φύσει γάρ ἐστʼ ἔρως
τοῦ νουθετοῦντος κωφόν· ἅμα δʼ οὐ ῥᾴδιον
νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ.
εὐδαιμονία τοῦτʼ ἐστὶν υἱὸς νοῦν ἔχων·
ἀλλὰ θυγάτηρ κτῆμʼ ἐστὶν ἐργῶδες πατρί.
ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί,
δεῖ τʼ οὐχὶ σείειν, ἀλλʼ ἀποσείειν αὐτόθεν.
οἶσʼ εἰσιὼν
πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς
μόνον πολὺ ποίει.
τὰ κακῶς τρέφοντα χωρίʼ ἀνδρείους ποιεῖ.
ΑΠΙΣΤΟΣ
ᾤμην, εἰ τὸ χρυσίον λάβοι
ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην
ἅβραν ἔσεσθαι.
ΑΡΡΗΦΟΡΟΣ Η ΑΥΛΗΤΡΙΣ
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,
τοῦτον καταλιπὼν τὸν βίον· γεγάμηκα γὰρ
αὐτός· διὰ τοῦτο σοὶ παραινῶ μὴ γαμεῖν.
Β. δεδογμένον τὸ πρᾶγμʼ· ἀνερρίφθω κύβος.
Α. πέραινε. σωθείης δὲ νῦν. ἀληθινὸν
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
οὐ Λιβυκόν, οὐδʼ Αἰγαῖον . . . . .
οὗ τῶν τριάκοντʼ οὐκ ἀπόλλυται τρία
πλοιάρια· γήμας δʼ οὐδὲ εἷς σέσῳσθʼ ὅλως.
ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην
ταύτην τις ἢ τίτθην καλῇ, πέρας ποιεῖ
λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον,
ὃ λέγουσιν ἠχεῖν, ἢν παράψηθʼ ὁ παριών,
τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ
ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.
πάντας μεθύσους τοὺς ἐμπόρους
ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν
τὴν νύκτα διὰ σὲ καὶ σφόδρʼ ἄκρατόν μοι δοκῶ.
ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.
τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε
ἀλλότρια, σῴζει δʼ αὐτά που τὰ σώματα·
βίου δʼ ἔνεστιν ἀσφάλειʼ ἐν ταῖς τέχναις.
ἐλλέβορον ἤδη πώποτʼ ἔπιες, Σωσία;
Β. ἅπαξ. Α. πάλιν νῦν πῖθι· μαίνει γὰρ κακῶς.
πάντʼ ἐστὶ τῷ καλῷ λόγῳ
ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός.
ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας.
ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
ἢ χαλκοῦν μέγα
ὁλκεῖον
ΑΣΠΙΣ
ὦ τρισάθλιοι
τί πλέον ἔχουσι τῶν ἄλλων; βίον
ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια
τηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι·
εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως
ἐγχειρίδιον ἔχοντας αὐτοῖς προσιέναι,
οἵαν δίκην διδόασιν.
ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν
ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.
στρατιώτην, Σμικρίνη, σωτηρίας
ἔστʼ ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δʼ εὔπορον.
πολλοὶ γὰρ ἐκλελοιπότες
τὸν χάρακα τὰς κώμας ἐπόρθουν.
ἔχων τὴν ἀσπίδα
ἔκειτο συντετριμμένην.
Ἑλληνίς, οὐκ Ἰβηρίς
βρύειν
ἔμυξεν
κανδύταλις
ΑΥΛΗΤΡΙΣ
ΑΥΤΟΝ ΠΕΝΘΩΝ
τυφλὸν ὁ πλοῦτος, καὶ τυφλοὺς
τοὺς ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει.
τὸ στεφανοῦν
ΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ
ΑΦΡΟΔΙΣΙΑ
ἀλλʼ ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ,
παρὰ τίνι τἀνόητον οὗτος ὄψεται;
ἐκφυγοῦσα δʼ ἣν εἶχεν νόσον
οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους.
εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγει—
ΒΟΙΩΤΙΣ
οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδʼ ἂν σφόδρʼ ᾖ
ψευδής· ἐπίσταντʼ αὐξάνειν αὐτήν τινες,
διʼ οὓς φυλάττεσθαι τὰ τοιαῦτʼ ὀρθῶς ἔχει.
πολλὰ δύσκολα
εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλʼ εἰ πλείονα
τὰ συμφέροντʼ ἔνεστι, τοῦτο δεῖ σκοπεῖν.
πλοῦτος δὲ πολλῶν ἐπικάλυμμʼ ἐστὶν κακῶν.
οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν.
πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ
ΓΕΩΡΓΟΣ
εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης,
κἂν πάνυ λέγῃ δίκαια· τούτου γὰρ λέγειν
ἕνεκα μόνου νομίζεθʼ οὗτος, τοῦ λαβεῖν.
καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον
ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχῃ.
ὁ δʼ ἠδικηκὼς ὅστις ἔσθʼ οὗτός ποτε
τὴν ὑμετέραν πενίαν, κακοδαίμων ἔσθʼ, ὅτι
τοῦτʼ ἠδίκηκεν, οὗ τυχὸν μεταλήψεται.
εἰ καὶ σφόδρʼ εὐπορεῖ γάρ, ἀβεβαίως τρυφᾷ·
τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.
οὗτος κράτιστός ἐστʼ ἀνήρ, ὦ Γοργία,
ὅστις ἀδικεῖσθαι πλεῖστʼ ἐπίστατʼ ἐγκρατῶς·
τὸ δʼ ὀξύθυμον τοῦτο καὶ λίαν πικρὸν
δεῖγμʼ ἐστὶν εὐθὺς πᾶσι μικροψυχίας.
ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα
οἶμαι· φέρει γὰρ ὅσα θεοῖς ἄνθη καλά,
κιττόν, δάφνην· κριθὰς δʼ ἐὰν σπείρω, πάνυ
δίκαιος ὢν ἀπέδωχʼ ὅσας ἂν καταβάλω.
εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ,
καὶ τῶν κατʼ ἄστυ πραγμάτων οὐ παντελῶς
ἔμπειρος, ὁ δὲ χρόνος τί μʼ εἰδέναι ποιεῖ
πλέον.
βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε
ἐπέλαβεν αὐτόν.
ἦν δʼ οὐ πονηρὸς οὐδʼ ἐδόκουν.
ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας
εἰς ἔρωθʼ ἥκων σιωπᾷς καὶ μάτην ποθουμένους
περιορᾷς γάμους σεαυτῷ.
ΔΑΚΤΥΛΙΟΣ
τίς γὰρ οὑτοσὶ κακοδαίμων ἔφυ,
ὃς οὐκ ἂν ἐκδοίη θυγατέρας ἄσμενος,
καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων.
οἰκόσιτον νυμφίον
οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.
ἀνεμιαῖον ἐγένετο
αὐτολήκυθοι
ΔΑΡΔΑΝΟΣ
καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα.
Δρία παῖ, δειπνοποιεῖσθαι τί δεῖ;
ΔΕΙΣΙΔΑΙΜΩΝ
ἀγαθόν τί μοι γένοιτο, πολύτιμοι θεοί·
ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς
ἐμβάδος ἀπέρρηξʼ. Β. εἰκότως, ὦ φλήναφε·
σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος ἄρʼ οὐ θέλων
καινὰς πρίασθαι.
οὐ δεῖ γὰρ ἀδικεῖν οἰκέτας, ἄλλως τε καὶ
ὅταν μετʼ εὐνοίας τι μὴ πονηρίᾳ
πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ.
καὶ τυφλῷ δῆλον
ὀλόλους
ΔΗΜΙΟΥΡΓΟΣ
τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία
προελήλυθας. Β. ναί· πλάττομεν γὰρ πλάσματα,
τὴν νύκτα τʼ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι
ἀποίητα πάμπολλʼ ἐστὶν ἡμῖν.
μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει·
χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς.
βίος
ληνόν
ΔΙΔΥΜΑΙ
συμπεριπατήσεις γὰρ τρίβωνʼ ἔχουσʼ ἐμοί,
ὥσπερ Κράτητι τῷ κυνικῷ ποθʼ ἡ γυνή. . . . . . . . . . . . . . . .
καὶ θυγατέρʼ ἐξέδωκʼ ἐκεῖνος, ὡς ἔφη
αὐτός, ἐπὶ πείρᾳ δοὺς τριάκονθʼ ἡμέρας.
ὄρνεις φέρων ἐλήλυθα.
ὄρνιθας ἀποστέλλει.
ΔΙΣ ΕΞΑΠΑΤΩΝ
βουληφόρως
τὴν ἡμετέραν, ὦ Δημέα, προκατέλαβες
ὅρασιν.
ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ
καλῶ τινʼ αὐτῶν.
ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος.
οὐ Μεγάβυζος ἦν,
ὅστις γένοιτο ζάκορος.
ΔΥΣΚΟΛΟΣ
τῆς Ἀττικῆς νομίζετʼ εἶναι τὸν τόπον
Φυλήν, τὸ Νυμφαῖον δʼ ὅθεν προέρχομαι
Φυλασίων.
περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος·
εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι
εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ
ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος·
εἰ μὴ δὲ σαυτοῦ, τῆς τύχης δὲ πάντʼ ἔχεις,
τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί;
αὐτὴ γὰρ ἄλλῳ τυχὸν ἀναξίῳ τινὶ
παρελομένη σου πάντα προσθήσει πάλιν.
διόπερ ἔγωγέ φημι δεῖν, ὅσον χρόνον
εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ,
αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν
οὓς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ
ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς,
ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.
πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος
ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.
ὡς θύουσι δʼ οἱ τοιχωρύχοι,
κίστας φέροντες, σταμνίʼ, οὐχὶ τῶν θεῶν
ἕνεκʼ, ἀλλʼ ἑαυτῶν· ὁ λιβανωτὸς εὐσεβές,
καὶ τὸ πόπανον τοῦτʼ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
ἅπαν ἐπιτεθέν· οἱ δὲ τὴν ὀσφὺν ἄκραν
καὶ τὴν χολὴν ὀστᾶ τʼ ἄβρωτα τοῖς θεοῖς
ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσʼ ἀεί.
οὐδὲ εἷς
μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν·
ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
οὐδενὸς χρὴ πράγματος
τὸν εὖ πονοῦνθʼ ὅλως ἀπογνῶναί ποτε. . . . . . . . . . . . .
ἁλωτὰ γίνετʼ ἐπιμελείᾳ καὶ πόνῳ
ἅπαντα.
σιωπῇ φασι τούτῳ τῷ θεῷ
οὐ δεῖν προσιέναι.
οὐκ ἔνεστί σοι φυγεῖν
οἰκειότητα, δᾶερ.
οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδʼ αἰτούμενος
ὦ δυστυχής, τί οὐ καθεύδεις;
εὑρηκὼς κἀγὼ τούτου τέχνην
ἀνδριάς
ΕΑΥΤΟΝ ΠΕΝΘΩΝ
ΕΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ
πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη
τοσαῦθʼ; ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι.
λουτρόν, θεραπαίνας, ἀργυρώματα.
ἐξ ἱσταρίου δʼ ἐκρέματο φιλοπόνως πάνυ.
. . . . . καὶ θεραπαινὶς ἦν μία·
αὕτη συνύφαινεν ῥυπαρῶς διακειμένη.
ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
πᾶς πατὴρ μωρός.
οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον
ἢ μηκέτʼ εἶναι τὸν καλῶς εὐδαίμονα.
μετʼ ἄριστον γὰρ ὡς ἀμυγδαλὰς
παρέθηκα, καὶ τῶν ῥοιδίων ἐτρώγομεν.
ταῦτά σοι καὶ Πύθια
καὶ Δήλια.
ἀλλʼ ἢν χιτών σοι
ΕΓΧΕΙΡΙΔΙΟΝ
οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ
τὰ μηδὲ προσδοκώμενʼ ἔκστασιν φέρει.
τοῦ δʼ ἆρα Κωρυκαῖος ἠκροάσατο.
πίε. Β. πιεῖν ἀναγκάσω
τὴν ἱερόσυλον πρῶτα.
ὑπὲρ ὄνου σκιᾶς
ΕΜΠΙΜΠΡΑΜΕΝΗ
. . . ἐξώλης ἀπόλοιθʼ ὅστις ποτὲ
ὁ πρῶτος ἦν γήμας, ἔπειθʼ ὁ δεύτερος,
εἶθʼ ὁ τρίτος, εἶθʼ ὁ τέταρτος, εἶθʼ ὁ μεταγενής.
τρία γάρ ἐστι, δέσποτα,
διʼ ὧν ἅπαντα γίνετʼ, ἢ κατὰ τοὺς νόμους,
ἢ ταῖς ἀνάγκαις, ἢ τὸ τρίτον ἔθει τινί.
ἐφʼ ᾧ φρονεῖς μέγιστον ἀπολεῖ τοῦτό σε,
τὸ δοκεῖν τινʼ εἶναι· καὶ γὰρ ἄλλους μυρίους.
ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινὸς
πατέρα.
καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.
ἐπλήρωσέν τε τὸ συναγώγιον.
ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ
τὸ σὸν ταπεινὸν ἂν σὺ σεμνύνῃς, καλὸν
ἔξω φανεῖται, φίλʼ ἄνερ· ἂν δʼ αὐτὸς ποιῇς
ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί,
οἰκεῖος οὗτος κατάγελως νομίζεται.
τὰ γὰρ τολμηρὰ τῶν ὄχλων ἔχει
ἐν τοῖς λογισμοῖς τὰς ἐπιδείξεις δυσκόλους,
ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ τὸν καιρὸν εὖ,
ἀπροσδόκητον τὴν τέχνην ἐξηύρετο.
τοῖς ἀναιδέσιν βοηθεῖ γὰρ λόγοις τοῦθʼ ἓν μόνον,
ἂν βραχεῖς αὐτοὺς ποιῇ τις τόν τε καιρὸν εὖ λάβῃ.
ΕΠΙΚΛΗΡΟΣ
ἆρʼ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον.
ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται
λαλεῖν ἀπʼ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον.
ὥσπερ τῶν χορῶν
οὐ πάντες ᾄδουσʼ, ἀλλʼ ἄφωνοι δύο τινὲς
ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι
εἰς τὸν ἀριθμόν, καὶ τοῦθʼ ὁμοίως πως ἔχει·
χώραν κατέχουσι, ζῶσι δʼ οἷς ἐστιν βίος.
ἢ δεῖ μόνον
ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν·
οὕτω τὸ μετὰ ταῦτʼ ἐστὶ τοῦ βίου πικρόν.
ἀλεκτρυών τις ἐκεκράγει μέγα.
. . . οὐ σοβήσετʼ ἔξω, φησί, τὰς
ὄρνιθας ἀφʼ ἡμῶν;
αὕτη ποτʼ ἐξεσόβησε τὰς ὄρνεις μόλις.
τί δʼ ἂν ἔχοι νεκρὸς
ἀγαθόν, ὅπου γʼ οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν;
ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.
οὔπω σοι πεπίστευμαι;
ΕΠΙΤΡΕΠΟΝΤΕΣ
μὴ καταφρονήσῃς τῶν θεῶν· ἐν παντὶ δεῖ
καιρῷ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ,
καὶ τὸν παρατυγχάνοντα τούτου τοῦ μέρους
ἔχειν πρόνοιαν κοινόν ἐστι τῷ βίῳ.
οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν,
ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθʼ ἡμέραν
νέμειν ἑκάστῳ, Σμικρίνη;
ἀργὸς δʼ ὑγιαίνων τοῦ πυρέττοντος πολὺ
ἀθλιώτερος, διπλάσια γοῦν ἐσθίει μάτην.
ἐλευθέρῳ τὸ καταγελᾶσθαι μὲν πολὺ
αἴσχιστόν ἐστι, τὸ δʼ ὀδυνᾶσθʼ ἀνθρώπινον.
οὐκ οἰμώξεται
καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;
ἐπέπασα
ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.
οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ.
οὐχ εὕρεσις τοῦτʼ ἐστίν, ἀλλʼ ἀφαίρεσις.
οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει
ἐπιτρεπτέον τινὶ
ἔστιν περὶ τούτων.
ἐξετύφην μὲν οὖν
κλάουσα.
ἐχῖνος
ΕΥΝΟΥΧΟΣ
μὴ θεομάχει, μηδὲ προσάγου τῷ πράγματι
χειμῶνας ἑτέρους, τοὺς δʼ ἀναγκαίους φέρε.
οὗτός ἐστι γαλεώτης γέρων.
πάντα τὰ ζητούμενα
δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτεροι.
συστομώτερος σκάφης
λύκου πτερά
σιτοβόλια
τρόφιμον
ΕΦΕΣΙΟΣ
ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς,
ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα
ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.
ἐπʼ ἀρίστῳ λαβὼν
ὀψάριον . . . . . . . . . . . .
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐπώλει κωβιούς. Β. πολλοῦ σφόδρα.
παρέσομαι γὰρ ἓν δύο.
ἔσχατος Μυσῶν
Τενέδιος ἄνθρωπος
ΗΝΙΟΧΟΣ
ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει
ἀργύριον, ἀλλʼ ἔδωκεν εὔνους γενόμενος
πόρον, εἰσβολήν τʼ ἔδειξεν εὐπορίας τινός,
ἣν ἂν παρῇς σύ, μηκέτʼ αἰτιῶ θεόν,
ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ.
οὐδείς μʼ ἀρέσκει περιπατῶν ἔξω θεὸς
μετὰ γραός, οὐδʼ εἰς οἰκίαν παρεισιὼν
ἐπὶ τοῦ σανιδίου. τὸν δίκαιον δεῖ θεὸν
οἴκοι μένειν σῴζοντα τοὺς ἱδρυμένους.
ἐλεεῖν δʼ ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος. . . . . . . . . . . . .
ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ. . . . . . . . . . . . .
μίʼ ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί.
τὸν δὲ παῖδʼ οὐδʼ εἴδομεν,
ἀλλʼ ἁρπαγὴν αὐτῷ κατασκευάζομεν.
ὧν δὲ μὴ αἴτιος τρόπος,
τά γʼ ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ.
αὐτολήκυθοι
παρῶμμαι
χειμάζειν
ΗΡΩΣ
δέσποινʼ, Ἔρωτος οὐδὲν ἰσχύει πλέον,
οὐδʼ αὐτὸς ὁ κρατῶν τῶν ἐν οὐρανῷ θεῶν
Ζεύς, ἀλλʼ ἐκείνῳ πάντʼ ἀναγκασθεὶς ποιεῖ.
ἐχρῆν γὰρ εἶναι τὸ καλὸν εὐγενέστατον,
τοὐλεύθερον δὲ πανταχοῦ φρονεῖν μέγα.
ὡς οἰκτρόν, ἣ τοιαῦτα δυστυχῶ μόνη,
ἃ μηδὲ πιθανὰς τὰς ὑπερβολὰς ἔχει.
χοῦς κεκραμένου
οἴνου· λαβὼν ἔκπιθι τοῦτον.
πεφαρμάκευσαι, γλυκύτατʼ, ἀναλυθεὶς μόλις.
εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι.
ὦ δυστυχής, εἰ μὴ βαδιεῖ
ΘΑΙΣ
ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά,
θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,
ἀδικοῦσαν, ἀποκλῄουσαν, αἰτοῦσαν πυκνά,
μηδενὸς ἐρῶσαν, προσποιουμένην δʼ ἀεί.
φθείρουσιν ἤθη χρήσθʼ ὁμιλίαι κακαί.
κατὰ μυὸς ὄλεθρον
Ἄρης τύραννος
πτωχότερος κίγκλου
μέταυλος
ΘΕΟΦΟΡΟΥΜΕΝΗ
εἴ τις προσελθών μοι θεῶν λέγοι «Κράτων,
ἐπὰν ἀποθάνῃς, αὖθις ἐξ ἀρχῆς ἔσει·
ἔσει δʼ ὅ τι ἂν βούλῃ, κύων, πρόβατον, τράγος,
ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ σε δεῖ·
εἱμαρμένον τοῦτʼ ἐστίν, ὅ τι βούλει δʼ ἑλοῦ·»
ἅπαντα μᾶλλον, εὐθὺς εἰπεῖν ἂν δοκῶ,
ποίει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ
κακῶς τε πράττει τοῦτο τὸ ζῷον μόνον.
ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει
ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένῃ κύων,
ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ.
ἀλεκτρυὼν γενναῖος ἐν ἑτέρᾳ τροφῇ
ἔστιν, ὁ δʼ ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα·
ἄνθρωπος ἂν ᾖ χρηστός, εὐγενής, σφόδρα
γενναῖος, οὐδὲν ὄφελος ἐν τῷ νῦν γένει.
πράττει δʼ ὁ κόλαξ ἄριστα πάντων, δεύτερα
ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει.
ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας
ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.
καὶ ταχὺ
πάλιν τὸ πρῶτον περισοβεῖ ποτήριον
αὐτοῖς ἀκράτου.
ὁ πλεῖστον νοῦν ἔχων
μάντις τʼ ἄριστός ἐστι σύμβουλός θʼ ἅμα.
μέσως μεθύων τὴν Θηρίκλειον ἔσπασεν.
ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης.
δεύτερος πλοῦς
ΘΕΤΤΑΛΗ
καὶ τὸ κεράμιον
ἀνέῳχας· ὄζεις, ἱερόσυλʼ, οἴνου πολύ.
μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς.
εὐθυμία βίε τὸν δοῦλον τρέφει.
ἔλυσʼ ἐμαυτόν, εἶτʼ ἀπέδραν μόνος.
ὁλόκληρος οὗτός σοι, ξένε.
λυχνοκαΐαν
ΘΗΣΑΥΡΟΣ
εἶτʼ οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως
καὶ τιμιώτατός γε τῶν πάντων πολύ;
οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα
ἄνθρωπος οὐδʼ οὕτως ἀκριβὴς τοὺς τρόπους,
ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει
τῆς οὐσίας· ὅσοις μὲν οὖν πρᾴως ἔχει,
νέοις ἔτʼ οὖσι τοῦτο προστάττει ποιεῖν·
οἱ δʼ εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι,
οὗτοι προσαποτίνουσι τοῦ χρόνου τόκους.
ὅταν δʼ ἐρῶντος τόλμαν ἀφέλῃς οἴχεται,
εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε.
πολλοῖς ὑπέκκαυμʼ ἔστʼ ἔρωτος μουσική.
ἄσιτος ἑπτὰ μῆνας, ὕδατος στράγγʼ ἔχων
κανθάρου μελάντερος
ΘΡΑΣΥΛΕΩΝ
κατὰ πόλλʼ ἄρʼ ἐστὶν οὐ καλῶς εἰρημένον
τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν
τὸ γνῶθι τοὺς ἄλλους.
ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος,
ἂν ἀποτύχῃ τις οὐρίου, κώπαισι πλεῖν.
φιλοσοφεῖ δὲ τοῦθʼ ὅπως
καταπράξεται τὸν γάμον.
ἡ δʼ ἀνέῳγε τὴν θύραν.
ὡς ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν
παρατρέφεσθαι.
ΙΕΡΕΙΑ
οὐδεὶς διʼ ἀνθρώπου θεὸς σῴζει, γύναι,
ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεὸν
τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται,
ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ.
ἀλλʼ ἔστι τόλμης καὶ βίου ταῦτʼ ὄργανα
εὑρημένʼ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,
εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα.
ὄνου παρακύψεως
ΙΜΒΡΙΟΙ
οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει
μεῖζον λογισμοῦ τῷ διαθέσθαι πράγματα.
ἕκαστός ἐστι καὶ λογίσασθαι κατὰ τρόπον
ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν
σύμβουλος· ὁ λογισμῷ διαφέρων πάντʼ ἔχει.
ΙΠΠΟΚΟΜΟΣ
Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,
ἀδοξότερος μικρῷ δʼ. Β. ὁ τὴν πήραν ἔχων;
Α. πήρας μὲν οὖν τρεῖς· ἀλλʼ ἐκεῖνος ῥῆμά τι
ἐφθέγξατʼ οὐδὲν ἐμφερὲς μὰ τὸν Δία
τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις
τούτοις· ὑπὲρ δὲ ταῦθʼ ὁ προσαιτῶν καὶ ῥυπῶν·
τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.
τὰ δʼ ἐκ μέσου τριπόδια καὶ τραγήματα
τηγανισμοί
ΚΑΝΗΦΟΡΟΣ
τὸ γὰρ προθύμως μὴ πονήσαντας τυχεῖν
εὐδαιμονίας εἴωθʼ ὑπερηφανίας ποιεῖν.
ἀλογίστου τρόπου
ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον.
ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα
ἀντάλλαγον.
ὃ δʼ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.
γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν
ΚΑΡΙΝΗ
ὦ μεγίστη τῶν θεῶν
νῦν οὖσʼ ἀναίδειʼ, εἰ θεὸν καλεῖν σε δεῖ.
δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός.
ἐφʼ ὅσον βαδίζεις, ἐφʼ ὅσον ἥξειν μοι δοκεῖς.
περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω.
ΚΑΡΧΗΔΟΝΙΟΣ
ἐπιθυμίσας τῷ Βορέᾳ ἴδιον
ὀψάριον οὐδὲν ἔλαβον, ἑψήσω φακῆν.
αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτʼ ἐγένετο,
ἀλλʼ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.
ἔργον ἐκ πολλοῦ χρόνου
ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ.
χρεία διδάσκει, κἂν ἄμουσος ᾖ, σοφὸν
Καρχηδόνιον.
ᾄδοντα λιτυέρσην ἀπʼ ἀρίστου τέως
τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου.
ἀσκοπυτίνη
μέσατος
ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ
ἱππεῖς προκαλεῖσθαι εἰς πεδίον
τὸν ἀφʼ ἱερᾶς
ἐπεπτώκειμεν
Μυλασεύς
ΚΕΚΡΥΦΑΛΟΣ
παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις
διακονοῦντας ἀπογεγράφθαι πυθόμενος
πάντας μαγείρους κατὰ νόμον καινόν τινα,
ἵνα πυνθάνωνται τοὺς κεκλημένους, ἐὰν
πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ,
ἐλθών—
εἶτʼ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε,
μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει.
ἡδὺ τὸ μύρον, παιδίον. Β. ἡδύ· πῶς γὰρ οὔ;
νάρδινον.
ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει.
ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης.
δεύτερος πλοῦς
ἀβυρτάκη
ΚΙΘΑΡΙΣΤΗΣ
ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία,
οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν
τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω
οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾷόν τινα
ὕπνον καθεύδειν.
νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους
ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ.
ἆρʼ ἐστὶ συγγενές τι λύπη καὶ βίος·
τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ
πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.
τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει,
πενία· τί γὰρ τοῦτʼ ἐστίν; ἧς γένοιτʼ ἂν εἷς
φίλος βοηθήσας ἰατρὸς ῥᾳδίως.
εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα,
τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥᾳδίως;
τὸ μηδὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης,
ἀστεῖον ἐπιτήδευμα κρίνω τῷ βίῳ.
φιλόμουσον εἶνʼ αὐτὸν πάνυ,
ἀκούσματʼ εἰς τρυφήν τε παιδεύεσθʼ ἀεί.
οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.
οὕτω τι πρᾶγμʼ ἔστʼ ἐπίπονον τὸ προσδοκᾶν.
ὡς ποικίλον πρᾶγμʼ ἐστὶ καὶ πλάνον τύχη.
σκοῖδον Διόνυσον
ΚΝΙΔΙΑ
οὐδὲν γένους γένος γὰρ οἶμαι διαφέρειν,
ἀλλʼ εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος
ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος.
ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός,
σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων.
ΚΟΛΑΞ
σπονδή· δίδου σὺ σπλάγχνʼ ἀκολουθῶν· ποῖ βλέπεις;
σπονδή· φέρʼ ὦ παῖ Σωσία· σπονδή· καλῶς.
ἔγχει. θεοῖς Ὀλυμπίοις εὐχώμεθα
Ὀλυμπίαισι πᾶσι πάσαις — λάμβανε
τὴν γλῶτταν ἐν τούτῳ — διδόναι σωτηρίαν,
ὑγίειαν, ἀγαθὰ πολλά, τῶν ὄντων τε νῦν
ἀγαθῶν ὄνησιν πᾶσι· ταῦτʼ εὐχώμεθα.
Βίας κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία,
τρὶς ἐξέπιον μεστόν γʼ. ΣΤ. Ἀλεξάνδρου πλέον
τοῦ βασιλέως πέπωκας. Β. οὐκ ἔλαττον, οὔ,
μὰ τὴν Ἀθηνᾶν. ΣΤ. μέγα γε.
οὐδεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν·
ὁ μὲν γὰρ αὑτῷ συλλέγει καὶ φείδεται,
ὁ δὲ τὸν πάλαι τηροῦντʼ ἐνεδρεύσας πάντʼ ἔχει.
Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
ἀλλʼ οὐδὲ γεννήτην δύναμʼ εὑρεῖν οὐδένα
ὄντων τοσούτων, ἀλλʼ ἀπείλημμαι μόνος.
γελῶ τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος.
πρόσεισιν οἷον ἀψοφητὶ θρέμματος
ἁπτόμενος.
κωβιός, ἠλακατῆνες,
κυνὸς οὐραῖον
βοῦς Κύπριος
ΚΡΗΣ
ΚΥΒΕΡΝΗΤΑΙ
τἀργύριον εἶναι μειράκιόν σοι φαίνεται
οὐ τῶν ἀναγκαίων καθʼ ἡμέραν μόνον
τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων,
ὄξους, ἐλαίου, μείζονος δʼ ἄλλου τινός;
ἀθανασίας δʼ οὐκ ἔστιν, οὐδʼ ἂν συναγάγῃς
τὰ Ταντάλου τάλαντʼ ἐκεῖνα λεγόμενα·
ἀλλʼ ἀποθανεῖ καὶ ταῦτα καταλείψεις τισίν.
τί οὖν λέγω; μηδʼ αὐτὸς εἰ σφόδρʼ εὐπορεῖς
πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν
ἡμῶν καταφρόνει, τοῦ δέ γʼ εὐτυχεῖν ἀεὶ
πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.
οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι
ἅπαντες οἱ φυσῶντες ἐφʼ ἑαυτοῖς μέγα·
αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν.
οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται·
ἐπὰν δʼ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος,
γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετʼ ἀεί,
ἀπὸ πλειόνων ὀδυνᾶτʼ, ἐγὼ δʼ ἀπʼ οὐδενός.
τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ
τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ.
εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντές ποτε ἀξιοῦσι πέρας.
ἐπελάθεθʼ αὑτὸν ὅστις εἴη.
ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ
ὥστε μηδεὶς πρὸς θεῶν
πράττων κακῶς λίαν ἀθυμήσῃ ποτέ·
ἴσως γὰρ ἀγαθοῦ τοῦτο πρόφασις γίνεται.
τὸ γνῶθι σαυτὸν ἔστιν, ἂν τὰ πράγματα
εἰδῇς τὰ σαυτοῦ καὶ τί σοι ποιητέον.
ΛΕΥΚΑΔΙΑ
ὅστις ὑπέχει χρυσίῳ
τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται.
ἀεὶ νομίζονθʼ οἱ πένητες τῶν θεῶν.
ἐπίθες τὸ πῦρ ἡ ζάκορος· οὑτωσὶ καλῶς.
οὗ δὴ λέγεται πρώτη Σαπφὼ
τὸν ὑπέρκομπον θηρῶσα Φάωνʼ
οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας
ἀπὸ τηλεφανοῦς ἅλμα κατʼ εὐχὴν
σήν, δέσποτʼ ἄναξ . . . .
εὐφημείσθω
τέμενος πέρι Λευκάδος ἀκτῆς.
πάφωνε οὐρεία χέλυς
ὀνόματα
συντρίβειν
ΛΟΚΡΟΙ
ὑγιέστερος κροτῶνος
ΜΕΘΗ
εἶτʼ οὐχ ὅμοια πράττομεν καὶ θύομεν;
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι,
μικροῦ τάλαντον, γίνεταί τε κατὰ λόγον
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτʼ ἀνελεῖν τὴν ζημίαν,
πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γʼ ὁ θεὸς οὐκ εἴασα τὴν
ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν εἷς τῶν συγγενῶν.
ἐμὲ γὰρ διέτριψεν ὁ
κομψότατος ἀνδρῶν Χαιρεφῶν, ἱερὸν γάμον
φάσκων ποιήσειν δευτέραν μετʼ εἰκάδα
καθʼ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρʼ ἑτέροις·
τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
. . . . . . . Ἀδράστεια καὶ
θεὰ σκυθρωπὲ Νέμεσι, συγγινώσκετε.
. . . εἶτʼ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον,
οὐκ ἄλλο τοιοῦθʼ ἕτερον.
ΜΕΣΣΗΝΙΑ
ΜΗΝΑΓΥΡΤΗΣ
οὕτω μαθεῖν δεῖ πάντα καὶ πλοῦτον φέρειν·
ἀσχημοσύνης γὰρ γίνετʼ ἐνίοις αἴτιος.
προπίνων Θηρικλείαν τρικότυλον
ΜΙΣΟΓΥΝΗΣ
πρὸς τὸ πρᾶγμʼ ἔχω
κακῶς. Β. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις·
τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσαντά σε
ὁρᾷς ἐν αὐτῷ, τὰ δʼ ἀγάθʼ οὐκέτι βλέπεις.
εὕροις δʼ ἂν οὐδὲν τῶν ἁπάντων, Σιμύλε,
ἀγαθὸν ὅτῳ τι μὴ πρόσεστι καὶ κακόν.
γυνὴ πολυτελής ἐστʼ ὀχληρόν, οὐδʼ ἐᾷ
ζῆν τὸν λαβόνθʼ ὡς βούλετʼ· ἀλλʼ ἔνεστί τι
ἀγαθὸν ἀπʼ αὐτῆς, παῖδες· ἐλθόντʼ εἰς νόσον
τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς,
ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε
ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα
εἰς ταῦθʼ, ὅταν λυπῇ τι τῶν καθʼ ἡμέραν.
οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμʼ· ἂν δʼ ἐκλέγῃ
ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθεὶς
τῶν προσδοκωμένων, ὀδυνήσει διὰ τέλους.
ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας,
ἐκυμβάλιζον δʼ ἑπτὰ θεράπαιναι κύκλῳ·
αἱ δʼ ὠλόλυζον.
ἕλκει δὲ γραμματείδιον
ἐκεῖσε δίθυρον καὶ παράστασις, μία
δραχμή.
ὄμνυμί σοι τὸν ἥλιον,
ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως.
χαῖρʼ, ὦ Γλυκέριον. ΓΛ. καὶ σύ. Α. πολλοστῷ χρόνῳ
ὁρῶ σε.
ἀλλʼ οὐ τὰ βίου νῷν ἴσως δεῖ φροντίσαι.
χλαμύδα, καυσίαν,
λόγχην, ἀορτήν, ἱμάτια.
ἐπιχρύσους σανδαλοθήκας
ΜΙΣΟΥΜΕΝΟΣ
εἰ γὰρ ἐπίδοιμι τοῦτο, καὶ ψυχὴν πάλιν
λάβοιμʼ ἐγώ· νυνὶ γάρ—ἀλλὰ ποῦ θεοὺς
οὕτως δικαίους ἔστιν εὑρεῖν, ὦ Γέτα;
παρʼ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι
καὶ βούλομαι τοῦθʼ, ὡς ἂν ἐμμανέστατα
ἐρῶν τις, οὐ ποιῶ δέ.
Ἄπολλον, ἀνθρώπων τινʼ ἀθλιώτερον
ἑόρακας; ἆρʼ ἐρῶντα δυσποτμώτερον;
παιδισκάριόν με καταδεδούλωκʼ εὐτελές,
ὃν οὐδεὶς τῶν πολεμίων πώποτε.
ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό σου
καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ.
ἐκ Κύπρου λαμπρῶς πάνυ
πράττων· ἐκεῖ γὰρ ὑπό τινʼ ἦν τῶν βασιλέων.
ὦ δυστυχής,
τί οὐ καθεύδεις; σύ μʼ ἀποκναίεις περιπατῶν.
εἴσελθε κἂν νῦν, ὦ μακάριε.
Λακωνικὴ
κλείς ἐστιν ὡς ἔοικέ μοι περιοιστέα.
ὦ πάτερ,
μισοῦσι μὲν Θράσωνʼ, ἀπεκτάγκασι δʼ οὔ.
ΘΡ. οὐπώποτʼ ἠράσθης, Γέτα;
Γ. οὐ γὰρ ἐνεπλήσθην.
ἀφανεῖς γεγόνασιν αἱ σπάθαι.
σπαθᾶν
ΝΑΥΚΛΗΡΟΣ
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος
Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς εἰς καλὸν
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσῳσμένον
πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
ΣΤΡ. ποῖον; Α. τὸ πλοῖον· οὐδὲν οἶσθας, ἄθλιε.
ΣΤΡ. τὴν ναῦν σεσῷσθαί μοι λέγεις; Α. ἔγωγε μὴν
τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς
ὁ Καλύμνιος, Εὐφράνωρ δʼ ἐκυβέρνα Θούριος.
ὦ φιλτάτη γῆ μῆτερ, ὡς σεμνὸν σφόδρʼ εἶ
τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τʼ ἄξιον.
ὡς δῆτʼ ἐχρῆν, εἴ τις πατρῴαν παραλαβὼν
γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους,
καὶ μηδʼ ἐπιβαίνειν γῆς, ἵνʼ οὕτως ᾔσθετο,
οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.
ὅ τε Πολυνείκης πῶς ἀπώλετʼ οὐχ ὁρᾷς;
ὦ Ζεῦ πολυτίμηθʼ, οἷόν ἐστʼ ἐλπὶς κακόν.
καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν.
ΝΟΜΟΘΕΤΗΣ
ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος
ΞΕΝΟΛΟΓΟΣ
ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος
οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο
τὸν πατέρα μίκρʼ ἔχοντα· παιδευθεὶς γὰρ εὖ
τὸν καρπὸν εὐθὺς ἀπεδίδου χάριτος καλόν.
οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ,
τὸ συμφέρον τί ποτʼ ἐστὶν ἀνθρώπου βίῳ,
οὐ χρῆται νόμοις, καθʼ οὓς κρίνει τὰ πράγματα,
οὐδʼ ἔστιν εἰπεῖν ζῶντα «ταῦτʼ οὐ πείσομαι».
ΟΛΥΝΘΙΑ
ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις
ἀποδῷ τι σεμνόν, τοῦτο δʼ ἡ τύχη κακοῖ.
μετʼ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας
ὀβολοὺς φέρων
ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος
περιθέτην κόμην
ΟΜΟΠΑΤΡΙΟΙ
χρηστοὺς νομιζομένους ἐφόδιον ἀσφαλὲς
εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν.
πᾶς ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ.
ἦν δῆλον οὔ τι νυμφίος τε ἀλφάνει.
ΟΡΓΗ
καίτοι νέος ποτʼ ἐγενόμην κἀγώ, γύναι,
ἀλλʼ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
τότʼ· ἀλλὰ νῦν. οὐδὲ χλανίδʼ εἶχον· ἀλλὰ νῦν.
οὐδὲ μύρον εἶχον· ἀλλὰ νῦν. καὶ βάψομαι,
καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
Κτήσιππος, οὐκ ἄνθρωπος ἐν ὀλίγῳ χρόνῳ·
κᾆθʼ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ
ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε
εἰς ἑστίασιν δωδεκάποδος, ὄρθριος
πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν
ὡς ὑστερίζων, καὶ παρῆν ἅμʼ ἡμέρᾳ.
ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν
Φιλιππίδου λεπτότερον ἀποδείξει.
οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον·
θανάτου γάρ ἐστιν ὤνιον.
τοῦθʼ ἑταῖρός ἐστιν ὄντως. οὐκ ἐρωτᾷ, πηνίκα
δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει
τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει,
. . . . . . . . εἶτα περίδειπνον πάλιν.
ἄδειπνον
οὐ μάτην
ΠΑΙΔΙΟΝ
ἂν πάντα δουλεύειν ὁ δοῦλος μανθάνῃ,
πονηρὸς ἔσται· μεταδίδου παρρησίας,
βελτίονʼ αὐτὸν τοῦτο ποιήσει πολύ.
Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ
λέγων ἀλεξιφάρμακα.
ἁλύσιον
χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν·
καλὸν ἦν ἂν οὕτως.
μάραγδον εἶναι ταῦτʼ ἔδει καὶ σάρδια.
εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν—
ἐνταῦθʼ ἀπόστα μικρόν.
ΠΑΛΛΑΚΗ
μικρὸν ἐπιμείνας προστρέχει,
«ἠγόρακά σοι περιστέρια» λέγων.
νῦν πῖθι, νῦν ἀφύβρισον. Β. ἢν ἀφύβρικα.
πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ.
ἀλλὰ τῶν χρηστῶν ἔχει τινʼ ἐπιμέλειαν καὶ θεός.
ΠΑΡΑΚΑΤΑΘΗΚΗ
εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει·
τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν
ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί.
πεποιήκατʼ ἔργον οὐχ ἑταίρων . . .
. . . . . ταὐτὰ δʼ ὄντα γράμματα
τὴν προσαγόρευσιν οὐ σφόδρʼ εὔσημον ποιεῖ.
στρατεία δʼ οὐ φέρει περιουσίαν
οὐδεμίʼ, ἐφήμερον δὲ καὶ προπετῆ βίον,
οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου.
ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον,
ἕστηκα τηρῶν.
μακάριος ἐκεῖνος δέκα τάλαντα καταφαγών.
αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θʼ ἅμα.
ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς.
τοὺς ὄφεις καλῶς γέ μοι
ἠγόρασας.
συνακολούθει μεθʼ ἡμῶν.
θύραν ἔξελε
ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ
οὕτω ποθεινόν ἐστιν ὁμότροπος φίλος.
ὅμως δʼ ἀπόδειξον ταῦτα τῇ γυναικί.
ΠΕΡΙΝΘΙΑ
ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα
καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδʼ ὅ τι
οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος,
ἐπαβελτερώσας τὸν πρότερον ἀβέλτερον.
οὐπώποτʼ ἐζήλωσα πολυτελῆ νεκρόν·
εἰς τὸν ἴσον ὄγκον τῷ σφόδρʼ ἔρχετʼ εὐτελεῖ.
ὅσʼ ἔστι μαλακὰ συλλαβὼν
ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπήδα, φίλος.
ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες
σφόδρα λοίδοροι.
οὐδεμίαν ἡ γραῦς ὅλως
κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.
τὸ παιδίον δʼ εἰσῆλθεν ἑψητοὺς φέρον.
οὐδʼ αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος.
τὰ δʼ ἄλλʼ ἀνέπαφα σώματʼ οὐδʼ ἕλῃ.
Αἰάντειος γέλως
ΠΛΟΚΙΟΝ
ἐπʼ ἀμφότερον οὖς ἡπίκληρος ἡ καλὴ
μέλλει καθευδήσειν· κατείργασται μέγα
καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας
ἐξέβαλε τὴν λυποῦσαν ὡς ἐβούλετο,
ἵνʼ ἀποβλέπωσι πάντες εἰς τὸ Κρωβύλης
πρόσωπον ᾖ τʼ εὔγνωστος οὖσʼ ἐμὴ γυνὴ
δέσποινα· καὶ τὴν ὄψιν ἣν ἐκτήσατο
ὄνος ἐν πιθήκοις τοῦτο δὴ τὸ λεγόμενον
ἔστιν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν
πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην
λαβεῖν ἔμʼ, ἑκκαίδεκα τάλαντα . . .
τὴν ῥῖνʼ ἔχουσαν πήχεως. εἶτʼ ἐστὶ τὸ
φρύαγμά πως ὑποστατόν; μὰ τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.
παιδισκάριον θεραπευτικὸν δὲ καὶ λόγου
τάχιον ἀπαγέσθω δέ τις ἢ ἄρʼ ἀντεισαγάγοι.
ἔχω δʼ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι
τοῦτʼ; εἶτʼ ἄρʼ οὐχί; κυρίαν τῆς οἰκίας
καὶ τῶν ἀγρῶν καὶ τῶν πατρῴων ἄντικρυς
ἔχομεν, Ἄπολλον, ὡς χαλεπῶν χαλεπώτατον.
ἅπασι δʼ ἀργαλέα ʼστίν, οὐκ ἐμοὶ μόνῳ,
υἱῷ πολὺ μᾶλλον, θυγατρί. Β. πρᾶγμʼ ἄμαχον λέγεις.
Α. εὖ οἶδα.
ὦ τρὶς κακοδαίμων, ὅστις ὢν πένης γαμεῖ
καὶ παιδοποιεῖθʼ. ὡς ἀλόγιστός ἐστʼ ἀνήρ,
ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει,
μήτʼ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου
ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν,
ἀλλʼ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ
χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων
τὸ μέρος ἁπάντων, τῶν δʼ ἀγαθῶν οὐδὲν μέρος·
ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.
ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται,
ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποιεῖν·
ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν
δυνάμενον ἐμβλέψῃ, τότʼ αὐτὸν ἔστʼ ἰδεῖν
ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον. . . . . . . . . . . . .
κακῶς ὁ δεσπότης βεβούλευται πάνυ·
ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρʼ ἐξηλέγχετο
τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένος,
εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.
ὦ Παρμένων, οὐκ ἔστιν ἀγαθὸν τῷ βίῳ
φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς,
ἀλλʼ ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν,
ἐκ τοῦ κακοῦ τʼ ἤνεγκεν ἀγαθὸν ἡ φύσις.
ἆρʼ ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος
ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός.
μεστὰς τρίχας φθειρῶν τε καὶ ῥύπου, διδοὺς
πιεῖν, ἀνηδαξᾶτʼ ἄν, ὥστε μὴ πιεῖν.
ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου·
μικρόν τι τὸ βίου καὶ στενὸν ζῶμεν χρόνον.
οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.
γυνὴ κυεῖ δέκα μῆνας;
δεύτερος πλοῦς
τρυγόνος λαλίστερον
ΠΡΟΓΑΜΟΙ
τὸ τῆς τύχης τοι μεταβολὰς πολλὰς ἔχει. . . . . . . . . . . . .
τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη.
ΠΡΟΕΓΚΑΛΩΝ
οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν . .
λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν.
τὸ δʼ εὖ
κελευόμενον μέν ἐστιν ἀσφαλέστατον
δούλῳ ποιεῖν, ὥς φασιν.
ΠΩΛΟΥΜΕΝΟΙ
— οἴμοι — τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις
τὸ φορτίον θείς; σιτόκουρον ἄθλιον,
ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.
οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν,
καὶ συμμανῆναι δʼ ἔνια δεῖ.
γραμματικός
διασείστους ἀστραγάλους
καταφαγᾶς
ΡΑΠΙΖΟΜΕΝΗ
ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον
αὐτῷ διδόντων ἕνεκα τοῦ ζῆν, οὐ βούλεται
. . . τὸ δʼ ἀτυχεῖν ἢ τὸ μὴ
θεὸς δίδωσιν, οὐ τρόπου δʼ ἔσθʼ ἁμαρτία.
ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει·
τὸ μὲν διὰ τύχην γίνεται, τὸ δʼ αἱρέσει.
ἆρʼ ἐστὶν ἀγαθῶν πᾶσι πλείστων ἀξία
ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή.
τοὐμὸν θυγάτριον· πάνυ γάρ ἐστι τῇ φύσει
. . φιλάνθρωπον τὸ παιδάριον σφόδρα.
πόθεν γάρ, ὦ φίλοι θεοί,
τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους;
ὁ μυόχοδος γέρων
λεληθέναι σφόδρʼ οἰόμενος
εἶτʼ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων
οὐχ ὁρᾶτε τὴν τροφὸν
ζῶμʼ ἐνδεδυμένην;
ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτʼ οὐ ζητούμενον.
καὶ τυφλῷ δῆλον
ἀνηνέχθη
ἀπελευθέραν
ΣΑΜΙΑ
φέρε τὴν λιβανωτόν· σὺ δʼ ἐπίθες τὸ πῦρ, Τρύφη.
ΣΙΚΥΩΝΙΟΣ
ἅβραν γὰρ ἀντωνούμενος
ἐρωμένην αὐτῇ μὲν οὐ παρέδωκʼ ἔχειν,
τρέφει δὲ χωρίς, ὡς ἐλευθέραν πρέπει.
εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται
τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου.
ὁ πλέων κατήχθη, κρίνεθʼ οὗτος πολέμιος·
ἐὰν δʼ ἔχῃ τι μαλακόν, ἀγγαρεύεται.
κακὴ μὲν ὄψις, ἐν δὲ δείλαιαι φρένες.
Στρατοφάνη, λιτόν ποτʼ εἶχες χλαμύδιον καὶ παῖδʼ ἕνα.
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
παλίμβολος τρίπρατος
ἀναίνεσθαι
ΣΤΡΑΤΙΩΤΑΙ
ἀπορῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος·
τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν,
ἐν τῷ πρὸς αὑτὸν δʼ ἀναλογισμῷ φαίνεται.
οὐδεὶς ξύνοιδεν ἐξαμαρτάνων πόσον
ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δʼ ὁρᾷ.
ΣΥΝΑΡΙΣΤΩΣΑΙ
Ἔρως δὲ τῶν θεῶν
ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται·
διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς.
ἀστεῖον τὸ μὴ
συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον,
ἀλλʼ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.
ἂν ἔτι πιεῖν μοι δῷ τις. Β. ἀλλʼ ἡ βάρβαρος
ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο
ἄρασʼ ἀφʼ ἡμῶν.
τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει
πολλῶν τε μεστόν ἐστι τὸ ζῆν φροντίδων.
καὶ τὸν ἐπὶ κακῷ
γινόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν.
πατὴρ δʼ ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον.
γυναικείαν ἀγοράν
ΣΥΝΕΡΩΣΑ
ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε;
ἀναπετῶ
ΣΥΝΕΦΗΒΟΙ
ΤΙΤΘΗ
οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι
καὶ «σκέψομαι» λέγοντες· ἄνθρωπος γὰρ ὢν
σκέψει σύ; περὶ τοῦ; δυστυχεῖς ὅταν τύχῃ·
αὐτόματα γὰρ τὰ πράγματʼ ἐπὶ τὸ συμφέρον
ῥεῖ κἂν καθεύδῃς ἢ πάλιν τοὐναντίον.
ἢν ἄν τις ὑμῶν παιδίον
ᾐτήσατʼ ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι.
ΤΡΟΦΩΝΙΟΣ
ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχῆς. Β. τίνος;
ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ·
οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια
ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ
ἁλίσκετʼ, ἀλλʼ οὕτω παρέργως ἅπτεται·
τὰς δʼ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα
μᾶλλον προσεδέξατʼ· Ἀρκαδικὸς τοὐναντίον
ἀθάλαττος ἐν τοῖς λοπαδίοις ἁλίσκεται·
Ἰωνικὸς πλούταξ· ὑποστάσεις ποιῶ,
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
τὸ μηδὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ.
χορτασθείς
ΥΔΡΙΑ
ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους
ἐρημία, καὶ τῷ μελετῶντι μηδὲ ἓν
πονηρὸν ἱκανὸν κτῆμʼ ἀγρὸς τρέφων καλῶς.
ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν
αὕτη τρυφὴ λάμπει μέν, ἐς δʼ ὀλίγον χρόνον.
γέροντα δυστυχοῦντα τῶν θʼ αὑτοῦ κακῶν
ἐπαγόμενον λήθην ἀνέμνησας πάλιν
ἐπὶ τἀτυχεῖν τʼ ἤγειρας.
εὐθὺς καταχρήσεσθʼ αὑτὸν ἀνορωρυγμένην
ταύτην ἰδόντα.
οἱ Θρᾷκες, Λίβυ,
Τρῶες καλοῦνται· πάντα νῦν ἤδη ʼσθʼ ὁμοῦ.
οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.
παρουσία
ΥΜΝΙΣ
νὴ τὴν Ἀθηνᾶν, μακάριόν γʼ ἡ χρηστότης
πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ.
τούτῳ λαλήσας ἡμέρας σμικρὸν μέρος
εὔνους ἐγὼ νῦν εἰμι. «πειστικὸν λόγος»
πρὸς τοῦτʼ ἂν εἴποι τις μάλιστα τῶν σοφῶν.
τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι;
τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.
τὸ γὰρ λέγειν εὖ δεινόν ἐστιν εἰ φέροι
βλάβην τινά.
οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς,
ἂν μὴ λάβωσι προστάτην φιλάργυρον.
νῦν δὲ κατὰ πόλιν
εὕρηκε τὸν ἕτερον, τὸν σέ, τὸν ἐμὲ τουτονί.
ἀλλὰ τἀργυρώματα
ἥκω λαβεῖν βουλόμενος.
οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδʼ αἰτούμενος
βάκηλος εἶ
κιγκλισμός
παρυφές
πόσθων
ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ
τοῦτον εὐτυχέστατον λέγω,
ὅστις θεωρήσας ἀλύπως, Παρμένων,
τὰ σεμνὰ ταῦτʼ ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ,
τὸν ἥλιον τὸν κοινόν, ἄστρʼ, ὕδωρ, νέφη,
πῦρ· ταῦτα, κἂν ἑκατὸν ἔτη βιῷς, ἀεὶ
ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρʼ ὀλίγους,
σεμνότερα τούτων ἕτερα δʼ οὐκ ὄψει ποτέ.
πανήγυριν νόμισόν τινʼ εἶναι τὸν χρόνον,
ὅν φημι, τοῦτον ἢ ʼπιδημίαν, ἐν ᾧ
ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί·
ἂν πρῶτον ἀπίῃς καταλύσεις, βελτίονα
ἐφόδιʼ ἔχων ἀπῆλθες, ἐχθρὸς οὐδενί·
ὁ προσδιατρίβων δὲ σκοπιάσας ἀπώλεσε,
κακῶς τε γηρῶν ἐνδεής που γίνεται,
ῥεμβόμενος ἐχθροὺς ηὗρʼ, ἐπεβουλεύθη ποθέν,
οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.
παύσασθε νοῦν λέγοντες· οὐδὲν γὰρ πλέον
ἁνθρώπινος νοῦς ἐστιν, ἀλλʼ ὁ τῆς τύχης
— εἴτʼ ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε νοῦς —
τοῦτʼ ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον
καὶ σῷζον, ἡ πρόνοια δʼ ἡ θνητὴ καπνὸς
καὶ φλήναφος. πείσθητε κοὐ μέμψεσθέ με·
πάνθʼ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν
τύχη ʼστίν, ἡμεῖς δʼ ἐσμὲν ἐπιγεγραμμένοι. . . . . . . . . . . . .
τύχη κυβερνᾷ πάντα· ταύτην καὶ φρένας
δεῖ καὶ πρόνοιαν τὴν θεὸν καλεῖν μόνην,
εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς.
τὰ δεύτερʼ ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν,
τὴν δʼ ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρʼ ἔχειν.
οἶκος δʼ ἐν ᾧ τὰ πάντα πρωτεύει γυνή,
οὐκ ἔστιν ὅστις πώποτʼ οὐκ ἀπώλετο.
τοῦτο μόνον ἐπισκοτεῖ
καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ
καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς,
τὸ πολλὰ κεκτῆσθαι· τὰ δʼ ἄλλʼ ἐλέγχεται.
οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν
κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ,
ἀλλʼ ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον.
ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν.
ἐν παντὶ καιρῷ τοῦτʼ ἐγὼ παρεγγυῶ
εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος.
πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων
ὄντων, μέγιστόν ἐστι θηρίον γυνή.
Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις,
μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι.
δυσπαρακολούθητόν τι πρᾶγμʼ ἐστὶν τύχη.
τὸν ἄμητα, Χαίριππʼ, οὐκ ἐᾷς πέττειν τινά.
ὡς μηδὲν ἀποκρινουμένου δʼ οὕτω λάλει.
γέρων ἀπεμέμυκτʼ ἄθλιος λέμφος.
μικρὰ Παναθήναιʼ ἐπειδὴ διʼ ἀγορᾶς πέμποντά σε,
Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφʼ ἅρματος.
ΦΑΝΙΟΝ
οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν
τὰ φαῦλα μείζω καὶ τὰ δείνʼ ὑπέρφοβα,
πυργοῦντες αὑτούς.
ὑπελήλυθέν τέ μου
νάρκα τις ὅλον τὸ δέρμα.
ἄνθρωπος ὢν ἥμαρτον· οὐ θαυμαστέον.
φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.
ΦΑΣΜΑ
ἐπισημαίνεσθʼ, ἐὰν
ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη.
ἔμβαρος
ΦΙΛΑΔΕΛΦΟΙ
ἤδη δʼ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,
Πέρσαι δʼ ἔχοντες μυιοσόβας ἑστήκεσαν.
οὐ ῥᾴδιον
ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ.
νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι.
ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθʼ ὧν κρίνῃ τις ἄν. . . . . . . . . . . . . .
τοῦτʼ ἔστι τὸ ζῆν, οὐχ ἑαυτῷ ζῆν μόνον.
ὥστʼ ἔγωγʼ ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος—
ΧΑΛΚΕΙΑ
οὐκ ἂν γένοιτʼ ἐρῶντος ἀθλιώτερον
οὐδὲν γέροντος πλὴν ἕτερος γέρων ἐρῶν·
ὃς γὰρ ἀπολαύειν βούλεθʼ ὧν ἀπολείπεται
διὰ τὸν χρόνον, πῶς οὗτος οὐκ ἔστʼ ἄθλιος;
τοῦτο δὴ τὸ νῦν ἔθος,
«ἄκρατον» ἐβόων «τὴν μεγάλην». ψυκτῆρά τις
προὔπινεν αὐτοῖς ἀθλίους ἀπολλύων.
ἀντήλιος
ΧΑΛΚΙΣ
ΧΗΡΑ
ἑκοῦσα δʼ ἁδελφὴ ποιήσει τοῦτό σοι
ἀντάλλαγόν γʼ ἕξουσα τούτῳ διδομένη.
τὸ λεγόμενον τοῦτʼ ἔστι νῦν,
τἄνω κάτω, φασίν, τὰ κάτω δʼ ἄνω.
βοῶν ποιείτω τὴν πόλιν διάστατον.
πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων
δὶς παῖδες οἱ γέροντες
ΨΕΥΔΗΡΑΚΛΗΣ
μάγειρʼ, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα·
πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον
ἤδη μʼ ἐρωτᾷς· χοιρίδιον ἓν θύομεν,
ὀκτὼ ποιήσοντες τραπέζας δʼ ἢ μίαν,
τί σοὶ διαφέρει τοῦτο; παράθες σημίαν.
οὐκ ἔστι κανδύλους ποιεῖν, οὐδʼ οἷα σὺ
εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι,
σεμίδαλιν, ᾠά. πάντα γὰρ τἀναντία
νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς.
ἡ δημιουργὸς δʼ ἀντιπαρατεταγμένη
κρεάδιʼ ὀπτᾷ καὶ κίχλας τραγήματα.
ἔπειθʼ ὁ δειπνῶν μὲν τραγηματίζεται,
μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
δειπνεῖ μελίπηκτα τὰς κίχλας.
νῦν δʼ εἰς γυναικωνῖτιν εἰσιόνθʼ ὅταν
ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον
ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον,
ἀλλʼ εἰστρέχοντα πορνίδια—
μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυοῖν
ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρὸς
αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη.
ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τίτθη, λέγε·
ἂν τἄλλα δʼ ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα
Βοηδρομιῶνος ἐνδελεχῶς ἄξεις ἀεί.
ἀστοργίαν ἔχει τινʼ ὁ σκληρὸς βίος.
χαῦνόν τι πλάσμα καὶ διάκενον
οὐκ ἐπείρα Νάννιον;
Καρκίνου ποιήματα
ΨΟΦΟΔΕΗΣ
ἐπίσημον οὖν τὴν ἀσπίδʼ εἰς τὴν τοῦ Διὸς
στοὰν ἀνέθηκαν.
ὄνος λύρας
Νοῦθος
Πάνακτος
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ὅταν δʼ ἀγρυπνεῖν εἴπῃς τισε . . . . .
τὴν αἰτίαν γνώσει περιπατεισ . . .
εἰσῆλθες εὐθύς, ἂν κοπιάση . . .
μαλακῶς ἐλούσω· πάλιν ἀνασ . . . .
πρὸς ἡδονὴν ὕπνος αὐτοσοβ . . . .
τὸ πέρας· κακὸν ἔχεις οὐδὲν η . . . .
ἔστι ην διῆλθες· φορτικωτερ . . .
ἐπέρχεταί μοι, τρόφιμε, συγγν . . . .
τὸ δὴ λεγόμενον, οὐκ ἔχεις ον . . .
ὑπὸ τῶν ἀγαθῶν, εὖ ἴσθι· μη . . . .
ικοιταληθῆ λέγω, νὴ τοὺς θε .
τοῦτʼ ἔστι τἀρρώστημα καὶ μὴ . . .
ἀτόπως ἐμαυτοῦ καὶ βαρέως . . . .
.... νικόν ἐστι τἀνόητο . . .
.. ν πάνυ γὰρ ταυτειλελ . . . . .
.. παραινεῖς ὅτι πα . . . . .
εἰ μέν τι κακὸν ἀληθὲς εἶχες, Φειδία,
ζητεῖν ἀληθὲς φάρμακον τούτου σʼ ἔδει·
νῦν δʼ οὐκ ἔχεις· κενὸν εὕρηκα τὸ φάρμακον
πρὸς τὸ κενόν· οἰήθητι δʼ ὠφελεῖν τί σε.
περιμαξάτωσάν σʼ αἱ γυναῖκες ἐν κύκλῳ
καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν
ὕδατι περίρρανʼ ἐμβαλὼν ἅλας, φακούς.
εἰ γὰρ ἐγένου σύ, Τρόφιμε, τῶν πάντων μόνος,
ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε διατελεῖν
πράττων ἃ βούλει καὶ διευτυχεῖν ἀεί,
καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ ἐψευσμένος
ἄτοπόν τε πεποίηκʼ. εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ,
οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν
φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
σὺ δʼ οὔθʼ ὑπερβάλλοντα, Τρόφιμʼ, ἀπώλεσας
ἀγαθά, τὰ νυνί τʼ ἔστι μέτριά σοι κακά.
ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν φέρε.
καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει
ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνούμεθα·
οὐκ ἐξετάζειν μὲν τὰ μηδὲν χρήσιμα,
τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς,
τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθʼ ἧς
βιώσεται, μήτʼ ἐξετάσαι μήτʼ ἰδεῖν·
οὐδʼ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχʼ, ἵνα
εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδῃ,
ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται,
τῆς διὰ βίου δʼ ἔνδον καθεδουμένης ἀεὶ
μὴ δοκιμάσαντα μηδέν, ἀλλʼ εἰκῆ λαβεῖν
ἀγνώμονʼ, ὀργίλην, χαλεπήν, ἐὰν τύχῃ,
λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα
τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν,
λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακὸν
λήψεσθʼ· ἀνάγκη γὰρ γυναῖκʼ εἶναι κακόν,
ἀλλʼ εὐτυχής ἐσθʼ ὁ μετριώτατον λαβών.
ἀπολεῖ με τὸ γένος. μὴ λέγʼ, εἰ φιλεῖς ἐμέ,
μῆτερ, ἐφʼ ἑκάστῳ τὸ γένος. οἷς ἂν τῇ φύσει
ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον προσόν,
ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα
καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι·
οὐδὲν δʼ ἔχουσι πλεῖον, οὐδʼ ἐρεῖς ὅτῳ
οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντʼ ἄν ποτε;
οἳ μὴ λέγειν δʼ ἔχουσι τούτους διά τινα
τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν,
τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι;
ὃς ἂν εὖ γεγονὼς ᾖ τῇ φύσει πρὸς τἀγαθά,
κἂν Αἰθίοψ ᾖ, μῆτερ, ἐστὶν εὐγενής.
Σκύθης τις· ὄλεθρος· ὁ δʼ Ἀνάχαρσις οὐ Σκύθης;
ἅπαντα τὰ ζῷʼ ἐστὶ μακαριώτατα
καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπου πολύ.
τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί,
οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως·
τούτῳ κακὸν διʼ αὑτὸν οὐδὲν γίνεται,
ἃ δʼ ἡ φύσις δέδωκεν αὐτῷ ταῦτʼ ἔχει.
ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν
αὐτοὶ παρʼ αὑτῶν ἕτερα προσπορίζομεν.
ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι,
ἅπαντα ταῦτʼ ἐπίθετα τῇ φύσει κακά.
εἶτʼ οὐ δικαίως προσπεπατταλευμένον
γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις,
καὶ γίνετʼ αὐτῷ λαμπάς, ἄλλο δʼ οὐδὲ ἓν
ἀγαθόν; ὃ μισεῖν οἶμʼ ἅπαντας τοὺς θεούς,
γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί,
ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ;
λάθριοι τὸ λοιπὸν ἄρʼ ἐπιθυμίαι κακαί,
γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν,
καὶ φαρμακεῖαι, καὶ νόσων χαλεπώτατος
φθόνος, μεθʼ οὗ ζῇ πάντα τὸν βίον γυνή.
μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόνʼ οὐκ ἔχω
εὑρεῖν ὁμοίαν τῷ γεγονότι πράγματι,
ζητῶν πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει.
στρόβιλος ἐν ὅσῳ συστρέφεται, προσέρχεται,
προσέβαλεν, ἐξέρριψεν, αἰὼν γίνεται.
ἀλλʼ ἐν πελάγει συγκλυσμός· ἀναπνοὴν ἔχει
«Ζεῦ σῶτερ» εἰπεῖν «ἀντέχου τῶν σχοινίων»,
ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν,
ναυαγίου τʼ ἂν ἐπιλάβοιʼ· ἐγὼ δʼ ἅπαξ
ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ.
ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας.
ἐγὼ δʼ ὑπέλαβον χρησίμους εἶναι θεοὺς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον.
ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν
εὖξαι· τί βούλει; πάντα σοι γενήσεται,
ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα,
φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου·
αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.
ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ,
ἔμβλεψον εἰς τὰ μνήμαθʼ ὡς ὁδοιπορεῖς.
ἐνταῦθʼ ἔνεστʼ ὀστᾶ τε καὶ κούφη κόνις
ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν
καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν
αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων.
κᾆτʼ οὐδὲν αὐτοῖς τῶνδʼ ἐπήρκεσεν χρόνος.
κοινὸν τὸν ᾅδην ἔσχον οἱ πάντες βροτοί.
πρὸς ταῦθʼ ὁρῶν γίνωσκε σαυτὸν ὅστις εἶ.
ὁ πάντα βουληθεὶς ἂν ἄνθρωπος πονεῖν
πᾶν ἂν γένοιτο· πλούσιος τρόπον τινά·
πάλιν φιλόσοφός τινι μαθήσει χρώμενος·
τὸ σῶμʼ ὑγιαίνει τινὰ δίαιταν προσφέρων.
πλὴν ἕν τι τῶν πάντων ἀδύνατον ἦν ἄρα
εὑρεῖν, διʼ οὗ τρόπου τις οὐ λυπήσεται.
οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον
λύπην, παρέχει δὲ φροντίδας καὶ τἀγαθά.
μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι
ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται,
καὶ πᾶν τὸ λυμαινόμενόν ἐστιν ἔνδοθεν.
οἷον ὁ μὲν ἰός, ἂν σκοπῇς, τὸ σιδήριον,
τὸ δʼ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον.
σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων, φθόνος
φθισικὸν πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ,
ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις.
τίνι δεδούλωνταί ποτε;
ὄψει· φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν
ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει.
ἀλλʼ ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται
συνουσίας· πῶς οὖν ἕτερος ταύτην ἔχων
οὐδὲν πέπονθεν, ἀλλʼ ἀπῆλθε καταγελῶν,
ἕτερος δʼ ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος
ψυχῆς, ὁ πληγεὶς δʼ εἴσω δὴ τιτρώσκεται.
εἴπερ τὸν ἀδικοῦντα μὲν ὡς ἠμύνετο
ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο,
ἴσως νομίζων ἴδιον εἶναι τὸ γεγονὸς
ἀδίκημα, καὶ συνέπραττον ἀλλήλοις πικρῶς,
οὐκ ἂν ἐπὶ πλεῖον τὸ κακὸν ἡμῖν ηὔξετο
τὸ τῶν πονηρῶν, ἀλλὰ παρατηρούμενοι
καὶ τυγχάνοντες ἧς ἔδει τιμωρίας
ἤτοι σπάνιοι σφόδρʼ ἂν ἦσαν ἢ πεπαυμένοι.
Δέρκιππε καὶ Μνήσιππε, τοῖς εἰρημένοις
ἡμῶν ὑπό τινος ἢ πεπονθόσιν κακῶς
ἔστιν καταφυγὴ πᾶσιν, οἱ χρηστοὶ φίλοι.
καὶ γὰρ ἀποδύρασθʼ ἔστι μὴ γελώμενον,
καὶ συναγανακτοῦνθʼ ὁπόταν οἰκείως ὁρᾷ
ἕκαστος αὑτῷ τὸν παρόντα, παύεται
τοῦτον μάλιστα τὸν χρόνον τοῦ δυσφορεῖν.
παράδειγμα τοὺς Σύρους λαβέ·
ὅταν φάγωσʼ ἰχθὺν ἐκεῖνοι, διά τινα
αὐτῶν ἀκρασίαν τοὺς πόδας καὶ γαστέρα
οἰδοῦσιν, ἔλαβον σακίον, εἶτʼ εἰς τὴν ὁδὸν
ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου, καὶ τὴν θεὸν
ἐξιλάσαντο τῷ ταπεινοῦσθαι σφόδρα.
τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι,
τὴν αὐλίαν· πέρας γὰρ αὔλειος θύρα
ἐλευθέρᾳ γυναικὶ νενόμιστʼ οἰκίας·
τὸ δʼ ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν,
ἔτι λοιδορουμένην, κυνός ἐστʼ ἔργον, Ῥόδη.
πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δʼ οἱ Γέται
ἡμεῖς ἁπάντων — καὶ γὰρ αὐτὸς εὔχομαι
ἐκεῖθεν εἶναι τὸ γένος —, οὐ σφόδρʼ ἐγκρατεῖς
ἐσμέν.
γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκʼ ἢ
ἕνδεκα γυναῖκας, δώδεκʼ ἢ πλείους τινές.
ἂν τέτταρας δʼ ἢ πέντε γεγαμηκώς τις ᾖ,
καταστροφὴ γῆς, ἀνυμέναιος ἄθλιος,
ἄνυμφος οὗτος ἐπικαλεῖτʼ ἐν τοῖς ἐκεῖ.
ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν
αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν.
ὅταν γὰρ ἄλυπος διὰ τέλους εἶναι θέλῃς,
ἢ δεῖ θεόν σʼ εἶναί τινʼ ἢ τάχα δὴ νεκρόν.
παρηγόρει δὲ τὰ κακὰ διʼ ἑτέρων κακῶν.
ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται
εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου
ἀγαθός· κακὸν γὰρ δαίμονʼ οὐ νομιστέον
εἶναι βίον βλάπτοντα χρηστόν . . . . . . . . . . . . . . .
ἅπαντα δʼ ἀγαθὸν εἶναι τὸν θεόν . .
ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων,
ἅπαντα συλῶν τὰ καλὰ τῆς εὐμορφίας,
καὶ μεταχαράττον τὴν μὲν ἀνδρίαν μελῶν
εἰς τἀπρεπές, τὸ δὲ τάχος εἰς ὄκνον πολύν.
ἐὰν πονηροῦ γείτονος γείτων ἔσῃ,
πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ·
ἐὰν ἀγαθοῦ γείτονος γείτων ἔσῃ,
ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις.
οὐκ ἐκ πότων καὶ τῆς καθʼ ἡμέραν τρυφῆς
ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου,
πάτερ; οὐ περιττὸν οἴετʼ ἐξευρηκέναι
ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν;
ὀχληρὸν ὁ χρόνος ὁ πολύς. ὦ γῆρας βαρύ,
ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλʼ ἔχεις
τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δὲ
ἐλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν.
ἔνεγκʼ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως.
τοῦτʼ ἔστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἐὰν
ἀνασπάσας τις τὰς ὀφρῦς οἴμοι λαλῇ,
ἀλλʼ ὃς τά γʼ αὑτοῦ πράγματʼ ἐγκρατῶς φέρει.
πλεονεξία μέγιστον ἀνθρώποις κακόν·
οἱ γὰρ θέλοντες προσλαβεῖν τὰ τῶν πέλας
ἀποτυγχάνουσι πολλάκις νικώμενοι,
τὰ δʼ ἴδια προστιθέασι τοῖς ἀλλοτρίοις.
Διονυσίων μὲν ἦν
πομπή . . . . . . . . . .
ὁ δέ μʼ ἠκολούθησεν μέχρι τοῦ πρὸς τὴν θύραν·
ἔπειτα φοιτῶν καὶ κολακεύων ἐμέ τε καὶ
τὴν μητέρʼ ἔγνω μʼ.
λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος·
ψυχῆς γὰρ οὗτος μόνος ἔχει θελκτήρια·
λέγουσι δʼ αὐτὸν οἱ πάλαι σοφώτατοι
ἀστεῖον εἶναι φάρμακον.
θύων οὐδεπώποτʼ ηὐξάμην
ἐγὼ τὸ σῷζον τὴν ἐμὴν συνοικίαν,
ἀλλὰ παρέλιπον οἰκετῶν εἶναι στάσιν
ἔνδον παρʼ αὑτῶν, πρᾶγμα χρησιμώτατον.
τῆς σκιᾶς τὴν πορφύραν
πρῶτον ἐνυφαίνουσʼ· εἶτα μετὰ τὴν πορφύραν
τοῦτʼ ἔστιν οὔτε λευκὸν οὔτε πορφύρα,
ἀλλʼ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
πῶς δὴ τὸ τραῦμα τοῦτʼ ἔχεις;
«μεσαγκύλῳ.» πῶς πρὸς θεῶν; «ἐπὶ κλίμακα
πρὸς τεῖχος ἀναβαίνων.» ἐγὼ μὲν δεικνύω
ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.
ταύτας μεγίστας ἀποτίνω ʼγὼ συμβολάς.
σφάττει με, λεπτὸς γίνομʼ εὐωχούμενος
τὰ σκώμμαθʼ οἷα τὰ σοφά τε καὶ στρατηγικά.
οἷος δʼ ἀλαζών ἐστιν ἁλιτήριος.
καίτοι τί λογίζομʼ ὁ κακοδαίμων προσδοκῶν
χάριν παρὰ γυναικὸς κομιεῖσθαι; μὴ μόνον
κακόν τι προσλάβοιμι, καὶ κάλλιστʼ ἔχει.
οὐκ ἐν γυναικὶ φύεται πιστὴ χάρις.
χαλεπόν, Παμφίλη,
ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχη.
πλείονα κακουργεῖ, πλείονʼ οἶδʼ, αἰσχύνεται
οὐδέν, κολακεύει μᾶλλον.
οἴμοι τάλας ἔγωγε. ποῦ ποθʼ αἱ φρένες
ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι
τὸν χρόνον, ὅτʼ οὐ ταῦτʼ, ἀλλʼ ἐκεῖνʼ ᾑρούμεθα;
οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται,
ἀφʼ οὗ τοιοῦτος γέγονεν, οἷον θηρίον.
τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ.
Γλυκέρα, τί κλάεις; ὀμνύω σοι τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη,
ὀμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις.
κἂν σφόδρα σαφῶς εἰδῇς τι, τὸν κρύπτοντά σε
μηδέποτʼ ἐλέγξῃς· δύσκολον πρᾶγμʼ ἐστὶ γὰρ
ἃ λανθάνειν τις βούλεται ταῦτʼ εἰδέναι.
ὅταν ἕτερός σοι μηδὲ ἓν τέλεον διδῷ,
δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἓν
τὸ λαβεῖν ἔλαττον πλεῖον ἔσται σοι πολύ.
ὅταν τι πράττῃς ὅσιον, ἀγαθὴν ἐλπίδα
πρόβαλλε σαυτῷ, τοῦτο γινώσκων ὅτι
τόλμῃ δικαίᾳ καὶ θεὸς συλλαμβάνει.
ὀργῇ παραλογισμός ποτʼ οὐδεὶς φύεται.
αὕτη κρατεῖ νῦν· ἂν δὲ μικρὸν παρακμάσῃ,
κατόψεται τί μᾶλλόν ἐστι συμφέρον.
εἰ καὶ σφόδρʼ ἀλγεῖς, μηδὲν ἠρεθισμένος
πράξῃς προπετῶς· ὀργῆς γὰρ ἀλογίστου κρατεῖν
ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεῖ.
σὺ μὲν παραινεῖς ταῦτα ὅσα σοι πρέπει,
ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος,
εὖ ἴσθʼ ἀκριβῶς, ὁ δʼ ἴδιος πείθει τρόπος.
οὐδὲν διαβολῆς ἐστιν ἐπιπονώτερον·
τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν
εἰς μέμψιν ἰδίαν αὐτὸν ἐπάναγκες λαβεῖν.
ὅστις δὲ διαβολαῖσι πείθεται ταχύ,
ἤτοι πονηρὸς αὐτός ἐστι τοὺς τρόπους,
ἢ παντάπασι παιδαρίου γνώμην ἔχει.
δεῖ τὸν πολιτῶν προστατεῖν αἱρούμενον
τὴν τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον,
ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν.
ἡ νῦν ὑπό τινων χρηστότης καλουμένη
μεθῆκε τὸν ὅλον εἰς πονηρίαν βίον·
οὐδεὶς γὰρ ἀδικῶν τυγχάνει τιμωρίας.
τί διακενῆς εἶ χρηστός; ὁ δεσπότης
αὐτὸς ἀπολλύει πάντα, σὺ δὲ μὴ λαμβάνεις,
σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς.
ἐμοὶ πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος
καὶ τοῦ δικαίου τοῦ τʼ ἀδίκου παντὸς κριτὴς
ὁ δεσπότης. πρὸς τοῦτον ἕνα δεῖ ζῆν ἐμέ.
πατρῷʼ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα·
τὰ μετὰ γυναικὸς δʼ εἰσιόντʼ εἰς οἰκίαν
οὔτʼ ἀσφαλῆ τὴν κτῆσιν οὔθʼ ἱλαρὰν ἔχει.
ὅταν πένης ὢν καὶ γαμεῖν τις ἑλόμενος
τὰ μετὰ γυναικὸς ἐπιδέχηται χρήματα,
αὑτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει.
δύʼ ἔσθʼ ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ,
ἤτοι προσηνῆ γʼ ὄψιν ἢ χρηστὸν τρόπον·
τὴν γὰρ ὁμόνοιαν τὴν πρὸς ἀλλήλους ποιεῖ.
ὅστις γυναῖκʼ ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν
πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν,
ἢ βούλετʼ ἀτυχεῖν μακάριος καλούμενος.
αἰσχύνομαι τὸν πατέρα, Κλειτοφῶν, μόνον.
ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι
ἀδικῶν, τὰ δʼ ἄλλα ῥᾳδίως χειρώσομαι.
ὑπερήφανόν που γίνεθʼ ἡ λίαν τρυφή,
ὅ τε πλοῦτος ἐξώκειλε τὸν κεκτημένον
εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν.
κρεῖττον γάρ ἐστιν, ἂν σκοπῇ τις κατὰ λόγον,
μὴ πόλλʼ ἀηδῶς, ὀλίγα δʼ ἡδέως ἔχειν,
πενίαν τʼ ἄλυπον μᾶλλον ἢ πλοῦτον πικρόν.
ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην
οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ τύχη
τούτων δίδωσιν ἀφθονίαν, τοῖς δʼ οἱ τρόποι.
ὦ μεταβολαῖς χαίρουσα παντοίαις τύχη,
σόν ἐστʼ ὄνειδος τοῦθʼ, ὅταν τις ὢν ἀνὴρ
δίκαιος ἀδίκοις περιπέσῃ συμπτώμασιν.
τῷ μὲν τὸ σῶμα διατεθειμένῳ κακῶς
χρεία ʼστʼ ἰατροῦ, τῷ δὲ τὴν ψυχὴν φίλου·
λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος.
ὅταν ᾖ γέρων τις ἐνδεής τε τὸν βίον,
οὐδʼ αὖ τὸ θνῄσκειν δεινόν, ἀλλʼ ἐν τῷ καλῶς
ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει.
οὐκ ἔστʼ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ,
οὐδʼ ἂν γένοιτο. πολλὰ ποικίλλει χρόνος
παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι.
ἀδύνατον ὡς ἔστιν τι σῶμα τῆς τύχης·
ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα
τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον.
ἀεὶ δʼ ὁ σωθείς ἐστιν ἀχάριστον φύσει.
ἅμʼ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις,
ἣν δεόμενος τότʼ ἀθάνατον ἕξειν ἔφη.
ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν
χρυσῆν, τί μοι σεμνότερον ἔσται τὸ ξύλον;
ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν.
πένητος οὐδέν ἐστι δυστυχέστερον
ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται,
ἵνʼ ἄλλος ἐλθὼν μεταλάβῃ καὶ κτήσηται.
ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην·
χρήματα, γυναῖκα καὶ τέκνων πολλῶν σποράν,
ἅ σοι τύχη κέχρηκε, ταῦτʼ ἀφείλετο.
ὀκνεῖ δὲ νοῦν ἔχουσʼ ἴσως·
ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ
τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει.
οὐχ ὁ τρόφιμός σου πρὸς θεῶν, Ὀνήσιμε,
ὁ νῦν ἔχων Ἁβροτόνιον τὴν ψάλτριαν,
ἔγημʼ ἔναγχος; Ὀνήσιμος πάνυ μὲν οὖν.
. . . ἐπιτρίβουσιν ἡμᾶς οἱ θεοὶ
μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα
ἄγειν ἑορτήν ἐστʼ ἀνάγκη.
. . . . . . . οὐδείς ἐστί μοι
ἀλλότριος, ἂν ᾖ χρηστός· ἡ φύσις μία
πάντων, τὸ δʼ οἰκεῖον συνίστησιν τρόπος.
οὐκ ἔστι μείζων ἡδονὴ ταύτης πατρί,
ἢ σωφρονοῦντα καὶ φρονοῦντʼ ἰδεῖν τινα
τῶν ἐξ ἑαυτοῦ.
πολλοὺς διʼ ἀνάγκην γὰρ πονηροὺς οἶδʼ ἐγὼ
ὅταν ἀτυχήσωσιν γεγονότας, οὐ φύσει
ὄντας τοιούτους.
τὸ δʼ εὖ φέρειν
ἔστιν τοιοῦτον, ἂν δύνῃ μόνος φέρειν,
καὶ μὴ ʼπίδηλον τὴν τύχην πολλοῖς ποιῇς.
μανθάνειν·
ὅτου δʼ ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν,
τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν.
ἕκαστος . . .
κύψας καθʼ ἑαυτὸν τῶν τραγημάτων ἔφλα
φυλαττόμενός τε κἀμβλέπειν φοβούμενος.
ἐὰν κακῶς μου τὴν γυναῖχʼ οὕτω λέγῃς,
τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ.
Ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν,
διʼ ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς.
νῦν δʼ ἕρπʼ ἀπʼ οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ
τὴν σώφρονʼ οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν.
ἅπανθʼ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει
τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτʼ ἔσθʼ ἡδονῆς.
ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος
καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός.
καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία·
ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς.
κακῶς ἀκούων ὅστις οὐκ ὀργίζεται,
πονηρίας πλείστης τεκμήριον φέρει.
ἐγὼ δʼ ἀνόητος, εὐτελὴς ὑπερβολῇ,
ὁ δʼ ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα.
ἡ δʼ εὐπατέρεια φιλόγελώς τε παρθένος
Νίκη μεθʼ ἡμῶν εὐμενὴς ἕποιτʼ ἀεί.
Ἕλληνές εἰσιν ἄνδρες, οὐκ ἀγνώμονες,
καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος.
ἄνοια θνητοῖς δυστύχημʼ αὐθαίρετον.
τί σαυτὸν ἀδικῶν τὴν τύχην καταιτιᾷ;
χαλεπόν γε τοιαῦτʼ ἐστὶν ἐξαμαρτάνειν,
ἃ καὶ λέγειν ὀκνοῦμεν οἱ πεπραχότες.
εὐηθία μοι φαίνεται, Φιλουμένη,
τὸ νοεῖν μὲν ὅσα δεῖ, μὴ φυλάττεσθαι δʼ ἃ δεῖ.
ὁ μὴ φέρων γὰρ εὖ τι τῶν ἐν τῷ βίῳ
ἀγαθῶν ἀλόγιστός ἐστιν, οὐχὶ μακάριος.
τἀπίθανον ἰσχὺν τῆς ἀληθείας ἔχει
ἐνίοτε μείζω καὶ πιθανωτέραν ὄχλῳ.
τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον
τὸ καλῶς ἀκούειν ταχὺ ποιεῖ πᾶσιν κακῶς.
οὐπώποτʼ ἐζήλωσα πλουτοῦντα σφόδρα
ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει.
μὴ πάντοθεν κέρδαινʼ, ἐπαισχύνου δέ μοι·
τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον. . . . . . . . . . . . .
ὦ τρὶς κακοδαίμων, ὅστις ἐκ φειδωλίας
κατέθετο μῖσος διπλάσιον τῆς οὐσίας.
οὐ γὰρ τὸ πλῆθος, ἂν σκοπῇ τις, τοῦ ποτοῦ
ποιεῖ παροινεῖν, τοῦ πιόντος δʼ ἡ φύσις.
χαλεπὸν ὅταν τις ὧν πίῃ πλέον λαλῇ,
μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος.
ἐπίσχες ὀργιζόμενος. Β. ἀλλὰ βούλομαι.
Α. οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν, πάτερ.
οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικε, φάρμακον
ἀλλʼ ἢ λόγος σπουδαῖος ἀνθρώπου φίλου.
οὐδεὶς ἐφʼ αὑτοῦ τὰ κακὰ συνορᾷ, Πάμφιλε,
σαφῶς, ἑτέρου δʼ ἀσχημονοῦντος ὄψεται.
ὁ συνιστορῶν αὑτῷ τι, κἂν ᾖ θρασύτατος,
ἡ σύνεσις αὐτὸν δειλότατον εἶναι ποιεῖ.
δεῖ τοὺς πενομένους μέχρι ἂν ζῶσιν πονεῖν·
ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον.
ὁ φθονερὸς αὑτῷ πολέμιος καθίσταται·
αὐθαιρέτοις γὰρ συνέχεται λύπαις ἀεί.
καλὸν οἱ νόμοι σφόδρʼ εἰσίν· ὁ δʼ ὁρῶν τοὺς νόμους
λίαν ἀκριβῶς συκοφάντης φαίνεται.
ὁ προκαταγινώσκων δὲ πρὶν ἀκοῦσαι σαφῶς
αὐτὸς πονηρός ἐστι πιστεύσας κακῶς.
καλόν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν,
τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει.
μὴ τοῦτο βλέψῃς εἰ νεώτερος λέγω,
ἀλλʼ εἰ φρονοῦντος τοὺς λόγους ἀνδρὸς ἐρῶ.
οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν,
ἀλλʼ ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων.
ὅστις στρατηγεῖ μὴ στρατιώτης γενόμενος,
οὗτος ἑκατόμβην ἐξάγει τοῖς πολεμίοις.
ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος,
ταῖς ἐλπίσιν τἀλγεινὰ παραμυθούμενος.
ἐν τοῖς πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ·
τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου.
τὰ μεγάλα κέρδη ῥᾳδίως ἢ πλουσίους
τοὺς παραβόλως πλέοντας ἢ νεκροὺς ποιεῖ.
ὅταν ἀτυχῇ τις, εὐνοοῦντος οἰκέτου
οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον βίῳ.
ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος
χρηστός, διπλασίως ὁ προσιὼν ἁλίσκεται.
ἕν ἐστʼ ἀληθὲς φίλτρον, εὐγνώμων τρόπος.
τούτῳ κατακρατεῖν ἀνδρὸς εἴωθεν γυνή.
οἰκεῖον οὕτως οὐδέν ἐστιν, ὦ Λάχης,
ἐὰν σκοπῇ τις, ὡς ἀνήρ τε καὶ γυνή.
γαμεῖν κεκρικότα δεῖ σε γινώσκειν, ὅτι
ἀγαθὸν μέγʼ ἕξεις, ἂν λάβῃς μικρὸν κακόν.
τὸ γυναῖκʼ ἔχειν εἶναί τε παίδων, Παρμένων,
πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει.
ὅστις πενόμενος βούλεται ζῆν ἡδέως,
ἑτέρων γαμούντων αὐτὸς ἀπεχέσθω γάμου.
τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ,
κακὸν μέν ἐστιν, ἀλλʼ ἀναγκαῖον κακόν.
τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ,
ὅταν τι περιπλάττωσι τοῖς χρηστοῖς λόγοις.
οὐδέποθʼ ἑταίρα τοῦ καλῶς πεφρόντικεν,
ἣ τὸ κακόηθες πρόσοδον εἴωθεν ποιεῖν.
ἢ μὴ γαμεῖν γάρ, ἂν δʼ ἅπαξ λάβῃς, φέρειν
μύσαντα πολλὴν προῖκα καὶ γυναῖκα δεῖ.
ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ
ἔχειν ἔρημον διαδόχου τὴν οἰκίαν.
οὐκ ἔστιν οὐδὲν ἀθλιώτερον πατρός,
πλὴν ἕτερος ἂν ᾖ πλειόνων παίδων πατήρ.
ἔστιν δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός·
ἡ μὲν γὰρ αὑτῆς οἶδεν ὄνθʼ, ὁ δʼ οἴεται.
θυγάτηρ ἐπίγαμος, κἂν ὅλως μηδὲν λαλῇ,
διὰ τοῦ σιωπᾶν πλεῖστα περὶ αὑτῆς λέγει.
μηδὲν ὀδύνα τὸν πατέρα γινώσκων ὅτι
ὁ μέγιστον ἀγαπῶν διʼ ἐλάχιστʼ ὀργίζεται.
οὐκ ἔστʼ ἄκουσμʼ ἥδιον ἢ ῥηθεὶς λόγος
πατρὸς πρὸς υἱὸν περιέχων ἐγκώμιον.
οὐδέποτʼ ἀληθὲς οὐδὲν οὔθʼ υἱῷ πατὴρ
εἴωθʼ ἀπειλεῖν οὔτʼ ἐρῶν ἐρωμένῃ.
ὁ σκληρότατος πρὸς υἱὸν ἐν τῷ νουθετεῖν
τοῖς μὲν λόγοις πικρός ἐστι, τοῖς δʼ ἔργοις πατήρ.
υἱῷ προθύμως τἀξιούμενον ποιῶν
κηδεμόνʼ ἀληθῶς, οὐκ ἔφεδρον ἕξεις βίου.
τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς
κἀν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας.
πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν
καὶ τοὺς φρονεῖν δοκοῦντας ἀνοήτους ποιεῖ.
κρεῖττον ὀλίγʼ ἐστὶ χρήματʼ ἀνυπόπτως ἔχειν,
ἢ πολλὰ φανερῶς, ἃ δεῖ μετʼ ὀνείδους λαβεῖν.
οὐκ ἔστι λύπης, ἄν περ ὀρθῶς τις σκοπῇ,
ἄλγημα μεῖζον τῶν ἐν ἀνθρώπου φύσει.
πολλῶν φύσει τοῖς πᾶσιν ἀνθρώποις κακῶν
ὄντων μέγιστόν ἐστιν ἡ λύπη κακόν.
ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν
λαμπροί, τὰ δʼ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι.
οὐδέν με λυπεῖ μᾶλλον ἢ χρηστὸς τρόπος
εἰς χαλεπὸν ὅταν ᾖ συγκεκλῃμένος βίον.
οἰκτρότατόν ἐστι πεῖραν ἐπὶ γήρως ὀδῷ
ἀδίκου τύχης δίκαιος εἰληφὼς τρόπος.
ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθὰ
καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν.
ταῖς ἀτυχίαισι μὴ ʼπίχαιρε τῶν πέλας·
πρὸς τὴν τύχην γὰρ ζυγομαχεῖν οὐ ῥᾴδιον.
οὐκ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀτυχίαν
ἔστʼ, ἀλλὰ μᾶλλον κατακαλύπτειν φημὶ δεῖν.
μέγιστόν ἐστιν ἆρα τοῖς ἐπταικόσιν
τὸ παρόντας ἐγγὺς τοὺς συναλγοῦντας βλέπειν.
εἰ τἄλλʼ ἀφαιρεῖν ὁ πολὺς εἴωθεν χρόνος
ἡμῶν, τό γε φρονεῖν ἀσφαλέστερον ποιεῖ.
πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν
χρόνος ἐστίν· οὗτος καὶ σὲ νῦν ἰάσεται.
ὦ δέσποτʼ ἄναξ, ἔστι τοῖς σοφοῖς βροτῶν
χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.
εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί,
οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη τύχης.
ὁ μὲν λόγος σου συνέσεως πολλῆς γέμει,
τὰ δʼ ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται.
ὁ μὲν λόγος σου, παῖ, κατʼ ὀρθὸν εὐδρομεῖ,
τὸ δʼ ἔργον ἄλλην οἶμον ἐκπορεύεται.
ὁ μὴ φρονῶν μέν, πολλὰ δʼ ἐφʼ ἑκάστου λαλῶν
δείκνυσιν αὑτοῦ τὸν τρόπον τοῖς ῥήμασιν.
πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι
ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα.
ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή,
τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσει.
ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως
τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ.
ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος,
μήθʼ ὁ πονηρὸς κατεχέτω χρηστοῦ τόπον.
γυναικὶ δʼ ὅστις ὅρκον ὀμνύων ἀνὴρ
μηδὲν ποιεῖ δίκαιον, οὗτος εὐσεβής.
ἐμὲ δʼ ἀδικείτω πλούσιος καὶ μὴ πένης·
ῥᾷον φέρειν γὰρ κρειττόνων τυραννίδα.
πρᾷον κακοῦργος σχῆμʼ ὑπεισελθὼν ἀνὴρ
κεκρυμμένη κεῖται παγὶς τοῖς πλησίον.
μισῶ πένητα πλουσίῳ δωρούμενον·
ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης.
χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί,
ἡ δʼ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται.
καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος
καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου.
ἀπόντι μᾶλλον εὐχαριστίαν ποίει·
τῷ γὰρ παρόντι γίνετʼ εὐτονώτερον.
φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις,
ἐπεὶ κεκλήσει καὶ σὺ παντελῶς ἄφρων.
μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ,
κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον.
ὁ γὰρ ἀδίκως τι καθʼ ἑτέρου ζητῶν κακὸν
αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν.
ὅταν ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς,
τοῦ δυστυχεῖν νόμιζέ σʼ ἀρραβῶνʼ ἔχειν.
δούλῳ γενομένῳ, δοῦλε, δουλεύων φοβοῦ·
ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.
ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ,
δυοῖν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ.
νόμος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος,
ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος.
μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε.
πρὸ τοῦ παθεῖν δὲ τῷ φόβῳ προλαμβάνου.
γυναῖχʼ ὁ διδάσκων γράμματα καλῶς
ἀσπίδι δὲ φοβερᾷ προσπορίζει φάρμακον.
καλὴν γυναῖκʼ ἐὰν ἴδῃς μὴ θαυμάσῃς·
τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει.
γνώμην ἀρίστην τῇ γυναικὶ μὴ λέγε·
γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ.
μὴ κλᾶε τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ
τὰ δάκρυʼ ἀναισθήτῳ γεγονότι καὶ νεκρῷ.
τί τῷ θανόντι δῶρα λαμπρὰ προσφέρεις,
ἃ μετʼ ὀδύνης εἴασε κοὐκ ἐχρήσατο;
πράττων καλῶς μέμνησο τῆς δυσπραξίας·
ὡς γὰρ τὸ πράττειν οὕτω καὶ σκόπει.
ἐὰν τροφὴν δοὺς τὸν λαβόντʼ ὀνειδίσῃς,
ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι.
εἰ γάμος ἦν ὁ σῴζων τὴν ἄλλου νόσον
νόσον σῴζων αὐτὸς ἀποθνῄσκει νοσῶν.
ὅταν τι μέλλῃς τὸν πέλας κακηγορεῖν,
αὐτὸς τὰ σαυτοῦ πρῶτον ἐπισκέπτου κακά.
μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον,
οὐκ ἦν ἐνεγκεῖν ὅπου φύσις βιάζεται.
ἐπὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ,
ὅτʼ εὐτυχεῖς μέμνησο τῆς προτέρας τύχης.
μάτην ἄρʼ οἱ γέροντες εὔχονται θανεῖν,
γῆρας ψέγοντες καὶ πολὺν χρόνον βίου.
ὅταν γέρων γέροντι γνώμην διδοῖ,
θησαυρὸς ἐπὶ θησαυρὸν ἐκπορίζεται.
ὁ λοιδορῶν τὸν πατέρα δυσφήμῳ λόγῳ
τὴν εἰς τὸ θεῖον ἐκμελετᾷ βλασφημίαν.
ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος
ἄκαρπος οὗτός ἐστʼ ἀπὸ ῥίζης κλάδος.
ὁ προσιὼν
γέρων ἁλιεύς, παρʼ οὗ τὸ φέρνιον τρίτην
ταύτην ἐπριάμεθʼ ἡμέραν.
εἰ μὲν δή τινα
. . πόρον ἔχεις· εἰ δὲ μή, νενόηκʼ ἐγώ,
μισῶμεν ἀλλήλους.
. . . εἰρήνη γεωργὸν κἀν πέτραις
τρέφει καλῶς, πόλεμος δὲ κἀν πεδίῳ κακῶς.
παίδων ἐπʼ ἀρότῳ γνησίων
δίδωμί σοὐγὼ τὴν ἐμαυτοῦ θυγατέρα.
ἐλεύθερόν τι τολμήσει πονεῖν,
θηρᾶν λέοντας, ῥόπαλα βαστάζειν.
θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι
ἢ δόξαν ἤτοι διαβολήν.
ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν
ἀγαθά, τὰ λίαν ἀγαθά.
μέμφομαί σοι τοῦθʼ ὅτι
χρηστά με λέγοντʼ οὐκ εὖ ποιήσειν προσδοκᾷς.
ἔργον ἐστί, Φανία,
μακρὰν συνήθειαν βραχεῖ λῦσαι χρόνῳ.
λελουμένη γὰρ ἡτέρα καὶ διαφανὲς
χιτωνάριον ἔχουσα.
. . . . . οὐκ ἐλευθέρου φέρειν
νενόμικα κοινωνοῦσαν ἡδονὴν ὕβρει.
. . . . . οὐχὶ τὴν αὐτὴν ἔχει
διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών.
. . . . . . . οὐ λυποῦντα δεῖ
παιδάριον ὀρθοῦν, ἀλλὰ καὶ πείθοντά τι.
ἄνθρωπε, πέρυσι πτωχὸς ἦσθα καὶ νεκρός,
νυνὶ δὲ πλουτεῖς.
κομψὸς στρατιώτης οὐδʼ ἂν εἰ πλάττοι θεὸς
οὐδεὶς γένοιτʼ ἄν.
ἐν νυκτὶ βουλάς, ὅπερ ἅπασι γίνεται,
διδοὺς ἐμαυτῷ.
ἃ γὰρ μεθʼ ἡμέραν τις ἐσπούδασε,
ταῦτʼ εἶδε νύκτωρ.
. . . . εὐκαταφρόνητος τῇ στολῇ
εἴσειμι, καὶ ταῦτʼ εἰς γυναῖκας.
πᾶς ὁ μὴ φρονῶν
ἀλαζονείᾳ καὶ ψόφοις ἁλίσκεται.
οὐκ ἔστʼ ἀνοίας οὐδέν, ὡς ἐμοὶ δοκεῖ,
τολμηρότερον.
ὦ νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης θεῶν
μετέχεις μέρος.
μαρτύρομαι, ναὶ μὰ τὸν Ἀπόλλω τουτονὶ
καὶ τὰς θύρας.
δεδράμηκά σοι
δρόμον τοιοῦτον οἷον οὐδεὶς πώποτε.
τὸν τῇ φύσει
οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ.
μικροῦ μὲν ἀρραβῶνά με
ἔπεισεν εὐθὺς καταβαλεῖν.
πάντα γὰρ
ταῖς ἐνδελεχείαις καταπονεῖται πράγματα.
ἔστι δὲ
γυνὴ λέγουσα χρήσθʼ ὑπερβάλλων φόβος.
οὐ πάνυ
εἴωθʼ ἀληθὲς οὐδὲ ἓν λέγειν γυνή.
ἄνθρωπον ἐξαλλάξομεν κακόν τί σοι
δώσοντα.
καθεδοῦμαι δʼ ἐνθαδὶ τὸν Λοξίαν
αὐτὸν καταλαβών.
ὡς ἡδὺ πρᾷος καὶ νεάζων τῷ τρόπῳ
πατήρ.
εἰ μὴ γαμεῖς γάρ, ἔσχατον νόμιζέ με
Μυσῶν.
οὐκ ἆρα φροντίζει τις ἡμῶν ἢ μόνος
θεός.
. . . . τὸν νοῦν ἔχων ὑποχείριον
εἰς τὸν πίθον δέδωκα.
. . φιλόνικος δʼ ἐστὶ καὶ μία γυνὴ
εἰς μῆνιν.
μικρὰς τίθημι συμβολὰς ἀκροώμενος.
ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ.
οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως.
ὦ παῖ, σιώπα· πόλλʼ ἔχει σιγὴ καλά.
ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς.
εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.
ὡς χαρίεν ἔστʼ ἄνθρωπος, ὅταν ἄνθρωπος ᾖ.
ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
ὑπεδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ.
Κορινθίῳ πίστευε καὶ μὴ χρῶ φίλῳ.
ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον.
φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους—
μισῶ πονηρόν, χρηστὸν ὅταν εἴπῃ λόγον.
ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία.
ἅπαντα δοῦλα τοῦ φρονεῖν καθίσταται.
τυφλόν τι τἀνόητον εἶναί μοι δοκεῖ.
ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν.
δίκαιος ἂν ᾖς, τῷ τρόπῳ χρήσει νόμῳ.
χρηστοῦ πρὸς ἀνδρὸς μηδὲν ἐννοεῖν κακόν.
δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος.
τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις πρέπει.
λέγεις, ἃ δὲ λέγεις ἕνεκα τοῦ λαβεῖν λέγεις.
κρεῖττον δʼ ἑλέσθαι ψεῦδος ἢ ἀληθὲς κακόν.
ἦ πού τι χαλεπόν ἐστι τὸ ψευδῆ λέγειν.
ὁ πολὺς ἄκρατος ὀλίγʼ ἀναγκάζει φρονεῖν.
ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος.
συγκέχυκε νῦν τὴν πίστιν ὁ καθʼ ἡμᾶς βίος.
ἀπερυθριᾷ πᾶς, ἐρυθριᾷ δʼ οὐδεὶς ἔτι.
οὐδὲν σιωπῆς ἐστι χρησιμώτερον.
οὐδεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποιεῖ.
ὡς ἡδὺ συνέσει χρηστότης κεκραμένη.
ὁ χρηστός ἐστι πολλαχοῦ σωτήριος.
τὸ χρηστὰ πράττειν ἔργον ἔστʼ ἐλευθέρου.
μέγιστον ἀγαθόν ἐστι μετὰ νοῦ χρηστότης.
κἀν ταῖς ἀπορίαις ἔσθʼ ὁ χρηστὸς χρήσιμος.
τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω τοῦ ποιεῖν.
κοινὸν ἀγαθὸν τοῦτʼ ἐστί, χρηστὸς εὐτυχῶν.
οὐκ ἔστι τόλμης ἐφόδιον μεῖζον βίου.
οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός.
ἀγροῖκος εἶναι προσποιεῖ πονηρὸς ὤν.
ἔχει τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ.
λυπεῖ με δοῦλος μεῖζον οἰκέτου φρονῶν.
ὀργὴ φιλούντων ὀλίγον ἰσχύει χρόνον.
μόνος ἔστʼ ἀπαρηγόρητον ἀνθρώποις ἔρως.
μηδέποτε γήμῃ μηδὲ εἷς εὔνους ἐμοί.
ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν.
ὡς ἔστʼ ἄπιστον ἡ γυναικεία φύσις.
πολὺ χεῖρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κύνα.
φύσει γυνὴ δυσάνιόν ἐστι καὶ πικρόν.
ὅπου γυναῖκές εἰσι, πάντʼ ἐκεῖ κακά.
νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν.
δίκας γραφόμενος πρὸς γονεῖς μαίνει, τάλαν.
ἡδὺς πατὴρ φρόνησιν ἀντʼ ὀργῆς ἔχων.
υἱὸς δʼ ἀμείνων ἐστὶν εὐνοίᾳ πατρός.
ἡδύ γʼ ἐν ἀδελφοῖς ἐστιν ὁμονοίας ἔρως.
αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν φέροις.
ἄνθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν.
πειρῶ τύχης ἄνοιαν ἀνδρείως φέρειν.
ἄνθρωπος ἀτυχῶν σῴζεθʼ ὑπὸ τῆς ἐλπίδος.
ἡδύ γε φίλου λόγος ἐστὶ τοῖς λυπουμένοις.
ἐπὶ τοῦτʼ ἐγένοντο πάντες, ἐνθάδʼ ἥξομεν.
ἀνθρωπίνως χρὴ τὰς τύχας φέρειν, ξένε.
τὰ κοινὰ κοινῶς δεῖ φέρειν συμπτώματα.
ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται.
οὐδὲν κατὰ λόγον γίνεθʼ ὧν ποιεῖ τύχη.
πᾶν τοὔργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα.
τί δʼ ὄφελος εὖ λαλοῦντος, ἂν κακῶς φρονῇ;
οὐδὲν γὰρ αἰσχρόν ἐστι τἀληθῆ λέγειν.
ἀδύνατον ὡς ἔοικε τἀληθὲς λαθεῖν.
παρʼ αὐτὸν ἴσα βαίνουσʼ ἑταίρα πολυτελής—
ἀλλὰ σκατοφάγος ἐστὶ καὶ λίαν πικρός.
ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν.
ἔγημε θαυμαστῶς γυναῖχʼ ὡς σώφρονα.
Θρᾷξ εὐγενὴς εἶ, πρὸς ἅλας ἠγορασμένος.
ποτήριον, τράπεζαν, ἁρπάγην, κάδον
πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκʼ ἐγώ.
οὐχ οὗτος ἱππόκαμπος ἦν ἐν αἰθέρι;
ἤδη ἀλεαίνῃ πρὸς τὸ πῦρ καθημένη.
λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί.
στυππεῖον, ἐλέφαντʼ, οἶνον, αὐλαίαν, μύρον
ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως.
οὐδὲ λόγον ὑμῶν οὐδʼ ἐπιστροφὴν ἔχω.
τὸ δὴ λεγόμενον τοῦτο θᾶττον ἢ βάδην
οἶμαί σε τὸν ἐπʼ ἀριστέρʼ ἐμπερονώμενον
ἀπασκαριῶ δʼ ἐγὼ γέλωτι τήμερον.
οὐχ ὅθεν ἀπωλλύμεσθα σωθείημεν ἄν;
εἰς τὰ καθάρεια λιμὸς εἰσοικίζεται.
πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις.
πικροῦ γέροντος, αὐθεκάστου τὸν τρόπον
ἐλεεῖθʼ ὁ ποιμὴν καὶ καλεῖται γλυκύτατος.
ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου.
ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν
καθιζάνει μὲν ἐνίοτʼ εἰς τὰ σήσαμα.
ὦ Ζεῦ πολυτίμηθʼ, ὡς καλαὶ νῷν αἱ γυναί.
φιλῶ σʼ, Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ.
οὐδὲν γὰρ γλυκύτερον ἢ πάντʼ εἰδέναι.
ὁμοῦ δὲ τῷ τίκτειν παρεγένεθʼ ἡ κόρη.
μάντις δʼ ἄριστος ὅστις εἰκάζει καλῶς.
ἐν γειτόνων οἰκῶ γάρ, ὦ τοιχωρύχε.
βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσιν σκόπει.
ὡς ὡραΐζεθʼ ἡ τύχη πρὸς τοὺς βίους.
πένης λέγων τἀληθὲς οὐ πιστεύεται.
ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσει.
νόμον φοβηθεὶς οὐ ταραχθήσει νόμῳ.
ἤρων γάρ, ἤρων, ὁμολογῶ. καὶ νῦν δʼ ἐρῶ.
κόψω τὴν θύραν.
ἀλλʼ ἐψόφηκεν ἡ θύρα. τίς οὑξιών;
. . . . . . . ὁ δʼ ἀλάστωρ ἐγὼ
καὶ ζηλότυπος ἄνθρωπος
ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον.
ἱμάτιον ἀκούμεθα.
. . ἵνʼ οὐχ αὑτῷ παρετράφην, ἀλλὰ σοί.
. . παραιτοῦμαί σε συγγνώμην ἔχειν.
. . προποιήσεις ἀστικὸν σαυτὸν πάλιν.
πυθοῦ παρʼ αὐτῆς διὰ τίνʼ αἰτίαν . .
. . ἀπῄειν τῶν τόκων ἔχων τόκους.
Ἀράβιον ἐξεύρηκα σύμβουλον . .
. . φορὰ γὰρ γέγονε νῦν τούτου καλή.
. . τραγῳδὸς ἦν ἀγὼν Διονύσια.
πικρόν ἐστι θρέμμʼ ἐν οἰκίᾳ γέρων.
. ἀλλʼ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός
νεώτερόν τι συμβέβηκέ σοι;
ἐκάθηντʼ ἐπὶ δίφρου μήτηρ τε καὶ
παρθένος.
οὐκ ἔστιν οὔτε διάβολος
γραῦς ἔνδον
ἀλλὰ καὶ χαμαιτύπη
κρίζει τις.
τηρῶ τὸν Δία
ὕοντα πολλῷ.
ἡμέραν τρίτην
ἐπεκώμασʼ ἡμῖν.
ἡ πόλις
ὅλη γὰρ ᾄδει τὸ κακόν.
διεμέριζε γὰρ
ὁ Βορυσθενίτης.
ταῦτά σʼ ἀπολώλεκʼ, ὦ πονηρέ.
ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ.
οὐκ ἠρκέσαμεν .. ἑαυτοῖς.
. . . ἐξάραντες ἐπικροτήσατε.
. . . ἀπεκήρυξεν αὐτὴν ἀγαγών.
τὴν ἀλεκτρυόνα μοι δοὺς ᾤχετο.
κρίσιμος γὰρ αὕτη γίνεται.
εἶπον δὲ τί ποιεῖν μέλλετε.
κρόκην δὲ νήσεις ... καὶ στήμονα.
ἀλλʼ Ἡρακλεῖδαι καὶ θεοί.
ἦσαν περινομαὶ τῇ θεῷ.
ἔγωγʼ ἐπίσταμαι
ῥινᾶν.
αὐλὰς θεραπεύειν καὶ σατράπας
βούλει τι, Κνήμων; εἰπέ μοι.
τἄλλα δʼ ἄν τις καταβάλῃ
τί γὰρ ἐγὼ κατελειπόμην;
ὕδατος αὐτοῖς οὐ μετόν
ἔνδοθεν δὲ πρίεται
ἐκκορηθείης σύ γε.
ἀρτικροτοῦνθʼ οἱ γάμοι.
κριὸς τὰ τροφεῖα
ἔστιν δʼ ὁμοῦ τὸ χρῆμα.
Τρικορυσία βασίλιννα
φοβοῦμαί σʼ ἐσχάτως.
οἷον πατάγημʼ ἥκεις.
πότοι συνεχεῖς, κύβοι
τὸν χόα
ἐκκέχυκας.
οἶσθʼ ὅ τι ποίησον;
καπρᾷς, κακόδαιμον.
οὐθὲν μέλει σοι.
ᾤδουν τʼ ἐν ἐμαυτῷ.
ἁγνὴ γάρ εἰμι.
ὦ Λάχης Λάχης
κεφάλαιόν ἐστι
ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν,
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατὴρ
καὶ παραίνεσις πέπαικεν, εἶτα μήτηρ δευτέρα,
εἶτα τήθη παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον.
ὁ δʼ ἐπινεύει πᾶσι τούτοις.
ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα,
αὐτόματος οὗτος παρέσται· κἂν διελθεῖν δηλαδὴ
διὰ θαλάττης δέῃ τόπον τινʼ, οὗτος ἔσται μοι βατός.
λανθάνει τὰ πράγματα
τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ
τοῖς ἀναγκαίοις.
ἀλλὰ προσέδωκας τάλαντον, ἵνα παρʼ ἡμῶν ...
καὶ τὸν ἴκτινον λάβῃς.
οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν,
ἀλλʼ ὑπάρχειν τοῦτο.
δεῖ γὰρ ἢ πλουτεῖν ... ὅπως μὴ μάρτυρας πολλοὺς ἔχειν
τοὺς ὁρῶντας.
Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ.
ἡδύ γʼ ἀποθνῄσκειν ὅτῳ ζῆν μὴ πάρεσθʼ ὡς βούλεται.
εἰς ἀγορὰν ὑφαίνειν
σύνταγμα τῆς ἀρχῆς
ἄγριον κυβευτήν
ἀκούσας ἥκειν
Ἀλέας Ἀθηνᾶς
ἄστικτον χωρίον
δικάσιμοι ἡμέραι
ἐπιχειμάζεις σεαυτόν
ἐς κόρακας
καυνάκας πορφυροῦς
μᾶλλον μᾶλλον
μελαγχρὲς μειράκιον
οὐ μηκέτι
παλαιὸν ἐντραγεῖν
ποτήριον τορνευτόν καὶ τορευτά
πρός με
σπαρτοπόλιος ὠμόγραυς
Ταναγρικὴ γυνή
φίλη πειθοῖ
ἄγγαρος
ἀγυιεῖς
ἀδιάφθορον
ἄθαπτος
αἰτιώτατος
ἀκουστής
ἀκρατεύεσθαι
ἀλάβαστον
ἀναπετῶ
ἀνάριστον
ἀνατρέχω
ἀπέλιπε, ἀπέπεμψε
ἀπέφησεν
ἀπονυχίζειν
ἀποσοβῶμεν
ἀριστόδειπνον
ἀσχολοῦμαι, καὶ ἀσχολεῖται καὶ ἀσχολεῖσθαι
ἀττικουργές
βαθύς
βοίδης
βουκόρυζαν
βρυχᾶται
δεδείπνηκας
διήρτησεν
δύσριγος
Ἐλευθέριος
ἔμπυος
ἐξανέψιοι, ἐξανέψιαι
ἐπισημαίνειν
ἔσχεν
ἠγρηγόρειν καὶ ἐγρηγόρειν
ἡμίγραφον, ἡμιλάσταυρον, ἡμιφυές
ἡμιώριον
Ἰκόνιον
κάθου
καλαθίσκος
κατάστικτον
κατεγνυπωμένως
κνύειν
κοιτών
κολλυβιστής
κουρίδα
κύμινον
Κυραννή
λεβήτιον
λῄδιον
λήθαργος
λῃστοσαλπιγκτάς
μάγαρον
μακαρίτας
Μαρμάριον
τὸν μάρτυν καὶ τὸν μάρτυρα
μεγιστᾶνες
μεσοπορεῖν
μετριάζειν
μονοπείρας
μυκτηρισμόν
νεαλής
νηττάριον
νουθετησμός
νουνεχόντως
οἴκει
οἰκείαν, οἰκείους
ὄλολυν
ὀλολύττουσιν
ὀξύχειρ
ὀψιπέδων
ὀψωνιασμός
ὀψώνιον
πεντηκοστολόγοι
πέπλεκται
περισκελίδας
πέφηνας
πλοκαμῖδα
πορνοκόπος
προτέλεια
ῥυτίσματα
σάββους
σάγη
σανδάλιον
σημαίνειν
σκάφας
σκηνή
στασιασμόν
στιγμήν
στλεγγίδα
στραγγαλᾶν
σύγκλινον
συκοφαντεῖν
συμβόλαια
σύσσημον
Τεμβρίειον
Τίβιον
τρίγωνον
τρόπαιον
τύντλος
ὑπόθεσιν
φερνήν
φρυάττεσθαι
χλωρόν
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ
ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ βίον,
οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν·
ὅταν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν,
εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν.
μὴ οὖν θέλε λυπεῖν σαυτὸν εἰδὼς ὅτι
πολλοῖς τὸ λυποῦν ὕστερον χαρὰν ἄγει
καὶ τὸ κακὸν ἀγαθοῦ γίνεται παραίτιον.
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν,
ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου,
πατέρα δὲ ποιεῖ τέκνα, μητέρʼ ὡς ἀνήρ.
γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων
ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.
ἐπὰν ἐν ἀγαθοῖς εὐνοούμενός τις ὢν
ζητῇ τι κρεῖττον ὧν ἔχει, ζητεῖ κακά.
λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς χαλεπώτερον
τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.
ἅπανθʼ ὅσʼ ὀργιζόμενος ἄνθρωπος ποιεῖ,
ταῦθʼ ὕστερον λάβοις ἂν ἡμαρτημένα.
ὃς δʼ οὔτʼ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι,
τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.
αἰσχρόν γʼ ὅταν τις ἐπὶ γλώσσῃ φυεὶς
γλώσσῃ ματαίους ἐξακοντίζῃ λόγους.
οὔτʼ ἐκ χερὸς μεθέντα καρτερὸν λίθον
ῥᾷον κατασχεῖν, οὔτʼ ἀπὸ γλώσσης λόγον.
ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν
ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον.
ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα
ταῦτʼ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου.
οὐχ ὁ λόγος αὔξει τὴν τέχνην περισσὸς ὤν,
ἀλλʼ αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα.
αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ,
μή μʼ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ.
ἂν ἀγνοῶν τι παρά τινος θέλῃς μαθεῖν,
τὸ τοῦ μαθητοῦ πρῶτον, ἔχε τὴν σιγήν.
ὁ μὴ γέλωτος ἄξιος ἂν ᾖ γέλως,
αὐτὸς πέφυκε τοῦ γέλωτος κατάγελως.
κἂν μυρίων γῆς κυριεύῃς πήχεων,
θανὼν γενήσει τάχα τριῶν ἢ τεττάρων.
ἂν καλὸν ἔχῃ τις σῶμα καὶ ψυχὴν κακήν,
καλὴν ἔχει ναῦν καὶ κυβερνήτην κακόν.
τύχην ἔχεις, ἄνθρωπε, μὴ μάτην τρέχε.
εἰ δʼ οὐκ ἔχεις, κάθευδε, μὴ κενῶς πόνει.
ἆρʼ ἐστὶν ἀνοητότατον αἰσχροκερδία·
πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλʼ οὐχ ὁρᾷ.
μέλλων τι πράττειν μὴ προείπῃς μηδενί.
ἅπαντα μεταμέλειαν ἀνθρώποις φέρει.
μόνη σιωπὴ μεταμέλειαν οὐ φέρει.
φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
γυναικὶ δʼ ὄλβος, ἂν πόσιν στέργοντʼ ἔχῃ.
γῆρας λέοντος κρεῖσσον ἀκμαίων νεβρῶν.
ταμιεῖον ἀρετῆς ἐστιν ἡ σώφρων γυνή.
θεὸς δὲ τοῖς ἀργοῦσιν οὐ παρίσταται.
ἡ δʼ εὐλάβεια καλὸν ἔθος τοῖς χρωμένοις.
πολλῶν ἰατρῶν εἴσοδοί μʼ ἀπώλεσαν.
μὴ ʼπὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε.
θανόντων δὲ καὶ λόγοι φίλοι προδόται.
ἰσχὺς νοῦν οὐκ ἔχουσα τάφῳ τοὺς ἐμπίπτοντας παραδίδωσιν.
καὶ φιλεῖν δεῖ ὡς μισήσοντας καὶ μισέειν ὡς φιλήσοντας.
ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
Θρᾷκες ὅρκιʼ οὐκ ἐπίστανται.