eul_wid: kjq-af
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Encomium on the Roman Leader by Epic Work Anonymous

The Encomium to the Roman Leader is an anonymous Greek verse panegyric consisting of forty passages dedicated to praising an unnamed Roman military or political figure. The work belongs to the encomiastic genre prevalent during the Imperial period and Late Antiquity, in which Greek authors composed elaborate literary tributes to Roman patrons and officials. Its content focuses on extolling the virtues and accomplishments of its subject, employing traditional epic diction and motifs to elevate the leader's character and deeds. The manuscript tradition and precise historical context of the encomium are undocumented, and its survival is inferred from structural references rather than a complete extant text. As an example of Greek literary praise directed toward Roman authority, the work illustrates the cultural and political dynamics of the era, where such compositions served to articulate loyalty, commemorate military successes, and cultivate patronage. Its anonymous and undated nature is characteristic of many similar rhetorical works from late antiquity.

οὐκ ἄρα μοῦνον Ἄ[ρης μ]ενεδήιος, ἀλλὰ καὶ αὐτα̣[ί]
Μοῦσαι ἀριστεύ̣ο̣υ̣[σι κ]αὶ εἰ βασίλειαν ἀοιδ̣ῆ[ς]
οὐ τέκε Καλλιόπην χ̣[αλ]κάσπιδα πότνια μήτη[ρ.]
καὶ σὲ μάχην ἐδιδα[....], ἐν ἀμφοτέρῳ δʼ ἐλιτ[αιν...]
πῇ μὲν Πηλειάδ̣ο̣[ς μελί]ης ἀποπειρηθέντα
καὶ μεγάλην Αἴ̣α̣ν̣τ[ος ἀ]ε̣ρτάζοντα βοείη[ν]
εἰς ὅσον ἀργυρέην [μεθέπ]εις Νειλωίδα δί̣ν̣η[ν,]
σὺν σοὶ ἀλεξ̣ί̣κα̣κ̣ο[ς .....]ο. καὶ ὁμόφρο̣ν̣[ι ....]
ε̣....α̣χω̣[...............] ὠκέος ἡ[ν]ία δίφρ[ου]
δυσμενε̣ω̣[..............].......τα.οιν..
ἥ σε πάλιν[.............]..υν..χιε̣.ει...
ἀλλʼ ἔτ̣ι σ̣.ν̣[..............]..ι̣ν̣π̣.ι̣ν̣ε̣ι̣ν̣.......
σεῖο πατὴρ τ̣[................ κ]αὶ ἐτέρπετο θ̣[υμ]ῷ
εἰσορόων κ̣[................]..τονδεο̣ι̣β̣ι̣.......
πατρὶς .ι[..............].ος οὐδέπ̣ο̣τ̣ʼ αὐτόν̣
Ἀλκείδης [..............]πεσεν α..ρ...ων
οὐ νέμεσ̣[ις ............]αμενει.υδεν......
Φοῖβος α̣[..............].λ̣ε̣α̣σ̣ι̣μ̣.υρανκε...ς
σοὶ π..[ ]ε.ατ
πρ[ ]ον̣
α[] …
ἡμῖν πότμον ὕφαινε, νέη δέ μιν ὤλεσε τέχνη·
ἐς Διὸς ὄμμα τίταινεν … πο … ον … εσεν ἄφνω
αἰθέρος εἷλεν ἔρωτα, μέσων δʼ ὑπέδυνε βερέθρων,
ἠέρα μαστεύων χθονὸς ἤμβροτεν· οὐδὲ γυναικῶν
οἰμωγὴν ἀλέγυνεν ὀδυρομένων θέμιν εὐνῆς,
ᾗσι βίῃ μίσγοντο· βίη δʼ οὐκ ἔστιν ἐρώτων,
ἱμερτὸς θεός ἐστιν, ἔρως δʼ οὐκ οἶδεν ἀνάγκην.
πολλά τις ἑλκομένη περ ἑὸν βοάασκεν ἀκοίτην,
οὐδὲ βοὴ χραίσμησε, φόβος δʼ ὑπέδησεν ἀκουήν.
ἡ δὲ καὶ οὐκ ἐθέλουσα τόσην ὑπέμεινεν ἀνάγκην,
δείδιε γὰρ μὴ τοῦτον … μῦθον ἀκούσῃ
καὶ πόσιν αἰσχύνῃ τε καὶ υἱάσι μῶμον ἀνάψῃ.
οὐ μία τις βιότοιο παραίφασις, οὐ χορὸς αὐτοῖς,
οὐκ Ἑλικών, οὐ Μοῦσα· βέβηκε γὰρ ἶσα θυέλλαις.
ἥρως, οὐδέ σε τοῦτο παρέδραμεν, ἀλλʼ ἔτι καὶ νῦν
ἐνναέται Θήβης σταχυωδέος ὑμνείουσιν
… τειρομένοισιν ἀλεξίκακόν σε φανέντα.
ἔτλη γὰρ πρηνής σε κυλινδομένη παρὰ ποσσί
πολλὰ πόλις λιτανεῦσαι … σου δʼ ἀβόητα
πέμπεν προφρονέως … ἡγεμονεύειν
θεσμῶν εὐρυ … ης
Θήβη καγχαλόωσα … η
κόλποις δʼ ε … φρων
πασσυδὸν …
παρθεν … εἴρια …
ὁπλοτερ … καγχαλ
γήραος … ιεσ …
[]εσκον ἑν̣ὸς χροὸς ἐκπεφυῶτας
[]κ̣ο̣ς ἐπὶ ζώνην μὲν ἰδ̣έσθαι
[].ο̣ρ̣ε κάρη, στέρνον δʼ ἐνοσίχθων
[]α, γ̣όος 〈δʼ〉 ἀνεμίσγετο μύθῳ
[] π̣ο̣λυφαρμάκου αἷμα γεν̣έθλης
δ[.............]ι̣σ̣ι βαρυνομένη καμάτο̣ισιν̣
α[......... πρη]νής σε κυλινδομένη παρὰ ποσσί
δ[.............] κλόνου καὶ ἀναλθήτων ὀδυνάων
σπ̣[..........]ρεσιαο βάσιν πτόλις ἀρσινόο[ι]ο
[.........]ης καὶ μ̣ᾶλ̣λον ἀρείον̣α δύσετο μορφήν̣
..[......]ι̣βομένη, μάλα γὰρ κάμεν οἷα̣ ...ιη[?]
[]μω πληγ̣.....μαχε̣..η̣ν̣ πολ̣[.]ς ἤδη
λυσα̣[...]ων..θειηδ̣..εση πεφορητο̣[..]..[]
τοῦτο πάρος τολύπευσα̣ς ἐλευθερίην ἀγα̣[π]άζω̣[ν,]
κῦδος ἔχειν ἐθέλων καὶ κέρδεος οὐκ ἀλεγ̣ί̣ζ̣ω[ν.]
ὅσσοι γὰρ δʼ ὑπὸ χεῖρα σαόπτολίν εἰσι μαχη̣τ̣α̣ί̣,
ῥύσαο καί σφιν ἔδωκας ἀναιρεμεν[]
οὐ θάνες Αἰγυπτίων Ἡράκλεες· οὐ̣[κὶ δʼ ἐς αὐλάς]
νερτερίας Ἀίδαό σε δʼ οὐ ῥόος ἔκ̣[λυσε λήθης.]
ἤδη γὰρ [μ]ε̣γ̣άλων σημήϊα καὶ κ[]
οὗτος ἀνὴρ μερόπεσσι []
εἰσέτι νῦν ζώεις βιοτο[]
......................[] …
εἰσέτι ποὺς κ … λ … λους υ … ως
καὶ κεφαλὴ στονόεντος …
δουρὸς ἀπʼ ἀκροτάτου δ …
ᾧ δαίδων ἄσβεστον ἀεὶ σέλας, ᾧ τε πανῆμαρ
τερπωλὴ κατὰ ἄστυ καὶ οι …
οὕνεκε δῖα πόλις πάλιν ὀλβία … οις
μυρίοι δʼ ἐστέψαντο γεγηθότες,
δηναίην βαρύδεσμον ἀπορρίψαντες ἀνίην.
τοῖα μὲν ἀνθρώποις πέλε χάρματα, σεῖο δὲ πάτρη
δεύετο νόσφιν ἐόντος, ἔπος τʼ ε … τοῖον·
ζηλήμων, τί παθοῦσα φίλον γόνον … υρες;
ἡμετέρας ὠδῖνας ἀφήρπασας. εἰ δὲ μεγαίρεις,
οὕνεκε πωτήεντα πόρον ποτὲ Περσέα δʼ ἄλλον·
Περσεὺς καὶ μετὰ Νεῖλον ἐς οἰκία νόστιμος ἦλθεν.
δεῦρο τέκνον, σπεύδοις σέο πατρίδα καρτύνασθαι.
… ος ἔφυς, αἰεὶ μερόπεσσιν ἀρήγεις·
νῦν ἀπόνοσφι μένεις, πατρὶς δʼ ἔτι σεῖο χατίζει.
… πάρος ᾖεν ἐς οἰκία Δηιδαμείης,
… Πύρρον ἄγοις Πριάμου τεκέων ὀλετῆρα
… πτολιπόρθιος· ὡς Ὀδυσσῆι
… πτόλις· ὥς κεν ἐλάσης
κακότητα βαρυτλήτων ἀπὸ φωτῶν
… ε … ην …