eul_wid: izc-aa

Epigrams
Ἐπιγράμματα

Theocritus of Syracuse Epigrams PDF

The Epigrams are a collection of twenty-eight short Greek poems attributed to Theocritus of Syracuse, a principal poet of the third-century BCE Hellenistic period. While Theocritus is most celebrated for his pastoral Idylls, these Epigrams exemplify his mastery of a concise and distinct literary form. Composed primarily in elegiac couplets and the Doric Greek dialect, the poems engage with conventional epigrammatic subjects, including dedicatory verses for offerings to deities such as Pan and Dionysus, sepulchral inscriptions lamenting the dead, and display pieces exploring themes of love, mythology, and the poet's own artistic vocation.

The collection survives not as an independent volume but as a constituent part of the later, expansive compilation known as the Greek Anthology, preserved in medieval manuscripts such as the tenth-century Palatine Anthology. This indirect transmission through an anthology complicates questions of authorship, rendering the authenticity of all twenty-eight poems uncertain. Modern scholarship generally regards a portion of them as genuine works of Theocritus, often identifying their vivid, frequently rustic imagery and thematic connections to his other poetry. Others within the group may be accomplished imitations or later misattributions that accrued to his renowned name. Composed as sophisticated literary exercises for a cultured readership, the Epigrams reflect the Hellenistic era's refined appreciation for brevity, polished wit, and concentrated emotional depth.

book 1 Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν· ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν, Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισεν· βωμὸν δ’ αἱμάξει κεραὸς τράγος οὗτος ὁ μαλός τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
book 2 Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε, τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα, νεβρίδα, τὰν πήραν ᾇ ποκ’ ἐμαλοφόρει.
book 3 Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακός ἀμπαύων, στάλικες δ’ ἀρτιπαγεῖς ἀν’ ὄρη· ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος κισσὸν ἐφ’ ἱμερτῷ κρατὶ καθαπτόμενος, ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, φεῦγε μεθεὶς ὕπνου κῶμα † καταγρόμενον.
book 4 Τήναν τὰν λαύραν τόθι ταὶ δρύες, αἰπόλε, κάμψας σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον ἀσκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. σακὸς δ’ εὐίερος περιδέδρομεν, ἀέναον δέ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη. ξουθαὶ δ’ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα. ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριήπῳ εὔχε’ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
book 4 κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δ’ ἀνανεύσῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω σακίταν. ἀίοι δ’ εὐμενέως ὁ θεός.
book 5 Λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι ἁδύ τί μοι; κἠγὼ πακτίδ’ ἀειράμενος ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θέλξει Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος. ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.
book 6 Ἆ δείλαιε τὺ Θύρσι, τί τὸ πλέον εἰ κατατάξεις δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος; οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ ἐς Ἅιδαν· τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος. αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τήνας ὀστίον οὐδὲ τέφρα λείπεται οἰχομένας;
book 7 Νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός, Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες. σοὶ μὲν ἕδρα θείοισι μετ’ ἀνδράσι· τὸν δὲ πολῖται τιμασεῦντι πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.
book 8 Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός, ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος Νικίᾳ, ὅς μιν ἐπ’ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται, καὶ τόδ’ ἀπ’ εὐώδους γλύψατ’ ἄγαλμα κέδρου, Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστάς μισθόν· ὃ δ’ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.
book 9 Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ’ ἐφίεται Ὄρθων· χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις. καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον, ἀντὶ δὲ πολλᾶς πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.
book 10 Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἐννέα πάσαις τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον, μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δ’ ἐπὶ τῇδε αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.
book 11 Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων † ὁ σοφιστής δεινὸς ἀπ’ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν. εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα, χὐμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν. πάντων ὧν ἐπέοικε λάχεν τεθνεὼς ὁ σοφιστής· καίπερ ἄκικυς ἐὼν εἶχ’ ἄρα κηδεμόνας.
book 12 Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ’, ὦ Διόνυσε, καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι, χορῷ δ’ ἐκτάσατο νίκαν ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.
book 13 Ἁ Κύπρις οὐ πάνδαμος. ἱλάσκεο τὰν θεὸν εἰπών οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γάρ ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
book 14 Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα· θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἑλκομένης. ἄλλος τις πρόφασιν λεγέτω· τὰ δ’ ὀθνεῖα Κάικος χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.
book 15 Γνώσομαι εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλός ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ’, ἔχει. ‘χαιρέτω οὗτος ὁ τύμβοσ‘, ἐρεῖς, ‘ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.‘
book 16 Ἡ παῖς ᾤχετ’ ἄωρος ἐν ἑβδόμῳ ἥδ’ ἐνιαυτῷ εἰς Ἀίδην πολλῆς ἡλικίης προτέρη, δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν, νήπιον ἀστόργου γευσάμενον θανάτου. αἰαῖ ἐλεινὰ παθοῦσα Περιστερή, ὡς ἐν ἑτοίμῳ ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.
book 17 Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, σπουδᾷ, καὶ λέγ’ ἐπὴν ἐς οἶκον ἔνθῃς· ‘Ἀνακρέοντος εἰκόν’ εἶδον ἐν Τέῳ τῶν πρόσθ’ εἴ τι περισσὸν ᾠδοποιῶν.‘ προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
book 18 Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν [para]εὑρὼν Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ [para]τὶν ὧδ’ ἀνέθηκαν τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει, οἷ’ ἄνδρα πολίταν. σοφῶν ἔοικε ῥημάτων μεμναμένους [para]τελεῖν ἐπίχειρα· πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα. μεγάλα χάρις αὐτῷ.
book 19 Ὁ μουσοποιὸς ἐνθάδ’ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ προσέρχευ τῷ τύμβῳ· εἰ δ’ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.
book 20 Ὁ μικκὸς τόδ’ ἔτευξε τᾷ Θραΐσσᾳ Μήδειος τὸ μνᾶμ’ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας. ἕξει τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων ὧν τὸν κῶρον ἔθρεψε· τί μάν; ἔτι χρησίμα καλεῖται.
book 21 Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητάν τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος διῆλθε κἠπὶ νύκτα καὶ ποτ’ ἀῶ. ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων, ὣς ἐμμελής τ’ ἐγένετο κἠπιδέξιος ἔπεά τε ποιεῖν πρὸς λύραν τ’ ἀείδειν.
book 22 Τὸν τοῦ Ζανὸς ὅδ’ ὑμὶν υἱὸν ὡνήρ τὸν λεοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν οὑκ Καμίρου, χὤσσους ἐξεπόνασεν εἶπ’ ἀέθλους. τοῦτον δ’ αὐτὸν ὁ δᾶμος, ὡς σάφ’ εἰδῇς, ἔστας’ ἐνθάδε χάλκεον ποήσας πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς. — — —
book 23 Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ’ αὐτῷ. Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.
book 24 Ἀρχαῖα τὠπόλλωνι τἀναθήματα ὑπῆρχεν· ἡ βάσις δὲ τοῖς μὲν εἴκοσι, τοῖς δ’ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα, τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδ’ ἐνιαυτοῖς· τοσσόσδ’ ἀριθμὸς ἐξέβη μετρούμενος.
book 25* Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ’ ὥρην ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος. δείλαιε Κλεόνικε, σὺ δ’ εἰς λιπαρὴν Θάσον ἐλθεῖν ἠπείγευ Κοίλης ἔμπορος ἐκ Συρίης, ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ’ ὑπὸ Πλειάδος αὐτήν ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.
book 26* Βουκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δ’ ἅμα πᾶσαι ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.
book 27* Ἄλλος ὁ Χῖος, ἐγὼ δὲ Θεόκριτος ὃς τάδ’ ἔγραψα εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτᾶς τε Φιλίννας· Μοῦσαν δ’ ὀθνείαν οὔτιν’ ἐφελκυσάμαν.