eul_wid: hps-bd
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Poverty and Labor by Menander of Athens

The Fragments on Poverty and labour is a compilation of excerpts from the comedies of Menander of Athens, the foremost playwright of New Comedy. Active during the late fourth and early third centuries BCE, Menander composed over one hundred plays in verse, of which only a single complete work, Dyskolos, survives. The remainder of his vast output exists in a fragmentary state, preserved through quotations by later authors and discoveries on papyrus. Modern editions attribute some 1,659 fragments to him, from which scholars have thematically grouped passages that prominently address economic and social conditions. These selected fragments vividly depict the pervasive anxieties of poverty, the harsh realities of manual labour, and the tensions inherent in class relations. Written during the politically unstable early Hellenistic period, Menander’s comedies marked a decisive shift toward domestic, character-driven plots set in contemporary Athens. Scholars interpret these fragments as a reflection of pressing social concerns of the era, exploring the complex interplay of wealth, fortune, and personal aretē within the spheres of family and civic life. The collection itself is not an ancient volume but a modern reconstruction drawn from disparate sources, most notably the anthology of Stobaeus and various papyri recovered from Egypt. Menander’s profound influence on Roman dramatists such as Plautus and Terence ensured that these central themes of social mobility and economic survival entered the broader Western comic tradition, even as the original Greek texts were largely lost to posterity.

ΑΓΡΟΙΚΟΣ
ΑΔΕΛΦΟΙ
Ἀδελφοὶ αʹ
χαῖρʼ, ὦ φίλη γῆ, διὰ χρόνου πολλοῦ σʼ ἰδὼν
ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν ποιῶ
τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐπίδω χωρίον.
τὸ γὰρ τρέφον με τοῦτʼ ἐγὼ κρίνω θεόν.
ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
κυάθους, ἕως κατέσειε φιλοτιμούμενος.
Ἀδελφοὶ βʹ
χὢ μακάριόν φασιν, γυναῖκʼ οὐ λαμβάνω.
εἰ δʼ ἔστιν οὗτος τὴν κόρην ὁ διεφθορώς.
ἔργον εὑρεῖν συγγενῆ
πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ
αὑτῷ προσήκειν τὸν βοηθείας τινὸς
δεόμενον, αἰτεῖσθαι γὰρ ἅμα τι προσδοκᾷ.
οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν,
ἀλλʼ ἀντιτάττεσθʼ· εἰ δὲ μή, τἄνω κάτω
ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος.
πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ
καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει.
ὁ γὰρ μετρίως πράττων περισκελέστερον
ἅπαντα τἀνιαρά, Λαμπρία, φέρει.
κοινὰ γὰρ τὰ τῶν φίλων.
ἐγὼ δʼ ἄγροικος, ἐργάτης, σκυθρός, πικρός,
φειδωλός.
τί πολλὰ τηρεῖν πολλὰ δεῖ δεδοικότα;
θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ
ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι.
ΑΛΑΕΙΣ
ΑΛΙΕΥΣ
ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην
πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν
τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν.
ὡς δὲ τὴν ἄκραν
κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ
ἀνηγάγοντο.
ἐκλελάκτικεν
ὁ χρηστὸς ἡμῖν μοιχός· ἀλλʼ ἀντάλλαγος
δύʼ οἰκίας
φηλῶν γερόντων, ὡς λέγεις, ἀβελτέρων.
χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον.
δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.
καὶ χρυσολαβὲς καλὸν πάνυ
ἐγχειρίδιον.
παχὺς γὰρ ὗς ἔκειτʼ ἐπὶ στόμα.
ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.
ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος φαίνεται
εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν
ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμʼ ἔχοντʼ ἄνω,
ἐσθίοντα καὶ λέγοντα «σήπομʼ ὑπὸ τῆς ἡδονῆς.»
εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων χρυσίον,
Περσικαὶ στολαὶ δʼ ἐκεῖναι πορφυρᾶ τε στρώματα
ἔνδον ἔστʼ, ἄνδρες, ποτήριʼ Ἰνδικά τε τορεύματα
κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.
καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομʼ οὐκέτι.
ἀμφιβλήστρῳ περιβάλλεται
ἡδυλίζειν
ΑΝΑΤΙΘΕΜΕΝΗ
Ἀράβιον ἆρʼ ἐγὼ κεκίνηκʼ ἄγγελον.
ΑΝΔΡΙΑ
νῦν δʼ οὐ λέληθάς με ...
εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν
οἱ τὰς ὀφρῦς αἴροντες.
Ἄρτεμι
Λούσατʼ αὐτὴν αὐτίκα.
καὶ τεττάρων
ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸ νεόττιον.
τί ποτʼ ἀκούσομαι;
ἂν θεὸς θέλῃ,
οὐκ ἂν ἀπολοίμην.
ἀπὸ Λοξίου σὺ μυρρίνας
...........
οὕτως αὐτός ἐστιν.
τὸ δʼ ἐρᾶν ἐπισκοτεῖ
ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὖ λόγῳ
καὶ τοῖς κακῶς ἔχουσιν.
ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλʼ ὡς δυνάμεθα.
ΑΝΔΡΟΓΥΝΟΣ Η ΚΡΗΣ
τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ
ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν.
πλήσας γὰρ ἔφθειρʼ ἐκ παρατάξεώς ποθεν
τὰς ἐν Λαμίᾳ πάσας.
τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον.
μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία.
Μυσῶν ἔσχατος
πολέμιος
ΑΝΕΧΟΜΕΝΟΣ
ΑΝΕΨΙΟΙ
φύσει γάρ ἐστʼ ἔρως
τοῦ νουθετοῦντος κωφόν· ἅμα δʼ οὐ ῥᾴδιον
νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ.
εὐδαιμονία τοῦτʼ ἔστιν, υἱὸς νοῦν ἔχων,
ἀλλὰ θυγάτηρ κτῆμʼ ἐστὶν ἐργῶδες πατρί.
οἶσʼ εἰσιὼν
πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς
μόνον πολὺ ποίει.
ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί·
δεῖ τʼ οὐχὶ σείειν, ἀλλʼ ἀποσείειν αὐτόθεν.
τὰ κακῶς τρέφοντα χωρίʼ ἀνδρείους ποιεῖ.
ΑΠΙΣΤΟΣ
ᾤμην, εἰ τὸ χρυσίον λάβοι
ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην
ἅβραν ἔσεσθαι.
ΑΡΡΗΦΟΡΟΣ Η ΑΥΛΗΤΡΙΣ
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,
τοῦτον καταλείπων τὸν βίον· γεγάμηκα γὰρ
αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
δεδογμένον τὸ πρᾶγμʼ· ἀνερρίφθω κύβος.
πέραινε, σωθείης δέ· νῦν ἀληθινὸν
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
οὐ Λιβυκὸν οὐδʼ Αἰγαῖον οὐδὲ .....
οὗ τῶν τριάκοντʼ οὐκ ἀπόλλυται τρία
πλοιάρια· γήμας δʼ οὐδὲ εἷς σέσωσθʼ ὅλως.
ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην
ταύτην τις, ἢ τίτθην καλῇ, πέρας οὐ ποιεῖ
λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον,
ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθʼ ὁ παριών,
τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ
ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.
πάντας μεθύσους τοὺς ἐμπόρους
ποεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν
τὴν νύκτα διὰ σὲ καὶ σφόδρʼ ἄκρατόν μοι δοκῶ·
ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.
τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε
ἀλλότρια, σῴζει δʼ αὐτά που τὰ σώματα.
βίου δʼ ἔνεστιν ἀσφάλειʼ ἐν ταῖς τέχναις.
ἑλλέβορον ἤδη πώποτʼ ἔπιες, Σωσία;
ἅπαξ. Α. πάλιν νῦν πῖθι· μαίνει γὰρ κακῶς.
πάντʼ ἐστὶ τῷ καλῷ λόγῳ
ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός.
ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας.
ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
ἢ χαλκοῦν μέγα
ὁλκεῖον.
ΑΣΠΙΣ
ὦ τρισάθλιοι
οὗτοι, τί πλέον ἔχουσι τῶν ἄλλων; βίον
ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια
τηροῦντες, ἢ τὰς ἀκροπόλεις κεκτημένοι.
εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως
ἐγχειρίδιον ἔχοντας αὑτοῖς προσιέναι,
οἵαν δίκην διδόασιν.
ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν
ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.
στρατιώτην, Σμικρίνη, σωτηρίας
ἔστʼ ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δʼ εὔπορον.
πολλοὶ γὰρ ἐκλελοιπότες
τὸν χάρακα τὰς κώμας ἐπόρθουν.
ἔχων τὴν ἀσπίδα
ἔκειτο συντετριμμένην.
Ἑλληνίς, οὐκ Ἰβηρίς.
κανδύτανες …
ΑΥΛΗΤΡΙΣ
ΑΥΤΟΝ ΠΕΝΘΩΝ
τυφλὸν ὁ πλοῦτος καὶ τυφλοὺς
τοὺς ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει.
στεφανοῦν
ΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ
ΑΦΡΟΔΙΣΙΟΣ
ἀλλʼ ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ,
παρὰ τίνι τἀνόητον οὗτος ὄψεται;
ἐκφυγοῦσα δʼ ἣν εἶχεν νόσον
οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους.
εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγει.
ΑΧΑΙΟΙ
ΒΟΙΩΤΙΑ
οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδʼ ἂν σφόδρʼ ᾖ
ψευδής· ἐπίσταντʼ αὐξάνειν αὐτήν τινες,
διʼ οὓς φυλάττεσθαι τὰ τοιαῦτʼ ὀρθῶς ἔχει.
πολλὰ δύσκολα
εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλʼ εἰ πλείονα
τὰ συμφέροντʼ ἔνεστι, τοῦτο δεῖ σκοπεῖν.
πλοῦτος δὲ πολλῶν ἐπικάλυμμʼ ἐστὶν κακῶν.
οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν.
πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ.
ΓΕΩΡΓΟΣ
ΓΛΥΚΕΡΑ
Γλυκέρα, τί κλάεις; ὀμνύω σοι τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη,
ὀμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις.
ΔΑΚΤΥΛΙΟΣ
πῶς ὁ κακοδαίμων ἔφη,
ὡς οὐκ ἂν ἐκδοίη θυγατέρας ἄσμενος,
καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων;
οἰκόσιτον νυμφίον
οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.
ἀνεμιαῖον ἐγένετο.
ΔΑΡΔΑΝΟΣ
καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα.
Δρύα παῖ, δειπνοποιεῖσθαι τί δεῖ;
ΔΕΙΣΙΔΑΙΜΩΝ
οὕτω, Λάχης, ἀγαθόν τί μοι
γένοιτο— Β. τί λέγεις; Α. ὦ πολυτίμητοι θεοί·
ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς
ἐμβάδος ἀπέρρηξʼ. Β. εἰκότως, ὦ φλήναφε·
σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος ἄρʼ οὐ θέλων
καινὸν πρίασθαι.
οὐ δεῖ γὰρ ἀδικεῖν οἰκέτας, ἄλλως τε καὶ
ὅταν μετʼ εὐνοίας τι μὴ πονηρίᾳ
πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ.
καὶ τυφλῷ δῆλον
ΔΗΜΙΟΥΡΓΟΣ
τί τοῦτο, παῖ; διακονικῶς γάρ, νὴ Δία,
προελήλυθας. Β. ναί· μάττομεν γὰρ πέμματα
τὴν νύκτα τʼ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι
ἀποίητα πάμπολλʼ ἐστὶν ἡμῖν.
μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει·
χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς.
ΔΙΔΥΜΑΙ
συμπεριπατήσεις γὰρ τρίβωνʼ ἔχουσʼ ἐμοί,
ὥσπερ Κράτητι τῷ κυνικῷ ποθʼ ἡ γυνή.
ὄρνεις φέρων ἐλήλυθα. ..............
ὄρνιθας ἀποστέλλει.
ΔΙΣ ΕΞΑΠΑΤΩΝ
βουληφόρως
τὴν ἡμετέραν, ὦ Δημέα, προκατέλαβες
ὅρασιν.
ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ
καλῶ τινʼ αὐτῶν.
ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος.
οὐ Μεγάβυζος ἦν,
ὅστις γένοιτο ζάκορος.
περιττὸν ἄχθος ὄντα γῆς, ὡς εἶπέ τις.
νῦν δʼ ἔλπομαι μέν, ἐν θεῷ γε μὴν τέλος.
ΔΥΣΚΟΛΟΣ
τῆς Ἀττικῆς νομίζετʼ εἶναι τὸν τόπον
Φυλήν, τὸ Νυμφαῖον δʼ ὅθεν προέρχομαι
Φυλασίων.
περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος.
εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι
εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ
ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος.
εἰ μὴ δὲ σαυτοῦ, τῆς Τύχης δὲ πάντʼ ἔχεις,
τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί;
αὐτὴ γὰρ ἄλλῳ, τυχὸν ἀναξίῳ τινί,
παρελομένη σοῦ πάντα προσθήσει πάλιν.
διόπερ ἔγωγέ φημι δεῖν, ὅσον χρόνον
εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ,
αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν
ὡς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ
ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς,
ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.
πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος
ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.
ὡς θύουσι δʼ οἱ τοιχωρύχοι
κοίτας φέροντες, σταμνίʼ, οὐχὶ τῶν θεῶν
ἕνεκʼ ἀλλʼ ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὴς
καὶ τὸ πόπανον· τοῦτʼ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφὺν ἄκραν
καὶ τὴν χολήν, ὅτι ἔστʼ ἄβρωτα, τοῖς θεοῖς
ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι ....
οὐδὲ εἷς
μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν
ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
οὐδενὸς χρὴ πράγματος
τὸν εὖ πονοῦνθʼ ὅλως ἀπογνῶναί ποτε·
ἁλωτὰ γίνετʼ ἐπιμελείᾳ καὶ πόνῳ
ἅπαντα.
τί φὴς ἰδὼν ἔνθεν γε πᾶς δʼ ἐλευθερῶν
ἀπῆλθες εὐθὺς ὡς ταχύ.
σιωπῇ φασι τούτῳ τῷ θεῷ
οὐ δεῖν προσιέναι.
οὐκ ἔνεστʼ ἴσως φυγεῖν
οἰκειότητα, Δᾶε.
οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδʼ αἰτούμενος.
ὦ δυστυχής, τί οὐ καθεύδεις;
εὑρηκὸς κἀγὼ τούτου τέχνην
ΕΑΥΤΟΝ ΠΕΝΘΩΝ
ΕΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ
πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη
τοσαῦθʼ· ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι,
ὡς ὑπονοῶ· καὶ τῶν Ἅλῃσι χωρίον
κεκτημένος κάλλιστον εἶ, νὴ τὸν Δία,
ἐν τοῖς τρισίν γε, καὶ τὸ μακαριώτατον,
ἄστικτον.
λουτρόν, θεραπαίνας, στρώματʼ, ἀργυρώματα.
ἐξ ἱσταρίου δʼ ἐκρέματο φιλοπόνως πάνυ.
καὶ θεραπαινὶς ἦν μία·
αὕτη συνύφαινεν ῥυπαρῶς διακειμένη.
πᾶς πατὴρ μῶρος.
οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον,
ἢ μηκέτʼ εἶναι τὸν καλῶς εὐδαίμονα.
ἐγὼ μετʼ ἄριστον γὰρ ὡς ἀμυγδάλας
παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν.
ταῦτά σοι καὶ Πύθια καὶ Δήλια
ἀλλʼ ἢν χιτών σοι.
ΕΓΧΕΙΡΙΔΙΟΝ
οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ
τὰ μηδὲ προσδοκώμενʼ ἔκστασιν φέρει.
τοῦ δʼ ἆρʼ ὁ Κωρυκαῖος ἠκροάζετο.
πίε. Β. πιεῖν ἀναγκάσω
τὴν ἱερόσυλον πρῶτα.
ὡς σεμνὸς ὁ Σάραπις θεός.
ὑπὲρ ὄνου σκιᾶς.
ΕΜΠΙΜΠΡΑΜΕΝΗ
ἐξώλης ἀπόλοιθʼ ὅστις ποτὲ
ὁ πρῶτος ἦν γήμας, ἔπειθʼ ὁ δεύτερος,
εἶθʼ ὁ τρίτος, εἶθʼ ὁ τέταρτος, εἶθʼ ὁ μεταγενής.
τρία γάρ ἐστι, δέσποτα,
διʼ ὧν ἅπαντα γίνετʼ, ἢ κατὰ τοὺς νόμους,
ἢ ταῖς ἀνάγκαις, ἢ τὸ τρίτον ἔθει τινί.
ἐφʼ ᾧ φρονεῖς μέγιστον, ἀπολεῖ τοῦτό σε,
τὸ δοκεῖν τινʼ εἶναι· καὶ γὰρ ἄλλους μυρίους.
ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινὸς
πατέρα.
καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.
ἐπλήρωσέν τε τὸ συναγώγιον.
ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ
τὸ σὸν ταπεινόν, ἂν σὺ σεμνύνῃ, καλὸν
ἔξω φανεῖται, φίλʼ ἄνερ· ἂν δʼ αὐτὸς ποιῇς
ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί,
οἰκεῖος οὗτος κατάγελως νομίζεται.
τὰ γὰρ τολμηρὰ τῶν ὄχλων ἔχει
ἐν τοῖς λόγοις μὲν τὰς ἐπιδείξεις δυσκόλους·
ἐν τῷ δὲ πράττειν, ἂν λάβῃς τὸν καιρὸν εὖ,
τἀπροσδόκητον τὴν τέχνην ἐξηύρατο.
τοῖς ἀναιδέσιν βοηθεῖ γὰρ λόγοις τοῦθʼ ἓν μόνον,
ἂν βραχεῖς αὐτοὺς ποῇ τις τόν τε καιρὸν εὖ λάβῃ.
εἰς τὸ δέον.
ΕΠΙΚΛΗΡΟΣ
ἆρʼ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον;
ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται
λαλεῖν ἀπʼ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον.
ὥσπερ τῶν χορῶν
οὐ πάντες ᾄδουσʼ, ἀλλʼ ἄφωνοι δύο τινὲς
ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι
εἰς τὸν ἀριθμόν, καὶ τοῦθʼ ὁμοίως πως ἔχει·
χώραν κατέχουσι, ζῶσι δʼ οἷς ἔστιν βίος.
ἢ δεῖ μόνον
ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν·
οὕτω τὸ μετὰ ταῦτʼ ἐστὶ τοῦ βίου πικρόν.
ἀλεκτρυών τις ἐκεκράγει μέγα.
ὁ δʼ εὐθύς· οὐ σοβήσετʼ ἔξω, φησί, τὰς
ὄρνις ἀφʼ ἡμῶν;
αὕτη ποτʼ ἐξεσόβησε τὰς ὄρνις μόλις.
τί δʼ ἂν ἔχοι νεκρὸς
ἀγαθόν, ὅπου γʼ οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν;
ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.
οὔπω σοι πεπίστευμαι;
ΕΠΙΤΡΕΠΟΝΤΕΣ
ΕΥΝΟΥΧΟΣ
ἀλλὰ τί ποήσω;
μὴ θεομάχει μηδὲ προσάγου τῷ πράγματι
χειμῶνας ἑτέρους, τοὺς δʼ ἀναγκαίους φέρε.
οὑτοσὶ δὲ γαλεώτης γέρων.
πάντα τὰ ζητούμενα
δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτεροι.
συστομώτερος σκάφης.
ΕΦΕΣΙΟΣ
ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς,
ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα
ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.
ἐπʼ ἀρίστῳ λαβὼν
ὀψάριον.
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐτίμα κωβιούς. Β. πολλοῦ σφόδρα.
παρέσομαι γὰρ ἕνδυο.
ἔσχατος Μυσῶν.
Τενέδιος ἄνθρωπος.
ΗΝΙΟΧΟΣ
ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει
ἀργύριον, ἀλλʼ ἔδωκεν εὔνους γενόμενος
πόρνης βουλὴν ἔδειξεν εὐπορίας τινός,
ἣν ἂν παρῇς σύ, μηκέτʼ αἰτιῶ θεόν,
ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ.
οὐθείς μʼ ἀρέσκει περιπατῶν ἔξω θεὸς
μετὰ γραός, οὐδʼ εἰς οἰκίας παρεισιὼν
ἐπὶ τοῦ σανιδίου· τὸν δίκαιον δεῖ θεὸν
οἴκοι μένειν σῴζοντα τοὺς ἱδρυμένους.
ἐλεεῖν δʼ ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος.
ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ.
μίʼ ἐστὶν ἀρετὴ τἄτοπον φεύγειν ἀεί.
τὸν παῖδα δʼ οὐ δίδομεν,
ἀλλʼ ἁρπάγην αὐτῷ κατασκευάζομεν.
ὧν δὲ μὴ αἴτιος τρόπος,
τά γʼ ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ.
ΗΡΩΣ
ΘΑΙΣ
ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά,
θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,
ἀδικοῦσαν, ἀποκλείουσαν, αἰτοῦσαν πυκνά,
μηθενὸς ἐρῶσαν, προσποιουμένην δʼ ἀεί.
ὁ ἀκρατής,
ἄγγαρος, ὄλεθρος· ἡδέως ἄν μοι δοκῶ
ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχειν.
φθείρουσιν ἤθη χρήσθʼ ὁμιλίαι κακαί.
κατὰ μυὸς ὄλεθρον.
Ἄρης τύραννος.
πτωχότερος κίγκλου.
ΘΕΟΦΟΡΟΥΜΕΝΗ
ΘΕΤΤΑΛΗ
καὶ τὸ κεράμιον
ἀνέῳχας· ὄζεις, ἱερόσυλʼ, οἴνου πολύ.
μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς.
εὐθυμία, Τίβειε, τὸν δοῦλον τρέφει.
ἔλυσʼ ἐμαυτόν, εἶτʼ ἀπέδραν μόνος.
ὁλόκληρος οὗτός σοι, ξένε.
λύχνων ἁφάς.
ΘΗΣΑΥΡΟΣ
εἶτʼ οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως
καὶ τιμιώτατός γε τῶν πάντων πολύ;
οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα
ἄνθρωπος οὐδʼ οὕτως ἀκριβὴς τοὺς τρόπους,
ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει
τῆς οὐσίας· ὅσοις μὲν οὖν πρᾴως ἔχει,
νέοις ἔτʼ οὖσι τοῦτο προστάττει ποεῖν·
οἱ δʼ εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι
οὗτοι προσαποτίνουσι τοῦ χρόνου τόκους.
ὅταν δʼ ἐρῶντος τόλμαν ἀφέλῃς, οἴχεται,
εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε.
πολλοῖς ὑπέκκαυμʼ ἐστʼ ἔρωτος μουσικὴ
διδοῦσʼ ἀφορμάς.
ὢν ἄσιτος ἑπτὰ μῆνας, ὕδατος οὐδὲ στράγγʼ ἔχων.
κανθάρου μελάντερος.
ΘΡΑΣΥΛΕΩΝ
κατὰ πόλλʼ ἄρʼ ἐστὶν οὐ καλῶς εἰρημένον
τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν
τὸ γνῶθι τοὺς ἄλλους.
φιλοσοφεῖ δὲ τοῦθʼ ὅπως
καταπράξεται τὸν γάμον.
ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος,
ἂν ἀποτυχών τις οὐρίου κώπαις πλέῃ.
ἡ δʼ ἀνέῳγε τὴν θύραν.
ὡς ὀκνηρός, πάντα μέλλων, σιτόκουρος, ὁμολογῶν
παρατρέφεσθαι.
ΘΥΡΩΡΟΣ
οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα
οὐδʼ ἑώρακεν τὸ σύνολον, θεῖον οὐδʼ ἀκήκοεν.
εὐτύχημα δʼ ἐστὶν ὀλιγοστοὺς ἀναγκαίους ἔχειν.
ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν.
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατὴρ
καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα,
εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον.
ὃ δʼ ἐπινεύει πᾶσι τούτοις.
ΙΕΡΕΙΑ
οὐθεὶς διʼ ἀνθρώπου θεὸς σῴζει, γύναι,
ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεὸν
τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται,
ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ.
ἀλλʼ ἔστι τόλμης καὶ βίας ταῦτʼ ὄργανα
εὑρημένʼ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,
εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα.
ὄνου παρακύψεως.
ΙΜΒΡΙΟΙ
διʼ ὅσου χρόνου σε, Δημέα βέλτιστʼ, ἐγώ
οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει
μεῖζον λογισμοῦ· τῷ διαθέσθαι πράγματα
ἕκαστός ἐστι καὶ λογίσασθαι κατὰ τρόπον
ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν
σύμβουλος· ὁ λογισμῷ διαφέρων πάντʼ ἔχει.
βοῦς Κύπριος.
ΙΠΠΟΚΟΜΟΣ
Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,
ἀδοξότερος μικρῷ δʼ. Β. ὁ τὴν πήραν ἔχων;
πήρας μὲν οὖν τρεῖς· ἀλλʼ ἐκεῖνος ῥῆμά τι
ἐφθέγξατʼ οὐδὲν ἐμφερές, μὰ τὸν Δία,
τῷ «γνῶθι σαυτόν» οὐδὲ τοῖς βοωμένοις
τούτοις, ὑπὲρ δὲ ταῦθʼ ὁ προσαιτῶν καὶ ῥυπῶν·
τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.
τὰ δʼ ἐκ μέσου τριπόδια καὶ τραγήματα.
ΚΑΝΗΦΟΡΟΣ
τὸ μὴ προθύμως γὰρ πονήσαντʼ εὐτυχεῖν
εὐδαιμονίαν εἴωθʼ ὑπερηφανίαν ποιεῖν.
ἀλογίστου τρόπου
ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον.
ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα
ἀντάλλαγον.
ἃ δʼ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.
γραῦς τις κακολόγος, ἐκ δυοῖν Αἰξωνέοιν.
ΚΑΡΙΝΗ
ὦ μεγίστη τῶν θεῶν
νῦν οὖσʼ, Ἀναίδειʼ, εἰ θεὸν καλεῖν σε δεῖ.
δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός.
ἐφʼ ὅσον βαδίζεις, ἐφʼ ὅσον ἥξειν μοι δοκεῖς.
περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω.
ΚΑΡΧΗΔΟΝΙΟΣ
ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον
ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν.
αὑτὸν γὰρ οὐθεὶς οἶδε τοῦ ποτʼ ἐγένετο,
ἀλλʼ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.
ἔργον ἐκ πολλοῦ χρόνου
ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ.
χρεία διδάσκει, κἂν ἄμουσος ᾖ, σοφὸν
Καρχηδόνιον.
ᾄδοντα λιτυέρσην ἀπʼ ἀρίστου τέως.
τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου.
ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ
τὸν ἀφʼ ἱερᾶς.
ΚΕΚΡΥΦΑΛΟΣ
παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις
διακονοῦντας ἀπογεγράφθαι πυθόμενος
πάντας μαγείρους κατὰ νόμον καινόν τινα,
ἵνα πυνθάνωνται τοὺς κεκλημένους, ἐὰν
πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ,
ἐλθὼν ...
εἶτʼ εὐθὺς οὕτω· τὰς τραπέζας αἴρετε,
μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει.
ἡδὺ τὸ μύρον, παιδάριον. Β. ἡδύ· πῶς γὰρ οὔ;
νάρδινον.
ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει.
παρέσει ........... ἐγὼ παραλήψομαι.
ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης.
δεύτερος πλοῦς.
ΚΙΘΑΡΙΣΤΗΣ
ΚΝΙΔΙΑ
οὐθὲν γένους γένος γὰρ οἶμαι διαφέρειν.
ἀλλʼ εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος
ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος.
ταὐτόματόν ἐστιν, ὡς ἔοικέ, που θεὸς
σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων.
ΚΟΛΑΞΚΡΗΣ
ΚΥΒΕΡΝΗΤΑΙ
τἀργύριον εἶναι, μειράκιόν, σοι φαίνεται
οὐ τῶν ἀναγκαίων καθʼ ἡμέραν μόνον
τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων,
ὄξους, ἐλαίου, μείζονος δʼ ἄλλου τινός·
ἀθανασίας δʼ οὐκ ἔστιν, οὐδʼ ἂν συναγάγῃς
τὰ Ταντάλου τάλαντʼ ἐκεῖνα λεγόμενα·
ἀλλʼ ἂν ἀποθάνῃς, ταῦτα καταλείψεις τισίν.
τί οὖν λέγω; μήτʼ αὐτὸς εἰ σφόδρʼ εὐπορεῖς,
πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν
ἡμῶν καταφρόνει, τοῦ δέ γʼ εὐτυχεῖν ἀεὶ
πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.
οἷοι λαλοῦμεν ὄντες. ὦ τρισάθλιοι
ἅπαντες οἱ φυσῶντες ἐφʼ ἑαυτοῖς μέγα·
αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπου φύσιν.
οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται·
ἐπὰν δʼ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος,
γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετʼ ἀεί·
ἀπὸ πλειόνων ὀδυνᾶτʼ, ἐγὼ δʼ ἀπʼ οὐδενός.
τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ
τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ.
εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντές ποτε ἀξιοῦσι
πέρας.
ἐπελάθεθʼ αὑτὸν ὅστις εἴη.
ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ
ΛΕΥΚΑΔΙΑ
ὅστις ὑπέχει χρυσίῳ
τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται.
ἀεὶ νομίζονθʼ οἱ πένητες τῶν θεῶν.
ἐπίθες τὸ πῦρ, ἡ ζάκορος. οὑτωσὶ καλῶς.
οὗ δὴ λέγεται πρώτη Σαπφὼ
τὸν ὑπέρκομπον θηρῶσα Φάωνʼ
οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας
ἀπὸ τηλεφανοῦς· ἀλλὰ κατʼ εὐχὴν
σήν, δέσποτʼ ἄναξ, εὐφημείσθω
τέμενος πέρι Λευκάδος ἀκτῆς.
πάμφωνε ... οὐρεία χέλυς.
ΛΟΚΡΟΙ
ὑγιέστερος κροτῶνος.
ΜΕΘΗ
εἶτʼ οὐχ ὅμοια πράττομεν καὶ θύομεν·
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, ἐγχέλεις, Θάσιον, τυρόν, μέλι
μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον,
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτʼ ἀντανελεῖν τὴν ζημίαν.
πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν
ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.
ἐμὲ γὰρ διέτριψεν ὁ
κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον
φάσκων ποιήσειν δευτέρᾳ μετʼ εἰκάδας
καθʼ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρʼ ἑτέροις·
τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
Ἀδράστεια καὶ
θεὰ σκυθρωπὲ Νέμεσι, συγγινώσκετε.
εἶτʼ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον,
οὐκ ἄλλʼ ὁτιοῦν ἕτερον.
ΜΕΣΣΗΝΙΑ
οἱ δʼ ἁρπάσαντες τοὺς κάδους τοὺς στρογγύλους
ὕδρευον ἀνδρειότατα κʼ ἡ πόλις πάλιν.
ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν,
ἀλλʼ ἀντλιαντλητῆρας.
τίθημʼ ἔχειν χολήν σε καλλιωνύμου
πλείω.
ἡγεῖται μʼ ὅλως
ἐπικόπανόν τι.
Ψύλλος
ΜΗΝΑΓΥΡΤΗΣ
οὕτω μαθεῖν δεῖ πάντα, καὶ πλοῦτον φέρειν·
ἀσχημοσύνης γὰρ γίνετʼ ἐνίοις αἴτιος.
προπίνων θηρίκλειον τρικότυλον.
ΜΙΣΟΓΥΝΗΣ
Α. πρὸς τὸ πρᾶγμʼ ἔχω
κακῶς. Β. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις.
τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσοντά σε
ὁρᾷς ἐν αὐτῷ, τὰ δʼ ἀγάθʼ οὐκ ἐπιβλέπεις.
εὕροις δʼ ἂν οὐθὲν τῶν ἁπάντων, Σιμύλε,
ἀγαθόν, ἐν ᾧ τι μὴ πρόσεστι καὶ κακόν.
γυνὴ πολυτελής ἐστʼ ὀχληρόν, οὐδʼ ἐᾷ
ζῆν τὸν λαβόνθʼ ὡς βούλετʼ· ἀλλʼ ἕν ἐστί τοι
ἀγαθὸν ἀπʼ αὐτῆς, παῖδες· ἐλθόντʼ εἰς νόσον
τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς,
ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε
ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα
εἰς ταῦθʼ, ὅταν λυπῇ τι τῶν καθʼ ἡμέραν.
οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμʼ· ἂν δʼ ἐκλέγῃ
ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθεὶς
τῶν προσδοκωμένων, ὀδυνήσῃ διὰ τέλους.
ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας·
ἐκυμβάλιζον δʼ ἑπτὰ θεράπαιναι κύκλῳ,
αἳ δʼ ὠλόλυζον.
ἕλκει δὲ γραμματείδιον
ἐκεῖ σε δίθυρον καὶ παράστασις, μία
δραχμή.
ὄμνυμί σοι τὸν Ἥλιον,
ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως.
ὦ χαῖρε, Γλυκέρα. ΓΛ. καὶ σὺ πόλλʼ. Α. ὅσῳ χρόνῳ
ὁρῶ σε.
ἀλλʼ οὐ τὰ Τιβείου νῷν ἴσως δεῖ φροντίσαι.
χλαμύδα, καυσίαν,
λόγχην, ἀορτῆρʼ, ἱμάτια.
ἐπιχρύσους σανδαλοθήκας
ΜΙΣΟΥΜΕΝΟΣ
ΝΑΥΚΛΗΡΟΣ
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος
Θεόφιλος ἡμῖν, ὦ Στράτων, ὡς εἰς καλὸν
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον
πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
ποῖον; τὸ πλοῖον; Α. οὐδὲν οἶσθας, ἄθλιε.
τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μήν.
τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς
τὸν καλούμενον, Εὐφράνωρ δʼ ἐκυβέρνα Θούριος;
ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρʼ εἶ
τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τʼ ἄξιον.
ὡς δῆτʼ ἐχρῆν, εἴ τις πατρῴαν παραλαβὼν
γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους
καὶ μηδʼ ἐπιβαίνειν γῆς, ἵνʼ οὕτως ᾔσθετο,
οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.
ὁ δὲ Πολυνείκης πῶς ἀπώλετʼ οὐχ ὁρᾷς;
ὦ Ζεῦ πολυτίμηθʼ, οἷόν ἐστʼ ἐλπὶς κακόν.
καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν.
ΝΕΜΕΣΙΣ
ΝΟΜΟΘΕΤΗΣ
ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος.
ἑκκαίδεκα
κεῖνθʼ ἁμίδες.
ΞΕΝΟΛΟΓΟΣ
ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος
οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο
τὸν πατέρα μίκρʼ ἔχοντα· παιδευθεὶς γὰρ εὖ
τὸν καρπὸν εὐθὺς ἀπεδίδου καλόν.
οὕτως ἀσυλλόγιστον ἡ Τύχη ποιεῖ
τὸ συμφέρον τί ποτʼ ἐστὶν ἀνθρώπου βίῳ·
καθʼ οὓς κρινεῖ τὰ πράγματʼ οὐ χρῆται νόμοις,
οὐδʼ ἔστιν εἰπεῖν ζῶντα «ταῦτʼ οὐ πείσομαι».
ΟΛΥΝΘΙΑ
ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις
ἀποδῷ τι σεμνόν, τοῦτο δʼ ἡ τύχη κακοῖ.
μετʼ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας
ὀβολοὺς φέρων.
οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν
ἀλλʼ ὑπάρχειν τοῦτο.
ΟΜΟΠΑΤΡΙΟΙ
χρηστοὺς νομιζομένους, ἐφόδιον ἀσφαλὲς
εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν.
ἅπας ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ.
ἣν δῆλον οὔτι νυμφίος τε ἀλφάνει
ΟΡΓΗ
καίτοι νέος ποτʼ ἐγενόμην κἀγώ, γύναι·
ἀλλʼ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
τότʼ, ἀλλὰ νῦν· οὐδὲ χλανίδʼ εἶχον, ἀλλὰ νῦν·
οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βάψομαι
καὶ παρατιλοῦμαι, νὴ Δία, καὶ γενήσομαι
Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ,
κἆθʼ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ
ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε
εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος
πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν
ὡς ὑστερίζων καὶ παρῆν ἅμʼ ἡμέρᾳ.
ὁ λιμὸς ὑμῖν τὸν καλὸν τοῦτον δακὼν
Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν.
οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον·
θανάτου γάρ ἐστιν ὤνιον.
καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων.
καὶ τοὔνομα τί λέγεις ἀλάστωρ;
τοῦθʼ ἑταῖρός ἐστιν ὄντως· οὐκ ἐρωτᾷ πηνίκα
δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει
τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει
................. εἶτα περίδειπνον πάλιν.
οὐ μὰ τὴν
ΠΑΙΔΙΟΝ
ἂν πάντα δουλεύειν ὁ δοῦλος μανθάνῃ,
πονηρὸς ἔσται. μεταδίδου παρρησίας,
βελτίονʼ αὐτὸν τοῦτο ποιήσει πολύ.
Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ
λέγων ἀλεξιφάρμακα.
χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν·
καλὸν ἦν ἂν οὕτως.
μάραγδον εἶναι ταῦτʼ ἔδει καὶ σάρδια.
εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν.
ἐνταῦθʼ ἀπόστα μικρόν.
ε κοδιʼ οἰκῶν πλησίον
ΠΑΛΛΑΚΗ
μικρὸν ἐπιμείνας προστρέχει
«ἠγόρακά σοι περιστέρια ταδί» λέγων.
νῦν πῖθι, νῦν ἀφύβρισον. Β. ἤν, ἀφύβρικα.
πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ.
ἀλλὰ τῶν χρηστῶν ἔχει τινʼ ἐπιμέλειαν καὶ θεός.
ΠΑΡΑΚΑΤΑΘΗΚΗ
εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει.
τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν
ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί.
πεποιήκατʼ ἔργον οὐχ ἑταίρων γὰρ .....
μὰ Δίʼ, ἀλλʼ ἑταιρῶν· ταὐτὰ δʼ ὄντα γράμματα
τὴν προσαγόρευσιν οὐ σφόδρʼ εὔσχημον ποιεῖ.
στρατεία δʼ οὐ φέρει περιουσίαν
οὐδεμίʼ, ἐφήμερον δὲ καὶ προπετῆ βίον,
οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου.
ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον,
ἕστηκα τηρῶν
μακάριος
ἐκεῖνος ἔσται δέκα τάλαντα καταφαγών.
αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θʼ ἅμα.
ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς.
τοὺς ὄφεις καλῶς γέ μοι
ἠγόρασας.
συνακολούθει μεθʼ ἡμῶν.
θύραν ἔξελε.
ΠΕΡΙΚΕΙΡΟΜΕΝΗΠΕΡΙΝΘΙΑ
ΠΛΟΚΙΟΝ
ἐπʼ ἀμφότερα νῦν ἡ ʼπίκληρος ἡ καλὴ
μέλλει καθευδήσειν. κατείργασται μέγα
καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας
ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο,
ἵνʼ ἀποβλέπωσιν πάντες εἰς τὸ Κρωβύλης
πρόσωπον, ᾖ τʼ εὔγνωστος οὖσʼ ἐμὴ γυνὴ
δέσποινα. καὶ τὴν ὄψιν ἣν ἐκτήσατο·
«ὄνος ἐν πιθήκοις» τοῦτο δὴ τὸ λεγόμενόν
ἐστιν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν
πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην
λαβεῖν ἔμʼ, εἰ καὶ δέκα τάλαντʼ ἠνέγκατο,
τὴν ῥῖνʼ ἔχουσαν πήχεως. εἶτʼ ἐστὶ τὸ
φρύαγμα πῶς ὑποστατόν; μὰ τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.
παιδισκάριον θεραπευτικὸν δὲ καὶ λόγου
τάχιον ἀπάγεσθʼ ὧδε. τίνʼ ἄρʼ ἂν εἰσάγοι;
ἔχω δʼ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι;
τουτὶ γὰρ οὐχί. Α. κυρίαν τῆς οἰκίας
καὶ τῶν ἀγρῶν καὶ τῶν ἁπάντων ἄντικρυς
ἔχομεν. Β. Ἄπολλον, ὡς χαλεπόν. Α. χαλεπώτατον.
ἅπασι δʼ ἀργαλέα ʼστίν, οὐκ ἐμοὶ μόνῳ,
υἱῷ πολὺ μᾶλλον, θυγατρί. Β. πρᾶγμʼ ἄμαχον λέγεις.
εὖ οἶδα.
ὦ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ
καὶ παιδοποιεῖθʼ. ὡς ἀλόγιστός ἐστʼ ἀνήρ,
ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει
μήτʼ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου
ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν,
ἀλλʼ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ
χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων
τὸ μέρος ἁπάντων, τῶν δʼ ἀγαθῶν οὐδὲν μέρος.
ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.
ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται,
ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποεῖν.
ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν
δυνάμενον ἐμβλέψῃ, τότʼ αὐτὸν ἔστʼ ἰδεῖν,
ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον.
κακῶς ὁ δεσπότης βεβούλευται πάνυ·
ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρʼ ἐξηλέγχετο
τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης,
εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.
ὦ Παρμένων, οὐκ ἔστʼ ἀγαθὸν ἐν τῷ βίῳ
φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς,
ἀλλʼ ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν,
ἐκ τοῦ κακοῦ τʼ ἤνεγκεν ἀγαθὸν ἡ φύσις.
ἆρʼ ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος
ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός.
τὸ μὴ τὰς τρίχας αἴρων καὶ τὸν ῥύπον διδοὺς
πιεῖν ἀνηδαξᾶτο ὥστε μὴ πιεῖν.
ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου·
μικρόν τι τὸ βίου καὶ στενὸν ζῶμεν χρόνον.
οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.
λεπτὸν μεθʼ ἑτέρας ἱστὸν ὕφαινεν.
γυνὴ κυεῖ δέκα μῆνας.
ὅστις δʼ ὁμιλῶν ἥδεται.
Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ.
τρυγόνος λαλίστερος.
δεύτερος πλοῦς.
ΠΡΟΓΑΜΩΝ
τὸ τῆς Τύχης τοι μεταβολὰς πολλὰς ἔχει.
βάρβαρος,
ἄγγαρος ὄντως κοὐδενὸς προορώμενος.
ΠΡΟΕΓΚΑΛΩΝ
οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν ἄρα·
λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν.
τὸ δὲ
κελευόμενον μέν ἐστιν ἀσφαλέστατον
δούλῳ ποεῖν, ὥς φασιν.
ΠΩΛΟΥΜΕΝΟΙ
οἴμοι, τάλας· ἕστηκας ἔτι πρὸς ταῖς θύραις
τὸ φορτίον θείς; σιτόκουρον ἄθλιον,
ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.
ἀγγαροφόρει καὶ ταῦθʼ ἃ νῦν ποιεῖς, ποίει,
ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων
σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν
διάγειν.
οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν·
καὶ συμμανῆναι δʼ ἔνια δεῖ.
ΡΑΠΙΖΟΜΕΝΗ
ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον
αὐτῷ διδόντων ἕνεκα τοῦ ζῆν βούλεται
...... τὸ δʼ ἀτυχεῖν ἢ τὸ μὴ
θεὸς δίδωσιν, οὐ τρόπου ʼσθʼ ἁμαρτία.
ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει·
τὸ μὲν διὰ τύχην γίνεται, τὸ δʼ αἱρέσει.
ἆρʼ ἐστὶν ἀγαθῶν πᾶσι πλείστων αἰτία
ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή.
τοὐμὸν θυγάτριον· πάνυ γάρ ἐστι τῇ φύσει
.... φιλάνθρωπον τὸ παιδάριον σφόδρα.
πόθεν γάρ, ὦ φίλοι θεοί,
τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους;
ὁ μυόχοδος γέρων
λεληθέναι σφόδρʼ οἰόμενος.
εἶτʼ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων.
οὐχ ὁρᾶτε τὴν τροφὸν
ζῶμʼ ἐνδεδυμένην;
ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτʼ οὐ ζητούμενον.
καὶ τυφλῷ δῆλον.
οὐκ Ἔμβαρος εἶ.
ΣΑΜΙΑ
ΣΙΚΥΩΝΙΟΣ
ἅβραν γὰρ ἀντωνούμενος
ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκʼ ἔχειν,
ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέρᾳ πρέπει.
εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται
τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου.
ὁ πλέων κατήχθη. κρίνεθʼ οὗτος πολέμιος.
ἐὰν ἔχῃ τι μαλακόν, ἀγγαρεύεται.
κακὴ μὲν ὄψις, ἐν δὲ δείλαιαι φρένες.
Στρατοφάνη, λιτόν ποτʼ εἶχες χλαμύδιον καὶ παῖδʼ ἕνα.
ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως
τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ.
ΣΤΡΑΤΙΩΤΑΙ
ἀπορῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος·
τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν,
ἐν τῷ πρὸς αὑτὸν δʼ ἀναλογισμῷ φαίνεται.
οὐδεὶς σύνοιδεν ἐξαμαρτάνων πόσον
ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δʼ ὁρᾷ.
ΣΥΝΑΡΙΣΤΩΣΑΙ
Διονυσίων γὰρ ἦν
πομπή ........................
ὁ δέ μʼ ἠκολούθησεν μέχρι τοῦ πρὸς τὴν θύραν
ἔπειτα φοιτῶν καὶ κολακεύων ἐμέ τε καὶ
τὴν μητέρʼ ἔγνω μʼ.
Ἔρως δὲ τῶν θεῶν
ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται·
διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς.
ἀστεῖον τὸ μὴ
συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον,
ἀλλʼ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.
ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλʼ ἡ βάρβαρος
ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο
ἄρασʼ ἀφʼ ἡμῶν.
τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει
πολλῶν τε μεστόν ἐστι τὸ ζῆν φροντίδων.
καὶ τὸν ἐπὶ κακῷ
γινόμενον ἀλλήλων ἀγαπησμὸν οἷος ἦν.
πατὴρ δʼ ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον.
ὡς ἀεὶ στιφρὰς ἐσομένας καὶ νέας, ταλάντατος.
γυναικείαν ἀγοράν.
ΣΥΝΕΡΩΣΑ
ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε;
ΣΥΝΕΦΗΒΟΙ
οἱ γὰρ ἥρωες .....
κακοῦν ἕτοιμοι μᾶλλον ἤπερ ὠφελεῖν.
ΤΙΤΘΗ
οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι
καὶ «σκέψομαι» λέγοντες. ἄνθρωπος γὰρ ὢν
σκέψῃ σὺ περί του, δυστυχής, ὅταν τύχῃ;
αὐτόματα γὰρ τὰ πράγματʼ ἐπὶ τὸ συμφέρον
ῥεῖ κἂν καθεύδῃς, ἢ πάλιν τἀναντία.
ἤδη τις ὑμῶν παιδίον
ᾐτήσατʼ ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι;
ΤΡΟΦΩΝΙΟΣ
ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή τινος.
ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ.
οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια,
ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ
ἁλίσκετʼ, ἀλλʼ οὕτως παρέργως ἅπτεται,
τὰς δʼ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα
μᾶλλον προσεδέξατʼ. Ἀρκαδικὸς τοὐναντίον
ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται·
Ἰωνικὸς πλούταξ· ὑποστάσεις ποιῶ,
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
τὸ μηθὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ.
ΥΔΡΙΑ
ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους
ἐρημία· καὶ τῷ μελετῶντι μηδὲ ἓν
πονηρὸν ἱκανὸν κτῆμʼ ἀγρὸς τρέφων καλῶς.
ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν
αὕτη τρυφὴ λάμπει μέν, εἰς δʼ ὀλίγον χρόνον.
γέροντα δυστυχοῦντα τῶν θʼ αὑτοῦ κακῶν
ἐπαγόμενον λήθην ἀνέμνησας πάλιν
ἐπὶ τἀτυχεῖν τʼ ἤγειρας.
εὐθὺς καταχρήσεθʼ αὑτὸν ἀνορωρυγμένην
ταύτην ἰδών.
οἱ Θρᾷκες, Λίβυ,
Τρῶες καλοῦνται· πάντα νῦν ἤδη ʼσθʼ ὁμοῦ.
οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατοι
ΥΜΝΙΣ
νὴ τὴν Ἀθηνᾶν, μακάριόν τι χρηστότης
πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ.
τούτῳ λαλήσας ἡμέρας μικρὸν μέρος
εὔνους ἐγὼ νῦν εἰμι. «πειστικὸν λόγος»,
πρὸς τοῦτʼ ἂν εἴποι τις, «μάλιστα τῶν σοφῶν».
τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι;
τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.
οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς,
ἂν μὴ λάβωσι προστάτην φιλάργυρον.
νῦν δὲ κατὰ πόλιν
εὕρηκεν ἕτερον, τὸν σέ. Β. τὸν ἐμὲ τουτονί;
οὐ πῦρ γὰρ αἰτῶν οὐδὲ λοπάδʼ αἰτούμενος.
ἀλλὰ τἀργυρώματα
ἥκω λαβεῖν βουλόμενος.
βάκηλος εἶ.
ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ
τοῦτον εὐτυχέστατον λέγω,
ὅστις θεωρήσας ἀλύπως, Παρμένων,
τὰ σεμνὰ ταῦτʼ ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ
τὸν ἥλιον τὸν κοινόν, ἄστρʼ, ὕδωρ, νέφη,
πῦρ· ταῦτα, κἂν ἑκατὸν ἔτη βιῷς, ἀεὶ
ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρʼ ὀλίγους,
σεμνότερα τούτων ἕτερα δʼ οὐκ ὄψει ποτέ.
πανήγυριν νόμισόν τινʼ εἶναι τὸν χρόνον,
ὅν φημι, τοῦτον, τὴν ἐπιδημίαν ἄνω·
ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί.
ἂν πρῶτος ἀπίῃς καταλύσεις, βελτίονα
ἐφόδιʼ ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί·
ὁ προσδιατρίβων δʼ ἐκοπίασεν ἀπολέσας,
κακῶς δὲ γηρῶν ἐνδεής του γίνεται,
ῥεμβόμενος ἐχθροὺς εὗρʼ, ἐπεβουλεύθη ποθέν,
οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.
παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον
ἁνθρώπινος νοῦς ἐστιν, ἀλλʼ ὁ τῆς Τύχης
—εἴτʼ ἐστὶ τοῦτο πνεῦμα θεῖον, εἴτε νοῦς—
τοῦτʼ ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον
καὶ σῷζον, ἡ πρόνοια δʼ ἡ θνητὴ καπνὸς
καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με·
πάνθʼ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν,
τύχη ʼστίν, ἡμεῖς δʼ ἐσμὲν ἐπιγεγραμμένοι.
τὰ δεύτερʼ ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν,
τὴν δʼ ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρʼ ἔχειν.
συνοικία δʼ ἐν ᾗ τὰ πρῶτʼ ἔχει γυνή,
οὐκ ἔστιν ἥτις πώποτʼ οὐκ ἀπώλετο.
τοῦτο μόνον ἐπισκοτεῖ
καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ
καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς,
τὸ πολλὰ κεκτῆσθαι· τὰ δʼ ἄλλʼ ἐλέγχεται.
οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν
κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ,
ἀλλʼ ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον.
ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν,
ἐν παντὶ καιρῷ· τοῦτʼ ἐγὼ παρεγγυῶ
εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος.
πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων
ὄντων κάκιστόν ἐστι θηρίον γυνή.
Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις,
μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι.
δυσπαρακολούθητόν τι πρᾶγμʼ ἐστὶν τύχη.
τὸν ἄμητα, Χαίριππʼ, οὐ καθʼ Ἅιδην πέμπετε;
τίνʼ ἄμητʼ ἐν Ἅιδου προσδοκᾷς;
ὡς μηδὲν ἀποκρινουμένῳ δʼ οὕτω λάλει.
γέρων ἀπεμέμυκτʼ ἄθλιος, λέμφος.
μικρὰ Παναθήναιʼ ἐπειδὴ διʼ ἀγορᾶς πέμποντά σε,
Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφʼ ἅρματος.
ΦΑΝΙΟΝ
ὑπελήλυθέν τέ μου
νάρκα τις ὅλον τὸ δέρμα
ἄνθρωπος ὢν ἥμαρτον· οὐ θαυμαστέον.
φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.
πότων τε καὶ κώμων ἅπαντες ᾔδεμεν.
σιωπήσει πάλιν
ἐν τῷ μέρει.
ΦΑΣΜΑ
ΦΙΛΑΔΕΛΦΟΙ
χωρίδιον πρίω συναγαγὼν πάνθʼ ὅσα
ἔχεις, τὸ δʼ ἐγὼ δώσω. Β. σχολῇ μοι σύλλεγε.
ἤδη δʼ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,
Πέρσαι δʼ ἔχοντες μυιοσόβας ἑστήκεσαν.
οὐ ῥᾴδιον
ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ.
νὴ τὸν Δία τὸν μέγιστον, ἐκτυφήσομαι.
ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθʼ ὧν κρίνει τις εὖ.
ὥστʼ ἔγωγʼ ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος.
ΧΑΛΚΕΙΑ
οὐκ ἂν γένοιτʼ ἐρῶντος ἀθλιώτερον
οὐθὲν γέροντος πλὴν ἕτερος γεραίτερος.
ὃς γὰρ ἀπολαύειν βούλεθʼ ὧν ἀπολείπεται
διὰ τὸν χρόνον, πῶς οὗτος οὐκ ἔστʼ ἄθλιος;
τοῦτο δὴ τὸ νῦν ἔθος
«ἄκρατον» ἐβόων, «τὴν μεγάλην». ψυκτῆρά τις
προὔπινεν αὖ, τοὺς ἀθλίους ἀπολλύων.
ΧΑΛΚΙΣ
ΧΗΡΑ
ἑκοῦσα δʼ ἁδελφὴ ποιήσει τοῦτό σοι
ἀντάλλαγον τέξουσα τούτῳ διδομένη.
τὸ λεγόμενον τοῦτʼ ἔστι νῦν
τἄνω κάτω, τὰ κάτω δʼ ἄνω.
βοῶν ποιείτω τὴν πόλιν διάστατον.
πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων.
δὶς παῖδες οἱ γέροντες
ΧΡΗΣΤΗ
ΨΕΥΔΗΡΑΚΛΗΣ
μάγειρʼ, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα.
πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον
ἤδη μʼ ἐρωτᾷς. χοιρίδιον ἓν θύομεν,
ὀκτὼ ποιήσοντες τραπέζας δʼ ἢ μίαν,
τί σοι διαφέρει τοῦτο; παράθες σημίαν.
οὐκ ἔστι κανδύλους ποιεῖν οὐδʼ οἷα σὺ
εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι,
σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία
νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς·
ἡ δημιουργὸς δʼ ἀντιπαρατεταγμένη
κρεάδιʼ ὀπτᾷ καὶ κίχλας, τραγήματα.
ἔπειθʼ ὁ δειπνῶν μὲν τραγηματίζεται,
μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
σύμμεικτα δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις.
νῦν δʼ εἰς γυναικωνῖτιν εἰσιόνθʼ ὅταν
ἴδω παράσιτον, τὸν δὲ Δία τὸν Κτήσιον
ἔχοντα τὸ ταμιεῖον οὐ κεκλειμένον,
ἀλλʼ εἰστρέχοντα πορνίδια—
μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν
ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρὸς
αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη.
ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τίτθη, λέγε·
ἂν τἄλλα δʼ ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα
Βοηδρομιῶνος ἐνδελεχῶς ἄξεις ἀεί.
ἀστοργίαν ἔχει τινʼ ὁ σκληρὸς βίος.
οὐκ ἐπείρα Νάννιον;
ΨΟΦΟΔΕΗΣ
ἐπίσημον οὖν τὴν ἀσπίδʼ εἰς τὴν τοῦ Διὸς
στοὰν ἀνέθηκαν.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται.
τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ Τύχη.
οὐδὲν κατὰ λόγον γίνεθʼ ὧν ποιεῖ Τύχη.
πᾶν τοὖργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα.
οὐκ ἔστʼ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ
οὐδʼ ἂν γένοιτο· πολλὰ ποικίλλει χρόνος
παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι.
εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί,
οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη Τύχης.
ἀδύνατον ὡς ἔστιν τι σῶμα τῆς Τύχης·
ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα
τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον.
τί δʼ ὄφελος εὖ λαλοῦντος, ἂν κακῶς φρονῇ;
ὁ μὲν λόγος σου συνέσεως πολλῆς γέμει,
τὰ δʼ ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται.
ὁ μὴ φρονῶν μέν, πολλὰ δʼ ἐφʼ ἑκάστου λαλῶν
δείκνυσιν αὐτοῖς τὸν τρόπον τοῖς ῥήμασι.
ὅτου δʼ ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν,
τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν.
πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι
ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα.
ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή,
τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσῃ.
οὐδείς ἐστί μοι
ἀλλότριος, ἂν ᾖ χρηστός· ἡ φύσις μία
πάντων, τὸ δʼ οἰκεῖον συνίστησιν τρόπος.
ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος·
μήδʼ αὖ πονηρὸς κατεχέτω χρηστοῦ τόπον.
οὐχὶ τὴν αὐτὴν ἔχει
διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών.
ἀεὶ δʼ ὁ σωθείς ἐστιν ἀχάριστος φύσει.
ἅμʼ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις,
ἣν δεόμενος τότʼ ἀθάνατον ἕξειν ἔφη.
κἂν σφόδρα σαφῶς εἰδῇς τι, τὸν κρύπτοντά σε
μηδέποτʼ ἐλέγξῃς· δύσκολον γὰρ πράγματα,
ἃ λανθάνειν τις βούλεται, ταῦτʼ εἰδέναι.
μισῶ πονηρόν, χρηστὸν ὅταν εἴπῃ λόγον.
ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία.
ἅπαντα δοῦλα τῷ φρονεῖν καθίσταται
ὡς χαρίεν ἔστʼ ἄνθρωπος, ἂν ἄνθρωπος ᾖ.
ὅταν ἕτερός σοι μηδὲν ἐντελὲς διδῷ,
δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἓν
τὸ λαβεῖν ἔλαττον κρεῖττον ἔσται σοι πολύ.
ἄνοια θνητοῖς δυστύχημʼ αὐθαίρετον·
τί σαυτὸν ἀδικῶν τὴν Τύχην καταιτιᾷ;
χαλεπόν γε τοιαῦτʼ ἐστὶν ἐξαμαρτάνειν,
ἃ καὶ λέγειν ὀκνοῦμεν οἱ πεπραχότες.
τυφλόν τι τἀνόητον εἶναί μοι δοκεῖ.
εὐηθία μοι φαίνεται, Φιλουμένη,
τὸ νοεῖν μὲν ὅσα δεῖ, μὴ φυλάττεσθαι δʼ ἃ δεῖ.
ἐπὰν ἐν ἀγαθοῖς εὐνοούμενός τις ὢν
ζητῇ τι κρεῖττον ὧν ἔχει, ζητεῖ κακά.
οὐκ ἔστʼ ἀνοίας οὐδέν, ὡς ἐμοὶ δοκεῖ,
τολμηρότερον.
ὁ μὴ φέρων γὰρ εὖ τι τῶν ἐν τῷ βίῳ
ἀγαθῶν, ἀλόγιστός ἐστιν, ἀλλʼ οὐ μακάριος.
ταμιεῖον ἀρετῆς ἐστιν ἡ σώφρων γυνή.
ὅταν τι πράττῃς ὅσιον, ἀγαθὴν ἐλπίδα
πρόβαλλε σαυτῷ, τοῦτο γινώσκων ὅτι
τόλμῃ δικαίᾳ καὶ θεὸς συλλαμβάνει.
δίκαιος ἂν ᾖς, τῷ τρόπῳ χρήσῃ νόμῳ.
χρηστοῦ πρὸς ἀνδρὸς μηδὲν ὑπονόει κακόν.
δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος.
τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις πρέπει.
πλεονεξία μέγιστον ἀνθρώποις κακόν·
οἱ γὰρ θέλοντες προσλαβεῖν τὰ τῶν πέλας
ἀποτυγχάνουσι πολλάκις νικώμενοι,
τὰ δʼ ἴδια προστιθέασι τοῖς ἀλλοτρίοις.
λέγεις, ἃ δὲ λέγεις, ἕνεκα τοῦ λαβεῖν λέγεις.
οὐδὲν γὰρ αἰσχρόν ἐστι τἀληθῆ λέγειν.
ἀδύνατον, ὡς ἔοικε, τἀληθὲς λαθεῖν.
ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν
χρυσῆν, τί μοι σεμνότερον ἔσται τὸ ξύλον;
ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν.
κρεῖττον δʼ ἑλέσθαι ψευδὲς ἢ ἀληθὲς κακόν.
τὸ πιθανὸν ἰσχὺν τῆς ἀληθείας ἔχει
ἐνίοτε μείζω καὶ πιθανωτέραν ὄχλῳ.
ἦ πού τι χαλεπόν ἐστι τὸ ψευδῆ λέγειν.
τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον
τὸ καλῶς ἀκούειν ταχὺ ποεῖ πράττειν κακῶς.
λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς χαλεπώτερον
τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.
οὐπώποτʼ ἐζήλωσα πλουτοῦντα σφόδρα
ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει.
μὴ πάντοθεν κέρδαινʼ· ἐπαισχύνου δέ μοι·
τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον.
ὦ τρισκακοδαίμων, ὅστις ἐκ φειδωλίας
κατέθετο μῖσος διπλάσιον τῆς οὐσίας.
ὁ πολὺς ἄκρατος ὀλίγʼ ἀναγκάζει φρονεῖν.
οὐ γὰρ τὸ πλῆθος, ἂν σκοπῇ τις, τοῦ ποτοῦ
ποιεῖ παροινεῖν, τοῦ πιόντος δʼ ἡ φύσις.
χαλεπὸν ὅταν τις ὧν πίῃ πλέον λαλῇ,
μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος.
ὀργῇ πάρα λογισμός ποτʼ οὐδεὶς φύεται.
αὕτη κρατεῖ νῦν, ἂν δὲ μικρὸν παρακμάσῃ,
κατόψεταί τι μᾶλλον εἰς τὸ συμφέρον.
ἐπίσχες ὀργιζόμενος. Β. ἀλλὰ βούλομαι·
οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν, πάτερ.
ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος.
οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικε, φάρμακον
ἄλλʼ ἢ λόγος σπουδαῖος ἀνθρώπου φίλου.
εἰ καὶ σφόδρʼ ἀλγεῖς, μηθὲν ἠρεθισμένος
πράξῃς προπετῶς· ὀργῆς γὰρ ἀλογίστου κρατεῖν
ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεῖ.
πᾶς ὁ μὴ φρονῶν
ἀλαζονείᾳ καὶ ψόφοις ἁλίσκεται.
οὐθεὶς ἐφʼ αὑτοῦ τὰ κακὰ συνορᾷ, Πάμφιλε,
σαφῶς, ἑτέρου δʼ ἀσχημονοῦντος ὄψεται.
ὁ συνιστορῶν αὑτῷ τι, κἂν ᾖ θρασύτατος,
ἡ σύνεσις αὐτὸν δειλότατον εἶναι ποιεῖ.
συγκέχυκε νῦν τὴν πίστιν ὁ καθʼ ἡμᾶς βίος.
γυναικὶ δʼ ὅστις ὅρκον ὀμνύων ἀνὴρ
μηδὲν ποιεῖ δίκαιον, οὗτος εὐσεβής;
δεῖ τούς γε πενομένους μέχρι ἂν ζῶσιν, πονεῖν.
ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον.
πάντα γὰρ
ταῖς ἐνδελεχείαις καταπονεῖται πράγματα.
ἀπερυθριᾷ πᾶς, ἐρυθριᾷ δʼ οὐδεὶς ἔτι.
ὃς
οὔτʼ ἐρυθριᾶν ἐπίστατʼ οὔτε δεδιέναι,
τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.
οὐθὲν σιωπῆς ἔστι χρησιμώτερον.
οὐθεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποεῖ.
ὡς ἡδὺ συνέσει χρηστότης κεκραμένη.
σὺ μὲν παραινεῖς ταῦτα ὅσα σοι πρέπει,
ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος,
εὖ ἴσθʼ ἀκριβῶς, ὁ δʼ ἴδιος πείθει τρόπος.
ὁ χρηστός ἐστι πολλαχοῦ σωτήριος.
τὰ χρηστὰ πράττειν ἔργον ἔστʼ ἐλευθέρου.
μέγιστον ἀγαθόν ἐστι μετὰ νοῦ χρηστότης.
κἀν ταῖς ἀπορίαις ἔσθʼ ὁ χρηστὸς χρήσιμος.
ὁ φθονερὸς αὑτῷ πολέμιος καθίσταται·
αὐθαιρέτοις γὰρ συνέχεται λύπαις ἀεί.
μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς, ὅτι
ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται,
καὶ πᾶν τὸ λυμαινόμενόν ἐστιν ἔνδοθεν.
οἷον ὁ μὲν ἰὸς τὸν σίδηρον, ἂν σκοπῇς,
τὸ δʼ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον.
σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων φθόνος
φθισικὸν πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ,
ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις.
οὐδὲν διαβολῆς ἐστιν ἐπιπονώτερον·
τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν
ἀεὶ μέμψιν ἰδίαν αὐτὸν ἐπάναγκες λαβεῖν.
τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω τοῦ ποιεῖν.
ὅστις δὲ διαβολαῖσι πείθεται ταχύ,
ἤτοι πονηρὸς αὐτός ἐστι τοὺς τρόπους,
ἢ παντάπασι παιδαρίου γνώμην ἔχει.
κοινὸν ἀγαθόν ἐστι τοῦτο, χρηστὸς εὐτυχῶν, πόλει.
εἴπερ τὸν ἀδικοῦντα μενως ἠμύνετο
ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο
ἴσως, νομίζων ἴδιον εἶναι τὸ γεγονὸς
ἀδίκημα, καὶ συνέπραττον ἀλλήλοις πικρῶς,
οὐκ ἂν τὸ κακὸν ἐπὶ πλέον ἡμῖν ηὔξετο
τὸ τῶν πονηρῶν, ἀλλὰ παρατηρούμενοι
καὶ τυγχάνοντες ἧς ἔδει τιμωρίας
ἤτοι σπάνιοι σφόδρʼ ἂν ἦσαν ἢ πεπαυμένοι.
ἔργον ἐστί, Φανία,
μακρὰν συνήθειαν βραχεῖ λῦσʼ ἐν χρόνῳ.
καλὸν οἱ νόμοι σφόδρʼ εἰσίν· ὁ δʼ ὁρῶν τοὺς νόμους
λίαν ἀκριβῶς, συκοφάντης φαίνεται.
δεῖ τὸν πολιτῶν προστατεῖν αἱρούμενον
τὴν τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον,
ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν.
ὁ προκαταγινώσκων δὲ πρὶν ἀκοῦσαι σαφῶς
αὐτὸς πονηρός ἐστι πιστεύσας κακῶς.
ἡ νῦν ὑπό τινων χρηστότης καλουμένη
μεθῆκε τὸν ὅλον εἰς πονηρίαν βίον·
οὐδεὶς γὰρ ἀδικῶν τυγχάνει τιμωρίας.
καλόν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν,
τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει.
οὐκ ἔστι τόλμης ἐφόδιον μεῖζον βίου.
οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός.
μὴ τοῦτο βλέψῃς, εἰ νεώτερος λέγω,
ἀλλʼ εἰ φρονοῦντος τοὺς λόγους ἀνδρὸς ἐρῶ.
οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν,
ἀλλʼ ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων.
κομψὸς στρατιώτης, οὐδʼ ἂν εἰ πλάττοι θεός,
οὐθεὶς γένοιτʼ ἄν.
ὅστις στρατηγεῖ μὴ στρατιώτης γενόμενος,
οὗτος ἑκατόμβην ἐξάγει τοῖς πολεμίοις.
εἰρήνη γεωργὸν κἀν πέτραις
τρέφει καλῶς, πόλεμος δὲ κἀν πεδίῳ κακῶς.
ἄγροικος εἶναι προσποιεῖ πονηρὸς ὤν.
ἔχει τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ.
ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος,
ταῖς ἐλπίσιν τἀλγεινὰ παραμυθούμενος.
ἐν τοῖς πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ,
τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου.
τὰ μεγάλα κέρδη ῥᾳδίως ἢ πλουσίους
τοὺς παραβόλως πλέοντας ἢ νεκροὺς ποιεῖ.
λυπεῖ με δοῦλος μεῖζον οἰκέτου φρονῶν.
ὅταν τύχῃ τις εὐνοοῦντος οἰκέτου,
οὐκ ἔστιν οὐθὲν κτῆμα κάλλιον βίῳ.
ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν
ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον.
τί διὰ κενῆς εἶ χρηστός; εἴ γʼ ὁ δεσπότης
αὐτὸς μὲν ἀπολεῖ πάντα, σὺ δὲ μὴ λαμβάνεις,
σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς.
ἐμοὶ πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος
καὶ τοῦ δικαίου τοῦ τʼ ἀδίκου παντὸς κριτὴς
ὁ δεσπότης. πρὸς τοῦτον ἕνα δεῖ ζῆν ἐμέ.
ὀργὴ φιλούντων ὀλίγον ἰσχύει χρόνον.
τίνι δεδούλωνταί ποτε;
ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν
ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει.
ἀλλʼ ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται
συνουσίας; πῶς οὖν ἕτερος ταύτην ἔχων
οὐδὲν πέπονθεν, ἀλλʼ ἀπῆλθε καταγελῶν,
ἕτερος δʼ ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος
ψυχῆς· ὁ πληγεὶς δʼ εἴσεθʼ ᾗ τιτρώσκεται.
μόνος ἔστʼ ἀπαρηγόρητον ἀνθρώποις Ἔρως.
ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος
χρηστός, διπλασίως ὁ προσιὼν ἁλίσκεται.
ἕν ἐστʼ ἀληθὲς φίλτρον, εὐγνώμων τρόπος,
τούτῳ κατακρατεῖν ἀνδρὸς εἴωθεν γυνή.
οἰκεῖον οὕτως οὐδέν ἐστιν, ὦ Λάχης,
ἐὰν σκοπῇ τις, ὡς ἀνήρ τε καὶ γυνή.
μηδέποτε γήμῃ μηδὲ εἷς εὔνους ἐμοί.
γαμεῖν κεκρικότα δεῖ σε γινώσκειν, ὅτι
ἀγαθὸν μέγʼ ἕξεις, ἂν λάβῃς μικρὸν κακόν.
τὸ γυναῖκʼ ἔχειν εἶναί τε παίδων, Παρμένων,
πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει.
ὅστις γενόμενος βούλεται ζῆν ἡδέως,
ἑτέρων γαμούντων αὐτὸς ἀπεχέσθω γάμου.
πατρῷʼ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα
τὰ μετὰ γυναικὸς εἰσιόντʼ εἰς οἰκίαν
οὐκ ἀσφαλῆ τὴν κτῆσιν οὐδʼ ἱλαρὰν ἔχει.
τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ,
κακὸν μέν ἐστιν, ἀλλʼ ἀναγκαῖον κακόν.
ὅταν πένης ὢν καὶ γαμεῖν τις ἑλόμενος
τὰ μετὰ γυναικὸς ἐπιδέχηται χρήματα,
αὑτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει.
δύʼ ἔσθʼ ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ,
ἤτοι προσηνῆ γʼ ὄψιν ἢ χρηστὸν τρόπον·
τὴν γὰρ ὁμόνοιαν τὴν πρὸς ἀλλήλους ποιεῖ.
καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει
ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνήμεθα·
οὐκ ἐξετάζειν μὲν τὰ μηθὲν χρήσιμα,
τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς,
τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθʼ ἧς
βιώσεται μήτʼ ἐξετάσαι μήτʼ εἰσιδεῖν·
ἀλλʼ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχʼ, ἵνα
εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδῃ,
ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται,
τῆς διὰ βίου δʼ ἔνδον καθεδουμένης ἀεὶ
μὴ δοκιμάσασθαι μηδέν, ἀλλʼ εἰκῇ λαβεῖν
ἀγνώμονʼ, ὀργίλην, χαλεπήν, ἐὰν τύχῃ,
λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα
τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν
λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακὸν
λήψεσθʼ· ἀνάγκη γὰρ γυναῖκʼ εἶναι κακόν,
ἀλλʼ εὐτυχής ἐσθʼ ὁ μετριώτατον λαβών.
ὅστις γυναῖκʼ ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν
πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν
ἢ βούλετʼ ἀτυχεῖν μακάριος καλούμενος.
ἔστι δὲ
γυνὴ λέγουσα χρήσθʼ ὑπερβάλλων φόβος.
ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν.
ὡς ἔστʼ ἄπιστον ἡ γυναικεία φύσις.
τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ,
ὅταν τι περιπλάττωσι τοῖς χρηστοῖς λόγοις.
πολὺ χεῖρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κύνα.
οὐδέποθʼ ἑταίρα τοῦ καλῶς πεφρόντικεν,
ᾗ τὸ κακόηθες πρόσοδον εἴωθεν ποιεῖν.
φύσει γυνὴ δυσάνιόν ἐστι καὶ πικρόν.
ὅπου γυναῖκές εἰσι, πάντʼ ἐκεῖ κακά.
οὐ πάνυ
εἴωθʼ ἀληθὲς οὐδὲ ἓν λέγειν γυνή.
τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι,
διὰ τὴν λαλιάν· πέρας γὰρ αὔλειος θύρα
ἐλευθέρᾳ γυναικὶ νενόμιστʼ οἰκίας.
τὸ δʼ ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν
ἔτι λοιδορουμένην, κυνός ἐστʼ ἔργον, Ῥόδη.
ἢ μὴ γαμεῖν γάρ, ἂν δʼ ἅπαξ λάβῃς, φέρειν
μύσαντα πολλὴν προῖκα καὶ γυναῖκα δεῖ.
ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ
ἔχειν ἔρημον διαδόχου τὴν οἰκίαν.
οὐκ ἔστι μείζων ἡδονὴ ταύτης πατρί,
ἢ σωφρονοῦντα καὶ φρονοῦντʼ ἰδεῖν τινα
τῶν ἐξ ἑαυτοῦ.
οὐκ ἔστιν οὐδὲν ἀθλιώτερον πατρός,
πλὴν ἕτερος, ἂν ᾖ πλειόνων παίδων πατήρ.
θυγάτηρ ἐπίγαμος, κἂν ὅλως μηθὲν λαλῇ,
διὰ τοῦ σιωπᾶν πλεῖστα περὶ αὑτῆς λέγει.
αἰσχύνομαι τὸν πατέρα, Κλειτοφῶν, μόνον.
ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι
ἀδικῶν· τὰ δʼ ἄλλα ῥᾳδίως χειρώσομαι.
μηθὲν ὀδύνα τὸν πατέρα γινώσκων, ὅτι
ὁ μέγιστον ἀγαπῶν διʼ ἐλάχιστʼ ὀργίζεται.
νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν.
δίκας γραφόμενος πρὸς γονεῖς μαίνῃ, τάλαν.
οὐκ ἔστʼ ἄκουσμʼ ἥδιον ἢ ῥηθεὶς λόγος
πατρὸς πρὸς υἱὸν περιέχων ἐγκώμιον.
οὐδέποτʼ ἀληθὲς οὐδὲν οὔθʼ υἱῷ πατὴρ
εἴωθʼ ἀπειλεῖν οὔτʼ ἐρῶν ἐρωμένῃ.
ὁ σκληρότατος πρὸς υἱὸν ἐν τῷ νουθετεῖν
τοῖς μὲν λόγοις πικρός ἐστι, τοῖς δʼ ἔργοις πατήρ.
υἱῷ προθύμως τἀξιούμενον ποιῶν
κηδεμόνʼ ἀληθῶς, οὐκ ἔφεδρον ἕξεις βίου.
ἡδύ γε πατὴρ φρόνησιν ἀντʼ ὀργῆς ἔχων.
υἱὸς δʼ ἀμείνων ἐστὶν εὐνοίᾳ πατρός·
ὡς ἡδὺ πρᾷος καὶ νεάζων τῷ τρόπῳ
πατήρ.
οὐ λυποῦντα δεῖ
παιδάριον ὀρθοῦν, ἀλλὰ καὶ πείθοντά τι.
ἡδύ γʼ ἐν ἀδελφοῖς ἐστιν ὁμονοίας ἔρως.
τὸν τῇ φύσει
οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ.
ἀπολεῖ με τὸ γένος· μὴ λέγʼ, εἰ φιλεῖς ἐμέ,
μῆτερ, ἐφʼ ἑκάστῳ τὸ γένος· οἷς ἂν τῇ φύσει
ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον προσόν,
ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα
καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι.
οὐδένα δʼ ἔχοις ἰδεῖν ἂν οὐδʼ εἰπεῖν ὅτῳ
οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντʼ ἄν ποτε;
εἰ μὴ λέγειν δʼ ἔχουσι τούτους διά τινα
τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν,
τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι;
ὃς ἂν εὖ γεγονὼς ᾖ τῇ φύσει πρὸς τἀγαθά,
κἂν Αἰθίοψ ᾖ, μῆτερ, ἐστὶν εὐγενής.
Σκύθης τις· ὄλεθρος. ὁ δʼ Ἀνάχαρσις οὐ Σκύθης;
τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς
κἀν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας.
οὐκ ἐλευθέρου φέρειν
νενόμικα κοινωνοῦσαν ἡδονὴν ὕβρει.
ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας·
ἐγὼ δʼ ὑπέλαβον χρησίμους εἶναι θεοὺς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους.
ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν,
εὖξʼ εἴ τι βούλει, πάντα σοι γενήσεται,
ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα,
φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου·
αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.
πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν
καὶ τοὺς φρονεῖν δοκοῦντας ἀνοήτους ποεῖ.
ὑπερήφανόν που γίνεθʼ ἡ λίαν τρυφή·
ὅ τε πλοῦτος ἐξώκειλε τὸν κεκτημένον
εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν.
κρεῖττον ὀλίγʼ ἐστὶ χρήματʼ ἀνυπόπτως ἔχειν,
ἢ πολλὰ φανερῶς ἃ δὲ μετʼ ὀνείδους λαβεῖν.
αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν φέροις.
κρεῖττον γάρ ἐστιν, ἂν σκοπῇ τις κατὰ λόγον,
μὴ πόλλʼ ἀηδῶς, ὀλίγα δʼ ἡδέως ἔχειν,
πενίαν ἄλυπον μᾶλλον ἢ πλοῦτον πικρόν.
ἅπαντα τὰ ζῷʼ ἐστὶ μακαριώτερα
καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπων πολύ.
τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί.
οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως.
τούτῳ κακὸν διʼ αὑτὸν οὐδὲν γίνεται·
ἃ δʼ ἡ φύσις δέδωκε, ταῦτʼ ἔχει μόνα.
ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν
αὐτοὶ παρʼ αὑτῶν ἕτερα προσπορίζομεν.
λυπούμεθʼ, ἂν πτάρῃ τις· ἂν εἴπῃ κακῶς,
ὀργιζόμεθʼ· ἂν ἴδῃ τις ἐνύπνιον, σφόδρα
φοβούμεθʼ· ἂν γλαῦξ ἀνακράγῃ, δεδοίκαμεν.
ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι,
ἅπαντα ταῦτʼ ἐπίθετα τῇ φύσει κακά.
τυφλόν γε καὶ δύστηνον ἀνθρώπου βίος.
ὁ πάντα βουληθεὶς ἂν ἄνθρωπος πονεῖν
πῶς ἂν γένοιτʼ οὐ πλούσιος τρόπον τινά,
πάλιν φιλόσοφός τινι μαθήσει χρώμενος,
τὸ σῶμʼ ὑγιαίνων τινὰ δίαιταν προσφέρων;
πλὴν ἕν τι τῶν πάντων ἀδύνατον ἦν ἄρα
εὑρεῖν, διʼ οὗ τρόπου τις οὐ λυπήσεται.
οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον
λύπην, παρέχει δὲ φροντίδας καὶ τἀγαθά.
ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην
οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ Τύχη
τούτων δίδωσιν ἀφθονίαν, τοῖς δʼ οἱ τρόποι.
ἄνθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν.
οὐκ ἔστι λύπης, ἄνπερ ὀρθῶς τις σκοπῇ,
ἄλγημα μεῖζον τῶν ἐν ἀνθρώποις φύσει.
πολλῶν φύσει τοῖς πᾶσιν ἀνθρώποις κακῶν
ὄντων μέγιστόν ἐστιν ἡ λύπη κακόν.
ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν
λαμπροί, τὰ δʼ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι.
οὐθέν με λυπεῖ μᾶλλον ἢ χρηστὸς τρόπος
εἰς χαλεπὸν ὅταν ᾖ συγκεκλεισμένος βίον.
οἰκτρότατόν ἐστι πεῖραν ἐπὶ γήρως ὀδῷ
ἀδίκου τύχης δίκαιος εἰληφὼς τρόπος.
ὦ μεταβολαῖς χαίρουσα παντοίαις Τύχη,
σόν ἐστʼ ὄνειδος τοῦθʼ, ὅταν οὗτος ὢν ἀνὴρ
δίκαιος ἀδίκοις περιπέσῃ συμπτώμασιν.
πολλοὺς διʼ ἀνάγκην γὰρ πονηροὺς οἶδʼ ἐγὼ
ὅταν ἀτυχήσωσιν γεγονότας, οὐ φύσει
ὄντας τοιούτους.
πειρῶ Τύχης ἄνοιαν ἀνδρείως φέρειν.
ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθὰ
καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν.
ἔνεγκʼ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως.
τοῦτʼ ἔστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἐὰν
ἀνασπάσας τις τὰς ὀφρῦς οἴμοι λαλῇ,
ἀλλʼ ὃς τά γʼ αὑτοῦ πράγματʼ ἐγκρατῶς φέρει.
τὸ δʼ εὖ φέρειν
ἔστιν τοιοῦτον, ἂν δύνῃ μόνος φέρειν
καὶ μὴ ʼπίδηλον τὴν τύχην πολλοῖς ποῇς.
ἄνθρωπος ἀτυχῶν σῴζεθʼ ὑπὸ τῆς ἐλπίδος.
ταῖς ἀτυχίαισι μὴ ʼπίχαιρε τῶν πέλας·
πρὸς τὴν Τύχην γὰρ ζυγομαχεῖν οὐ ῥᾴδιον.
οὐκ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀτυχίαν
ἔστʼ, ἀλλὰ μᾶλλον κατακαλύπτειν φημὶ δεῖν.
Δέρκιππε καὶ Μνήσιππε, τοῖς εἰρημένοις
ἡμῶν ὑπό τινος ἢ πεπονθόσιν κακῶς
ἔστιν καταφυγὴ πᾶσιν, οἱ χρηστοὶ φίλοι.
καὶ γὰρ ἀποδύρασθʼ ἔστι μὴ γελώμενον,
καὶ συναγανακτοῦνθʼ ὁπόταν οἰκείως ὁρᾷ
ἕκαστος αὑτῷ τὸν παρόντα, παύεται
τοῦτον μάλιστα τὸν χρόνον τοῦ δυσφορεῖν.
ἡδύ γε φίλου λόγος ἐστὶ τοῖς λυπουμένοις.
μέγιστόν ἐστιν ἆρα τοῖς ἐπταικόσιν
τὸ παρόντας ἐγγὺς τοὺς συναλγοῦντας βλέπειν.
τῷ μὲν τὸ σῶμα γὰρ διακειμένῳ κακῶς
χρεία ʼστʼ ἰατροῦ, τῷ δὲ τὴν ψυχὴν φίλου·
λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος.
εἰ τἄλλʼ ἀφαιρεῖν ὁ πολὺς εἴωθεν χρόνος
ἡμῶν, τό γε φρονεῖν ἀσφαλέστερον ποεῖ.
ὀχληρὸν ὁ χρόνος ὁ πολύς. ὦ γῆρας βαρύ,
ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλʼ ἔχεις
τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δὲ
ἐλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν.
πικρὸν γάρ ἐστι θρέμμʼ ἐν οἰκίᾳ γέρων.
τοῦτʼ ἐστὶ τὸ ζῆν οὐχ ἑαυτῷ ζῆν μόνον.
ἡδύ γʼ ἀποθνῄσκειν ὅτῳ ζῆν μὴ παρέσθʼ ὡς βούλεται.
ὅταν ᾖ γέρων τις ἐνδεής τε τὸν βίον . . . . . . . . . . . . .
οὐδʼ αὖ τὸ θνῄσκειν δεινόν, ἀλλʼ ἐν τῷ καλῶς
ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει.
ἐπὶ τοῦτʼ ἐγένοντο πάντες, ἔνθα λήξομεν.
ἀνθρωπίνως δεῖ τὰς τύχας φέρειν, ξένε.
τὰ κοινὰ κοινῶς χρὴ φέρειν συμπτώματα.
πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν
χρόνος ἐστίν· οὗτος καὶ σὲ νῦν ἰάσεται.
Τρικορυσία βασίλιννα
λελουμένη γὰρ ἡτέρα καὶ διαφανὲς
χιτωνάριον ἔχουσα.
ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον.
ἱμάτιον ἀκούμεθα.
μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόνʼ οὐκ ἔχω
εὑρεῖν ὁμοίαν τῷ γεγονότι πράγματι,
ζητῶν πρὸς ἐμαυτόν, τί ταχέως ἀπολλύει.
στρόβιλος; ἐν ὅσῳ συστρέφεται, προσέρχεται,
προσέβαλεν, ἐξήρειψεν, αἰὼν γίνεται.
ἀλλʼ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχεις
«Ζεῦ σῶτερ» εἰπεῖν «ἀντέχου τῶν σχοινίων»,
ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν·
ναυαγίου δʼ ἂν ἐπιλάβοιʼ, ἐγὼ δʼ ἅπαξ
ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ.
ποτήριον, τράπεζαν, ἁρπάγην, κάδον.
ἀπεκήρυξεν αὐτὴν ἀπαγαγών.
πότοι συνεχεῖς, κύβοι
ἠρτικροτοῦντο δʼ οἱ γάμοι.
ἀπῄειν τῶν τόκων ἔχων τόκους.
Κορινθίῳ πίστευε καὶ μὴ χρῶ φίλῳ.
ὦ Λάχης, Λάχης
πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκʼ ἐγώ.
ἢν γὰρ κακῶς μου τὴν γυναῖχʼ οὕτω λέγῃς,
τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ.
καπρᾷς, κακόδαιμον.
τῆς σκιᾶς τὴν πορφύραν
πρῶτον ἐνυφαίνουσʼ εἶτα μετὰ τὴν πορφύραν
τοῦτʼ ἔστιν οὔτε λευκὸν οὔτε πορφύρα,
ἀλλʼ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
αὐλὰς θεραπεύειν καὶ σατράπας
μακρὰς τίθημι συμβολὰς ἀκροώμενος
ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας
τὸν χοᾶ
ἐκκέχυκας
οὐκ ἔχω γὰρ οὔθʼ ἅλας
οὔτʼ ὄξος οὔτʼ ὀρίγανον.
ἀλλὰ προσέδωκας τάλαντον εἶναι παρʼ ἡμῖν τὸν ἴκτινον.
εἱστίων τοὺς φίλους
ἤρων γάρ, ἤρων, ὁμολογῶ· καὶ νῦν δʼ ἐρῶ.
εἶπον δέ, τί ποιεῖν μέλλετε;
ἐλεεῖθʼ ὁ ποιμὴν καὶ καλεῖται γλυκύτατος.
βούλει τι, Κνήμων; εἰπέ μοι.
Ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν,
διʼ ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς.
νῦν δʼ ἕρπʼ ἀπʼ οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ
τὴν σώφρονʼ οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν.
τὸ μὲν ἐξαμαρτάνειν ἅπασιν ἔμφυτον
καὶ κοινόν, ἀναδραμεῖν δὲ τὴν ἁμαρτίαν
οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλʼ ἀξιολόγου.
ὁ γὰρ θεὸς … πᾶσι, τοῖς τʼ ἐλευθέροις
καὶ τοῖσι δούλοις, ἐστίν, ἂν σκοπῇς, ἴσος.
παίδων ἐπʼ ἀρότῳ γνησίων
δίδωμι σοὶ ʼγὼ τὴν ἐμαυτοῦ θυγατέρα.
εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε,
ταύρων τι πλῆθος ἢ ἐρίφων ἤ, νὴ Δία,
ἑτέρων τοιούτων, ἢ κατασκευάσματα,
χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς,
ἢ διʼ ἐλέφαντος ἢ σμαράγδου ζῴδια
εὔνουν νομίζει τὸν θεὸν καθιστάναι,
πεπλάνητʼ ἐκεῖνος καὶ φρένας κούφας ἔχει.
δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι
μὴ παρθένους φθείροντα καὶ μοιχώμενον,
κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν.
μηδὲ βελόνης ἔναμμʼ ἐπιθυμήσῃς, φίλε,
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
στυππεῖον, ἐλέφαντʼ, οἶνον, αὐλαίαν, μύρον
ὑπεδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ.
ἡ ζάκορος ἡ κοσμοῦσα τὸν ναόν, τέκνον.
ὁρᾷς; ἀκαρὴς γὰρ παραπόλωλας ἀρτίως.
δαιμόνων ἀλαστόρων
οὐδὲ λόγον ὑμῶν οὐδʼ ἐπιστροφὴν ἔχω.
μικροῦ μὲν ἀρραβῶνά με
ἔπεισεν εὐθὺς καταβαλεῖν.
τὸ δὴ λεγόμενον τοῦτο «θᾶττον ἢ βάδην».
δεδράμηκά σοι
δρόμον τοιοῦτον οἷον οὐδεὶς πώποτε.
οἶμαί σε τὸν ἐπʼ ἀριστέρʼ ἐμπερονώμενον.
οὐθὲν μέλει σοι
παραιτοῦμαί σε συγγνώμην ἔχειν.
ἐκάθηντʼ ἐπὶ δίφρου μήτηρ τε καὶ
παρθένος.
ἔνδοθεν δὲ πρίεται.
ὁ προσιὼν
γέρων ἁλιεύς, παρʼ οὗ τὸ φέρνιον τρίτην
ταύτην ἐπριάμεθʼ ἡμέραν.
λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί.
ἐγὼ δʼ ἐπίσταμαι
ῥινᾶν
ἀλλὰ καὶ χαμαιτύπη
κρίζει τις.
ἀναμενῶ σε πρὸς
τοὔλαιον
αὔτανδρον ἐξήραξε κἀνεχαίτισεν.
τὸν νοῦν ἔχων ὑποχείριον
εἰς τὸν πίθον δέδυκα.
ταῦτά σʼ ἀπολώλεκʼ, ὦ πονηρέ
ἄγριον κυβευτὴν
τὴν ἀλεκτρυόνα δέ μοι δοὺς ᾤχετο.
ἀμβλυωπούντων ἀνδρῶν
παρʼ αὐτὸν ἴσα βαίνουσʼ ἑταίρα πολυτελής.
καθιζάνει μὲν ἐνίοτʼ εἰς τὰ σήσαμα.
ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν.
οὐκ ἠρκέσαμεν αὑτοῖσιν, ἤδη δʼ εἰμὶ σῶς.
ᾤδουν τʼ ἐν ἐμαυτῷ.
ἔγημε θαυμαστῶς γυναῖχʼ ὡς σώφρονα.
ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται
εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου
ἀγαθός· κακὸν γὰρ δαίμονʼ οὐ νομιστέον
εἶναι βίον βλάπτοντα χρηστὸν οὐδʼ ἔχειν
κακίαν· ἅπαντα δʼ ἀγαθὸν εἶναι τὸν θεόν.
ἀλλʼ οἱ γενόμενοι τοῖς τρόποις αὐτοὶ κακοί,
πολλὴν δʼ ἐπιπλοκὴν τοῦ βίου πεποιημένοι
ἢ πάντα τὴν αὑτῶν διʼ ἀβουλίαν κακῶς
τρίψαντες ἀποφαίνουσι δαίμονʼ αἴτιον
καὶ κακὸν ἐκεῖνόν φασιν, αὐτοὶ γεγονότες.
Νηρῄς τις ἐπὶ δελφῖνος.
ἀκμὴν ἐκεῖνος ἐνσκευάζετο.
εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.
Ἔλεγχος
εἶτʼ οὐ δικαίως προσπεπατταλευμένον
γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις,
καὶ γίνετʼ αὐτῷ λαμπάς, ἄλλο δʼ οὐδὲ ἓν
ἀγαθόν; ὃ μισεῖν οἶμʼ ἅπαντας τοὺς θεούς,
γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί,
ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων; γαμεῖ;
λάθριοι τὸ λοιπὸν ἄρʼ ἐπιθυμίαι κακαί,
γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν,
καὶ φαρμακεῖαι, καὶ νόσων χαλεπώτατος
φθόνος, μεθʼ οὗ ζῇ πάντα τὸν χρόνον γυνή.
φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους.
οὐχ οὗτος ἱππόκαμπός ἐστʼ ἐν αἰθέρι;
τηρῶ τὸν Δία
ὕοντα πολλῷ
δέσποτα, τί σύννους κατὰ μόνας σαυτῷ λαλεῖς
δοκεῖς τε παρέχειν ἔμφασιν λυπουμένου;
ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων·
μὴ καταφρονήσῃς οἰκέτου συμβουλίας.
πολλάκις ὁ δοῦλος τοὺς τρόπους χρηστοὺς ἔχων
τῶν δεσποτῶν ἐγένετο σωφρονέστερος.
εἰ δʼ ἡ τύχη τὸ σῶμα κατεδουλώσατο,
ὅ γε νοῦς ὑπάρχει τοῖς τρόποις ἐλεύθερος.
παῖς γέγονʼ, ἔφηβος, μειράκιον, ἀνήρ, γέρων.
κακῶς γὰρ ἀκούων ὅστις οὐκ ὀργίζεται,
πονηρίας πιστὸν τεκμήριον φέρει.
τίνος
τἀγαθὸν τοῦτʼ ἔστιν;
εἴδωλον ἀμαυρόν.
ἤκουσα τῶν ἐκκραγγανομένων.
φοβοῦμαί σʼ ἐσχάτως.
ἀλλʼ Ἡρακλεῖδαι καὶ θεοί.
ἦσαν περινομαὶ τῇ θεῷ.
οἷον πατάγημʼ ἥκεις.
ἀλλὰ σκατοφάγος ἐστὶ καὶ λίαν πικρός.
σπαρτοπόλιος ὠμόγραυς
ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακῶν.
πικροῦ γέροντος, αὐθεκάστου τὸν τρόπον.
ἅπανθʼ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει
τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτʼ ἔσθʼ ἡδονῆς.
ὄνειδος αἰσχρὸς βίος ὅμως, κἂν ἡδὺς ᾖ.
ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος
καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός.
εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος,
ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε διατελεῖν
πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί,
καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ ἐψευσμένος,
ἄτοπόν τε πεποίηκʼ. εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ,
οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν
φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
σὺ δʼ οὔθʼ ὑπερβάλλοντα, τρόφιμʼ, ἀπώλεσας
ἀγαθά, τὰ νυνί τʼ ἐστι μέτριά σοι κακά·
ὥστʼ ἀνὰ μέρος που καὶ τὸ λυπηρὸν φέρε.
κύψας καθʼ αὑτὸν τῶν τραγημάτων ἔφλα.
οἴμοι, τάλας ἔγωγε, ποῦ ποθʼ αἱ φρένες
ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι
τὸν χρόνον, ὅτʼ οὐ ταῦτʼ ἀλλʼ ἐκεῖνʼ ᾑρούμεθα.
οὐκ ἐκ πότων καὶ τῆς καθʼ ἡμέραν τρυφῆς
ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου,
πάτερ; οὐ περιττὸν οἴετʼ ἐξευρηκέναι
ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν;
οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως.
«πῶς τὸ τραῦμα τοῦτʼ ἔχεις;»
«μεσαγκύλῳ.» «πῶς πρὸς θεῶν;» «ἐπὶ κλίμακι
πρὸς τεῖχος ἀναβαίνων.» ἐγὼ μὲν δεικνύω
ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.
σφάττει με, λεπτὸς γίνομʼ εὐωχούμενος·
τὰ σκώμμαθʼ οἷα τὰ σοφὰ καὶ στρατηγικά·
οἷος δʼ ἀλαζών ἐστιν ἁλιτήριος.
δεινῶς ... οὐ πρᾶγμα νύμφης λέγεις.
ὑῶν γνάθους ἔχουσι
ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς.
ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα,
αὐτόματος οὗτος παρέσται, κἂν διελθεῖν δηλαδὴ
διὰ θαλάττης δέῃ τόπον τινʼ, οὗτος ἔσται μοι βατός.
κρίσιμος γὰρ αὕτη γίνεται.
θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι
ἢ δόξαν ἤτοι διαβολήν.
παράδειγμα τοὺς Σύρους λαβέ
ὅταν φάγωσʼ ἰχθὺν ἐκεῖνοι διά τινα
αὑτῶν ἀκρασίαν, τὼ πόδε καὶ τὴν γαστέρα
οἰδοῦσιν· εἶτʼ ἔλαβον σακίον κἀς τὴν ὁδὸν
ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν
ἐξιλάσαντο τῷ τεταπεινῶσθαι σφόδρα.
ἵνʼ οὐχ ἑαυτῷ παρετράφην ἀλλὰ σοί.
μέμφομαί σοι τοῦθʼ ὅτι
χρηστά με λέγοντʼ οὐκ εὖ ποιήσειν προσδοκᾷς.
Ἀράβιον ἐξεύρηκα σύμβουλον.
φιλόνεικος δʼ ἐστὶ καὶ λίαν γυνὴ
πρὸς μῆνιν.
σύνταγμα τῆς ἀρχῆς.
ὁμοῦ δὲ τοῦ τίκτειν παρεγένεθʼ ἡ κόρη.
ἤδη γὰρ ἡ κόρη ʼστι τοῦ τίκτειν ὁμοῦ.
εὐκαταφρόνητος τῇ στολῇ
εἴσειμι, καὶ τοῦτʼ εἰς γυναῖκας.
Ἕλληνές εἰσιν ἄνδρες οὐκ ἀγνώμονες
καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος.
τραγῳδοῖς ἦν ἀγών, Διονύσια.
παλαιὸν ἐντραγεῖν.
εἰς γὰρ τὰ καθαρὰ λιμὸς εἰσοικίζεται.
ἀλλʼ ἐψόφηκεν τὴν θύραν τις ἐξιών.
οὐχ ὅθεν ἀπωλόμεσθα σωθείημεν ἄν;
Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.
ἔστιν δʼ ὁμοῦ τὸ χρῆμα.
οἶσθʼ ὅ τι ποίησον;
ἐξάραντες ἐπικροτήσατε
διεμέριζε γὰρ
ὁ Βορυσθενίτης.
πυθοῦ παρʼ αὐτῆς διὰ τίνʼ αἰτίαν
νεώτερόν τι συμβέβηκέ σοι;
λανθάνει τὰ πράγματα
τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ
τοῖς ἀναγκαίοις.
ὀκνεῖ δὲ νοῦν ἔχουσʼ ἴσως·
ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ
τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει.
ἐν γειτόνων οἰκῶν γάρ, ὦ τοιχωρύχε.
εἰ μὴ γαμεῖς γάρ, ἔσχατον νόμιζέ με
Μυσῶν.
εἰ μὲν δή τινα
.....πόρον ἔχεις· εἰ δὲ μή, νενόηκʼ ἐγώ,
μισῶμεν ἀλλήλους.
ἃ γὰρ μεθʼ ἡμέραν τις ὑπερεσπούδασεν,
ταῦτʼ εἶδε καὶ νύκτωρ.
ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ.
ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων·
ψυχῆς γὰρ οὗτος μόνος ἔχει κουφίσματα.
κρόκην δὲ νήσεις στήμονα.
καὶ τοῦτο θύων οὐδεπώποτʼ ηὐξάμην
ἐγὼ τὸ σῷζον τὴν ἐμὴν συνοικίαν,
ἀλλὰ παρέλειπον, οἰκετῶν εἶναι στάσιν
ἔνδον παρʼ ἐμαυτῷ, πρᾶγμα χρησιμώτατον.
πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις.
ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν
τἀγαθά, τὰ λίαν ἀγαθά.
ἀλλὰ καὶ πνέων
ὡς ὡραΐζεθʼ ἡ Τύχη πρὸς τοὺς βίους.
ὦ Νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης μέρος
μετέχεις θεῶν.
οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται,
ἀφʼ οὗ τοιοῦτος γέγονεν, οἷον θηρίον.
τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ.
τί γὰρ ἐγὼ κατελειπόμην;
Ταναγρικὴ γυνή.
ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον.
πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δʼ οἱ Γέται
ἡμεῖς ἁπάντων — καὶ γὰρ αὐτὸς εὔχομαι
ἐκεῖθεν εἶναι τὸ γένος —, οὐ σφόδρʼ ἐγκρατεῖς
ἐσμεν.
γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκʼ ἢ
ἕνδεκα γυναῖκας, δώδεκʼ ἢ πλείους τινές.
ἂν τέτταρας δʼ ἢ πέντε γεγαμηκὼς τύχῃ,
καταστροφή τις, ἀνυμέναιος, ἄθλιος,
ἄνυμφος οὗτος ἐπικαλεῖτʼ ἐν τοῖς ἐκεῖ.
ἐπιτρίβουσι δʼ ἡμᾶς οἱ θεοὶ
μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα
ἄγειν ἑορτήν ἐστʼ ἀνάγκη.
καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία·
ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς.
ἀπασκαριῶ δʼ ἐγὼ γέλωτι τήμερον.
ἄνθρωπον ἐξαλλάξομεν
κακόν τί σοι δώσοντα;
ἐγὼ δʼ ἀνόητος, εὐτελὴς ὑπερβολῇ,
ὁ δʼ ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα.
μαρτύρομαι,
ναὶ μὰ τὸν Ἀπόλλω τουτονὶ καὶ τὰς θύρας.
ὕδατος αὐτοῖς οὐ μετόν.
οὐκ ἔστιν οὔτε διάβολος
γραῦς ἔνδον.
κριὸς τὰ τροφεῖα.
Θρᾷξ εὐγενὴς εἶ, πρὸς ἅλας ἠγορασμένος.
ἤδη δʼ ἀλεαίνει πρὸς τὸ πῦρ καθημένη.
καθεδοῦμαι δʼ ἐνθαδὶ
τὸν Λοξίαν αὐτὸν καταλαβών.
ἡμέραν τρίτην
ἐπεκώμασʼ ἡμῖν.
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ
ὦ δέσποτʼ ἄναξ ἔστι τοῖς σοφοῖς βροτῶν
χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.
οὐχ ὁ λόγος αὔξει τὴν τέχνην περισσὸς ὤν,
ἀλλʼ αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα.
ὁ μὲν λόγος σου, παῖ, κατʼ ὀρθὸν εὐδρομεῖ,
τὸ δʼ ἔργον ἄλλην οἶμον ἐκπορεύεται.
ἅπανθʼ ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος.
ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα
ταῦτʼ ἐστιν ὄψις, παραπέτασμα τοῦ βίου.
ὦ Ζεῦ πολυτίμηθʼ, ὡς καλαὶ νῷν αἱ γυναί.
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.
ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου.
βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσι σκόπει.
μάντις δʼ ἄριστος ὅστις εἰκάζει καλῶς.
ἄνθρωπος ὤν, τοῦτʼ ἴσθι καὶ μέμνησʼ ἀεί.
εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει.
ὑπὲρ εὐσεβείας καὶ λάλει καὶ μάνθανε.
ἔα κεκρύφθαι λανθάνουσαν ἀτυχίαν·
τὸ γὰρ ἐξελέγχειν τὴν ὕβριν διττὴν φέρει.
Γέτα καὶ Παρμένων
ος ἐστι καὶ βαρύς.
πάνδεινά τοι πέπονθα
ΝΟΘΟΝ
εἰς Ἐπίκουρον καὶ Θεμιστοκλέα.
Χαῖρε, Νεοκλειδᾶν δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν
πατρίδα δουλοσύνας ῥύσαθʼ, ὁ δʼ ἀφροσύνας.