ΑΓΡΟΙΚΟΣ.
ΑΓΥΡΤΗΣ.
Ὦ πῶς πονηρόν ἐστιν ἀνθρώπου φύσις
τὸ σύνολον· οὐ γὰρ ἄν ποτʼ ἐδεήθη νόμου.
οἴει τι τῶν ἄλλων διαφέρειν θηρίων
ἄνθρωπον; οὐδὲ μικρὸν ἀλλὰ σχήματι·
πλάγιʼ ἐστὶ τἄλλα, τοῦτο δʼ ὀρθὸν θηρίον.
ΑΔΕΛΦΟΙ.
Σὺ δʼ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων·
σὲ γὰρ λέγουσι τοῦτʼ ἰδεῖν πρῶτον βροτῶν,
δημοτικὸν ὦ Ζεῦ πρᾶγμα καὶ σωτήριον,
— καί μοι λέγειν τοῦτʼ ἐστὶν ἁρμοστόν, Σόλων· —
μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων,
τούτους τʼ ἔχοντας τὴν ἀναγκαίαν φύσιν,
ἁμαρτάνοντάς τʼ εἰς ὃ μὴ προσῆκον ἦν,
στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους
κοινὰς ἅπασι καὶ κατεσκευασμένας.
ἑστᾶσι γυμναί· μὴ ʼξαπατηθῇς· πάνθʼ ὅρα.
οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων· ἔχεις
πως· ἡ θύρα ʼστʼ ἀνεῳγμένη.
εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστʼ οὐδὲ εἷς
ἀκκισμός, οὐδὲ λῆρος, οὐδʼ ὑφήρπασεν,
ἀλλʼ εὐθύς, ὡς βούλει σὺ χὢν βούλει τρόπον.
ἐξῆλθες· οἰμώζειν λέγʼ, ἀλλοτρία ʼστί σοι.
Οὐκ ἂν λαλῇ τις μικρόν, ἐστὶ κόσμιος,
οὐδʼ ἂν πορεύηταί τις εἰς τὴν γῆν βλέπων·
ὁ δʼ ἡλίκον μὲν ἡ φύσις φέρει λαλῶν,
μηδὲν ποιῶν δʼ ἄσχημον, οὗτος κόσμιος.
ΑΙΤΩΛΟΣ.
ΑΝΑΚΑΛΥΠΤΩΝ.
Οἴμοι· τὸ λυπεῖσθαι γὰρ ἐπὶ τὸ ῥῆμʼ ἄγει
τοῦτʼ εὐθύς, ὡς ἔοικε, τὸν λυπούμενον.
λυπουμένῳ δʼ ὅταν τις ἀκολουθῶν λέγῃ
χαῖρʼ, ἐξ ἀνάγκης οὗτος οἰμώζειν λέγει.
ΑΝΑΝΕΟΥΜΕΝΗ.
ΑΝΔΡΟΦΟΝΟΣ.
Πιεῖν τις ἡμῖν ἐγχεάτω, καὶ ματτύην
ποιεῖτε θᾶττον.
ΑΠΟΚΑΡΤΕΡΩΝ.
Νῦν δʼ οἶδʼ ἀκριβῶς τὴν τύχην ὡς οὐ μία,
οὐδʼ ἔστι πρώην, ἀλλὰ μετὰ τῶν σωμάτων
ἡμῶν, ὅταν γιγνώμεθʼ, εὐθὺς χἠ τύχη
προσγίγνεθʼ ἡμῖν, συγγενὴς τῷ σώματι·
κοὐκ ἔστιν ἕτερον παρʼ ἑτέρου λαβεῖν τύχην.
ΑΠΟΛΙΣ.
Οὐχὶ μόνον οὗτος εὗρε πῶς λαλήσομεν
αὑτοῖς, ἀπέχοντες πολὺν ἀπʼ ἀλλήλων χρόνον,
οὐδʼ ὃν τρόπον μηδέποτε μηδὲ εἷς πάλιν
ἐπιλήσεθʼ ἡμῶν μηδέν, ἐμβλέψας δέ που
τἀκ τοῦ χρόνου τοῦ παντὸς εἴσετʼ, ἀλλὰ καὶ
ψυχῆς ἰατρὸν κατέλιπεν τὰ γράμματα.
ΑΡΠΑΖΟΜΕΝΟΣ.
Γυμνῷ φυλακὴν ἐπίταττε, παῖ, καὶ διὰ τριῶν
ποτηρίων με ματτύης εὐφραινέτω.
Ὁρῶ μαγείρου καὶ κύβηλιν καὶ σκάφην.
ΑΥΛΗΤΗΣ.
ΒΑΒΥΛΩΝΙΟΣ.
Βασίλισσʼ ἔσει Βαβυλῶνος, ἂν οὕτω τύχῃ.
τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.
ΓΑΜΟΣ.
Ὁλκεῖον εἶδον ἐπὶ τραπέζῃ κείμενον
πυρῶν τι μεστόν.
Ἐν Καρὶ τὸν κίνδυνον οἶσθα, δέσποτα.
ΕΓΧΕΙΡΙΔΙΟΝ.
Κακὴ μὲν ὄψις, ἒν δὲ δειλαῖαι φρένες.
ΕΜΠΟΡΟΣ.
ΕΞΟΙΚΙΖΟΜΕΝΟΣ.
Κἂν δοῦλος ᾖ τις, οὐδὲν ἧττον, δέσποτα,
ἄνθρωπος οὗτός ἐστιν, ἂν ἄνθρωπος ᾖ.
ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ.
Ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον
ἔστʼ ἢ δύνασθαι λοιδορούμενον φέρειν·
ὁ λοιδορῶν γάρ, ἂν ὁ λοιδορούμενος
μὴ προσποιῆται, λοιδορεῖται λοιδορῶν.
Πρόχειρον ἐπὶ τὴν γλῶτταν εὐλόγῳ τρέχειν.
ΕΥΡΙΠΟΣ.
ΕΦΕΔΡΙΤΑΙ.
Σκιμπόδιον ἓν καὶ κώδιον καὶ ψιαθίον
ἴσως παλαιστῆς.
Χαλεπὸν τὸ ποιεῖν, τὸ δὲ κελεῦσαι ῥᾴδιον.
ΕΦΗΒΟΣ.
Οὐ τοῖς πλέουσι τὴν θάλατταν γίγνεται
μόνοισι χειμών, ὡς ἔοικεν, ἀλλὰ καὶ
τοῖς περιπατοῦσί που, Λάχης, ἐν τῇ στοᾷ,
καὶ τοῖς μένουσιν ἔνδον ἐν ταῖς οἰκίαις.
χοἰ μὲν πλέοντες ἐνίοθʼ ἡμέραν μίαν
ἢ νύκτα χειμασθέντες εἶτʼ ἐκ τοῦ κακοῦ
σωτηρίας ἐπέτυχον· ἢ τὸ πνεῦμα γὰρ
αὐτοὺς τὸ σῶζον ἧκεν ἢ ʼφάνη λιμήν.
ἐμοὶ δὲ τοῦτʼ οὐκ ἔστιν· οὐκ εἰς ἡμέραν
χειμάζομαι μίαν γάρ, εἰς τὸ ζῆν δʼ ὅλον,
ἀεὶ τὸ λυπεῖσθαι δὲ μεῖζον γίγνεται.
ΗΡΩΕΣ.
ΘΗΒΑΙΟΙ.
Ἐμοῦ γάρ ἐστι κύριος μὲν εἷς ἀνήρ,
τούτων δὲ καὶ σοῦ μυρίων τʼ ἄλλων νόμος,
ἑτέρων τύραννος, τῶν τυραννούντων φόβος·
δοῦλοι βασιλέων εἰσίν, ὁ βασιλεὺς θεῶν,
ὁ θεὸς ἀνάγκης. πάντα δʼ, ἂν σκοπῇς, ὅλως
ἑτέρων πέφυκεν ἥττονʼ, ὧν δὲ μείζονα.
τούτοις ἀνάγκη ταῦτα δουλεύειν ἀεί.
ΘΗΣΑΥΡΟΣ.
Οὐκ ἔστʼ ἀληθὲς παραλογίσασθʼ, οὐδʼ ἔχειν
ὀψάρια χρηστά.
ΘΥΡΩΡΟΣ.
Ἐγὼ γὰρ ἐς τὴν χλαμύδα κατεθέμην ποτέ
καὶ τὸν πέτασον.
ΙΑΤΡΟΣ.
Καὶ γύλιόν τινʼ ἀργυρωμάτων.
ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.
Πάντʼ ἔστιν ἐξευρεῖν, ἐὰν μὴ τὸν πόνον
φεύγῃ τις, ὃς πρόσεστι τοῖς ζητουμένοις.
ΚΟΙΝΩΝΟΙ.
ΚΟΛΑΞ.
ΚΟΡΙΝΘΙΑ.
Εἰ τὰ παρὰ τοῖς ἄλλοισιν εἰδείης κακά,
ἄσμενος ἔχοις ἄν, Νικοφῶν, ἃ νῦν ἔχεις.
ΜΕΤΙΩΝ Η ΖΩΜΙΟΝ.
Ἰχθὺς τί σοι
ἐφαίνεθʼ οὑφθός; Β. μιαρὸς ἦν. ἀκήκοας;
ἅλμη τε λευκὴ καὶ παχεῖʼ ὑπερβολῇ,
κοὐχὶ λοπάδος προσῶζεν οὐδʼ ἡδυσμάτων·
ἐβόων ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς.
Ἀγύρριος δὲ παρατεθέντος καράβου,
ὡς εἶδεν αὐτόν «χαῖρε πάππα φίλτατε»
εἴπας, τί ἐποίει; τὸν πατέρα κατήσθιεν.
ΜΟΙΧΟΣ.
Ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδʼ ἢ
νάβλαν τίνʼ. Β. ὁ δὲ νάβλας τί ἐστι; …
Α. … οὐκ οἶδας, ἐμβρόντητε σύ;
Β. μὰ Δία. Α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν
οἶσθας ἀγαθὸν σύγʼ. οὐδὲ σαμβυκίστριαν;
ΜΥΡΜΙΔΟΝΕΣ.
ΜΥΣΤΙΣ.
Πολὺ μεῖζόν ἐστι τοῦ κακῶς ἔχειν κακὸν
τὸ καθʼ ἕνα πᾶσι τοῖς ἐπισκοπουμένοις
δεῖν τὸν κακῶς ἔχοντα πῶς ἔχει λέγειν.
ΝΕΑΙΡΑ.
Ὥσπερ Σέλευκος δεῦρʼ ἔπεμψε τὴν τίγριν,
ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει
ἡμᾶς τι παρʼ ἡμῶν ἀντιπέμψαι θηρίον.
Β. τρυγέρανον· οὐ γὰρ γίγνεται τοῦτʼ αὐτόθι.
ΝΕΜΟΜΕΝΟΙ.
Ἀπὸ στόματος ἅπαντʼ, ἐὰν βούλησθʼ, ἐρῶ.
ΝΟΘΟΣ.
ΝΥΞ.
Τὸ κανοῦν δʼ ὁ παῖς περίεισι τηνάλλως ἔχων.
ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ.
Καὐτόν τι πράττειν, οὐ μόνον τὰς ἐλπίδας
ἐπὶ τῇ τύχῃ χρή, παιδίον, πάντως ἔχειν
ὧν βούλεταί τις. ἀλλὰ καὶ τῷ τῇ τύχῃ
συλλαμβάνεσθαι ῥᾷον ἡ τύχη ποιεῖ,
ἐὰν μεθʼ ἑτέρου τοῦτο, μὴ μόνη, ποιῇ.
Δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου.
ΠΑΙΔΑΡΙΟΝ.
ΠΑΙΔΕΣ.
Κακόν ἐστι δούλῳ δεσπότης πράττων κακῶς·
μετέχειν ἀνάγκη τῶν κακῶν γὰρ γίγνεται.
ΠΑΛΑΜΗΔΗΣ.
Τοῦ γὰρ δικαίου κἀν βροτοῖσι καὶ θεοῖς
ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.
ΠΑΝΗΓΥΡΙΣ.
Τὴν πλατεῖάν σοι μόνον
ταύτην πεποίηκεν ὁ βασιλεύς;
Αἰγύπτιος θοἱμάτιον ἠρδάλωσέ μου.
ΠΑΡΕΙΣΙΩΝ.
Τοὺς ἐν τῇ πόλει
μάρτυρας ἔχω γάρ, ὅτι μόνος φύσκην ποιῶ,
κάνδαυλον, ᾠά, θρῖον, ἐν στενῷ. τί γὰρ
τούτων διάπτωμʼ ἐγένετʼ ἢ ʼμάρτημα τί;
Περὶ τοὐπτάνιον οὐ γίγνεθʼ ἡ σκευωρία·
τραπεζοποιός ἐστʼ ἐπὶ τοῦ διακονεῖν.
ΠΙΤΤΟΚΟΠΟΥΜΕΝΟΣ.
Ἰδοὺ πάρεστιν, ὡς ὁρᾷς· τριτημόρου
ἕκαστος ὑμῶν ἦλθεν· εἰς τοὺς τέτταρας
εἴληφεν ὑμῖν οὑτοσὶ τριώβολον.
Ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνέχεεν
καὶ τεττάρων χαλκῶν μετὰ ταῦτα. Β. καὶ μάλα
τρίʼ ἡμιωβόλιʼ ἐστί· χαλκοῦ θερμὸν ἦν.
ΠΤΕΡΥΓΙΟΝ.
Τὸ τῆς Ἀμαλθείας δοκεῖς εἶναι κέρας
οἷον γράφουσιν οἱ γραφεῖς κέρας βοός;
ἀργύριόν ἐστι· τοῦτʼ ἐὰν ἔχῃς, λέγε
πρὸς τοῦτʼ εἰ βούλει, πάντα σοι γενήσεται,
φίλοι, βοηθοί, μάρτυρες, συνοικίαι.
Νυνὶ δʼ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν
τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας
καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω.
ΠΤΩΧΗ Η ΡΟΔΙΑ.
Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω,
ὦ πότνιʼ, ἀμφιφῶντα καὶ σπονδὴν ἅμα.
Ἐξὸν ἀποσάττεσθαι δʼ ὅλην τὴν ἡμέραν,
ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.
Εἰ πάντες ἀποθανούμεθʼ οἷς μὴ γίγνεται
ἃ βουλόμεσθα, πάντες ἀποθανούμεθα.
Σπάθην παραφαίνων δηλαδὴ χρυσένδετον.
ΠΥΡΡΟΣ.
Οἱ φιλόσοφοι ζητοῦσιν, ὡς ἀκήκοα,
περὶ τοῦτό τʼ αὐτοῖς πολὺς ἀναλοῦται χρόνος,
τί ἐστιν ἀγαθόν, κοὐδὲ εἷς εὕρηκέ πω
τί ἐστιν. ἀρετὴν καὶ φρόνησίν φασι, καὶ
λέγουσι πάντα μᾶλλον ἢ τί τἀγαθόν.
ἐν ἀγρῷ διατρίβων τήν τε γῆν σκάπτων ἐγὼ
νῦν εὗρον· εἰρήνη ʼστίν· ὦ Ζεῦ φίλτατε,
τῆς ἐπαφροδίτου καὶ φιλανθρώπου θεοῦ.
γάμους, ἑορτάς, συγγενεῖς, παῖδας, φίλους,
πλοῦτον, ὑγίειαν, σῖτον, οἶνον, ἡδονήν,
αὕτη δίδωσι· ταῦτα πάντʼ ἂν ἐκλίπῃ,
τέθνηκε κοινῇ πᾶς ὁ τῶν ζώντων βίος.
ΠΥΡΦΟΡΟΣ.
Οὐκ ἔστιν οὔτε ζωγράφος, μὰ τοὺς θεούς,
οὔτʼ ἀνδριαντοποιός, ὅστις ἂν πλάσαι
κάλλος τοιοῦτον, οἷον ἡ ἀλήθειʼ ἔχει.
οὔτʼ ἀνδριάντος γὰρ καλῶς πεπλασμένου,
ἂν μὴ τὸν αἰσθησόμενον ἡ τέχνη λάβῃ.
ΣΑΡΔΙΟΣ.
Εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον,
ἀεί θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο,
ἠλλαττόμεσθʼ ἂν δάκρυα δόντες χρυσίον·
νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει
εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν,
ἐάν τε κλᾴῃς ἄν τε μή, πορεύεται.
τί οὖν ποιεῖς πλέον; οὐδέν· ἡ λύπη δʼ ἔχει
ὥσπερ τὸ δένδρον τοῦτο καρπὸν τὸ δάκρυον.
Χαλκοῦς ὀφείλεις πέντε μοι. μέμνησʼ; Β. ἐγὼ
σοὶ πέντε χαλκοῦς, σὺ δέ γέ μοι τριτήμορον.
τοὺς ἓξ ἀποδοὺς τοὺς πέντε χαλκοῦς ἀπόλαβε.
ΣΙΚΕΛΙΚΟΣ.
Ἄλλῳ πονοῦντι ῥᾴδιον παραινέσαι
ἐστίν, ποιῆσαι δʼ αὐτὸν οὐχὶ ῥᾴδιον.
τεκμήριον δέ· τοὺς ἰατροὺς οἶδʼ ἐγὼ
ὑπὲρ ἐγκρατείας τοῖς νοσοῦσιν εὖ σφόδρα
πάντας λαλοῦντας, εἶτʼ ἐπὰν πταίσωσί τι,
αὐτοὺς ποιοῦντας πάνθʼ ὅσʼ οὐκ εἴων τότε.
ἕτερον τό τʼ ἀλγεῖν καὶ θεωρεῖν ἐστʼ ἴσως.
Ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν
ἓν τοῦτʼ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν
καλούς· ἔτι ταῦτα προσετίθην ἀκηκοώς,
ἱμάτια ποικίλʼ εἰ λέγοι τις Σικελικά.
σκεύη μὲν οὖν καὶ κτήματʼ ᾠόμην φέρειν.
Τὸ δὴ λεγόμενον τοῦτο Μυσῶν ἔσχατον
ἐνόμιζεν ὁρᾶν τὸν υἱὸν ἐκπλέονθʼ ὁρῶν.
ΣΤΡΑΤΙΩΤΗΣ.
Ὡς ἵμερός μοὐπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα.
νὴ τὴν Ἀθηνᾶν, ἡδύ γʼ ἔστʼ εὐημερεῖν
ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι
οἷον παρατέθεικʼ, οὐ πεφαρμακευμένον
τυροῖσιν, οὐδʼ ἄνωθεν ἐξηνθισμένον,
ἀλλʼ οἷος ἦν ζῶν, κὠπτὸς ὢν τοιοῦτος ἦν·
οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ
ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι.
ὅμοιον ἐγένετʼ, ὄρνις ὁπόταν ἁρπάσῃ
τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ
τηροῦσα τοῦτο, καταπιεῖν δʼ ἐσπούδακεν,
ἕτεραι διώκουσιν δὲ ταύτην. ταὐτὸν ἦν.
τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν
τῆς λοπάδος, ἀνεπήδησε κἄφευγεν κύκλῳ
τὴν λοπάδʼ ἔχων, ἄλλοι δʼ ἐδίωκον κατὰ πόδας.
ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν τι γάρ,
οἱ δʼ οὐδέν, οἱ δὲ πάντα. καί τοι παρέλαβον
ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον·
εἰ δʼ ἔλαβον ἀρτίως σκάρον, ἢ ʼκ τῆς Ἀττικῆς
γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ʼξ Ἄργους κάπρον,
ἢ ʼκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς
φέρει Ποσειδῶν γόγγρον εἰς τὸν οὐρανόν,
ἅπαντες οἱ φαγόντες ἐγένοντʼ ἂν θεοί.
ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκρούς,
ὅταν ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.
ΣΥΝΑΠΟΘΝΗΣΚΟΝΤΕΣ.
Ἠγόρασα νῆστιν κεστρέʼ ὀπτὸν οὐ μέγαν.
ΣΥΝΕΦΗΒΟΣ.
Ἱμάτια διαφαίνοντα καὶ πέδην τινὰ
χρυσῆν.
ΥΠΟΒΟΛΙΜΑΙΟΣ.
Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος.
ΦΑΣΜΑ.
Ἔπιεν ἡ Ῥόδη
κυμβίον ἀκράτου κατασέσειχʼ ὑμῖν ἄνω.
ΦΙΛΟΣΟΦΟΙ.
Φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ·
πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει.
εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.
ΧΗΡΑ.
Ὦ Κλέων, παῦσαι φλυαρῶν· ἂν ὀκνῇς τὸ μανθάνειν,
ἀνεπικούρητον σεαυτοῦ τὸν βίον λήσει ποιῶν.
οὔτε γὰρ ναυαγός, ἂν μὴ γῆς λάβηται φερόμενος,
οὔποτʼ ἂν σώσειεν αὑτόν, οὔτʼ ἀνὴρ πένης γεγώς
μὴ οὐ τέχνην μαθὼν δύναιτʼ ἂν ἀσφαλῶς ζῆν τὸν βίον.
«ἀλλὰ χρήματʼ ἐστὶν ἡμῖν.» ἅ γε τάχιστʼ ἀπόλλυται.
«κτήματʼ, οἰκίαι.» τύχης δὲ μεταβολὰς οὐκ ἀγνοεῖς,
ὅτι τὸν εὔπορον τίθησι πτωχὸν εἰς τὴν αὔριον.
κἂν μὲν ὁρμισθῇ τις ἡμῶν εἰς λιμένα τὸν τῆς τέχνης,
ἐβάλετʼ ἄγκυραν καθάψας ἀσφαλείας εἵνεκα·
ἂν δʼ ἀπαίδευτος μετάσχῃ πνεύματος φορούμενος,
τῆς ἀπορίας εἰς τὸ γῆρας οὐκ ἔχει σωτηρίαν.
ἀλλʼ ἑταῖροι καὶ φίλοι σοι καὶ συνήθεις, νὴ Δία,
ἔρανον εἰσοίσουσιν. εὔχου μὴ λαβεῖν πεῖραν φίλων,
εἰ δὲ μή, γνώσει σεαυτὸν ἄλλο μηδὲν πλὴν σκιάν.
Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν,
οὐδʼ αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι,
οὔτε θεὸς οὔτʼ ἄνθρωπος, οὗτός εἰμʼ ἐγώ,
Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία.
ἐγὼ δʼ, ὃ θεοῦ ʼστιν ἔργον, εἰμὶ πανταχοῦ,
ἐνταῦθʼ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ,
ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις
πάσαις, ἐν ὑμῖν πᾶσιν οὐκ ἔστιν τόπος,
οὗ μή ʼστιν Ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ
πάντʼ ἐξ ἀνάγκης οἶδε πανταχοῦ παρών.
Τί ποτε Προμηθεύς, ὃν λέγουσʼ ἡμᾶς πλάσαι
καὶ τἄλλα πάντα ζῷα, τοῖς μὲν θηρίοις
ἔδωχʼ ἑκάστῳ κατὰ γένος μίαν φύσιν;
ἅπαντες οἱ λέοντές εἰσιν ἄλκιμοι,
δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγοί.
οὐκ ἔστʼ ἀλώπηξ ἡ μὲν εἴρων τῇ φύσει
ἡ δʼ αὐθέκαστος, ἀλλʼ ἐὰν τρισμυρίας
ἀλώπεκάς τις συναγάγῃ, μίαν φύσιν
ἁπαξαπασῶν ὄψεται τρόπον θʼ ἕνα.
ἡμῶν δʼ ὅσα καὶ τὰ σώματʼ ἐστὶ τὸν ἀριθμὸν
καθʼ ἑνός, τοσούτους ἔστι καὶ τρόπους ἰδεῖν.
Πολύ γʼ ἐστὶ πάντων ζῷον ἀθλιώτατον
ἄνθρωπος, εἴ τις ἐξετάζοι κατὰ τρόπον·
τὸν γὰρ βίον περίεργον εἰς τὰ πάντʼ ἔχων
ἀπορεῖ τὰ πλεῖστα διὰ τέλους πονεῖ τʼ ἀεί.
καὶ τοῖς μὲν ἄλλοις πᾶσιν ἡ γῆ θηρίοις
ἑκοῦσα παρέχει τὴν καθʼ ἡμέραν τροφήν,
αὐτὴ πορίζουσʼ, οὐ λαβοῦσα . . . . .
. . . . . . . . . . . πάνυ μόλις
ὥσπερ τὸ κατὰ χρέος κεφάλαιον ἐκτίνει
τὸ σπέρμα, τοὺς τόκους δʼ ἀνευρίσκουσʼ ἀεὶ
πρόφασίν τινʼ αὐχμὸν ἢ πάχνην ἀποστερεῖ.
καὶ δὴ τυχὸν μὲν διὰ τὸ παρέχειν πράγματα
μόνους ἑαυτῇ καὶ ποιεῖν τἄνω κάτω
ταύτην παρʼ ἡμῶν λαμβάνει τιμωρίαν.
Μείζω τὰ κακὰ ποιοῦσι πολλοί, δέσποτα,
αὐτοὶ διʼ αὑτοὺς ἢ πέφυκε τῇ φύσει.
οἷον τέθνηκεν υἱὸς ἢ μήτηρ τινί,
ἢ νὴ Δίʼ ἄλλων τῶν ἀναγκαίων γέ τις·
ἂν μὲν λάβῃ τοῦτʼ «ἀπέθανʼ, ἄνθρωπος γὰρ ἦν,»
τοσοῦτο γέγονε τὸ κακὸν ἡλίκον περ ἦν.
ἐὰν δʼ «ἀβίωτος ὁ βίος, οὐκ ἔτʼ ὄψομαι,
ἀπόλωλʼ,» ἐν ἑαυτῷ τοῦτʼ ἐὰν σκοπῇ, κακὰ
πρὸς τοῖς κακοῖσιν οὗτος ἕτερα συλλέγει.
ὁ δὲ τῷ λογισμῷ πάντα παρʼ ἑαυτῷ σκοπῶν
τὸ κακὸν ἀφαιρεῖ τἀγαθὸν δὲ λαμβάνει.
Ἤκουσα τούτων αὐτός, οὐδὲ φύεται
αὐτόματον ἀνθρώποισιν, ὦ βέλτιστε, νοῦς
ὥσπερ ἐν ἀγρῷ θύμος· ἐκ δὲ τοῦ λέγειν τε καὶ
ἑτέρων ἀκούειν καὶ θεωρῆσαι …
κατὰ μικρὸν ἀεί, φασί, φύονται φρένες.
Ἀεὶ τὸ πλουτεῖν συμφορὰς πολλὰς ἔχει,
φθόνον τʼ ἐπήρειάν τε καὶ μῖσος πολύ,
πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας,
πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου.
ἔπειτα μετὰ ταῦτʼ εὐθὺς εὑρέθη θανών,
ἄλλοις καταλείψας εἰς τρυφὴν τὴν οὐσίαν.
ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω,
ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον,
καὶ μήτʼ ἔχειν πλοῦτόν με μήτε πράγματα·
πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά.
Ὦ τρισμακάρια πάντα καὶ τρισόλβια
τὰ θηρίʼ, οἷς οὐκ ἔστι περὶ τούτων λόγος·
οὔτʼ εἰς ἔλεγχον οὐδὲν αὐτῶν ἔρχεται,
οὔτʼ ἄλλο τοιοῦτʼ οὐδέν ἐστʼ αὐτοῖς κακὸν
ἐπακτόν, ἣν δʼ ἂν εἰσενέγκηται φύσιν
ἕκαστον, εὐθὺς καὶ νόμον ταύτην ἔχει.
ἡμεῖς δʼ ἀβίωτον ζῶμεν ἄνθρωποι βίον·
δουλεύομεν δόξαισιν, εὑρόντες νόμους,
προγόνοισιν, ἐγγόνοισιν. οὐκ ἔστʼ ἀποτυχεῖν
κακοῦ, πρόφασιν δʼ ἀεί τινʼ ἐξευρίσκομεν.
Νὴ τὸν Δία τὸν μέγιστον ᾤμην, Σωσία,
ἐγὼ πρότερον μὲν τοὺς πένητας ζῆν μόνον
ὀδυνωμένους, τῶν πλουσίων δὲ τὸν βίον
ἱλαρόν τινʼ εἶναι καὶ φέρειν εὐθυμίαν·
νυνὶ δὲ διαφέροντα τοῖς καθʼ ἡμέραν
δαπανήμασιν δὴ τὸν βίον ὁρῶ μόνον,
λύπας δʼ ἔχοντας μείζονας τοὺς μείζονας.
Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν,
ἀλλʼ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται·
οὐδʼ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο,
ἀλλʼ ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων,
ἔχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως·
οὐδʼ ὅς γε ταῦτα πάντα διατηρεῖ μόνον,
ἀλλʼ ὅστις ἄδολον γνησίαν τʼ ἔχων φύσιν
εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει.
Τὸν μὴ λέγοντα τῶν δεόντων μηδὲ ἓν
μακρὸν νόμιζε, κἂν δύʼ εἴπῃ συλλαβάς,
τὸν δʼ εὖ λέγοντα μὴ νόμιζʼ εἶναι μακρόν,
μηδʼ ἂν σφόδρʼ εἴπῃ πολλὰ καὶ πολὺν χρόνον.
τεκμήριον δὲ τοῦδε τὸν Ὅμηρον λάβε·
οὗτος γὰρ ἡμῖν μυριάδας ἐπῶν γράφει,
ἀλλʼ οὐδὲ εἷς Ὅμηρον εἴρηκεν μακρόν.
Ἐγὼ τὸν ἀγρὸν ἰατρὸν ἐλελήθειν ἔχων·
τρέφει γὰρ οὗτος ὥσπερ ἀρρωστοῦντά με,
σιτάρια μικρὰ προσφέρων οἴνου θʼ ὅσον
ὀσμήν, λαχάνων τʼ ἀεί τι καὶ νὴ τὸν Δία
τὰ πετραῖα ταῦτʼ ὀψάρια, κάππαριν, θύμον,
ἀσπάραγον, αὐτὰ ταῦτα· καὶ δέδοικα μὴ
λίαν ἀπισχναίνων με ποιήσῃ νεκρόν.
Ὅταν δὲ παρατηροῦντʼ ἴδω τίς ἔπταρεν
ἢ τίς ἐλάλησεν, ἢ τίς ἐστιν ὁ προϊὼν
σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ.
αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται
ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει.
τὰ πράγμαθʼ ὡς πέφυκεν οὕτως γίγνεται.
Μὴ
λύπει σεαυτόν, τοῦτο γιγνώσκων ὅτι,
ὅταν πότʼ ἀνθρώποισιν ἡ τύχη γελᾷ,
πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται·
ὅταν δὲ δυστυχῇ τις, οὐδʼ εὐφραίνεται.
Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη.
Πρόσεστι δὲ τῷ πένητι ἀπιστία,
κἂν σοφὸς ὑπάρχῃ κἂν λέγῃ τι συμφέρον·
ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ,
δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν ἀσφαλές.
Ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς,
οὐδέποτʼ ἐπείσθην, οὐδὲ νῦν πεισθήσομαι,
ὡς τοῦτʼ ἐγένετʼ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν
τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους
οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα,
προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.
Ὅταν ξενισθῇς ἐν πόλει πρὸς τὸν φίλον,
ἐν ταῖς περισσαῖς καὶ πυκναῖς ὁμιλίαις,
ἐὰν μεγίστην ὁ φίλος ἣν λέγῃ πόλιν,
σὺ τὴν ἑαυτοῦ πατρίδα μὴ σύγκρινʼ, ἐπεὶ
ἐχθροὺς ποιοῦσι τοὺς φίλους αἱ συγκρίσεις.
Καλῶς ποιήσας οὐ καλῶς ὠνείδισας,
ἔργον καθεῖλες πλούσιον πτωχῷ λόγῳ.
Καυχώμενος τὸ δῶρον ὃ δέδωκας φίλῳ
ἔργῳ στρατηγὸς γέγονας, ἐν λόγῳ φονεύς.
Ὡς εὐφυὲς ζῷον κοχλίας νὴ τὸν θεόν.
ὅταν πονηρῷ περιπέσῃ τῷ γείτονι,
τὸν οἶκον ἄρας εἰς ἕτερον πορεύεται,
νέμεται δʼ ἀμέριμνος τοὺς κακοὺς φεύγων ἀεί.
Ὃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν·
οὐ γὰρ δυνήσῃ φεύγειν ὅ σε δεῖ παθεῖν·
τὸ πεπρωμένον γὰρ οὐ μόνον βροτοῖς
ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τὸν οὐρανόν.
Εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν
μνήματα παρελθὼν καὶ τάφους ἀνθρωπίνους,
τούτων ἕκαστος ἔλεγεν «εἰς ὥρας ἐγὼ
πλεύσω, φυτεύσω, τοῖχον ἄρας κτήσομαι.»
Ἂν γνῷς τί ἐστʼ ἄνθρωπος, εὐδαίμων ἔσει.
τέθνηκέ τις, μὴ δεινὸν ἔστω τοῦτό σοι.
κεκύηκέ τις, οὐ κεκύηκέ τις· ἠτύχηκέ τις·
βήττει τις· οἰμώζει τις· ἡ φύσις φέρει
ἅπαντα ταῦτα. φεῦγε τὰς λύπας μόνον.
Ἄνθρωπος εἶ δήπουθεν, ὧν ἐστʼ οὐδὲ εἷς
ᾧ μὴ κακόν τι γέγονεν ἢ γενήσεται,
ὁ ποιῶν δʼ ἐλάχιστον τὸ γεγενημένον κακόν,
ἀμφότερον οὗτος εὐτυχεῖ τε καὶ φρονεῖ.
Τί ποτʼ ἐστὶν ἆρα διότι βούλεταί μʼ ἰδεῖν;
ἢ καθάπερ οἱ νοσοῦντες ἀλγοῦντες σφόδρα,
τὸν ἰατρὸν ἂν ἴδωσιν, οὐκ ἀλγοῦσʼ ἔτι,
οὕτως, ἐπάν τις τυγχάνῃ λυπούμενος,
ἧττον ὀδυνᾶται, φίλον ἐὰν παρόντʼ ἴδῃ;
Ἆρʼ ἐστὶ τοῖς νοσοῦσι χρήσιμος λόγος.
Ὡς σπληνίον πρὸς ἕλκος οἰκείως τεθὲν
τὴν φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος
εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων
εὐψυχίαν παρέσχε τῷ λυπουμένῳ.
Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή·
πλεῖον γὰρ οὐδὲν ἄλλο τοῦ ζητεῖν ἔχεις.
εἴτʼ ἔστιν εἴτʼ οὐκ ἔστι μὴ βούλου μαθεῖν,
ὡς ὄντα τοῦτον καὶ παρόντʼ ἀεὶ σέβου.
Σοὶ γὰρ τίς ἐστιν, εἰπέ μοι, παρρησία;
σὺ λαλεῖς ἐν ἀνθρώποισιν ὡς ἄνθρωπος ὤν,
τὸ δʼ ὅλον περιπατεῖς, ἢ τὸν αὐτὸν ἀέρα
ἑτέροισιν ἕλκεις, εἰπέ μοι, τοιοῦτος ὤν;
Πολλῶν φύσει τοῖς πᾶσιν αἰτία κακῶν
λύπη· διὰ λύπην καὶ μανία γὰρ γίγνεται
πολλοῖσι καὶ νοσήματʼ οὐκ ἰάσιμα·
αὑτούς τʼ ἀνῃρήκασι διὰ λύπην τινές,
ἐπὰν τὸ λυποῦν πλεῖον ἢ τὸ σῶζον ᾖ.
Δικαιότατον κτῆμʼ ἐστὶν ἀνθρώποις ἀγρός·
ὧν ἡ φύσις δεῖται γὰρ ἐπιμελῶς φέρει,
πυρούς, ἔλαιον, οἶνον, ἰσχάδας, μέλι·
τὰ δʼ ἀργυρώματʼ ἐστὶν ἥ τε πορφύρα
εἰς τοὺς τραγῳδοὺς εὔθετʼ, οὐκ εἰς τὸν βίον.
Πολλάκις ἔχων τις οὐδὲ τἀναγκαῖα νῦν
αὔριον ἐπλούτησʼ, ὥστε χἁτέρους τρέφειν.
Θησαυρὸν εὑρὼν σήμερόν τις αὔριον
ἅπαντα τἀκ τῆς οἰκίας ἀπώλεσεν.
Σύρα, Σύρα. Β. τί ἐστι; Α. πῶς ἡμῖν ἔχεις;
Β. μηδέποτʼ ἐρώτα τοῦτʼ, ἐπὰν γέροντʼ ἴδῃς
ἢ γραῦν τινʼ· ἴσθι δʼ εὐθὺς ὅτι κακῶς ἔχει.
Ἐξιὼν
γυναικὸς ἐξόπισθʼ ἐλευθέρας βλέπω
μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν
ἐκ τοῦ Πλαταϊκοῦ, παρακολουθοῦντα τε
ταύτῃ κατιλλώπτειν τινά.
Μῦς λευκός, ὅταν αὐτήν τις — ἀλλʼ αἰσχύνομαι
λέγειν —, κέκραγε τηλικοῦτον εὐθὺς ἡ
κατάρατος, ὥστʼ οὐκ ἔστι πολλάκις λαθεῖν.
Τὸν βολβόν, εἰ βούλει, σκόπει
ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι,
σήσαμον, ἔλαιον, κρόμμυον, ὄξος, σίλφιον·
αὐτὸς δʼ ἐφʼ αὑτοῦ ʼστιν πονηρὸς καὶ πικρός.
Βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά.
Β. τίς ἐσθʼ ὁ βουνός; ἵνα σαφῶς σου μανθάνω.
Χαλεπόν γʼ ἀκροατὴς ἀσύνετος καθήμενος·
ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται.
Ἀλλʼ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
ἄνθρωπος ἠράσθη τις, εἶτʼ εἰς τὸν νεὼν
κατέκλεισεν αὑτόν.
Ἐὰν γέρων γένηται πλούσιος γεγώς,
καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον.
ἔχει γὰρ χειραγωγὸν τὸν πλοῦτον ὁ γέρων.
Ὦ γέρον, ἐπὰν ἴδῃς γέροντα καὶ μόνον,
μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει.
καλὸν τὸ θνήσκειν ἐστὶν ἐπὶ τούτῳ λέγειν.
Ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ,
οὐδεὶς ἑαυτῷ ὃ θέλει βουλεύεται·
θνήσκει δʼ ὁ θνήσκων κατʼ ἰδίαν εἱμαρμένην.
Κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει·
φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτέ,
ἡ δʼ αὖ τύχη τὸ σῶμα κατεδουλώσατο.
Εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες
αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες,
ἀπηγξάμην ἂν ὥστʼ ἰδεῖν Εὐριπίδην.
Σφίγγʼ ἄρρενʼ, οὐ μάγειρον εἰς τὴν οἰκίαν
εἴληφʼ· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,
ὧνπερ λέγει συνίημι· καινὰ ῥήματα
πεπορισμένος γάρ ἐστι.
Ἐκ τῶν λόγων μὴ κρῖνε, Κλειτοφῶν, σοφὸν
ἢ χρηστὸν ἄνδρα· τὸν βίον ἐξέταζʼ ἀεί·
πολλοὶ γὰρ εὖ λέγουσιν ἀδικίας χάριν,
τὰ δʼ ἔργʼ ἔχουσι φαῦλα κοὐ φρονοῦσιν εὖ.
Ἂν οἷς ἔχομεν τούτοισι μηδὲ χρώμεθα,
ἃ δʼ οὐκ ἔχομεν ζητῶμεν, ὧν μὲν διὰ τύχην
ὧν δὲ διʼ ἑαυτοὺς ἐσόμεθʼ ἐστερημένοι·
εἰ δʼ εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δʼ ὅμως τι τῶν καλῶν πειράσεται,
ἐγὼ μὲν αὐτὸν οὔποτʼ ὄλβιον καλῶ,
φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.
Τί ζῆν ὄφελος ᾧ μή ʼστι τὸ ζῆν εἰδέναι;
Β. ἀλλʼ οἶνος ἦν· οὐδεὶς δὲ μεθύων, ἂν σκοπῇς,
ὃς οὐχὶ δοῦλός ἐστι τοῦ πεπωκέναι·
ὅσα μʼ οὗτος ἠνάγκαζεν, ἐποίουν ταῦτʼ ἐγώ.
ὁ πονηρὸς οἶνος οὗτός ἐστι, Νικοφῶν.
Ὁ φθόνος ἐν ἑαυτῷ τοῦθʼ ἓν ἐπιεικῶς ποιεῖ·
τὸν αἱρετιστὴν ὄντα τῶν αὐτοῦ τρόπων
λυμαίνεται μάλιστα διὰ παντὸς συνών.
Ἀγαθῆς γυναικός ἐστιν, ὦ Νικοστράτη,
μὴ κρείττονʼ εἶναι τἀνδρὸς ἀλλʼ ὑπήκοον·
γυνὴ δὲ νικῶσʼ ἄνδρα κακόν ἐστιν μέγα.
Οὐκ ἂν δύναιο μὴ γενέσθαι, δέσποτα,
ἄνθρωπος ὢν ἄνθρωπος· ἄλλως οὖν βοᾷς.
τὸν ζῶντʼ ἀνάγκη πόλλʼ ἔχειν ἐστὶν κακά.
Οὔτε γὰρ ἰατρὸς οὐδὲ εἷς, ἂν εὖ σκοπῇς,
τοὺς αὐτὸς αὑτοῦ βούλεθʼ ὑγιαίνειν φίλους,
οὔτε στρατιώτης πόλιν ὁρᾶν ἄνευ κακοῦ.
Οὕτως ἄνανδρος γέγονας; οὐκ εὐψυχία
τοῦτʼ ἐστὶν ὃ ποιεῖς νῦν γάρ, ἀλλʼ ἀνανδρία
τὸ μὴ δύνασθαι καρτερεῖν λυπούμενον.
Ἐγὼ δὲ λυποῦμαι μὲν εἰς ὑπερβολὴν
ἐπὶ τοῖς παροῦσιν, ἐν δὲ τῇ λύπῃ φρονῶ.
τοῦτο τό με τηροῦν ἐστι κἄνθρωπον ποιοῦν.
Οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεός,
οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον, ὃ γίγνεται
ὡς ἔτυχʼ ἑκάστῳ, προσαγορεύεται τύχη.
Ὁρῶσι πάντες πρῶτον, εἶτʼ ἐθαύμασαν,
ἔπειτʼ ἐπεθεώρησαν, εἶτʼ εἰς ἐλπίδα
ἐνέπεσον· οὕτω γίγνετʼ ἐκ τούτων ἔρως.
Παρὰ τοῦ βασιλέως γράμμαθʼ ἥκει σοι Μάγα.
Β. Μάγας, κακόδαιμον, γράμματʼ οὐκ ἐπίσταται.
Οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία,
πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους.
Ἐκ τοῦ παθεῖν γίγνωσκε καὶ τὸ συμπαθεῖν·
καὶ σοὶ γὰρ ἄλλος συμπαθήσεται παθών.
Τῇ γῇ δανείζειν κρεῖττόν ἐστιν ἢ βροτοῖς,
ἥτις τόκους δίδωσιν οὐ λυπουμένη.
Ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται
συνειδόθʼ αὑτῷ φαῦλα διαπεπραγμένῳ,
πῶς τόν γε μηδὲν εἰδότʼ αἰσχυνθήσεται;
Μαθημάτων φρόντιζε μᾶλλον χρημάτων·
τὰ γὰρ μαθήματʼ εὐπορεῖ τὰ χρήματα.
Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ φάνῃς φίλου·
ἔλπιζε δʼ αὐτὸν πάλιν ἂν εἶναί σου φίλον.
Λύουσιν ἡμῶν συμφοραὶ τὰς συμφοράς,
παρηγοροῦσαι τὰ κακὰ διʼ ἑτέρων κακῶν.
Καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ,
ἵνʼ ἐγκρατὴς ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος.
Μὴ νουθέτει γέρονθʼ ἁμαρτάνοντά τι·
δένδρον παλαιὸν μεταφυτεύειν δύσκολον.
Ὦ Πάμφιλʼ, ὁ χρόνος οὐ μόνον τὰ σώματα
αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα.
Ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης,
πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος.
Ὅσα διὰ τοὺς πράττοντας αὐτοὺς γίγνεται,
οὐδενὶ πρόσεστιν οὐδὲ κοινωνεῖ τύχη.
Ἐπὰν ὁ νοῦς ᾖ μὴ καθιστηκώς τινι,
οὐκ ἔστʼ ἀκούειν οὐδὲν αὐτὸν οὐδʼ ὁρᾶν.
Μαινόμεθα πάντες, ὁπόταν ὀργιζώμεθα.
Τὸ γὰρ κατασχεῖν ἐστι τὴν ὀργὴν πόνος.
Τὸ γνῶθι σαυτὸν οὐ μάτην εὖ ἴσθʼ ὅτι
τὸ ῥῆμα τοῦτο δόξαν ἐν Δελφοῖς ἔχει.
Ὡς ἡδέως μοι γέγονε τὰ πρότερον κακά·
εἰ μὴ τότʼ ἐπόνουν, νῦν ἂν οὐκ εὐφραινόμην.
Πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνον,
ὅπως ἀκούων πολλὰ μηδὲ ἓν μάθω.
Στρατιῶτα, κοὐκ ἄνθρωπε, καὶ σιτούμενε
ὥσπερ ἱερεῖον, ἵνʼ ὅταν ᾖ καιρὸς τυθῇς.
Ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν,
ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον.
Ἔτεκές με, μῆτερ, καὶ γένοιτό σοι τέκνων
ὄνησις, ὥσπερ καὶ δίκαιόν ἐστί σοι.
Τοιοῦτος ὁ βίος ἐστὶν ἀνθρώπου, γύναι,
εὐφραινόμεσθʼ ἔλαττον ἢ λυπούμεθα.
Πόλλʼ ἔστιν ἐν πολλαῖσιν οἰκίαις κακά,
ἃ καλῶς ὅταν ἐνέγκῃς ἀγαθὰ γενήσεται.
Ἐνταῦθʼ ἀνὴρ γάρ ἐστιν ἀνδρὸς διάφορος,
ἐν τῷ τό τε κακὸν εὖ φέρειν καὶ τἀγαθόν.
Αἰτῶ δʼ ὑγίειαν πρῶτον, εἶτʼ εὐπραξίαν,
τρίτον δὲ χαίρειν, εἶτʼ ὀφείλειν μηδενί.
Ὅστις πένης ὢν ζῆν παρʼ ὃ ζῆν βούλεται·
ἡ γὰρ σπάνις πρόχειρος εἰς τὸ δρᾶν κακά.
Οὕτως, ὅταν ἐμπέσῃ τις εἰς τὸν νοῦν φόβος,
κἀκ τοῦ καθεύδειν οὗτος οὐκ ἐξέρχεται.
Ἀγαθὴ γὰρ ἡ λύπη καθʼ αὑτῆς ἀναπλάσαι
ἀτεχνῶς διπλάσια τῆς ἀληθείας κακά.
Μὴ λέγʼ ὅτι δώσεις· οὐ δίδωσι γὰρ λέγων,
καὶ τὴν ἀπʼ ἄλλων ἐμποδίζεται δόσιν.
Πονηρὸς ἂν ᾖ δοῦλος εὑρήσει δίκην·
σὺ μὴ γενηθῇς τῆς δίκης προηγέτης.
Μηδέποτε μέμφου τὴν τύχην, εἰδὼς ὅτι
καιρῷ πονηρῷ καὶ τὰ θεῖα δυστυχεῖ.
Ἅπαν διδόμενον δῶρον, εἰ καὶ μικρὸν ᾖ,
μέγιστόν ἐστι μετʼ εὐνοίας διδόμενον.
Ἐὰν γυνὴ γυναικὶ κατʼ ἰδίαν ὁμιλεῖ,
μεγάλων κακῶν θησαυρὸς ἐξορύσσεται.
Σαπρὰν γυναῖκα δʼ ὁ τρόπος εὔμορφον ποιεῖ.
πολύ γε διαφέρει σεμνότης εὐμορφίας.
Γνώμην πονηρὰν τῇ γυναικὶ μὴ δίδου·
ἐλαφρὸν τὸ γένος γάρ ἐστι καὶ λίαν κακόν.
Ὅταν τινὰ τάφον στεφανοῖς κόσμῳ ποικίλῳ,
τὸ ζῆν τὸ σαυτοῦ στεφάνοις παρηγόρει.
Ζῶν γὰρ ἀσκοῦ σαυτῷ στεφάνων καὶ μύρα·
χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθʼ ἡδονῆς.
Ἂν γὰρ μέχρι νεφῶν τὴν ὀφρὺν ἀνασπάσῃς,
ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.
Μὴ λέγε ἐκφυγὼν θάνατον ὅτι καὶ φεύξομαι πάλιν·
ὡς γὰρ πέφευγας προσδόκα καὶ μὴ φυγεῖν.
Ἐὰν ὁρῶν πένητα γυμνὸν ἐνδύσῃς,
μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς.
Μὴ λέγε τίς ἦσθα πρότερον, ἀλλὰ νῦν τίς εἶ.
Πρὸς τὴν παροῦσαν πάντοθʼ ἁρμόζου τύχην.
Ἀνὴρ γυναικὸς λαμβάνων συμβουλίαν
πεσεῖν δεδοικώς, βούλεται πάλιν πεσεῖν.
Τί ἐστιν ὁ θεὸς οὐ θέλει σε μανθάνειν·
ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων.
Ὁ γῆρας αἰτῶν παρὰ θεῶν ἁμαρτάνει·
τὸ γὰρ πολὺ γῆρας ἐσχάτων πολλῶν γέμει.
Γέρων γενόμενος μὴ φρόνει νεώτερα,
μηδʼ εἰς ὄνειδος ἕλκε τὴν σεμνὴν πολιάν.
Οὐχ ἡ πόλις σου τὸ γένος εὐγενὲς ποιεῖ,
σὺ δʼ εὐγενίζεις τὴν πόλιν πράσσων καλῶς.
Οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς
ἔχουσιν εἰς σωτηρίαν.
Δύʼ εἰ λάβοι
τάλαντα, χρυσοῦς ἓξ ἔχων ἀποίσεται.
Νόμῳ τεθαύμακʼ, οὐκ ἐπεὶ
πέπλευκεν, ἀλλʼ εἰ δὶς πέπλευκεν.
Ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων.
Κροίσῳ λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ.
Σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι.
Χρόνος δίκαιον ἄνδρα μηνύει ποτέ.
Χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει.
Ἄλλος κατʼ ἄλλην δαιμονίζεται τύχην.
Ἅπας πονηρὸς οἶνος ὁ πολύς ἐστʼ ἀεί.
Ἐμέθυον· ἱκανὴ πρόφασις εἰς θἁμαρτάνειν.
Ἄνθρωπος ὢν τοῦτʼ ἴσθι καὶ μέμνησʼ ἀεί.
Ἐκ τοῦ φιλοπονεῖν γίγνεθʼ ὧν θέλεις κρατεῖν.
Ἀθάνατόν ἐστι κακὸν ἀναγκαῖον γυνή.
Τὸν δὲ μόνον ὄντα καὶ κακὴ τύχη τρέφει.
Γαμεῖν ὃς ἐθέλει εἰς μετάνοιαν ἔρχεται.
Βίον καλὸν ζῇς, ἂν γυναῖκα μὴ ἔχῃς.
Βούλου γονεῖς πρὸ παντὸς ἐν τιμαῖς ἔχειν.
Ἡδύ γε πατὴρ τέκνοισιν εἰ στοργὴν ἔχοι.
Θανεῖν ἄριστόν ἐστιν ἢ ζῆν ἀθλίως.
Νόσον πολὺ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν.
Κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε.
Εἰς χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς.
Ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται.
Πλοῦτον μεταλήψεθʼ ἕτερον οὐχὶ τὸν τρόπον.
Ἡ μὲν χελιδὼν τὸ θέρος, ὦ γύναι, λαλεῖ.
Μεθύει, διαγραμμίζει, κυβεύει.
Μεμίσθωταί με δείλης πρωΐας.
Πάνθʼ ὁ χρόνος ὁ μέγας μαραίνει.
Ἀλλʼ ἀπόλλυμαι
κατὰ μυὸς ὄλεθρον.
Οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε,
τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ
καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντʼ εἰς χρόνον
πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;
ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθʼ ὁρᾷ·
καὶ γὰρ καθʼ Ἅιδην δύο τρίβους νομίζομεν,
μίαν δικαίων χἁτέραν ἀσεβῶν ὁδόν·
εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν,
ἅρπαζʼ ἀπελθών, κλέπτʼ, ἀποστέρει, κύκα.
μηδὲν πλανηθῇς· ἔστι κἀν Ἅιδου κρίσις
ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης,
οὗ τοὔνομα φοβερόν, οὐδʼ ἂν ὀνομάσαιμʼ ἐγώ,
ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίου
δίδωσι.
Θεὸν δὲ ποῖον εἰπέ μοι νοητέον;
Β. τὸν πάνθʼ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον.