eul_wid: eco-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Food and Theater by Strattis the Comic Poet

The comic fragments attributed to Strattis, an Athenian poet active from approximately 410 to 370 BCE, represent a modern thematic compilation of 109 passages drawn from his numerous lost plays. None of Strattis's comedies survive in complete form; these excerpts are preserved solely through quotation by later authors, most notably Athenaeus in his 2nd–3rd century CE work Deipnosophistae, with additional fragments found in ancient lexicons and scholarly commentaries. The collection is organised around two central preoccupations of Old Comedy: food and the theatre. Written in Attic Greek verse for performance at Athenian festivals, the fragments showcase Strattis's comedic technique through detailed, humorous descriptions of specific foods, dining practices, and metatheatrical commentary. The passages include parody of contemporary tragedians such as Euripides and burlesque treatments of mythological figures, offering valuable insight into the satirical range of Old Comedy beyond the extant works of Aristophanes. These fragments are instrumental for understanding the genre's diversity and its evolution toward the more literary and domestic concerns characteristic of Middle Comedy. The standard scholarly edition for these texts is Greek Comic Poets.

ΑΓΑΘΟΙ.
ΑΝΘΡΩΠΟΡΡΑΙΣΤΗΣ.
Καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν,
Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον
διέκναισʼ Ὀρέστην, Ἡγέλοχον τὸν Κιννάρου
μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.
Τῶν δὲ διδύμων ἐκγόνων
σεμιδάλιδος.
ΑΤΑΛΑΝΤΗ.
Καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακήν
εὑρεῖν με συκάζουσαν, εἶθʼ ἥκειν ταχύ
τὸν αὐλοτρύπην αὐτόν.
Ὑπογάστριον θύννου τι κἀκροκώλιον
δραχμῆς ὕειον.
ΖΩΠΥΡΟΣ ΠΕΡΙΚΑΙΟΜΕΝΟΣ.
ΙΦΙΓΕΡΩΝ.
ΚΑΛΛΙΠΠΙΔΗΣ.
Αὐτίκα δʼ ἥρπασε τεμάχη
θερμάς τε κάπρου φλογίδας, ἔβρυχέ τε πάνθʼ ἅμα.
ΚΙΝΗΣΙΑΣ.
Τὰ δʼ ἄλφιθʼ ὑμῖν πῶς ἐπώλουν; Β. τεττάρων
δραχμῶν μάλιστα τὸν κόφινον. Α. τί λέγεις; μέτρῳ
ἐχρῶντο κοφίνῳ;
Ἁλμυρόν θʼ ὕδωρ,
ἑτερόν τε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον.
ΛΗΜΝΟΜΕΔΑ.
Ἑρμῆς, ὃν ἔλκουσʼ οἱ μὲν ἐκ προχοιδίου,
οἱ δʼ ἐκ καδίσκου σʼ ἴσον ἴσῳ κεκραμένον.
Πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας.
Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν.
Ὑποδήματα σεαυτῷ πρίασθαι τῶν ἁπλῶν.
ΜΑΚΕΔΟΝΕΣ Η ΠΑΥΣΑΝΙΑΣ.
Τὸν πέπλον δὲ τοῦτον
ἕλκουσʼ ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι
εἰς ἄκρον ὥσπερ ἱστίον τὸν ἱστόν.
Ἡ σφύραινα δʼ ἐστὶ τίς;
Β. κέστραν μὲν ὕμμες ὡττικοὶ κικλήσκετε.
Ὑπογάστριά θʼ ἡδέα θύννων.
Α. Εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
Β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δέ
Κορίνθιαι· Λαῒς μὲν ἡδὶ Μεγακλέους.
Πνικτόν τι τοίνυν … ἔστω σοι συχνόν
τοιοῦτον.
Πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,
οὓς βόσκεθʼ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.
ΜΥΡΜΙΔΟΝΕΣ.
Ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα
ἁπαξάπασα γῆς στρατιαὶ σιδαρέων.
ΜΗΔΕΙΑ.
Καὶ λέγʼ ὅτι μύρον αὐτῇ φέρεις
τοιοῦτον, οἷον οὐ Μέγαλλος πώποτε
ἥψησεν, οὐδὲ Δεινίας Αἰγύπτιος
οὔτʼ εἶδεν οὔτʼ ἐκτήσατο.
Οἶσθʼ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου;
ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ.
ΠΟΤΑΜΙΟΙ.
Ὑμεῖς τε πάντες ἔξιτʼ ἐπὶ τὸ Πύθιον
ὅσοι πάρεστε, μὴ λαβόντες λαμπάδας
μηδʼ ἄλλο μηδὲν ἐχόμενον Φιλυλλίου.
ΠΥΤΙΣΟΣ.
Ἐγῷδα τοὐπίνικος ὀργισθεὶς ἔφη,
τῷ στόματι δράσω τοῦθʼ ὅπερ χοἰ Λέσβιοι.
ΤΡΩΙΛΟΣ.
ᾟ μήποτʼ, ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλῃς,
ἀλλὰ παραδοὺς τοῖς Λεσβίοις χαίρειν ἔα.
Ἐρινὸν οὖν τινʼ αὐτῆς πλησίον
νενόηκας ὄντα;
ΦΙΛΟΚΤΗΤΗΣ.
Κᾆτʼ εἰς ἀγορὰν ἐλθόντες ἁδρούς
ὀψωνοῦσιν μεγάλους τε φάγρους
καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
στρογγυλοπλεύρων.
Οὐδʼ ἐν κοπρίᾳ θησαυρὸν ἐκβεβλημένον.
ΦΟΙΝΙΣΣΑΙ.
Παραινέσαι δὲ σφῶν τι βούλομαι σοφόν·
ὅταν φακῆν ἕψητε, μὴ ʼπιχεῖν μύρον.
Εἶθʼ ἥλιος μὲν πείθεται τοῖς παιδίοις
ὅταν λέγωσιν «ἔξεχʼ ὦ φίλʼ ἥλιε.»
Ξυνίετʼ οὐδὲν πᾶσα Θηβαίων πόλις.
οὐδέν ποτʼ ἄλλʼ· οἳ πρῶτα μὲν τὴν σηπίαν
ὀπισθοτίλαν, ὡς λέγουσʼ, ὀνομάζετε,
τὸν ἀλεκτρυόνα δʼ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ
σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ
τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας,
τὴν ἔνθεσιν δʼ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν,
νεασπάτωτον δʼ ἤν τι νεοκάττυτον ᾖ.
ΧΡΥΣΙΠΠΟΣ.
Εἰ μηδὲ χέσαι γʼ αὐτῷ σχολὴ γενήσεται,
μηδʼ εἰς ἀσωτεῖον τραπέσθαι, μηδʼ ἐάν
αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδενί.
Πρόσαγε τὸν πῶλον ἀτρέμα προσλαβὼν
τὸν ἀγωγέα βραχύτερον· οὐχ ὁρᾷς ὅτι
ἔτʼ ἄβολός ἐστι;
ΨΥΧΑΣΤΑΙ.
Οἶνον γὰρ πιεῖν
οὐδʼ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον
ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.
Αἱ δʼ ἀλεκτρυόνες ἅπασαι
καὶ τὰ χοιρίδια τέθνηκε
καὶ τὰ μίκρʼ ὀρνίθια.
Ὁ δέ τις ψυκτῆρʼ, ὁ δέ τις κύαθον
χαλκοῦν κλέψας ἀπορῶν κεῖται,
κοτύλη δʼ ἀνὰ χοίνικα μάττει.
Σαννυρίωνος σκυτίνην ἐπικουρίαν.
Πῶς ἂν κομίσειέ μοί τις
θυμαλώπων ὧδε μεστὴν ἐσχάραν;
Πρασοκουρίδες, αἳ καταφύλλους
ἀνὰ κήπους πεντήκοντα ποδῶν
ἴχνεσι βαίνετʼ ἐφαπτόμεναι
ποδοῖν σατυριδίων μακροκέρκων
χοροὺς ἑλίσσουσαι παρʼ ὠκίμων
πέταλα καὶ θριδακινίδων
εὐόσμων τε σελίνων.
Ποῖ ποῖ, πρὸς θεῶν, ποῖ ποῖ γαλῆν;
γαληνά, ἐγὼ δʼ ᾤμην σε γαλῆν λέγειν ὁρῶ.
Οἶνος κοκκύζει τοῖς ὁδοιπόροις πιεῖν
μέλας Σκιάθιος ἴσον ἴσῳ κεκραμένος.
Τί ὅτι ὥσπερ οἱ σταδιοδρόμοι προανίστασαι;
Τὰ θυγάτρια
περὶ τὴν λεκάνην ἅπαντα περιπεπλιγμένα.