ΑΥΤΟΝ ΠΕΝΘΩΝ
εἰ δʼ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθʼ ἥκει φέρων
ὁ παῖς. Β. τί δʼ ἐστὶ τοῦτο, πρὸς θεῶν; Α. ῥυτὸν
δίκρουνον, ἡλίκον τι τρεῖς χωρεῖν χόας,
Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε
ἐν Κυψέλοις Ἀδαῖος.
ΣΥΝΤΡΟΦΟΙ
Ἐπικούρου δέ με
ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρʼ ᾧ
ἐν δύʼ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα
τάλαντʼ ἐγώ σοι κατεπύκνωσα τέτταρα.
Β. τοῦτο δὲ τί ἐστιν; εἰπέ μοι. Α. καθήγισα.
μάγειρος ἦν κἀκεῖνος, ὦ γῆ καὶ θεοί.
Β. ποῖος μάγειρος; Α. ἡ φύσις πάσης τέχνης
ἀρχέγονόν ἐστʼ. Β. ἀρχέγονον, ὦλιτήριε;
Α. οὐκ ἔστιν οὐδὲν τοῦ πονεῖν σοφώτερον,
πᾶν εὐχερές τε πρᾶγμα τοῦ λόγου τριβὴν
ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται.
διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον
μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα,
μᾶλλον δὲ κατέχοντα
καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες
ὡς ἐκ διατριβῆς. τοῦτο δεῖ γὰρ εἰδέναι,
τίνʼ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ,
γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει, πάλιν
ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι
ἰχθὺς ὑπὸ τροπάς τʼ ἐστὶ χρησιμώτατος.
αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακὸν
ἠλίβατόν ἐστʼ ἀνθρώποις ἀλλοιώματα
ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ
ληφθὲν καθʼ ὥραν ἀποδίδωσι τὴν χάριν.
τίς παρακολουθεῖ δʼ αὐτά; τοιγαροῦν στρόφοι
καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον
ἀσχημονεῖν ποιοῦσι. παρὰ δʼ ἐμοὶ τρέφει
τὸ προσφερόμενον βρῶμα, καὶ λεπτύνεται
ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους
ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται.
χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα τὰ
γινόμενα ποιεῖ τὸν φαγόντʼ ἀρθριτικόν.
Β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς.
Α. καὶ πᾶς ὁ φύσεως ἐντός. ἡ δʼ ἀπειρία
τῶν νῦν μαγείρων κατανόει, πρὸς τῶν θεῶν,
οἵα ʼστίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων
ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν
καὶ σήσαμʼ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν
ἕκαστον αὐτῶν κατὰ μέρος προσπαρδέτω.
Β. ὥς μοι κέχρησαι. Α. τί γὰρ ἂν εὖ γένοιτʼ ἔτι,
τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης
καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς;
τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης,
οὐ τὸ διανίζειν λοπάδας οὐδʼ ὄζειν καπνοῦ.
ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι.
Β. ἀλλὰ τί; Α. θεωρῶ πλησίον καθήμενος,
πονοῦσιν ἕτεροι δʼ, οἷς λέγω τὰς αἰτίας
καὶ τἀποβαῖνον· ὀξὺ τὸ περίκομμʼ, ἄνες.
Β. ἁρμονικὸς εἶ μάγειρος. Α. ἐπίτεινον τὸ πῦρ.
ὁμαλιζέτω τοῖς τάχεσιν· ἡ πρώτη λοπὰς
ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως. νοεῖς
τὸν τύπον; Β. Ἄπολλον, μέγα τι φαίνεθʼ ἡ τέχνη.
Α. εἶτʼ οὐδὲν εἰκῆ παρατίθημι, μανθάνεις;
βρῶμʼ, ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν.
Β. πῶς; Α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει
κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν.
ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα
καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω·
ἐνίοτʼ ἐφεστὼς παρακελεύομαι· πόθεν
ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα,
διάφωνον ἕλκεις· οὐχ ὑπερβήσει σοφόν;
Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν,
ἐμασᾶτʼ ἐπιμελῶς, εἶδε τἀγαθὸν μόνος
ἐκεῖνος οἷόν ἐστιν· οἱ δʼ ἐν τῇ στοᾷ
ζητοῦσι συνεχῶς οἷόν ἐστʼ οὐκ εἰδότες.
οὐκοῦν ὅ γʼ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
οὐδʼ ἂν ἑτέρῳ δοίησαν. Β. οὕτω συνδοκεῖ.
ἀφῶμεν οὖν τὰ λοιπά. δῆλα δὴ πάλαι.
ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ
νεανίας τις ἐσφαίριζεν εἷς
ἐτῶν ἴσως . . . ἑπτακαίδεκα,
Κῷος· θεοὺς γὰρ φαίνεθʼ ἡ νῆσος φέρειν.
ὃς ἐπεί ποτʼ ἐμβλέψειε τοῖς καθημένοις,
ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα
πάντες ἐβοῶμεν . . . . . . .
ἡ δʼ εὐρυθμία τό τʼ ἦθος ἡ τάξις θʼ ὅση
ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο.
πέρας ἐστὶ κάλλους, ἄνδρες. οὔτʼ ἀκήκοα
ἔμπροσθεν οὔθʼ ἑόρακα τοιαύτην χάριν.
κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον
ἔμεινα· καὶ νῦν δʼ οὐχ ὑγιαίνειν μοι δοκῶ.