ΔΥΣΚΟΛΟΣ
Πάν τῆς Ἀττικῆς νομίζετʼ εἶναι τὸν τόπον,
Φυλήν, τὸ νυμφαῖον δʼ ὅθεν προέρχομαι
Φυλασίων καὶ τῶν δυναμένων τὰς πέτρας
ἐνθάδε γεωργεῖν, ἱερὸν ἐπιφανὲς πάνυ.
τὸν ἀγρὸν δὲ τὸν ἐπὶ δεξίʼ οἰκεῖ τουτονὶ
Κνήμων, ἀπάνθρωπός τις ἄνθρωπος σφόδρα
καὶ δύσκολος πρὸς ἅπαντας, οὐ χαίρων τʼ ὄχλωι—
«ὄχλωι» λέγω; ζῶν οὗτος ἐπιεικῶς χρόνον
πολὺν λελάληκεν ἡδέως ἐν τῶι βίωι
οὐδενί, προσηγόρευκε πρότερος δʼ οὐδένα,
πλὴν ἐξ ἀνάγκης γειτνιῶν παριών τʼ ἐμὲ
τὸν Πᾶνα· καὶ τοῦτʼ εὐθὺς αὐτῶι μεταμέλει,
εὖ οἶδʼ. ὅμως οὖν, τῶι τρόπωι τοιοῦτος ὤν,
χήραν γυναῖκʼ ἔγημε, τετελευτηκότος
αὐτῆι νεωστὶ τοῦ λαβόντος τὸ πρότερον
ὑοῦ τε καταλελειμμένου μικροῦ τότε.
ταύτηι ζυγομαχῶν οὐ μόνον τὰς ἡμέρας
ἐπιλαμβάνων δὲ καὶ τὸ πολὺ νυκτὸς μέρος
ἔζη κακῶς. θυγάτριον αὐτῶι γίνεται·
ἔτι μᾶλλον. ὡς δʼ ἦν τὸ κακὸν οἷον οὐθὲν ἂν
ἕτερον γένοιθʼ, ὁ βίος τʼ ἐπίπονος καὶ πικρός,
ἀπῆλθε πρὸς τὸν ὑὸν ἡ γυνὴ πάλιν
τὸν πρότερον αὐτῆι γενόμενον. χωρίδιον
τούτωι δʼ ὑπάρχον ἦν τι μικρὸν ἐνθαδὶ
ἐν γειτόνων, οὗ διατρέφει νυνὶ κακῶς
τὴν μητέρʼ, αὑτόν, πιστὸν οἰκέτην θʼ ἕνα
πατρῶιον. ἤδη δʼ ἐστὶ μειρακύλλιον
ὁ παῖς ὑπὲρ τὴν ἡλικίαν τὸν νοῦν ἔχων·
προάγει γὰρ ἡ τῶν πραγμάτων ἐμπειρία.
ὁ γέρων δʼ ἔχων τὴν θυγατέρʼ αὐτὸς ζῆι μόνος
καὶ γραῦν θεράπαιναν, ξυλοφορῶν σκάπτων τʼ, ἀεὶ
πονῶν, ἀπὸ τούτων ἀρξάμενος τῶν γειτόνων
καὶ τῆς γυναικὸς μέχρι Χολαργέων κάτω
μισῶν ἐφεξῆς πάντας. ἡ δὲ παρθένος
γέγονεν ὁμοία τῆι τροφῆι τις, οὐδὲ ἓν
εἰδυῖα φλαῦρον. τὰς δὲ συντρόφους ἐμοὶ
Νύμφας κολακεύουσʼ ἐπιμελῶς τιμῶσά τε
πέπεικεν αὐτῆς ἐπιμέλειαν σχεῖν τινα
ἡμᾶς· νεανίσκον τε καὶ μάλʼ εὐπόρου
πατρὸς γεωργοῦντος ταλάντων κτήματα
ἐνταῦθα πολλῶν, ἀστικὸν τῆι διατριβῆι,
ἥκοντʼ ἐπὶ θήραν μετὰ κυνηγέτου τινὸς
… υ κατὰ τύχην παραβαλόντʼ εἰς τὸν τόπον
… ἔχειν πως ἐνθεαστικῶς ποῶ.
ταῦτʼ ἐστὶ τὰ κεφάλαια, τὰ καθʼ ἕκαστα δὲ
ὄψεσθʼ ἐὰν βούλησθε—βουλήθητε δέ.
καὶ γὰρ προσιόνθʼ ὁρᾶν δοκῶ μοι τουτονὶ
τὸν ἐρῶντα τόν τε συγκυνηγέτην ἅμα,
αὑτοῖς ὑπὲρ τούτων τι συγκοινουμένους.
Χαιρέας τί φήις; ἰδὼν ἐνθένδε παῖδʼ ἐλευθέραν
τὰς πλησίον Νύμφας στεφανοῦσαν, Σώστρατε,
ἐρῶν ἀπῆλθες εὐθύς; Σώστρατος εὐθύς. Χαιρέας ὡς ταχύ.
ἦ τοῦτʼ ἐβεβούλευσʼ ἐξιών, ἐρᾶν τινος;
Σώστρατος σκώπτεις· ἐγὼ δὲ, Χαιρέα, κακῶς ἔχω.
Χαιρέας ἀλλʼ οὐκ ἀπιστῶ. Σώστρατος διόπερ ἥκω παραλαβὼν
σὲ πρὸς τὸ πρᾶγμα, καὶ φίλον καὶ πρακτικὸν
κρίνας μάλιστα. Χαιρέας πρὸς τὰ τοιαῦτα, Σώστρατε,
οὕτως ἔχω· παραλαμβάνει τις τῶν φίλων
ἐρῶν ἑταίρας· εὐθὺς ἁρπάσας φέρω,
μεθύω, κατακάω, λόγον ὅλως οὐκ ἀνέχομαι·
πρὶν ἐξετάσαι γὰρ ἥτις ἐστί, δεῖ τυχεῖν.
τὸ μὲν βραδύνειν γὰρ τὸν ἔρωτʼ αὔξει πολύ,
ἐν τῶι ταχέως δʼ ἔνεστι παύσασθαι ταχύ.
γάμον λέγει τις καὶ κόρην ἐλευθέραν·
ἕτερος τίς εἰμʼ ἐνταῦθα· πυνθάνομαι γένος,
βίον, τρόπους. εἰς πάντα τὸν λοιπὸν χρόνον
μνείαν γὰρ ἤδη τῶι φίλωι καταλείπομαι
ὡς ἂν διοικήσω περὶ ταῦτα. Σώστρατος καὶ μάλʼ εὖ
οὐ πάνυ δʼ ἀρεσκόντως ἐμοί. Χαιρέας καὶ νῦν γε δεῖ
ταῦτα διακοῦσαι πρῶτον ἡμᾶς. Σώστρατος ὄρθριον
τὸν Πυρρίαν τὸν συγκυνηγὸν οἴκοθεν
ἐγὼ πέπομφα— Χαιρέας πρὸς τίνα; Σώστρατος αὐτῶι τῶι πατρὶ
ἐντευξόμενον τῆς παιδὸς ἢ τῶι κυρίωι
τῆς οἰκίας ὅστις ποτʼ ἐστίν. Χαιρέας Ἡράκλεις,
οἷον λέγεις. Σώστρατος ἥμαρτον· οὐ γὰρ οἰκέτηι
ἥρμοττʼ ἴσως τὸ τοιοῦτό γʼ. ἀλλʼ οὐ ῥάιδιον
ἐρῶντα συνιδεῖν ἐστι τί ποτε συμφέρει·
καὶ τὴν διατριβὴν ἥτις ἔστʼ αὐτοῦ πάλαι
τεθαύμακʼ· εἰρήκειν γὰρ εὐθὺς οἴκαδε
αὐτῶι παρεῖναι πυθομένωι τἀνταῦθά μοι.
Πυρρίας πάρες, φυλάττου, πᾶς ἄπελθʼ ἐκ τοῦ μέσου·
μαίνεθʼ ὁ διώκων, μαίνεται. Σώστρατος τί τοῦτο, παῖ;
Πυρρίας φεύγετε. Σώστρατος τί ἐστι; Πυρρίας βάλλομαι βώλοις, λίθοις·
ἀπόλωλα. Σώστρατος βάλλει; ποῖ, κακόδαιμον; Πυρρίας οὐκέτι
ἴσως διώκει; Σώστρατος μὰ Δία. Πυρρίας ἐγὼ δʼ ὤιμην. Σώστρατος τί δαὶ
λέγεις; Πυρρίας ἀπαλλαγῶμεν, ἱκετεύω σε. Σώστρατος ποῖ;
Πυρρίας ἀπὸ τῆς θύρας ἐντεῦθεν ὡς πορρωτάτω.
Ὀδύνης γὰρ ὑὸς ἦν· κακοδαιμονῶν τις ἢ
μελαγχολῶν ἅνθρωπος οἰκῶν ἐνθαδὶ
τὴν οἰκίαν πρὸς ὅν μʼ ἔπεμπες
μεγάλου κακοῦ· τοὺς δακτύλους κατέαξα γὰρ
σχεδόν τι προσπταίων ἅπαντας Σώστρατος
ἐλθών; Πυρρίας τί; πεπαρώινηκε. δεῦρο Σώστρατος
εὔδηλός ἐστι. Πυρρίας νὴ Δίʼ, ἐξώλης ἄρα,
Σώστρατʼ, ἀπολοίμην· ἔχε δέ πως φυλακτικῶς.
ἀλλʼ οὐ δύναμαι λέγειν, προσέστηκεν δέ μοι
τὸ πνεῦμα. κόψας τὴν θύραν τῆς οἰκίας
τὸν κύριον ζητεῖν ἔφην· προῆλθέ μοι
γραῦς τις κακοδαίμων, αὐτόθεν δʼ οὗ νῦν λέγων
ἕστηκʼ ἔδειξεν αὐτὸν ἐπὶ τοῦ λοφιδίου
ἐκεῖ περιφθειρόμενον ἀχράδας, ἦ πολὺν
κύφωνʼ ἑαυτῶι συλλέγοντα. Χαιρέας ὡς ὀργίλως.
τί, ὦ μακάριε; Πυρρίας ἐγὼ μὲν εἰς τὸ χωρίον
ἐμβὰς ἐπορευόμην πρὸς αὐτὸν καὶ πάνυ
πόρρωθεν, εἶναί τις φιλάνθρωπος σφόδρα
ἐπιδέξιός τε βουλόμενος προσεῖπα καὶ
«ἥκω τι» φημί «πρός σε, πάτερ, ἰδεῖν τί σε
σπεύδων ὑπὲρ σοῦ πρᾶγμʼ»· ὁ δʼ εὐθύς, «ἀνόσιε
ἄνθρωπέ,» φησιν, «εἰς τὸ χωρίον δέ μου
ἥκεις σύ; τί μαθών;» βῶλον αἴρεταί τινα·
ταύτην ἀφίησʼ εἰς τὸ πρόσωπον αὐτό μου.
Χαιρέας ἐς κόρακας. Πυρρίας ἐν ὅσωι δʼ «ἀλλά σʼ ὁ Ποσειδῶν—» λέγων
κατέμυσα, χάρακα λαμβάνει πάλιν τινά·
ταύτηι μʼ ἐκάθαιρε, «σοὶ δὲ κἀμοὶ πρᾶγμα τί
ἐστιν;» λέγων, «τὴν δημοσίαν οὐκ οἶσθʼ ὁδόν;»
ὀξύτατον ἀναβοῶν τι. Χαιρέας μαινόμενον λέγεις
τελέως γεωργόν. Πυρρίας τὸ δὲ πέρας· φεύγοντα γὰρ
δεδίωχʼ ἴσως με στάδια πέντε καὶ δέκα,
περὶ τὸν λόφον πρώτιστον, εἶθʼ οὕτω κάτω
εἰς τὸ δασὺ τοῦτο, σφενδονῶν βώλοις, λίθοις,
ταῖς ἀχράσιν ὡς οὐκ εἶχεν οὐδὲν ἄλλʼ ἔτι.
ἀνήμερόν τι πρᾶγμα τελέως, ἀνόσιος
γέρων. ἱκετεύω σʼ, ἄπιτε. Σώστρατος δειλίαν λέγεις.
Πυρρίας οὐκ ἴστε τὸ κακὸν οἷόν ἐστι. κατέδεται
ἡμᾶς. Χαιρέας τυχὸν ἴσως ὅδʼ ὀδυνώμενός τι νῦν
τετύχηκε· διόπερ ἀναβαλέσθαι μοι δοκεῖ
αὐτῶι προσελθεῖν, Σώστρατʼ· εὖ τοῦτʼ ἴσθʼ ὅτι
πρὸς πάντα πράγματʼ ἐστὶ πρακτικώτερον
εὐκαιρία. Πυρρίας νοῦν ἔχετε. Χαιρέας ὑπέρπικρον δέ τι
ἐστὶν πένης γεωργός, οὐχ οὗτος μόνος,
σχεδὸν δʼ ἅπαντες. ἀλλʼ ἕωθεν αὔριον
ἐγὼ πρόσειμʼ αὐτῶι μόνος, τὴν οἰκίαν
ἐπείπερ οἶδα. νῦν δʼ ἀπελθὼν οἴκαδε
καὶ σὺ διάτριβε· τοῦτο δʼ ἕξει κατὰ τρόπον.
Πυρρίας πράττωμεν οὕτως. Σώστρατος πρόφασιν οὗτος ἄσμενος
εἴληφεν· εὐθὺς φανερὸς ἦν οὐχ ἡδέως
μετʼ ἐμοῦ βαδίζων οὐδὲ δοκιμάζων πάνυ
τὴν ἐπιβολὴν τὴν τοῦ γάμου. κακὸν δὲ σὲ
κακῶς ἅπαντες ἀπολέσειαν οἱ θεοί,
μαστιγία.
Πυρρίας … τί δʼ ἠδίκηκα, Σώστρατε;
Σώστρατος κακῶς ἐπόεις τὸ χωρίον τι δηλαδή.
Πυρρίας οὐ μὰ Δίʼ ἔκλεπτον.
Σώστρατος ἀλλʼ ἐμαστίγου σέ τις
οὐδὲν ἀδικοῦντα; Πυρρίας καὶ πάρεστί γʼ οὑτοσί
αὐτὸς—ὑπάγω, βέλτιστε. σὺ δὲ τούτωι λάλει.
Σώστρατος οὐκ ἂν δυναίμην· ἀπίθανός τις εἴμʼ ἀεὶ
ἐν τῶι λαλεῖν. ποῖον λέγει … νι;
οὐ πάνυ φιλάνθρωπον βλέπειν μοι φαίνεται,
μὰ τὸν Δίʼ· ὡς δʼ ἐσπούδακʼ. ἐπανάξω βραχὺ
ἀπὸ τῆς θύρας. βέλτιον. ἀλλὰ καὶ βοᾶι
μόνος βαδίζων. οὐχ ὑγιαίνειν μοι δοκεῖ.
δέδοικα μέντοι, μὰ τὸν Ἀπόλλω καὶ θεούς,
αὐτόν. τί γὰρ ἄν τις μὴ οὐχὶ τἀληθῆ λέγοι;
Κνήμων εἶτʼ οὐ μακάριος ἦν ὁ Περσεὺς κατὰ δύο
τρόπους ἐκεῖνος, ὅτι πετηνὸς ἐγένετο
κοὐδενὶ συνήντα τῶν βαδιζόντων χαμαί,
εἶθʼ ὅτι τοιοῦτο κτῆμʼ ἐκέκτηθʼ ὧι λίθους
ἅπαντας ἐπόει τοὺς ἐνοχλοῦντας; ὅπερ ἐμοὶ
νυνὶ γένοιτʼ· οὐδὲν γὰρ ἀφθονώτερον
λιθίνων γένοιτʼ ἂν ἀνδριάντων πανταχοῦ.
νῦν δʼ οὐ βιωτόν ἐστι, μὰ τὸν Ἀσκληπιόν.
λαλοῦσʼ ἐπεμβαίνοντες εἰς τὸ χωρίον
ἤδη· παρʼ αὐτὴν τὴν ὁδὸν γάρ, νὴ Δία,
εἴωθα διατρίβειν· ὃς οὐδʼ ἐργάζομαι
τοῦτο τὸ μέρος τοῦ χωρίου, πέφευγα δὲ
διὰ τοὺς παριόντας. ἀλλʼ ἐπὶ τοὺς λόφους ἄνω
ἤδη διώκουσʼ. ὢ πολυπληθείας ὄχλου.
οἴμοι, πάλιν τις οὑτοσὶ πρὸς ταῖς θύραις
ἕστηκεν ἡμῶν. Σώστρατος ἆρα τυπτήσει γέ με;
Κνήμων ἐρημίας οὐκ ἔστιν οὐδαμοῦ τυχεῖν,
οὐδʼ ἂν ἀπάγξασθαί τις ἐπιθυμῶν τύχηι.
Σώστρατος ἐμοὶ χαλεπαίνεις; περιμένω, πάτερ, τινὰ
ἐνταῦθα· συνεθέμην γάρ. Κνήμων οὐκ ἐγὼ ʼλεγον;
τουτὶ στοὰν νενομίκατʼ ἢ τὸ τοῦ Λεώ;
πρὸς τὰς ἐμὰς θύρας, ἐὰν ἰδεῖν τινα
βούλησθε, συντάττεσθʼ ἀπαντᾶν· παντελῶς,
καὶ θῶκον οἰκοδομήσατʼ, ἂν ἔχητε νοῦν,
μᾶλλον δὲ καὶ συνέδριον. ὢ τάλας ἐγώ,
ἐπηρεασμὸς τὸ κακὸν εἶναί μοι δοκεῖ.
Σώστρατος οὐ τοῦ τυχόντος, ὡς ἐμοὶ δοκεῖ, πόνου
τουτὶ τὸ πρᾶγμά γʼ ἀλλὰ συντονωτέρου.
πρόδηλόν ἐστιν. ἆρʼ ἐγὼ πορεύσομαι
ἐπὶ τὸν Γέταν τὸν τοῦ πατρός; νὴ τοὺς θεοὺς
ἔγωγʼ· ἔχει τι διάπυρον καὶ πραγμάτων
ἔμπειρός ἐστιν παντοδαπῶν· τὸ δύσκολον
τὸ τοῦδʼ ἐκεῖνος … ἀπώσετʼ, οἶδʼ ἐγώ.
τὸ μὲν χρόνον γὰρ ἐμποεῖν τῶι πράγματι
ἀποδοκιμάζω. πόλλʼ ἐν ἡμέραι μίαι
γένοιτʼ ἄν. ἀλλὰ τὴν θύραν πέπληχέ τις.
Κόρη οἴμοι τάλαινα τῶν ἐμῶν ἐγὼ κακῶν·
τί νῦν ποήσω; τὸν κάδον γὰρ ἡ τροφὸς
ἱμῶσʼ ἀφῆκεν εἰς τὸ φρέαρ. Σώστρατος ὦ Ζεῦ πάτερ,
καὶ Φοῖβε Παιάν, ὦ Διοσκόρω φίλω,
κάλλους ἀμάχου. Κόρη θερμὸν δʼ ὕδωρ προσέταξέ μοι
ποιεῖν ὁ πάππας ἐξιών. Σώστρατος ἄνδρες, τέρας.
Κόρη ἐὰν δὲ τοῦτʼ αἴσθητʼ, ἀπολεῖ κακ
παίων ἐκείνην. οὐ σχολὴ ματ
ὦ φίλταται Νύμφαι, παρʼ ὑμῶν ληπτέον.
αἰσχύνομαι μέν, εἴ τινες θύουσʼ ἄρα
ἔνδον, ἐνοχλεῖν— Σώστρατος ἀλλʼ ἂν ἐμοὶ δῶις, αὐτίκα
βάψας ἐγώ σοι τὴν ὑδρίαν ἥξω φέρων.
Κόρη ναὶ πρὸς θεῶν, ἅνυσον δέ. Σώστρατος ἐλευθερίως γέ πως
ἄγροικός ἐστιν. ὦ πολυτίμητοι θεοί,
τίς ἂν ἐμὲ σώσαι δαιμόνων; Κόρη τάλαινʼ ἐγώ,
τίς ἐψόφηκεν; ἆρʼ ὁ πάππας ἔρχεται;
ἔπειτα πληγὰς λήψομʼ ἄν με καταλάβηι
ἔξω. Δᾶος διατρίβω σοι διακονῶν πάλαι
ἐνταῦθʼ, ὁ δὲ σκάπτει μόνος. πορευτέον
πρὸς ἐκεῖνόν ἐστιν. ὦ κάκιστʼ ἀπολουμένη
Πενία, τί σʼ ἡμεῖς τηλικοῦτʼ ἐφεύρομεν;
τί τοσοῦτον ἡμῖν ἐνδελεχῶς οὕτω χρόνον
ἔνδον κάθησαι καὶ συνοικεῖς; Σώστρατος λάμβανε
τηνδί. Κόρη φέρε δεῦρο. Δᾶος τί ποτε βούλεθʼ οὑτοσὶ
ἅνθρωπος; Σώστρατος ἔρρωσʼ, ἐπιμελοῦ τε τοῦ πατρός.
οἴμοι, κακοδαίμων. παῦε θρηνῶν, Σώστρατε·
ἔσται κατὰ τρόπον. Δᾶος κατὰ τρόπον τί; Σώστρατος μὴ φοβοῦ,
ἀλλʼ ὅπερ ἔμελλες ἄρτι τὸν Γέταν λαβὼν
ἐπάνηκʼ, ἐκείνωι πᾶν τὸ πρᾶγμʼ εἰπὼν σαφῶς.
Δᾶος τουτὶ τὸ κακὸν τί ποτʼ ἐστίν; ὡς οὔ μοι πάνυ
τὸ πρᾶγμʼ ἀρέσκει. μειράκιον διακονεῖ
κόρηι· πονηρόν. ἀλλά σʼ, ὦ Κνήμων, κακὸν
κακῶς ἅπαντες ἀπολέσειαν οἱ θεοί.
ἄκακον κόρην μόνην ἀφεὶς ἐν ἐρημίαι
ἐᾶις, φυλακὴν οὐδεμίαν ὡς προσῆκον ἦν
ποιούμενος. τουτὶ καταμανθάνων ἴσως
οὗτος προσερρύη, νομίζων ὡσπερεὶ
ἕρμαιον. οὐ μὴν ἀλλὰ τἀδελφῶι γε δεῖ
αὐτῆς φράσαι με τὴν ταχίστην ταῦθʼ, ἵνα
ἐν ἐπιμελείαι τῆς κόρης γενώμεθα.
ἤδη δὲ τοῦτʼ ἐλθὼν ποήσειν μοι δοκῶ.
καὶ γὰρ προσιόντας τούσδε Πανιστάς τινας
εἰς τὸν τόπον δεῦρʼ ὑποβεβρεγμένους ὁρῶ,
οἷς μὴ ʼνοχλεῖν εὔκαιρον εἶναί μοι δοκεῖ. ΧΟΡΟΥ
Γοργίας οὕτω παρέργως δʼ, εἰπέ μοι, τῶι πράγματι
φαύλως τʼ ἐχρήσω; Δᾶος πῶς; Γοργίας ἔδει σε, νὴ Δία,
τὸν τῆι κόρηι προσιόντα, Δᾶʼ, ὅστις ποτʼ ἦν,
ἰδεῖν τότʼ εὐθύς, τοῦτο τοῦ λοιποῦ χρόνου
εἰπεῖν θʼ ὅπως μηδείς ποτʼ αὐτὸν ὄψεται
ποιοῦντα· νυνὶ δʼ ὥσπερ ἀλλοτρίου τινὸς
πράγματος ἀπέστης. οὐκ ἔνεστʼ ἴσως φυγεῖν
οἰκειότητα, Δᾶʼ. ἀδελφῆς ἔτι μέλει
ἐμῆς. ὁ πατὴρ ἀλλότριος εἶναι βούλεται
αὐτῆς πρὸς ἡμᾶς· μὴ τὸ τούτου δύσκολον
μιμώμεθʼ ἡμεῖς· ἂν γὰρ αἰσχύνηι τινὶ
αὕτη περιπέσηι, τοῦτο κἀμοὶ γίνεται
ὄνειδος. ὁ γὰρ ἔξωθεν οὐ τὸν αἴτιον
ὅστις πότʼ ἐστιν οἶδεν, ἀλλὰ τὸ γεγονός.
… ν. Δᾶος ὦ τᾶν, τὸν γέροντα, Γοργία,
δέδοικʼ· ἐὰν γὰρ τῆι θύραι προσιόντα με
λάβηι, κρεμᾶι παραχρῆμα. Γοργίας δυσχρήστως γέ πως
… ζυγομαχῶν τοῦτον οὔθʼ ὅτωι τρόπωι
ἀναγκάσαι τις εἰς τὸ βέλτιον … ν
οὔτʼ ἂν μεταπείσαι νουθετῶν ο … ς
ἀλλʼ ἐμποδὼν τῶι μὲν βιάσασθαι τὸν νόμον
ἔχει μεθʼ αὑτοῦ, τῶι δὲ πεῖσαι τὸν τρόπον.
Δᾶος μικρὸν δʼ ἐπίσχες· οὐ μάτην γὰρ ἥκομεν,
ἀλλʼ ὥσπερ εἶπον ἔρχετʼ ἀνακάμψας πάλιν.
Γοργίας ὁ τὴν χλανίδʼ ἔχων; οὗτος ἐστὶν ὃν λέγεις;
Δᾶος οὗτος. Γοργίας κακοῦργος εὐθὺς ἀπὸ τοῦ βλέμματος.
Σώστρατος τὸν μὲν Γέταν οὐκ ἔνδον ὄντα κατέλαβον,
μέλλουσα δʼ ἡ μήτηρ θεῶι θύειν τινί—
οὐκ οἶδʼ ὅτωι—ποιεῖ δὲ τοῦθʼ ὁσημέραι,
περιέρχεται θύουσα τὸν δῆμον κύκλωι
ἅπαντʼ—ἀπέσταλκʼ αὐτὸν αὐτόθεν τινὰ
μισθωσόμενον μάγειρον. ἐρρῶσθαι δὲ τῆι
θυσίαι φράσας ἥκω πάλιν πρὸς τἀνθάδε.
καί μοι δοκῶ τοὺς περιπάτους τούτους ἀφεὶς
αὐτὸς διαλέξεσθʼ ὑπὲρ ἐμαυτοῦ. τὴν θύραν
κόψω δʼ, ἵνʼ ἦι μοι μηδὲ βουλεύσασθʼ ἔτι.
Γοργίας μειράκιον, ἐθελήσαις ἂν ὑπομεῖναι λόγον
σπουδαιότερόν μου; Σώστρατος καὶ μάλʼ ἡδέως· λέγε.
Γοργίας εἶναι νομίζω πᾶσιν ἀνθρώποις ἐγὼ
τοῖς τʼ εὐτυχοῦσιν τοῖς τε πράττουσιν κακῶς
πέρας τι τούτου καὶ μεταλλαγήν τινα,
καὶ τῶι μὲν εὐτυχοῦντι μέχρι τούτου μένειν
τὰ πράγματʼ εὐθενοῦντʼ ἀεὶ τὰ τοῦ βίου
ὅσον ἂν χρόνον φέρειν δύνηται τὴν τύχην
μηδὲν ποήσας ἄδικον· εἰς δὲ τοῦθʼ ὅταν
ἔλθηι προαχθεὶς τοῖς ἀγαθοῖς, ἐνταῦθά που
τὴν μεταβολὴν τὴν εἰς τὸ χεῖρον λαμβάνει·
τοῖς δʼ ἐνδεῶς πράττουσιν, ἂν μηδὲν κακὸν
ποιῶσιν ἀποροῦντες, φέρωσιν δʼ εὐγενῶς
τὸν δαίμονʼ, εἰς πίστιν ποτʼ ἐλθόντας χρόνωι,
βελτίονʼ εἶναι μερίδα προσδοκᾶν τινα.
τί οὖν λέγω; μήτʼ αὐτός, εἰ σφόδρʼ εὐπορεῖς,
πίστευε τούτωι, μήτε τῶν πτωχῶν πάλιν
ἡμῶν καταφρόνει· τοῦ διευτυχεῖν δʼ ἀεὶ
πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.
Σώστρατος ἄτοπον δέ σοι τι φαίνομαι νυνὶ ποεῖν;
Γοργίας ἔργον δοκεῖς μοι φαῦλον ἐζηλωκέναι,
πείσειν νομίζων ἐξαμαρτεῖν παρθένον
ἐλευθέραν, ἢ καιρὸν ἐπιτηρῶν τινα
κατεργάσασθαι πρᾶγμα θανάτων ἄξιον
πολλῶν. Σώστρατος Ἄπολλον. Γοργίας οὐ δίκαιόν ἐστι γοῦν
τὴν σὴν σχολὴν τοῖς ἀσχολουμένοις κακὸν
ἡμῖν γενέσθαι. τῶν δʼ ἁπάντων ἴσθʼ ὅτι
πτωχὸς ἀδικηθείς ἐστι δυσκολώτατον.
πρῶτον μέν ἐστʼ ἐλεινός, εἶτα λαμβάνει
οὐκ εἰς ἀδικίαν ὅσα πέπονθʼ, ἀλλʼ εἰς ὕβριν.
Σώστρατος μειράκιον, οὕτως εὐτυχοίης, βραχύ τι μου
ἄκουσον— Δᾶος εὖ γε, δέσποθʼ, οὕτω πολλά μοι
ἀγαθὰ γένοιτο. Σώστρατος —καὶ σύ γʼ, ὁ λαλῶν πρὶν μαθεῖν.
κόρην τινʼ εἶδον ἐνθαδί· ταύτης ἐρῶ.
εἰ τοῦτʼ ἀδίκημʼ εἴρηκας, ἠδίκηκʼ ἴσως.
τί γὰρ ἄν τις εἴποι; πλὴν πορεύομʼ ἐνθάδε
οὐχὶ πρὸς ἐκείνην, βούλομαι δʼ αὐτῆς ἰδεῖν
τὸν πατέρʼ. ἐγὼ γάρ, ὢν ἐλεύθερος, βίον
ἱκανὸν ἔχων, ἕτοιμός εἰμι λαμβάνειν
αὐτὴν ἄπροικον, πίστιν ἐπιθεὶς διατελεῖν
στέργων. ἐπὶ κακῶι δʼ εἰ προσελήλυθʼ ἐνθάδε
ἢ βουλόμενος ὑμῶν τι κακοτεχνεῖν λάθραι,
οὗτός μʼ ὁ Πάν, μειράκιον, αἱ Νύμφαι θʼ ἅμα
ἀπόπληκτον αὐτοῦ πλησίον τῆς οἰκίας
ἤδη ποήσειαν. τετάραγμʼ, εὖ ἴσθʼ ὅτι,
οὐδὲ μετρίως, εἴ σοι τοιοῦτος φαίνομαι.
Γοργίας ἀλλʼ εἴ τι κἀγὼ τοῦ δέοντος σφοδρότερον
εἴρηκα, μηδὲν τοῦτο λυπείτω σʼ ἔτι.
ἅμα γὰρ μεταπείθεις ταῦτα καὶ φίλον μʼ ἔχεις.
οὐκ ἀλλότριος δʼ ὤν, ἀλλʼ ἀδελφὸς τῆς κόρης
ὁμομήτριος, βέλτιστε, ταῦτά σοι λέγω.
Σώστρατος καὶ χρήσιμός γʼ εἶ, νὴ Δίʼ, εἰς τὰ λοιπά μοι.
Γοργίας τί χρήσιμος; Σώστρατος γεννικὸν ὁρῶ σε τῶι τρόπωι.
Γοργίας οὐ πρόφασιν εἰπὼν βούλομʼ ἀποπέμψαι κενήν,
τὰ δʼ ὄντα πράγματʼ ἐμφανίσαι. ταύτηι πατήρ
ἐσθʼ οἷος οὐδεὶς γέγονεν οὔτε τῶν πάλαι
ἄνθρωπος οὔτε τῶν καθʼ ἡμᾶς. Σώστρατος ὁ χαλεπός·
σχεδὸν οἶδα. Γοργίας ὑπερβολή τις ἐστὶν τοῦ κακοῦ.
τούτωι ταλάντων ἔστʼ ἴσως τουτὶ δυεῖν
τὸ κτῆμα. τοῦτʼ αὐτὸς γεωργῶν διατελεῖ
μόνος, συνεργὸν δʼ οὐδένʼ ἀνθρώπων ἔχων,
οὐκ οἰκέτην οἰκεῖον, οὐκ ἐκ τοῦ τόπου
μισθωτόν, οὐχὶ γείτονʼ, ἀλλʼ αὐτὸς μόνος.
ἥδιστόν ἐστʼ αὐτῶι γὰρ ἀνθρώπων ὁρᾶν
οὐδένα. μεθʼ αὑτοῦ τὴν κόρην ἐργάζεται
ἔχων τὰ πολλά· προσλαλεῖ ταύτηι μόνηι,
ἑτέρωι δὲ τοῦτʼ οὐκ ἂν ποήσαι ῥαιδίως.
τότε φησὶν ἐκδώσειν ἐκείνην, ἡνίκʼ ἂν
ὁμότροπον αὑτῶι νυμφίον λάβηι. Σώστρατος λέγεις
οὐδέποτε. Γοργίας μὴ δὴ πράγματʼ, ὦ βέλτιστʼ, ἔχε·
μάτην γὰρ ἕξεις. τοὺς δʼ ἀναγκαίους ἔα
ἡμᾶς φέρειν ταῦθʼ, οἷς δίδωσιν ἡ τύχη.
Σώστρατος πρὸς τῶν θεῶν οὐπώποτʼ ἠράσθης τινός,
μειράκιον; Γοργίας οὐδʼ ἔξεστί μοι, βέλτιστε. Σώστρατος πῶς;
τίς ἔσθʼ ὁ κωλύων; Γοργίας ὁ τῶν ὄντων κακῶν
λογισμός, ἀνάπαυσιν διδοὺς οὐδʼ ἡντινοῦν.
Σώστρατος οὔ μοι δοκεῖς· ἀπειρότερον γοῦν διαλέγει
περὶ ταῦτʼ· ἀποστῆναι κελεύεις μʼ. οὐκέτι
τοῦτʼ ἐστὶν ἐπʼ ἐμοί, τῶι θεῶι δέ. Γοργίας τοιγαροῦν
οὐδὲν ἀδικεῖς ἡμᾶς, μάτην δὲ κακοπαθεῖς.
Σώστρατος οὐκ, εἰ λάβοιμι τὴν κόρην. Γοργίας οὐκ ἂν λάβοις.
… υνα συνακολουθήσας ἐμοὶ
… παρατης· πλησίον γὰρ τὴν νάπην
ἐργάζεθʼ ἡμῶν. Σώστρατος πῶς; Γοργίας λόγον τινʼ ἐμβαλῶ
περὶ τοῦ γάμου τοῦ τῆς κόρης· τὸ τοιοῦτο γὰρ
ἴδοιμι κἂν αὐτὸς γενόμενον ἄσμενος.
εὐθὺς μαχεῖται πᾶσι, λοιδορούμενος
εἰς τοὺς βίους οὓς ζῶσι· σὲ δʼ ἄγοντʼ ἂν ἴδηι
σχολὴν τρυφῶντά τʼ, οὐδʼ ὁρῶν γʼ ἀνέξεται.
Σώστρατος νῦν ἔστʼ ἐκεῖ; Γοργίας μὰ Δίʼ, ἀλλὰ μικρὸν ὕστερον
ἔξεισιν ἣν εἴωθεν. Σώστρατος ὦ τᾶν, τὴν κόρην
ἄγων μεθʼ αὑτοῦ, φήις; Γοργίας ὅπως ἂν τοῦτό γε
τύχηι. Σώστρατος βαδίζειν εἰμʼ ἕτοιμος οἷ λέγεις.
ἀλλʼ, ἀντιβολῶ, συναγώνισαί μοι. Γοργίας τίνα τρόπον;
Σώστρατος ὅντινα τρόπον; προάγωμεν οἷ λέγεις. Δᾶος τί οὖν;
ἐργαζομένοις ἡμῖν παρεστήξεις ἔχων
χλανίδα; Σώστρατος τί δὴ γὰρ οὐχί; Δᾶος ταῖς βώλοις βαλεῖ
εὐθύς σʼ, ἀποκαλεῖ τʼ ὄλεθρον ἀργόν. ἀλλὰ δεῖ
σκάπτειν μεθʼ ἡμῶν σʼ· εἰ τύχοι γάρ, τοῦτʼ ἰδὼν
ἴσως ἂν ὑπομείνειε καὶ παρὰ σοῦ τινα
λόγον, νομίσας αὐτουργὸν εἶναι τῶι βίωι
πένητα. Σώστρατος ἕτοιμος πάντα πειθαρχεῖν. ἄγε.
Γοργίας τί κακοπαθεῖν σαυτὸν βιάζηι; Δᾶος βούλομαι
ὡς πλεῖστον ἡμᾶς ἐργάσασθαι τήμερον
τοῦτόν τε τὴν ὀσφῦν ἀπορρήξανθʼ ἅμα
παύσασθʼ ἐνοχλοῦνθʼ ἡμῖν προσιόντα τʼ ἐνθάδε.
Σώστρατος ἔκφερε δίκελλαν. Δᾶος τὴν παρʼ ἐμοῦ λαβὼν ἴθι.
τὴν αἱμασιὰν ἐποικοδομήσω γὰρ τέως
ἐγώ. ποητέον δὲ καὶ τοῦτʼ ἐστί. Σώστρατος δός.
ἀπέσωσας. Δᾶος ὑπάγω, τρόφιμʼ· ἐκεῖ διώκετε.
Σώστρατος οὕτως ἔχω· παραποθανεῖν ἤδη με δεῖ
ἢ ζῆν ἔχοντα τὴν κόρην. Γοργίας εἴπερ λέγεις
ἃ φρονεῖς, ἐπιτύχοις. Σώστρατος ὦ πολυτίμητοι θεοί,
οἷς ἀποτρέπεις νυνὶ γὰρ ὡς οἴει με σύ,
τούτοις παρώξυμμʼ εἰς τὸ πρᾶγμα διπλασίως.
εἰ μὴ γὰρ ἐν γυναιξίν ἐστιν ἡ κόρη
τεθραμμένη μηδʼ οἶδε τῶν ἐν τῶι βίωι
τούτων κακῶν μηδὲν ὑπὸ τηθίδος τινὸς
δειδισαμένη μαίας τʼ, ἐλευθερίως δέ πως
μετὰ πατρὸς ἀγρίου μισοπονήρου τῶι τρόπωι,
πῶς οὐκ ἐπιτυχεῖν ἐστι ταύτης μακάριον;
ἀλλʼ ἡ δίκελλʼ ἄγει τάλαντα τέτταρα
αὕτη· προαπολεῖ μʼ. οὐ μαλακιστέον δʼ ὅμως,
ἐπείπερ ἦργμαι καταπονεῖν τὸ πρᾶγμʼ ἅπαξ.
Σίκων τουτὶ τὸ πρόβατόν ἐστιν οὐ τὸ τυχὸν καλόν.
ἄπαγʼ εἰς τὸ βάραθρον. ἂν μὲν αἰρόμενος φέρω
μετέωρον, ἔχεται τῶι στόματι θαλλοῦ, κράδης
κατεσθίει τὰ θρῖʼ, ἀποσπᾶι δʼ εἰς βίαν.
ἐὰν δʼ ἀφῆι χαμαί τις, οὐ προέρχεται.
τοὐναντίον δὴ γέγονε· κατακέκομμʼ ἐγὼ
ὁ μάγειρος ὑπὸ τούτου νεωλκῶν τὴν ὁδόν.
ἀλλʼ ἐστὶν εὐτυχῶς τὸ νυμφαῖον τοδὶ
οὗ θύσομεν. τὸν Πᾶνα χαίρειν. παῖ Γέτα,
τοσοῦτʼ ἀπολείπηι; Γέτας τεττάρων γὰρ φορτίον
ὄνων συνέδησαν αἱ κάκιστʼ ἀπολούμεναι
φέρειν γυναῖκές μοι. Σίκων πολύς τις ἔρχεται
ὄχλος ὡς ἔοικε. στρώματʼ ἀδιήγηθʼ ὅσα
φέρεις. Γέτας τί δʼ ἐγω … Σίκων ἔρεισον ταῦτα δεῦρο. Γέτας ἰδού.
ἐὰν ἴδηι γὰρ ἐνύπνιον τὸν Πᾶνα τὸν
Παιανιοῖ, τούτωι βαδιούμεθʼ, οἶδʼ ὅτι,
θύσοντες εὐθύς. Σίκων τίς δʼ ἑόρακεν ἐνύπνιον;
Γέτας ἄνθρωπε, μή με κόπτε. Σίκων ὅμως εἶπον, Γέτα.
τίς εἶδεν; Γέτας ἡ κεκτημένη. Σίκων τί πρὸς θεῶν;
Γέτας ἀπολεῖς. ἐδόκει τὸν Πᾶνα— Σίκων τουτονὶ λέγεις;
Γέτας τοῦτον. Σίκων τί ποιεῖν; Γέτας τῶι τροφίμωι τῶι Σωστράτωι—
Σίκων κομψῶι νεανίσκωι γε. Γέτας περικρούειν πέδας.
Σίκων Ἄπολλον. Γέτας εἶτα δόντα διφθέραν τε καὶ
δίκελλαν ἐν τοῦ πλησίον τῶι χωρίωι
σκάπτειν κελεύειν. Σίκων ἄτοπον. Γέτας ἀλλὰ θύομεν
διὰ τοῦθʼ, ἵνʼ εἰς βέλτιον ἀποβῆι τὸ φοβερόν.
Σίκων μεμάθηκα. πάλιν αἴρου δὲ ταυτὶ καὶ φέρε
εἴσω. ποῶμεν στιβάδας ἔνδον εὐτρεπεῖς
καὶ τἆλλʼ ἕτοιμα. μηδὲν ἐπικωλυέτω
θύειν γʼ ἐπὰν ἔλθωσιν. ἀλλʼ ἀγαθῆι τύχηι.
καὶ τὰς ὀφρῦς ἄνες ποτʼ, ὦ τρισάθλιε·
ἐγώ σε χορτάσω κατὰ τρόπον τήμερον.
Γέτας ἐπαινέτης σοῦ τʼ εἰμι καὶ τῆς σῆς τέχνης
ἔγωγʼ ἀεί ποτʼ—οὐχὶ πιστεύω δʼ ὅμως. ΧΟΡΟΥ
Κνήμων γραῦ, τὴν θύραν κλείσασʼ ἄνοιγε μηδενί,
ἕως ἂν ἔλθω δεῦρʼ ἐγὼ πάλιν· σκότους
ἔσται δὲ τοῦτο παντελῶς, ὡς οἴομαι.
Μήτηρ Πλαγγών, πορεύου θᾶττον· ἤδη τεθυκέναι
ἡμᾶς ἔδει. Κνήμων τουτὶ τὸ κακὸν τί βούλεται;
ὄχλος τις. ἄπαγʼ ἐς κόρακας. Μήτηρ αὔλει, Παρθενί,
Πανός· σιωπῆι, φασί, τούτωι τῶι θεῶι
οὐ δεῖ προσιέναι. Γέτας νὴ Δίʼ ἀπεσώθητέ γε.
Κνήμων ὦ Ἡράκλεις, ἀηδίας. Γέτας καθήμεθα
χρόνον τοσοῦτον περιμένοντες. Μήτηρ εὐτρεπῆ
ἅπαντα δʼ ἡμῖν ἐστι; Γέτας ναὶ μὰ τὸν Δία.
Μήτηρ τὸ γοῦν πρόβατον—μικροῦ τέθνηκε γάρ, τάλαν—
οὐ περιμένει τὴν σὴν σχολήν. ἀλλʼ εἴσιτε·
κανᾶ πρόχειρα, χέρνιβας, θυλήματα
ποιεῖτε. Γέτας ποῖ κέχηνας, ἐμβρόντητε σύ;
Κνήμων κακοὶ κακῶς ἀπόλοισθε. ποιοῦσίν γε με
ἀργόν· καταλιπεῖν γὰρ μόνην τὴν οἰκίαν
οὐκ ἂν δυναίμην. αἱ δὲ Νύμφαι μοι κακὸν
ἀεὶ παροικοῦσʼ, ὥστε μοι δοκῶ πάλιν
μετοικοδομήσειν καταβαλὼν τὴν οἰκίαν
ἐντεῦθεν. ὡς θύουσι δʼ οἱ τοιχωρύχοι·
κοίτας φέρονται, σταμνίʼ, οὐχὶ τῶν θεῶν
ἕνεκʼ ἀλλʼ ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς
καὶ τὸ πόπανον· τοῦτʼ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφῦν ἄκραν
καὶ τὴν χολήν, ὅτι ἔστʼ ἄβρωτα, τοῖς θεοῖς
ἐπιθέντες αὐτοὶ τἆλλα καταπίνουσι. γραῦ,
ἄνοιγε θᾶττον τὴν θύραν. ποητέον
ἐστὶν γὰρ ἡμῖν τἄνδον ὡς ἐμοὶ δοκεῖ.
Γέτας τὸ λεβήτιον, φήις, ἐπιλέλησθε; παντελῶς
ἀποκραιπαλᾶτε. καὶ τί νῦν ποιήσομεν;
ἐνοχλητέον τοῖς γειτνιῶσι τῶι θεῶι
ἐσθʼ ὡς ἔοικε. παιδίον. μὰ τοὺς θεοὺς
θεραπαινίδια γὰρ ἀθλιώτερʼ οὐδαμοῦ
οἶμαι τρέφεσθαι. παῖδες. οὐδὲν ἄλλο πλὴν
κινητιᾶν ἐπίσταται—παῖδες καλοί—
καὶ διαβαλεῖν ἐὰν ἴδηι τις. παιδίον.
τουτὶ τὸ κακὸν τί ἐστί; παῖδες. οὐδὲ εἷς
ἐστʼ ἔνδον. ἠήν. προστρέχειν τις φαίνεται.
Κνήμων τί τῆς θύρας ἅπτει, τρισάθλιʼ, εἰπέ μοι,
ἄνθρωπε; Γέτας μὴ δάκηις. Κνήμων ἐγώ σε νὴ Δία,
καὶ κατέδομαί γε ζῶντα. Γέτας μή, πρὸς τῶν θεῶν.
Κνήμων ἐμοὶ γάρ ἐστι συμβόλαιον, ἀνόσιε,
καὶ σοί τι;
Γέτας συμβόλαιον οὐδέν· τοιγαροῦν
προσελήλυθʼ οὐ χρέος σʼ ἀπαιτῶν οὐδʼ ἔχων
κλητῆρας, ἀλλʼ αἰτησόμενος λεβήτιον.
Κνήμων λεβήτιον;
Γέτας λεβήτιον. Κνήμων μαστιγία,
θύειν με βοῦς οἴει ποεῖν τε ταὔθʼ ἅπερ
ὑμεῖς ποεῖτε; Γέτας οὐδὲ κοχλίαν ἔγωγέ σε.
ἀλλʼ εὐτύχει, βέλτιστε. κόψαι τὴν θύραν
ἐκέλευσαν αἱ γυναῖκες αἰτῆσαί τε με.
ἐπόησα τοῦτʼ· οὐκ ἔστι· πάλιν ἀπαγγελῶ
ἐλθὼν ἐκείναις. ὦ πολυτίμητοι θεοί,
ἔχις πολιὸς ἅνθρωπός ἐστιν οὑτοσί.
Κνήμων ἀνδροφόνα θηρίʼ· εὐθὺς ὥσπερ πρὸς φίλον
κόπτουσιν. ἂν ἡμῶν προσιόντα τῆι θύραι
λάβω τινʼ, ἂν μὴ πᾶσι τοῖς ἐν τῶι τόπωι
παράδειγμα ποιήσω, νομίζεθʼ ἕνα τινὰ
ὁρᾶν με τῶν πολλῶν. ὁ νῦν οὐκ οἶδʼ ὅπως
διευτύχηκεν οὗτος, ὅστις ἦν ποτε.
Σίκων κάκιστʼ ἀπόλοιʼ· ἐλοιδορεῖτό σοι; τυχὸν
ἤιτεις, σκατοφάγʼ· ὡς οὐκ ἐπίστανταί τινες
ποιεῖν τὸ τοιοῦθʼ· εὕρηκʼ ἐγὼ τούτου τέχνην·
διακονῶ γὰρ μυρίοις ἐν τῆι πόλει
τούτων τʼ ἐνοχλῶ τοῖς γείτοσιν καὶ λαμβάνω
σκεύη παρὰ πάντων. δεῖ γὰρ εἶναι κολακικὸν
τὸν δεόμενόν του. πρεσβύτερός τις τῆι θύραι
ὑπακήκοʼ· εὐθὺς πατέρα καὶ πάππαν λέγω.
γραῦς· μητέρʼ. ἂν τῶν διὰ μέσου τις ἦι γυνή,
ἐκάλεσʼ ἱερέαν. ἂν θεράπων
βέλτιστον. ὑμεῖς δὲ κρεμαν …
ὢ τῆς ἀμαθίας. παιδίον παῖ
ἐγώ. πρόελθε, πατρίδιον· σὲ βούλομαι.
Κνήμων πάλιν αὖ σύ; Σίκων παῖ, τί τοῦτʼ; Κνήμων ἐρεθίζεις μʼ ὡσπερεὶ
ἐπίτηδες, οὐκ εἴρηκά σοι πρὸς τὴν θύραν
μὴ προσιέναι; τὸν ἱμάντα δός, γραῦ. Σίκων μηδαμῶς,
ἀλλʼ ἄφες. Κνήμων ἄφες; Σίκων βέλτιστε, ναὶ πρὸς τῶν θεῶν.
Κνήμων ἧκε πάλιν. Σίκων ὁ Ποσειδῶν σε— Κνήμων καὶ λαλεῖς ἔτι;
Σίκων αἰτούμενος χυτρόγαυλον ἦλθον. Κνήμων οὐκ ἔχω
οὔτε χυτρόγαυλον οὔτε πέλεκυν οὔθʼ ἅλας
οὔτʼ ὄξος οὔτʼ ἄλλʼ οὐδέν, ἀλλʼ εἴρηχʼ ἁπλῶς
μὴ προσιέναι μοι πᾶσι τοῖς ἐν τῶι τόπωι.
Σίκων ἐμοὶ μὲν οὐκ εἴρηκας. Κνήμων ἀλλὰ νῦν λέγω.
Σίκων νὴ σὺν κακῶι γʼ. οὐδʼ ὁπόθεν ἄν τις, εἰπέ μοι,
ἐλθὼν λάβοι φράσαις ἄν; Κνήμων οὐκ ἐγὼ ʼλεγον;
ἔτι μοι λαλήσεις; Σίκων χαῖρε πολλά. Κνήμων οὐ βούλομαι
χαίρειν παρʼ ὑμῶν οὐδενός. Σίκων μὴ χαῖρε δή.
Κνήμων ὢ τῶν ἀνηκέστων κακῶν. Σίκων καλῶς γέ με
βεβωλοκόπηκεν. οἷόν ἐστʼ ἐπιδεξίως
αἰτεῖν· διαφέρει νὴ Δίʼ. ἐφʼ ἑτέραν θύραν
ἔλθηι τις; ἀλλʼ εἰ σφαιρομαχοῦσʼ ἐν τῶι τόπωι
οὕτως ἑτοίμως, χαλεπόν. ἆρά γʼ ἐστί μοι
κράτιστον ὀπτᾶν τὰ κρέα πάντα; φαίνεται.
ἔστιν δέ μοι λοπάς τις. ἐρρῶσθαι λέγω
Φυλασίοις. τοῖς οὖσι τούτοις χρήσομαι.
Σώστρατος ὅστις ἀπορεῖ κακῶν, ἐπὶ Φυλὴν ἐλθέτω
κυνηγέτης. ὢ τρισκακοδαίμων, ὡς ἔχω
ὀσφῦν, μετάφρενον, τὸν τράχηλον, ἑνὶ λόγωι
ὅλον τὸ σῶμʼ· εὐθὺς γὰρ ἐμπεσὼν πολύς,
νεανίας ἐγώ τις, ἐξαίρων ἄνω
σφόδρα τὴν δίκελλαν, ὡς ἂν ἐργάτης, βαθὺ
ἔπαιον. ἐπεκείμην φιλοπόνως, οὐ πολὺν
χρόνον. εἶτα καὶ μετεστρεφόμην τι, πηνίκα
ὁ γέρων πρόσεισι τὴν κόρην ἄγων ἅμα
σκοπούμενος. καὶ νὴ Δίʼ ἐλαβόμην τότε
τῆς ὀσφύος, λάθραι τὸ πρῶτον· ὡς μακρὸν
ἦν παντελῶς δὲ τοῦτο, λορδοῦν ἠρχόμην,
ἀπεξυλούμην ἀτρέμα δʼ. οὐδεὶς ἤρχετο.
ὁ δʼ ἥλιος κατέκαʼ, ἑώρα τʼ ἐμβλέπων
ὁ Γοργίας ὥσπερ τὰ κηλώνειά με
μόλις ἀνακύπτοντʼ εἶθʼ ὅλωι τῶι σώματι
πάλιν κατακύπτοντʼ. «οὐ δοκεῖ μοι νῦν», ἔφη,
«ἥξειν ἐκεῖνος, μειράκιον.» «τί οὖν,» ἐγὼ
εὐθύς, «ποῶμεν; αὔριον τηρήσομεν
αὐτόν, τὸ δὲ νῦν ἐῶμεν;» ὅ τε Δᾶος παρῆν
ἐπὶ τὴν σκαπάνην διάδοχος. ἡ πρώτη μὲν οὖν
ἔφοδος τοιαύτη γέγονεν. ἥκω δʼ ἐνθάδε,
διὰ τί μὲν οὐκ ἔχω λέγειν μὰ τοὺς θεούς,
ἕλκει δέ μʼ αὐτόματον τὸ πρᾶγμʼ εἰς τὸν τόπον.
Γέτας τί τὸ κακόν; οἴει χεῖρας ἑξήκοντά με,
ἄνθρωπʼ, ἔχειν; τοὺς ἄνθρακάς σοι ζωπυρῶ
… μαι, φέρω πλύνω κατατέμνω σπλάγχνʼ ἅμα
μάττω περιφέρω τα … ουτονί,
ὑπὸ τοῦ καπνοῦ τυφλὸς … ς τούτοις ὅλος.
ἄγειν δοκῶ μοι τὴν ἑορτήν. Σώστρατος παῖ Γέτα.
Γέτας ἐμὲ τίς; Σώστρατος ἐγώ. Γέτας σὺ δʼ εἶ τίς; Σώστρατος οὐχ ὁρᾶις; Γέτας ὁρῶ·
τρόφιμος. Σώστρατος τί ποιεῖτʼ ἐνθάδʼ, εἰπέ μοι; Γέτας τί γάρ;
τεθύκαμεν ἄρτι καὶ παρασκευάζομεν
ἄριστον ὑμῖν. Σώστρατος ἐνθάδʼ ἡ μήτηρ; Γέτας πάλαι.
Σώστρατος ὁ πατὴρ δέ; Γέτας προσδοκῶμεν. ἀλλὰ πάραγε σύ.
Σώστρατος μικρὸν διαδραμών γʼ. ἐνθαδὶ τρόπον τινὰ
γέγονʼ οὐκ ἄκαιρος ἡ θυσία· παραλήψομαι
τὸ μειράκιον τουτὶ γάρ, ἐλθὼν ὡς ἔχω,
καὶ τὸν θεράποντʼ αὐτοῦ· κεκοινωνηκότες
ἱερῶν γὰρ εἰς τὰ λοιπὰ χρησιμώτεροι
ἡμῖν ἔσονται σύμμαχοι πρὸς τὸν γάμον.
Γέτας τί φήις; ἐπʼ ἄριστόν τινας παραλαμβάνειν
μέλλεις πορευθείς; ἕνεκʼ ἐμοῦ τρισχίλιοι
γένοισθʼ· ἐγὼ μὲν γὰρ πάλαι τοῦτʼ οἶδʼ, ὅτι
οὐ γεύσομʼ οὐδενός· πόθεν γάρ; συνάγετε
πάντας. καλὸν γὰρ τεθύκαθʼ ἱερεῖον, πάνυ
ἄξιον ἰδεῖν. ἀλλὰ τὰ γύναια ταῦτά μοι
— ἔχει γὰρ ἀστείως — μεταδοίη γʼ ἄν τινος;
οὐδʼ ἄν, μὰ τὴν Δήμητρʼ, ἁλὸς πικροῦ. Σώστρατος καλῶς
ἔσται, Γέτα, τὸ τήμερον—μαντεύσομαι
τοῦτʼ αὐτός, ὦ Πάν· ἀλλὰ μὴν προσεύχομαι
ἀεὶ παριών σοι—καὶ φιλανθρωπεύσομαι.
Σιμίχη ὢ δυστυχής, ὢ δυστυχής, ὢ δυστυχής.
Γέτας ἄπαγʼ εἰς τὸ βάραθρον· τοῦ γέροντός τις γυνὴ
προελήλυθεν. Σιμίχη τί πείσομαι; τὸν γὰρ κάδον
ἐκ τοῦ φρέατος βουλομένη τοῦ δεσπότου,
εἴ πως δυναίμην, ἐξελεῖν αὐτὴ λάθραι,
ἀνῆψα τὴν δίκελλαν ἀσθενεῖ τινι
καλωιδίωι σαπρῶι διερράγη τέ μοι
τοῦτʼ εὐθύς. Γέτας ὀρθῶς. Σιμίχη ἐνσέσεικα θʼ ἁθλία
καὶ τὴν δίκελλαν εἰς τὸ φρέαρ μετὰ τοῦ κάδου.
Γέτας ῥῖψαι τὸ λοιπόν σοι σεαυτήν ἐστʼ ἔτι.
Σιμίχη ὁ δʼ, ἀπὸ τύχης κόπρον τινʼ ἔνδον κειμένην
μέλλων μεταφέρειν, περιτρέχων ταύτην πάλαι
ζητεῖ βοᾶι τε—καὶ ψοφεῖ γε τὴν θύραν.
Γέτας φεῦγʼ ὦ πονηρά, φεῦγʼ. ἀποκτενεῖ σε, γραῦ.
μᾶλλον δʼ ἀμύνου. Κνήμων ποῦ ʼστιν ἡ τοιχωρύχος;
Σιμίχη ἄκουσα, δέσποτʼ, ἐνέβαλον. Κνήμων βάδιζε δὴ
εἴσω. Σιμίχη τί ποιεῖν δʼ, εἰπέ μοι, μέλλεις; Κνήμων ἐγώ;
δήσας καθιμήσω σε. Σιμίχη μὴ δῆτʼ, ὦ τάλαν.
Κνήμων ταὐτῶι γε τούτωι σχοινίωι, νὴ τοὺς θεούς.
Γέτας κράτιστον, εἴπερ ἐστὶ παντελῶς σαπρόν.
Σιμίχη τὸν Δᾶον ἐκ τῶν γειτόνων ἐγὼ καλῶ;
Κνήμων Δᾶον καλεῖς, ἀνόσιʼ, ἀνηιρηκυῖά με;
οὔ σοι λέγω; θᾶττον βάδιζʼ εἴσω. τάλας
ἐγώ, τάλας τῆς νῦν ἐρημίας
ὡς οὐδὲ εἷς. καταβήσομʼ εἰς τὸ φρέαρ· τί γὰρ
ἔτʼ ἐστιν ἄλλο; Γέτας ἡμεῖς ποριοῦμεν ἁρπάγην
καὶ σχοινίον. Κνήμων κακὸν κάκιστά σʼ οἱ θεοὶ
ἅπαντες ἀπολέσειαν εἴ τι μοι λαλεῖς.
Γέτας καὶ μάλα δικαίως. εἰσπεπήδηκεν πάλιν.
ὢ τρισκακοδαίμων οὗτος· οἷον ζῆι βίον.
τοῦτʼ ἐστὶν εἰλικρινὴς γεωργὸς Ἀττικός·
πέτραις μαχόμενος θύμα φερούσαις καὶ σφάκον
ὀδύνας ἐπισπᾶτʼ οὐδὲν ἀγαθὸν λαμβάνων.
ἀλλʼ ὁ τρόφιμος γὰρ οὑτοσὶ προσέρχεται
ἄγων μεθʼ αὑτοῦ τοὺς ἐπικλήτους· ἐργάται
ἐκ τοῦ τόπου τινές εἰσιν. ὢ τῆς ἀτοπίας.
οὗτος τί τούτους δεῦρʼ ἄγει νῦν; ἢ πόθεν
γεγονὼς συνήθης; Σώστρατος οὐκ ἂν ἐπιτρέψαιμί σοι
ἄλλως ποῆσαι. πάντʼ ἔχομεν. ὦ Ἡράκλεις,
τουτὶ δʼ ἀπαρνεῖταί τις ἀνθρώπων ὅλως,
ἐλθεῖν ἐπʼ ἄριστον συνήθους τεθυκότος;
εἰμὶ γάρ, ἀκριβῶς ἴσθι, σοὶ πάλαι φίλος
πρὶν ἰδεῖν. λαβὼν ταῦτʼ εἰσένεγκε Δᾶε σύ,
εἶθʼ ἧκε. Γοργίας μηδαμῶς μόνην τὴν μητέρα
οἴκοι καταλείπων ἀλλʼ ἐκείνης ἐπιμελοῦ
ὧν ἂν δέηται· ταχὺ δὲ κἀγὼ παρέσομαι. ΧΟΡΟΥ
Σιμίχη τίς ἂν βοηθήσειεν; ὢ τάλαινʼ ἐγώ.
τίς ἂν βοηθήσειεν; Σίκων Ἡράκλεις ἄναξ,
ἐάσαθʼ ἡμᾶς πρὸς θεῶν καὶ δαιμόνων
σπονδὰς ποῆσαι. λοιδορεῖσθε, τύπτετε·
οἰμώζετʼ· ὢ τῆς οἰκίας τῆς ἐκτόπου.
Σιμίχη ὁ δεσπότης ἐν τῶι φρέατι. Σίκων πῶς; Σιμίχη ὅπως;
ἵνα τὴν δίκελλαν ἐξέλοι καὶ τὸν κάδον,
κατέβαινε, κἆιτʼ ὤλισθʼ ἄνωθεν, ὥστε καὶ
πέπτωκεν. Σίκων οὐ γὰρ ὁ χαλεπὸς γέρων σφόδρα
οὗτος; καλά γʼ ἐπόησε νὴ τὸν Οὐρανόν.
ὦ φιλτάτη γραῦ, νῦν σὸν ἔργον ἐστί. Σιμίχη πῶς;
Σίκων ὅλμον τινʼ ἢ λίθον τινʼ ἢ τοιοῦτό τι
ἄνωθεν ἔνσεισον λαβοῦσα. Σιμίχη φίλτατε
κατάβα. Σίκων Πόσειδον, ἵνα τὸ τοῦ λόγου πάθω,
ἐν τῶι φρέατι κυνὶ μάχωμαι; μηδαμῶς.
Σιμίχη ὦ Γοργία, ποῦ γῆς ποτʼ εἶ; Γοργίας ποῦ γῆς ἐγώ;
τί ἐστί, Σιμίχη; Σιμίχη τί γάρ; πάλιν λέγω·
ὁ δεσπότης ἐν τῶι φρέατι. Γοργίας Σώστρατε,
ἔξελθε δεῦρʼ· ἡγοῦ, βάδιζʼ εἴσω ταχύ.
Σίκων εἰσὶν θεοί, μὰ τὸν Διόνυσον. οὐ δίδως
λεβήτιον θύουσιν, ἱερόσυλε σύ,
ἀλλὰ φθονεῖς· ἔκπιθι τὸ φρέαρ εἰσπεσών,
ἵνα μηδʼ ὕδατος ἔχηις μεταδοῦναι μηδενί.
νυνὶ μὲν αἱ Νύμφαι τετιμωρημέναι
εἴσʼ αὐτὸν ὑπὲρ ἐμοῦ δικαίως· οὐδὲ εἷς
μάγειρον ἀδικήσας ἀθῶιος διέφυγεν.
ἱεροπρεπής πως ἐστὶν ἡμῶν ἡ τέχνη.
… ς τραπεζοποιὸν ὅ τι βούλει πόει.
ἀλλʼ ἆρα μὴ τέθνηκεν; πάππαν φίλτατον
κλάουσʼ ἀποιμώζει τις. οὐδὲν τοῦτό γε …
δηλονότι καθ
οὕτως ἀνιμης
τὴν ὄψιν αὐτοῦ τιν
οἴεσθʼ ἔσεσθαι, πρὸς θεῶν, βεβαμμένου,
τρέμοντος; ἀστείαν. ἐγὼ μὲν ἡδέως
ἴδοιμʼ ἄν, ἄνδρες, νὴ τὸν Ἀπόλλω τουτονί.
ὑμεῖς δʼ ὑπὲρ τούτων, γυναῖκες, σπένδετε.
εὔχεσθε τὸν γέροντα σωθῆναι—κακῶς,
ἀνάπηρον ὄντα, χωλόν· οὕτω γίνεται
ἀλυπότατος γὰρ τῶιδε γείτων τῶι θεῶι
καὶ τοῖς ἀεὶ θύουσιν. ἐπιμελὲς δέ μοι
τοῦτʼ ἐστίν, ἄν τις ἆρα μισθώσητʼ ἐμέ.
Σώστρατος ἄνδρες, μὰ τὴν Δήμητρα, μὰ τὸν Ἀσκληπιόν,
μὰ τοὺς θεούς, οὐπώποτʼ ἐν τὠμῶι βίωι
εὐκαιρότερον ἄνθρωπον ἀποπεπνιγμένον
ἑόρακα μικροῦ. τῆς γλυκείας διατριβῆς·
ὁ Γοργίας γάρ, ὡς τάχιστʼ εἰσήλθομεν,
εὐθὺς κατεπήδησʼ εἰς τὸ φρέαρ, ἐγὼ δὲ καὶ
ἡ παῖς ἄνωθεν οὐδὲν ἐποοῦμεν· τί γὰρ
ἐμέλλομεν; πλὴν ἡ μὲν αὑτῆς τὰς τρίχας
ἔτιλλʼ, ἔκλαʼ, ἔτυπτε τὸ στῆθος σφόδρα,
ἐγὼ δʼ ὁ χρυσοῦς, ὡσπερεὶ νὴ τοὺς θεοὺς
τροφὸς παρεστώς, ἐδεόμην γε μὴ ποεῖν
τοῦθʼ, ἱκέτευον, ἐμβλέπων ἀγάλματι
οὐ τῶι τυχόντι. τοῦ δὲ πεπληγμένου κάτω
ἔμελεν ἔλαττον ἤ τινός μοι, πλὴν ἀεὶ
ἕλκειν ἐκεῖνον· τοῦτʼ ἐνώχλει μοι σφόδρα.
μικροῦ γε νὴ Δίʼ αὐτὸν εἰσαπολώλεκα·
τὸ σχοινίον γὰρ ἐμβλέπων τῆι παρθένωι
ἀφῆκʼ ἴσως τρίς. ἀλλʼ ὁ Γοργίας Ἄτλας
ἦν οὐχ ὁ τυχών· ἀντεῖχε καὶ μόλις ποτὲ
ἀνενήνοχʼ αὐτόν. ὡς ἐκεῖνος ἐξέβη
δεῦρʼ ἐξελήλυθʼ· οὐ γὰρ ἐδυνάμην ἔτι
κατέχειν ἐμαυτόν, ἀλλὰ μικροῦ τὴν κόρην
ἐφίλουν προσιών· οὕτω σφόδρʼ ε
ἐρῶ. παρασκευάζομαι δή—τὴν θύραν
ψοφοῦσιν. ὦ Ζεῦ Σῶτερ, ἐκτόπου θέας.
Γοργίας βούλει τι, Κνήμων; εἰπέ μοι. Κνήμων τί
φαύλως ἔχω. Γοργίας θάρρει. Κνήμων τεθάρρηκʼ. οὐκέτι
ὑμῖν ἐνοχλήσει τὸν ἐπίλοιπον γὰρ χρόνον
Κνήμων. Γοργίας τοιοῦτόν ἐστʼ ἐρημία κακόν,
ὁρᾶις; ἀκαρὴς νῦν παραπόλωλας ἀρτίως.
τηρούμενον δὴ τηλικοῦτον τῶι βίωι
ἤδη καταζῆν δεῖ. Κνήμων χαλεπῶς μὲν οἶδʼ ὅτι
ἔχω, κάλεσον δέ, Γοργία, τὴν μητέρα,
ὡς ἔνι μάλιστα. τὰ κακὰ παιδεύειν μόνα
ἐπίσταθʼ ἡμᾶς ὡς ἔοικε. θυγάτριον,
βούλει μʼ ἀναστῆσαι λαβοῦσα; Σώστρατος μακάριε
ἄνθρωπε. Κνήμων τί παρέστηκας ἐνταῦθʼ, ἄθλιε; …
… εσοις ἐβουλόμην
… Μυρρίνη καὶ Γοργία,
ε … ον προειλόμην
οὐκ ἴσως … ι κ … ι … ν οὐδʼ ἂν εἷς δύναιτό με
τοῦτο μεταπεῖσαί τις ὑμῶν, ἀλλὰ συγχωρήσετε.
ἓν δʼ ἴσως ἥμαρτον ὅστις τῶν ἁπάντων ὠιόμην
αὐτὸς αὐτάρκης τις εἶναι καὶ δεήσεσθʼ οὐδενός.
νῦν δʼ ἰδὼν ὀξεῖαν οὖσαν ἄσκοπόν τε τοῦ βίου
τὴν τελευτήν, εὗρον οὐκ εὖ τοῦτο γινώσκων τότε.
δεῖ γὰρ εἶναι—καὶ παρεῖναι—τὸν ἐπικουρήσοντʼ ἀεί.
ἀλλὰ μὰ τὸν Ἥφαιστον—οὕτω σφόδρα διεφθάρμην ἐγὼ
τοὺς βίους ὁρῶν ἑκάστους τοὺς λογισμούς θʼ ὃν τρόπον
πρὸς τὸ κερδαίνειν ἔχουσιν—οὐδένʼ εὔνουν ὠιόμην
ἕτερον ἑτέρωι τῶν ἁπάντων ἂν γενέσθαι. τοῦτο δὴ
ἐμποδὼν ἦν μοι. μόλις δὲ πεῖραν εἷς δέδωκε νῦν
Γοργίας, ἔργον ποήσας ἀνδρὸς εὐγενεστάτου·
τὸν γὰρ οὐκ ἐῶντά τʼ αὐτὸν προσιέναι καὶ τῆι θύραι
οὐ βοηθήσαντά τʼ αὐτῶι πώποτʼ εἰς οὐδὲν μέρος,
οὐ προσειπόντʼ, οὐ λαλήσανθʼ ἡδέως, σέσωχʼ ὅμως.
ὅπερ ἂν ἄλλος καὶ δικαίως· «οὐκ ἐᾶις με προσιέναι·
οὐ προσέρχομʼ· οὐδὲν ἡμῖν γέγονας αὐτὸς χρήσιμος·
οὐδʼ ἐγὼ σοὶ νῦν.» τί δʼ ἐστί, μειράκιον; ἐάν τʼ ἐγὼ
ἀποθάνω νῦν—οἴομαι δέ, καὶ κακῶς ἴσως ἔχω—
ἄν τε περισωθῶ, ποοῦμαί σʼ ὑόν, ἅ τʼ ἔχων τυγχάνω
πάντα σαυτοῦ νόμισον εἶναι. τήνδε σοι παρεγγυῶ·
ἄνδρα δʼ αὐτῆι πόρισον. εἰ γὰρ καὶ σφόδρʼ ὑγιαίνοιμʼ ἐγώ,
αὐτὸς οὐ δυνήσομʼ εὑρεῖν· οὐ γὰρ ἀρέσει μοί ποτε
οὐδὲ εἷς. ἀλλʼ ἐμὲ μέν, ἂν ζῶ, ζῆν ἐᾶθʼ ὡς βούλομαι,
τἆλλα πρᾶττʼ αὐτὸς παραλαβών. νοῦν ἔχεις σὺν τοῖς θεοῖς,
κηδεμὼν εἶ τῆς ἀδελφῆς εἰκότως. τοῦ κτήματος
ἐπιδίδου σὺ προῖκα τοὐμοῦ διαμετρήσας θἤμισυ,
τὸ δʼ ἕτερον λαβὼν διοίκει κἀμὲ καὶ τὴν μητέρα.
ἀλλὰ κατάκλινόν με, θύγατερ. τῶν δʼ ἀναγκαίων λέγειν
πλείονʼ οὐκ ἀνδρὸς νομίζω· πλὴν ἐκεῖνό γʼ ἴσθι, παῖ—
ὑπὲρ ἐμοῦ γὰρ βούλομʼ εἰπεῖν ὀλίγα σοι καὶ τοῦ τρόπου—
εἰ τοιοῦτοι πάντες ἦσαν, οὔτε τὰ δικαστήρια
ἦν ἄν, οὔθʼ αὑτοὺς ἀπῆγον εἰς τὰ δεσμωτήρια,
οὔτε πόλεμος ἦν, ἔχων δʼ ἂν μέτριʼ ἕκαστος ἠγάπα.
ἀλλʼ ἴσως ταῦτʼ ἐστʼ ἀρεστὰ μᾶλλον· οὕτω πράττετε.
ἐκποδὼν ὑμῖν ὁ χαλεπὸς δύσκολός τʼ ἔσται γέρων.
Γοργίας ἀλλὰ δέχομαι ταῦτα πάντα. δεῖ δὲ μετὰ σοῦ νυμφίον
ὡς τάχισθʼ εὑρεῖν τινʼ ἡμᾶς τῆι κόρηι, σοὶ συνδοκοῦν.
Κνήμων οὗτος, εἴρηχʼ ὅσʼ ἐφρόνουν σοι· μὴ ʼνόχλει, πρὸς τῶν θεῶν.
Γοργίας βούλεται γὰρ ἐντυχεῖν σοι— Κνήμων μηδαμῶς, πρὸς τῶν θεῶν.
Γοργίας τὴν κόρην αἰτῶν τις. Κνήμων οὐδὲν ἔτι τοιοῦτό μοι μέλει.
Γοργίας ὅ σε συνεκσώσας. Κνήμων ὁ ποῖος; Γοργίας οὑτοσί. πρόσελθε σύ.
Κνήμων ἐπικέκαυται μέν. γεωργός ἐστι; Γοργίας καὶ μάλʼ, ὦ πάτερ.
οὐ τρυφῶν οὐδʼ οἷος ἀργὸς περιπατεῖν τὴν ἡμέραν
… γενος …
… σδίδου ποεῖ τε του
Κνήμων εἰσκυκλεῖτʼ εἴσω με. ? καὶ
ἐπιμελοῦ τούτου. τὸ λοιπὸν ἐγγυᾶν
τὴν ἀδελφήν. Γοργίας ἐπανένεγκε ταῦτα, Σώστραθʼ, οἷς σε δεῖ.
Σώστρατος οὐδὲν ὁ πατὴρ ἀντερεῖ μοι. Γοργίας τοιγαροῦν ἔγωγέ σοι
ἐγγυῶ δίδωμι πάντων τῶν θεῶν ἐναντίον
ενεγκεινος δίκαιόν ἐστι π … θη, Σώστρατε.
οὐ πεπλασμένωι γὰρ ἤθει πρὸς τὸ πρᾶγμʼ ἐλήλυθας,
ἀλλʼ ἁπλῶς, καὶ πάντα ποιεῖν ἠξίωσας τοῦ γάμου
ἕνεκα, τρυφερὸς ὢν δίκελλαν ἔλαβες, ἔσκαψας, πονεῖν
ἠθέλησας. ἐν δὲ τούτωι τῶι μέρει μάλιστʼ ἀνὴρ
δείκνυτʼ, ἐξισοῦν ἑαυτὸν ὅστις ὑπομένει τινὶ
εὐπορῶν πένητι· καὶ γὰρ μεταβολὰς οὗτος τύχης
ἐγκρατῶς οἴσει. δέδωκας πεῖραν ἱκανὴν τοῦ τρόπου.
διαμένοις μόνον τοιοῦτος. Σώστρατος πολὺ μὲν οὖν κρείττων ἔτι.
ἀλλʼ ἐπαινεῖν αὑτόν ἐστι φορτικόν τι πρᾶγμʼ ἴσως.
εἰς καλὸν δʼ ὁρῶ παρόντα τὸν πατέρα. Γοργίας Καλλιππίδης
ἐστὶ σοῦ πατήρ; Σώστρατος πάνυ μὲν οὖν. Γοργίας νὴ Δία πλούσιός γʼ ἀνήρ,
καὶ δικαίως γʼ ὡς γεωργὸς ἄμαχος. Καλλιππίδης ἀπολέλειμμʼ ἴσως.
οἱ δὲ καταβεβρωκότες δὴ τὸ πρόβατον φροῦδοι πάλαι
εἰσὶν εἰς ἀγρόν. Γοργίας Πόσειδον, ὀξυπείνως πως ἔχει.
αὐτίκʼ αὐτῶι ταῦτʼ ἐροῦμεν; Σώστρατος πρῶτον ἀριστησάτω·
πραότερος ἔσται. Καλλιππίδης τί τοῦτο, Σώστρατʼ; ἠριστήκατε;
Σώστρατος ἀλλὰ καὶ σοὶ παραλέλειπται. πάραγε. Καλλιππίδης τοῦτο δὴ ποῶ.
Γοργίας εἰσιὼν αὐτῶι λαλεῖ νῦν, εἴ τι βούλει τῶι πατρὶ
κατὰ μόνας. Σώστρατος ἔνδον περιμενεῖς, οὐ γάρ; Γοργίας οὐκ ἐξέρχομαι
ἔνδοθεν. Σώστρατος μικρὸν διαλιπὼν παρακαλῶ τοίνυν σʼ ἐγώ. ΧΟΡΟΥ
Σώστρατος οὐχ ὡς ἐβουλόμην ἅπαντά μοι, πάτερ,
οὐδʼ ὡς προσεδόκων γίνεται παρὰ σοῦ. Καλλιππίδης τί δέ;
οὐ συγκεχώρηχʼ; ἧς ἐρᾶις σε λαμβάνειν
καὶ βούλομαι καί φημι δεῖν. Σώστρατος οὔ μοι δοκεῖς.
Καλλιππίδης νὴ τοὺς θεοὺς ἔγωγε, γινώσκων ὅτι
νέωι γάμος βέβαιος οὕτως γίνεται
ἐὰν διʼ ἔρωτα τοῦτο συμπεισθῆι ποεῖν.
Σώστρατος ἔπειτʼ ἐγὼ μὲν τὴν ἀδελφὴν λήψομαι
τὴν τοῦ νεανίσκου, νομίζων ἄξιον
ἡμῶν ἐκεῖνον· πῶς δὲ τοῦτο νῦν σὺ φήις,
οὐκ ἀντιδώσειν τὴν ἐμήν; Καλλιππίδης αἰσχρὸν λέγεις;
νύμφην γὰρ ἅμα καὶ νυμφίον πτωχοὺς λαβεῖν
οὐ βούλομʼ, ἱκανὸν δʼ ἐστὶν ἡμῖν θάτερον.
Σώστρατος περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος.
εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι
εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ
τοῦ σοῦ μεταδιδούς· ὧν δὲ μὴ σὺ κύριος
εἶ, μηδὲ σαυτοῦ τῆς τύχης δὲ πάντʼ ἔχεις,
μή τι φθονοίης, ὦ πάτερ, τούτων τινί.
αὕτη γὰρ ἄλλωι, τυχὸν ἀναξίωι τινί,
παρελομένη σοῦ πάντα προσθήσει πάλιν.
διόπερ ἐγώ σε φημὶ δεῖν, ὅσον χρόνον
εἶ κύριος, χρῆσθαι σε γενναίως, πάτερ,
αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποεῖν
ὡς ἂν δύνηι πλείστους διὰ σαυτοῦ. τοῦτο γὰρ
ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχηις,
ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.
πολλῶι δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος
ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.
Καλλιππίδης οἶσθʼ οἷός εἰμι, Σώστραθʼ· ἃ συνελεξάμην
οὐ συγκατορύξω ταῦτʼ ἐμαυτῶι—πῶς γὰρ ἄν; —
σὰ δʼ ἐστί. βούλει περιποήσασθαί τινα
φίλον δοκιμάσας· πρᾶττε τοῦτʼ ἀγαθῆι τύχηι.
τί μοι λέγεις γνώμας; πόριζε βάδιζε
δίδου, μεταδίδου· συμπέπεισμαι πάντα σοι
ἑκών. Σώστρατος ἑκών; Καλλιππίδης εὖ ἴσθι· μηδὲν τοῦτό σε
ταραττέτω. Σώστρατος τὸν Γοργίαν τοίνυν καλῶ.
Γοργίας ἐπακήκοʼ ὑμῶν ἐξιὼν πρὸς τῆι θύραι
ἅπαντας οὓς εἰρήκατʼ ἐξ ἀρχῆς λόγους.
τί οὖν; ἐγώ σε, Σώστρατʼ, εἶναι μὲν φίλον
ὑπολαμβάνω σπουδαῖον ἀγαπῶ τʼ ἐκτόπως,
μείζω δʼ ἐμαυτοῦ πράγματʼ οὔτε βούλομαι
οὔτʼ ἂν δυναίμην μὰ Δία βουληθεὶς φέρειν.
Σώστρατος οὐκ οἶδʼ ὅ τι λέγεις. Γοργίας τὴν ἀδελφὴν τὴν ἐμὴν
δίδωμί σοι γυναῖκα, τὴν δὲ σὴν λαβεῖν—
καλῶς ἔχει μοι. Σώστρατος πῶς καλῶς; Γοργίας οὐχ ἡδύ μοι
εἶναι τρυφαίνειν ἀλλοτρίοις πόνοις δοκεῖ,
συλλεξάμενον δʼ αὐτόν. Σώστρατος φλυαρεῖς, Γοργία.
οὐκ ἄξιον κρίνεις σεαυτὸν τοῦ γάμου.
Γοργίας ἐμαυτὸν εἶναι κέκρικʼ ἐκείνης ἄξιον,
λαβεῖν δὲ πολλὰ μίκρʼ ἔχοντʼ οὐκ ἄξιον.
Καλλιππίδης νὴ τὸν Δία τὸν μέγιστον εὐγενῶς γέ πως
… ος εἶ. Γοργίας πῶς; Καλλιππίδης οὐκ ἔχων βούλει δοκεῖν
… ἐπειδὴ συμπεπεισμένον μʼ ὁρᾶις
… ε τούτωι μʼ ἀναπέπεικας· διπλασίως
… ων πένης … ἀπόπληκτός θʼ ἅμα
… ς ὑποδείκνυσιν εἷς σωτηρίαν.
… λοιπόν ἐστιν ἡμῖν ἐγγυᾶν.
Καλλιππίδης ἀλλʼ ἐγγυῶ παίδων ἐπʼ ἀρότωι γνησίων
τὴν θυγατέρʼ ἤδη μειράκιόν σοι προῖκά τε
δίδωμʼ ἐπʼ αὐτῆι τρία τάλαντα. Γοργίας ἐγὼ δέ γε
ἔχω τάλαντον προῖκα τῆς ἑτέρας. Καλλιππίδης ἔχεις;
μὴ δῶις σὺ λίαν. Γοργίας ἀλλʼ ἔχω τὸ χωρίον.
Καλλιππίδης κέκτησʼ ὅλον σύ, Γοργία. τὴν μητέρα
ἤδη σὺ δεῦρο τήν τʼ ἀδελφὴν μετάγαγε
πρὸς τὰς γυναῖκας τὰς παρʼ ἡμῖν. Γοργίας ἀλλὰ χρή.
Σώστρατος τὴν νύκτα
πάντες μεν … τοὺς γάμους
ποήσομεν. καὶ τὸν γέροντα, Γοργία,
κομίσατε δεῦρʼ· ἕξει τὰ δέοντʼ ἐνταῦθʼ ἴσως
μᾶλλον παρʼ ἡμῖν. Γοργίας οὐκ ἐθελήσει, Σώστρατε.
Σώστρατος σύμπεισον αὐτόν. Γοργίας ἂν δύνωμαι. Σώστρατος δεῖ πότον
ἡμῶν γενέσθαι, παππία, νυνὶ καλόν,
καὶ τῶν γυναικῶν παννυχίδα. Καλλιππίδης τοὐναντίον
πίοντʼ ἐκεῖναι, παννυχιοῦμεν οἶδʼ ὅτι
ἡμεῖς. παράγων δʼ ὑμῖν ἑτοιμάσω τι νῦν
προὔργου. Σώστρατος πόει τοῦτʼ· οὐδενὸς χρὴ πράγματος
τὸν εὖ φρονοῦνθʼ ὅλως ἀπογνῶναί ποτε.
ἁλωτὰ γίνετʼ ἐπιμελείαι καὶ πόνωι
ἅπαντʼ. ἐγὼ τούτου παράδειγμα νῦν φέρω·
ἐν ἡμέραι μιᾶι κατείργασμαι γάμον
ὃν οὐδʼ ἂν εἷς ποτʼ ὤιετʼ ἀνθρώπων ὅλως.
Γοργίας προάγετε δὴ θᾶττόν ποθʼ ὑμεῖς. Σώστρατος δεῦτε δή.
μῆτερ, δέχου ταύτας. ὁ Κνήμων δʼ οὐδέπω;
Γοργίας ὃς ἱκέτευεν ἐξαγαγεῖν τὴν γραῦν ἔτι,
ἵνʼ ἦι τελέως μόνος καθʼ αὑτόν; Σώστρατος ὢ τρόπου
ἀμάχου. Γοργίας τοιοῦτος. Σώστρατος ἀλλὰ πολλὰ χαιρέτω.
ἡμεῖς δʼ ἴωμεν. Γοργίας Σώστραθʼ, ὑπεραισχύνομαι
γυναιξὶν ἐν ταὐτῶι— Σώστρατος τίς ὁ λῆρος; οὐ πρόει;
οἰκεῖα ταῦτʼ ἤδη νομίζειν πάντα δεῖ.
Σιμίχη ἄπειμι νὴ τὴν Ἄρτεμιν κἀγώ. μόνος
ἐνταῦθα κατακείσει. τάλας σὺ τοῦ τρόπου.
πρὸς τὸν θεόν σε βουλομένων τούτων ἄγειν
ἀντεῖπας. ἔσται μέγα κακὸν πάλιν τί σοι,
νὴ τὼ θεώ, καὶ μεῖζον ἢ νῦν εὖ πάνυ.
Γέτας ἐγὼ προσελθὼν ὄψομαι δεῦρ αὐλεῖ.
τί μοι προσαυλεῖς, ἄθλιʼ οὗτος; οὐδέπω σχολή μοι.
πρὸς τὸν κακῶς ἔχοντα πέμπουσʼ ἐνθαδί μʼ· ἐπίσχες.
Σιμίχη καὶ παρακαθήσθω γʼ εἰσιὼν αὐτῶι τις ἄλλος ὑμῶν.
ἐγὼ δʼ ἀποστέλλουσα τροφίμην βούλομαι λαλῆσαι
ταύτηι, προσειπεῖν, ἀσπάσασθαι. Γέτας νοῦν ἔχεις· βάδιζε.
τοῦτον δὲ θεραπεύσω τέως ἐγώ. πάλαι δέδοκται
τούτου λαβεῖν τὸν καιρόν, ἀλλὰ διαπονεῖν ἔδει με.
… ετει καὶ τῶν β
οὔπω δυνης … ι, μάγειρε.
Σίκων, πρόελθε δεῦρό μοι σὺ θᾶττον. ὦ Πόσειδον,
οἵαν ἔχειν οἶμαι διατριβήν. Σίκων σύ με καλεῖς; Γέτας ἔγωγε.
τιμωρίαν βούλει λαβεῖν ὧν ἀρτίως ἔπασχες;
Σίκων ἐγὼ δʼ ἔπασχον ἀρτίως; οὐ λαικάσει φλυαρῶν;
Γέτας ὁ δύσκολος γέρων καθεύδει μόνος. Σίκων ἔχει δὲ δὴ πῶς;
Γέτας οὐ παντάπασιν ἀθλίως. Σίκων οὐκ ἂν δύναιτό γʼ ἡμᾶς
τύπτειν ἀναστάς; Γέτας οὐδʼ ἀναστῆναι γάρ, ὡς ἐγὦιμαι.
Σίκων ὡς ἡδὺ πρᾶγμά μοι λέγεις. αἰτήσομʼ εἰσιών τι·
ἔξω γὰρ ἔσται τῶν φρενῶν. Γέτας τί δʼ ἄν, τὸ δεῖνα, πρῶτον
ἔξω προελκύσωμεν αὐτόν, εἶτα θέντες αὐτοῦ
κόπτωμεν οὕτω τὰς θύρας, αἰτῶμεν, ἐπιφλέγωμεν;
ἔσται τις ἡδονή, λέγω. Σίκων τὸν Γοργίαν δέδοικα
μὴ καταλαβὼν ἡμᾶς καθαίρηι. Γέτας θόρυβός ἐστιν ἔνδον,
πίνουσιν. οὐκ αἰσθήσετʼ οὐδείς. τὸ δʼ ὅλον ἐστὶν ἡμῖν
ἅνθρωπος ἡμερωτέος· κηδεύομεν γὰρ αὐτῶι,
οἰκεῖος ἡμῖν γίνετʼ· εἰ δʼ ἔσται τοιοῦτος αἰεί,
ἔργον ὑπενεγκεῖν, πῶς γὰρ οὔ; Σίκων λαθεῖν μόνον ἐπιθύμει
αὐτὸν φέρων δεῦρʼ εἰς τὸ πρόσθεν. Γέτας πρόαγε δὴ σύ. Σίκων μικρὸν
πρόσμεινον, ἱκετεύω σε· μή με καταλιπὼν ἀπέλθηις.
Γέτας καὶ μὴ ψόφει, πρὸς τῶν θεῶν. Σίκων ἀλλʼ οὐ ψοφῶ μὰ τὴν Γῆν.
Γέτας εἰς δεξιάν. Σίκων ἰδού. Γέτας θὲς αὐτοῦ. νῦν ὁ καιρός. Σίκων εἶἑν·
ἐγὼ προάξω πρότερος. ἤν. καὶ τὸν ῥυθμὸν σὺ τήρει.
παῖ, παιδίον, παῖδες καλοί, παῖ, παιδία. Κνήμων οἴχομʼ, οἴμοι.
Σίκων παῖδες καλοί, παῖ, παιδίον, παῖ, παῖδες. Κνήμων οἴχομʼ, οἴμοι.
Σίκων τίς οὗτος; ἐντεῦθέν τις εἶ; Κνήμων δηλονότι. σὺ δὲ τί βούλει;
Σίκων λέβητας αἰτοῦμαι παρʼ ὑμῶν καὶ σκάφην. Κνήμων τίς ἄν με
στήσειεν ὀρθόν; Σίκων ἔστιν ὑμῖν, ἔστιν ὡς ἀληθῶς.
καὶ τρίποδας ἑπτὰ καὶ τραπέζας δώδεκʼ· ἀλλά, παῖδες,
τοῖς ἔνδον εἰσαγγείλατε· σπεύδω γάρ. Κνήμων οὐδέν ἐστιν.
Σίκων οὐκ ἔστιν; Κνήμων ἀλλʼ ἀκήκοας μυριάκις. Σίκων ἀποτρέχω δή.
Κνήμων ὢ δυστυχὴς ἐγώ. τίνα τρόπον ἐνθαδὶ προήχθην;
τίς μʼ εἰς τὸ πρόσθεν κατατέθηκεν; ἄπαγε δὴ σύ. Γέτας καὶ δή.
παῖ, παιδίον, γυναῖκες, ἄνδρες, παῖ θυρωρέ. Κνήμων μαίνει,
ἄνθρωπε· τὴν θύραν κατάξεις. Γέτας δάπιδας ἐννέʼ ἡμῖν
χρήσατε. Κνήμων πόθεν; Γέτας καὶ παραπέτασμα βαρβαρικὸν ὑφαντόν
… ποδῶν τὸ μῆκος ἑκατόν. Κνήμων εἴθε μοι γένοιτο
… ποθεν. γραῦ. ποῦ ʼστιν ἡ γραῦς; Γέτας ἐφʼ ἑτέραν βαδίζω
θύραν; Κνήμων ἀπαλλάγητε δή. γραῦ. Σιμίχη. κακὸν δὲ
κακῶς σʼ ἅπαντες ἀπολέσειαν οἱ θεοί. τί βούλει;
Σίκων κρατῆρα βούλομαι λαβεῖν χαλκοῦν μέγαν. Κνήμων τίς ἄν με
στήσειεν ὀρθόν; Γέτας ἔστιν ὑμῖν, ἔστιν ὡς ἀληθῶς
τὸ παραπέτασμα, παππία, πατρίδιον. Κνήμων οὐδʼ ὁ κρατήρ.
τὴν Σιμίχην ἀποκτενῶ. Σίκων κάθου σὺ μηδὲ γρύζων.
φεύγεις ὄχλον, μισεῖς γυναῖκας, οὐκ ἐᾶις κομίζειν
εἰς ταὐτὸ τοῖς θύουσι σαυτόν· πάντα ταῦτʼ ἀνέξει.
οὐδεὶς βοηθός σοι πάρεστιν. πρῖε σαυτὸν αὐτοῦ.
ἄκουε δʼ ἑξῆς πάντα γα … τις
… αγκας οὐδὲ τὴν … ι
… ον αἱ γυναῖκες … παρʼ ὑμῶν.
… γυναικὶ τῆι τε παιδὶ περιβολαὶ τὸ πρῶτον
… φιλήματʼ· οὐκ ἀηδὴς διατριβή τις αὐτῶν
… ρ … ἄνωθεν ηὐτρέπιζον συμπόσιον ἐγώ τι
τοῖς ἀνδράσιν· τούτοις—ἀκούεις; μὴ κάθευδε. Γέτας μὴ γάρ.
Κνήμων οἴμοι. Σίκων … βούλει παρεῖναι; πρόσεχε καὶ τὰ λοιπά.
σπονδὴ παρῆν· ἐστρώννυτο στιβὰς χαμαί· τραπέζας
ἔγωγε—τοῦτο γὰρ ποεῖν ἐμοὶ προσῆκʼ—ἀκούεις;
μάγειρος ὢν γὰρ τυγχάνω, μέμνησο. Γέτας μαλακὸς ἁνήρ.
Σίκων ἄλλος δὲ χερσὶν Εὔιον γέροντα πολιὸν ἤδη
ἔκλινε κοῖλον εἰς κύτος, μειγνύς τε νᾶμα Νυμφῶν
ἐδεξιοῦτʼ αὐτοῖς κύκλωι, καὶ ταῖς γυναιξὶν ἄλλος.
ἦν δʼ ὡσπερεὶ ʼς ἄμμον φοροίης· ταῦτα μανθάνεις σύ;
καί τις βραχεῖσα προσπόλων εὐήλικος προσώπου
ἄνθος κατεσκιασμένη χορεῖον εἰσέβαινε
ῥυθμὸν μετʼ αἰσχύνης ὁμοῦ μέλλουσα καὶ τρέμουσα,
ἄλλη δὲ συγκαθῆπτε ταύτηι χεῖρα κἀχόρευεν.
Γέτας ὦ πρᾶγμα πάνδεινον παθών, χόρευε, συνεπίβαινε.
Κνήμων τί ποτʼ ἔτι βούλεσθʼ, ἄθλιοι; Γέτας μᾶλλον σὺ συνεπίβαινε.
ἄγροικος εἶ. Κνήμων μὴ πρὸς θεῶν. Γέτας οὐκοῦν φέρωμεν εἴσω
ἤδη σε; Κνήμων τί ποήσω; Γέτας χόρευε δὴ σύ. Κνήμων φέρετε. κρεῖττον
ἴσως ὑπομένειν ἐστὶ τἀκεῖ. Γέτας νοῦν ἔχεις. κρατοῦμεν.
ὢ καλλίνικοι. παῖ Δόναξ, Σίκων σύ γε,
αἴρεσθε τοῦτον, εἰσφέρετε. φύλαττε δὴ
σεαυτόν, ὡς ἐάν σε παρακινοῦντά τι
λάβωμεν αὖτις, οὐδὲ μετρίως ἴσθʼ ὅτι
χρησόμεθά σοι τὸ τηνικάδʼ. ἰώ, ἐκδότω
στεφάνους τις ἡμῖν, δᾶιδα. τουτονὶ λαβέ.
εἶἑν. συνησθέντες κατηγωνισμένοις
ἡμῖν τὸν ἐργώδη γέροντα, φιλοφρόνως
μειράκια, παῖδες, ἄνδρες, ἐπικροτήσατε.
ἡ δʼ εὐπάτειρα φιλόγελώς τε παρθένος
Νίκη μεθʼ ἡμῶν εὐμενὴς ἕποιτʼ ἀεί.