eul_wid: ilg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Cook's Profession by Sosipater the Comic Poet

The Cook’s Profession is a lost Greek comedy by Sosipater, preserved only in fragments quoted by later authors such as Athenaeus. The play’s title, which can be rendered as "Pieces Torn Off" or "Extracts," humorously reflects its fragmentary state or perhaps its episodic content. Written in verse, the comedy belongs to the Hellenistic or later period of Greek drama and centres on the figure of the professional cook, a stock character in later Greek and Roman comedy. The extant fragments depict a cook defending his trade as a sophisticated art, lamenting its debasement by amateurs while boasting of his own rigorous training in fields as diverse as astronomy, architecture, and military strategy. This portrayal suggests the play satirized professional pretension and social climbing through the lens of domestic and culinary affairs. As one of many comedies that developed the archetype of the boastful, philosophizing cook, Sosipater’s work represents a link in the transmission of this comic figure to Roman comedy and beyond. The fragments, though limited, provide valuable insight into the conventions and language of later Greek comic theatre.

ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ
οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη,
ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε·
ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν
εἶναι μάγειροί φασιν, οὐδὲν εἰδότες.
ὑπὸ τῶν τοιούτων δʼ ἡ τέχνη λυμαίνεται.
ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν,
ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμʼ εἰσηγμένον,
καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ παθήματα
ἅπαντʼ ἐφεξῆς εἰδόθʼ, ἕτερόν σοι τυχὸν
φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς ..
ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης
ἐγώ τε. τοῖς λοιποῖς δὲ προσπέρδου. ΔΗΜ. τί φής;
Α. ἐγώ. τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν
τὸ Σίκωνος. οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν.
ΔΗΜ. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε;
Α. οὐκ ἀλλʼ ἐν ὅσῳ προσέρχετʼ ἐξ ἀγορᾶς ὁ παῖς,
μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος,
ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον.
περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους·
ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν ..
ἔπειτα μετὰ ταῦτʼ εὐθὺς ἀρχιτεκτονεῖν·
ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά.
πρὸ τῆς τέχνης ἔσπευδε ταῦθʼ ἡμᾶς μαθεῖν.
ΔΗΜ. Ἄπολλον, ἐργῶδές γʼ. Α. ἄκουσον, ὦγαθέ.
δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν
περὶ τῶν μετεώρων, τάς τε τῶν ἄστρων δύσεις
καὶ τὰς ἐπιτολάς, καὶ τὸν ἥλιον πότε
ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν
ἐπάνεισι, κἀν ποίοισίν ἐστι ζῳδίοις.
τὰ γὰρ ὄψα, φασί, καὶ τὰ βρώματα σχεδὸν
ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως
ἑτέραν ἐν αὑτοῖς λαμβάνει τὴν ἡδονήν.
ὁ μὲν οὖν κατέχων τὰ τοιαῦτα, τὴν ὥραν ἰδὼν
τούτων ἑκάστοις ὡς προσήκει χρήσεται·
ὁ δʼ ἀγνοῶν ταῦτʼ εἰκότως τυντλάζεται.
πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως
ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται.
ΔΗΜ. ἐγὼ δʼ ἐθαύμασʼ; Α. ἀλλʼ ὅμως ἐγὼ φράσω.
τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς
λαβεῖν ὅσον δεῖ καὶ τὸ πνεῦμʼ ἰδεῖν πόθεν
ἔστιν, μεγάλην χρείαν τινʼ εἰς τὸ πρᾶγμʼ ἔχει.
ὁ καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν
εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα.
τί οὖν; ἔτι σοι δίειμι τὰ στρατηγικά.
ἔγωγε τὸν μάγειρον. ἡ τάξις σοφὸν
ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ,
ἐν τῇ καθʼ ἡμᾶς δʼ ὥσπερ ἡγεῖται σχεδόν.
τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως
ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν,
πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην,
καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον, καὶ πότε
εὔκαιρον αὐτοῖς ἐστι τῶν ὄψων τὰ μὲν
θερμὰ παραθεῖναι, τὰ δʼ ἐπανέντα, τὰ δὲ μέσως,
τὰ δʼ ὅλως ἀποψύξαντα, ταῦτα πάντα δὴ
ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται
μαθήμασιν. ΔΗΜ. τίς δή τι παραδείξας ἐμοὶ
τὰ δέοντʼ ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.