eul_wid: hps-an
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

New Fragments of Misumenus by Menander of Athens

The New Fragments of Misumenus constitute a collection of 114 passages recovered from a lost comedy by the Athenian playwright Menander. Composed in Attic Greek verse around the late fourth or early third century BCE, the work is a prime example of New Comedy, a genre characterized by its focus on domestic scenarios, romantic complications, and stereotypical figures from everyday Hellenistic society. The fragments preserve several consecutive scenes, enabling scholars to piece together a plot that likely centres on a protagonist who becomes universally disliked due to a misunderstanding, exploring familiar Menandrian themes of recognition, reconciliation, and the restoration of social harmony.

The play was lost for centuries, surviving only in scant ancient quotations, until a large portion was rediscovered in the twentieth century within a papyrus codex. This manuscript, designated Papyrus Bodmer 4 and dated to the third or fourth century CE, contained a damaged but extensive copy of Misumenus among other comedies by Menander. This discovery offers evidence for understanding Menander's dramatic craftsmanship and the architectural principles of his plays. Originally written for the Athenian stage, Misumenus would have engaged with the standard concerns of New Comedy—love, family dynamics, and social standing—through a lens of comedy and ethical contemplation.

ἱκετηρίαν … τί λέγουσʼ; ἐμοὶ μαχεῖ, τάλαν; —
μὰ Διʼ, ἀλλʼ ἐκείνῳ, φησί, δεινὸν γὰρ βίον
ζῇ καὶ ταλαίπωρον τίνʼ, οὐ γάρ; μακάριον
αὕτη … καὶ ζηλωτόν … ὄνθʼ οὕτω
ἆρʼ οὗτός ἐστι
… αὐτῶν θάτερος σα … ε
… γάρ, ὦ πολυτίμητοι θεοί
… πως τοῦτο δὴ τὸ τοῦ λόγου
… ᾖσεν ἀνθρώπων …
ἀγαθὸν ἄκουσμʼ ἥκεις πρὸς ἡμᾶς· ἀλλὰ τί
… κάμπτεις καὶ πάλιν στέλλει διδοὺς
τὰς συμβολὰς εἰ μή τι κακὸν ἡμᾶς ποεῖς;
κελεύσω τοῦτον ἐπὶ δεῖπνον πάλιν
τὸν δεσπότην καλέσαντα; φανερῶς ἐστι γὰρ
… βαδιοῦμʼ εἴσω δὲ καὶ πειράσομαι
κρύπτων ἐμαυτὸν ἐπιθεωρῆσαί τι τῶν
ποιουμένων ἔνδον λαλουμένων θʼ ἅμα.
Γραῦς … τερον τούτου, μὰ τὼ θεώ, ξένον
οὐπώποτʼ εἶδον· αἲ τάλας· τί βούλεται
… ρʼ οἴκῳ τὰς σπάθας τῶν γειτόνων
… αὐτὰς εἰς μέσον
… πολὺν χρόνον·
… εν ταυτ … ασαι
… α … ων εἰ βούλεται
… αλλα …
Γραῦς … δεῖξον: αὐτ … ς θης …
Δημέας … μι … ις : καλῶς
… εγω
Δημέας … ειδον : … ρ … ν
… τὴν θύραν κόψασά μοι :
Γραῦς … αὐτὸς κόπτε· τί μʼ ἐνοχλεῖς τάλαν :
… τρʼ ἔχω δέδειχα σοί·
Δημέας … ἐκκάλει κα … αλετου
… : ὧν τυγχάνω …
… υ τὴν ἐμὴν ταύτην ὅλως …
… θύραν …
… σα … ην ἔγωγε φι … τονθ … ως
… ς· καλοῦ
… ησάμην
… ποτε
… τοῦτο γέγονε …
Δημέας … παῖ παῖδες· ἐπανάξω· ψοφεῖ —
αὐτῶν προϊών τις εἰς τὸ πρόσθεν τὴν θύραν. —
Γυνή οὐκ ἂν δυναίμην καρτερεῖν
Κράτεια —
Δημέας ὦ Ζεῦ τίνʼ ὄψιν οὐδὲ προσδοκωμένην
Κράτεια ὁρῶ : τί βούλει, τηθία, τί μοι λαλεῖς;
Δημέας Κράτεια πατὴρ ἐμός; ποῦ; παιδίον Κράτεια. τίς
καλεῖ με; πάππα χαῖρε πολλὰ φίλτατε:
Κράτεια Δημέας ἔχω σε τέκνον. ὦ ποθούμενος φανείς
ὁρῶ σʼ ὃν οὐκ ἂν ᾠόμην ἰδεῖν ἔτι. —
Δημέας Γέτας Γέτας ἐξῆλθεν ἔξω. παῖ, τί τοῦθʼ· αὕτη τί σοί;
ἄνθρωπε, τί ποεῖς οὗτος; οὐκ ἐγὼ ʼλέγον;
ἐπʼ αὐτοφώρῳ τόνδε τὸν ζητούμενον
ἔχω· γέρων οὗτός γε πολιὸς φαίνεται,
ἐτῶν τις ἑξήκονθʼ· ὅμως δὲ κλαύσεται.
τίνα περιβάλλειν καὶ φιλεῖν οὗτος δοκεῖς;
Κράτεια οὑμὸς πατήρ γε …
Γέτας οὕτω γελοῖος· οὐκ …
τίς εἶ πόθεν θʼ —
Δημέας αὐτὸς πορευ
Γέτας ταύτης : ἀληθῶς …
ὅδʼ ἐστὶν ὁ γέρων : λαμ …
τί τοῦτο; καὶ σὺ γραιδίον …
… λεις· πόθεν βέλτιστε …
Δημέας Γέτας οἴκοθεν; ἐβουλόμην ἄν· ἀλλὰ τυγχάνεις
Δημέας ἀπόδημος ὢν ἐκεῖθεν; ἐκ Κύπρου παρὼν
ἐνταῦθα πρῶτον τῶν ἐμῶν ταύτην ὁρῶ.
καὶ δῆλον ὡς ἔσπαρκε τῶν οἴκοι τινὰς
ὁ κοινὸς ἐχθρὸς πόλεμος ἄλλον ἀλλαχῇ: —
Γέτας ἔχει γὰρ οὕτως· αἰχμάλωτος γενομένη
αὕτη πρὸς ἡμᾶς ἦλθε τοῦτον τὸν τρόπον·
δραμὼν δὲ σοὶ τὸν δεσπότην ἤδη καλῶ·
Δημέας … οὕτω πόει
… τίς λέγει σοι τὸν λόγον;
Δημέας Κράτεια … ἀπόλωλʼ : οἴμοι τάλαινα τῆς ἐμῆς
… ὡς οἰκτρά, πάππα φίλτατε
Δημέας … τέθνηχʼ; ὑφʼ οὗ θʼ ἥκιστʼ ἐχρῆν
… οἶδα καὶ συνῆκʼ
… τʼ οὖσα του …
Δημέας διὰ τί Κράτεια φ … ρ —
ὁ τοῦτο πράξας ε —
Κράτεια ἀλλά, πάτερ, εἰσίωμεν … α
ἅπαντʼ ἀ … οὐκ …
βουλευτέον νῦν ἐστίν· ἀλλ …
ζῆν … πρέπει με …
Θρασωνίδης ὦ τοῦ παραδόξου καὶ ταλαιπώρου βίου. —
πατὴρ Κρατείας, φῄς, ἐλήλυθʼ …
νῦν ἢ μακάριον ἢ τρισαθλιώτατον
δείξεις με τῶν ζώντων ἁπάντων γεγονότα.
εἰ μὴ γὰρ οὗτος δοκιμάσει με κυρίως
δώσει τε ταύτην, οἴχεται Θρασωνίδης.
ὃ μὴ γένοιτʼ· ἀλλʼ εἰσίωμεν· οὐ … κέτι
τὸ τοιοῦτον εἰκάζειν γάρ, εἰδέναι δὲ δεῖ
ἡμᾶς· ὀκνηρῶς καὶ τρέμων εἰσέρχομαι·
μαντεύεθʼ ἡ ψυχή τί μου, Γέτα, κακόν·
δέδοικα· βέλτιον δʼ ἅπαξ γνῶναί με τῆς
Γέτας οἰησέως. πῶς ταῦτα θαυμάσαιμι δʼ ἄν; —
Κλεινίας ξένος ἐστὶν εἷς, μάγειρε· κἀγὼ καὶ τρίτη
ἐμή τις—εἴπερ, νὴ Δίʼ, εἰσελήλυθεν.
ἀγωνιῶ γὰρ καὐτός· εἰ δὲ μή, μόνος
ὁ ξένος· ἐγὼ γὰρ περιδραμοῦμαι τὴν πόλιν
ζητῶν ἐκείνην πᾶσαν· ἀλλὰ πάραγε σύ
καὶ τοῦ ταχέως, μάγειρε, φρόντισον πάνυ. —
ΧΟΡΟΥ Κλεινίας τί φῄς; ἐπιγνοὺς τὴν σπάθην τὴν κειμένην
ἔνδον παρʼ ἡμῖν ᾤχεθʼ ὡς τοὺς γείτονας
τούτων ἀκούσας οὖσαν αὐτήν; πηνίκα
ἔθεντο δʼ οὗτοι δεῦρο ταύτην ἢ τίνος
ἕνεκα πρὸς ἡμᾶς, γραῦ; …
εὔδηλος ἐψόφηκε· προϊὼν φαίνεται
αὐτῶν τις· ὥστε πάντʼ ἀκούσομαι σαφῶς. —
Γέτας ὦ Ζεῦ πολυτίμητʼ, ὠμότητος ἐκτόπου
ἀμφοῖν ἀπανθρώπου τε, νὴ τὸν ἥλιον.
—
Κλεινίας ξένος τις εἰσελήλυθʼ ἀρτίως, Γέτα,
Γέτας
ἐνθάδε πρὸς ὑμᾶς; Ἡράκλεις, αὐθαδίας
… ἀνθρώπου λαβεῖν
Κλεινίας γυναικ … τουτὶ λαλῶ: —
Κλεινίας φ … : Δημέας
… νος μηδὲ γρῦ
… σα … αι γὰρ, Δημέα
… αὐτὸς … ερας ἐγὼ
ταύτης πατὴρ καὶ κύριος· ταυτὶ λέγει
… α κλαῶν ἀντιβολῶν ὄνος λύρας· —
Κλεινίας συμπεριπατήσω καὐτὸς ὡς ἐμοὶ δοκῶ. —
Γέτας ἓν τοῦτο δʼ ειρει τὴν ἐμαυτοῦ σʼ ἀξιῶ
ἥκων ἀπολυτροῦν ὢν πατήρ· ἐγὼ δέ γε
αἰτῶ γυναῖκα σʼ ἐντετυχηκὼς Δημέα: —
Κλεινίας ἔνδον μὲν ἔσθʼ ἅνθρωπος εἰσεληλυθώς.
τοὔνομα λέγει γὰρ οὑτοσὶ τὸν Δημέαν. —
Γέτας ὦ Ἡράκλεις· ἀνθρωπίνως ἂν οὐ λάβοι
τὸ συμβεβηκός; ὗς ὀρεῖ, τὸ τοῦ λόγου.
ἀλλʼ οὐχὶ ἀλλʼ αυτη πάλιν
… λέγοντος · ἀντιβολῶ, Κράτεια, σέ,
μή μʼ ἐγκαταλίπῃς· παρθένον σʼ εἴληφʼ ἐγώ,
ἀνὴρ ἐκλήθην, πρῶτος ἠγάπησά σε,
ἀγαπῶ, φιλῶ, Κράτεια· φιλτάτη, τί σοι
λυπηρόν ἐστι τῶν παρʼ ἐμοί; τεθνηκότα
πεύσει μʼ ἐάν μʼ ἐγκαταλίπῃς· οὐδʼ ἀπόκρισις.
Γέτας Κλεινίας τί πότʼ ἐστι τὸ κακόν· βάρβαρος· λέαινα τις —
Κλεινίας … ὁρᾷς με κακόδαιμον πάλαι —
Γέτας … οὐχ ὑγιαίνει παντελῶς·
ἐγὼ μὲν αὐτὴν μὰ τὸν Ἀπόλλω τουτονί,
οὐκ ἂν ἀπέλυσʼ … · Ἑλληνικόν· καὶ πανταχῇ
γινόμενον ἴσμεν· ἀλλʼ ἐλεεῖν ὀρθῶς ἔχει
τὸν κατελεοῦνθʼ· ὅταν δὲ μηδʼ ὑμεῖς ἐμέ,
οὐδὲ λόγον ὑμῶν οὐδʼ ἐπιστροφὴν ἔχω.
οὔκ ἐστι σοί· τί δʼ; οὐθὲν ἄτοπον ὡς ἐγώ.
ἀλλʼ οὖν βοήσεται δὲ καὶ βουλεύσεται
… στάς· βλέπει δὲ πῦρ ἅμα
… δράττεταί γε τῶν τριχῶν.
Γέτας Κλεινίας ἄνθρωπε κατακόψεις με· χαῖρε, Κλεινία.
πόθεν πάρεσθʼ; οὑμός τι θορυβεῖν φαίνεται
… ἐλθὼν ὁ ξένος
[ ] μικρόψυχον εἶπ̣έ̣ τις, τυχόν
[ ] π̣ο̣λ̣λ̣ὰ πρ̣άγ̣ματα.
ε̣ἰ̣ δʼ ε̣ἰς μ̣έσον .[
ποεῖ τʼ ἄδηλον τοῖς συνοῦσι τὴν νόσον
ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό μου
(καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ.)
ἐξ̣ῆ̣λθʼ εκ[
ὀ̣ρ̣γ̣ῆς ἐλ̣[εε]ινο̣ς̣[
τί̣ φηίς̣; πέπονθας ἄ̣γ̣α̣θ̣ʼ; ὑπὲρ ταύτ̣η̣ς̣ λαλε̣ῖς;
[.]. ἔλ̣εγ̣ʼ ἐμοὶ ταυ[ ]τὸν λ̣ό̣γ̣ο̣ν̣ λ̣έγε.
[.]...ἀτύχημα τουτο [ οὐ] ψ̣έγω.
ο̣ὐκοῦν ἔνεστι [
ταύτην ἀπολαβεῖν [ ]πολλαχ̣ο̣ῦ̣
οὕτως ἔχει πρό̣σ̣θ̣εν γ̣ε· [
τὸ ζῆν ἀφήσεις; ἀλλʼ [
οἴκτῳ τὸ μισοῦν ὡς σεαυτο. [
καὶ τίς ὁ βίος σοί; ποῦ τε̣ τη̣[
ἐ̣πίσημον, εἴ τι[
πλεονεξία τοῦτʼ ἐ̣σ̣τ̣ι̣ [
ἴσως ἰταμὸς εἶ τόν τε λογισμὸν οὐκ ἔχ̣ω̣ν̣
εὔ̣ψυχος ἀπόρως ζηῖς· [
ὄνειδος αὕτη τοῦτο [
ἀθάνατον εὖ παθοῦσα̣ [
τὸν τἄγαθʼ αὐτῇ δόν̣τ̣α̣· πῶς [ἄρʼ] ἔστι μοι
... [ ]ε̣ι̣ς̣
[ ]
[ ]ς̣
[ ]ν̣
[ ]θη
[ ]
[ ].[.....]
[ ]ν κακόν
[ ]
[ ]α̣ι̣
[ ]
[ ]
[ ]π̣αρῆν
[ ]. ...
οὐκέ̣τ̣ι̣[
Θρασωνιδ[
τί τανα̣[
καλῶς [
οὐ παιδ[
ζηλοτυπ̣ο[
ἃ νῦν λε̣γ[
εἰς τοὖργον[
διακοσι[
νὴ Δία τ[
Γέτας ἀν̣αγ̣ε̣[.].[ ‵—′
Γέτας ἀπὸ τη̣ς̣.⸥. ω̣ς̣ αν[.].[ ‵—′
Θρασωνίδης φαινε⸥..αρʼ ἀγαθὸ̣ν ν̣..[ ‵—′
Γέτας διδόασι σοὶ γυναῖκα ..[ ‵—′
προσευξάμην [
οὕτως ἀγαθόν[ (γένοιτο) ‵—′
Θρασωνίδης οὐκ ἐξα⸥ πατᾶις
‵ Γέτας πῶς⸥ εἶπεν: Ἡράκλεις[ ‵—′
Θρασωνίδης τὰ ⸥ῥήματʼ αὐτά μ̣ο̣ι [φράσον (?)
Γέτας λέγων «τ̣ά̣χ̣ʼ απ̣έχε̣ι̣[ «] ‵—′
ἔλεγεν «θυγάτριον [ «]
«ναί», φησι, «πάππα, βούλομαι[ «]
ἤκουσʼ· ἃ δ̣ʼ ἤκουσα ..[ ‵—′
ἐκπλει⸥ [.]ε̣γ̣...γην.[ ‵—′
ἀγαθὰ λέγεις: ........[ τὴν θύραν]
‵ Δημέας Θρασωνίδης ψοφεῖ τις αὐτῶν: πρόαγετʼ[ : οὐκ ἀπάγξομαι] ‵—′
‵ Δημέας καλῶς ποῶν; παιδῶν ἐπʼ ἀρότῳ γνησίων
δίδωμι τὴν ἐμὴν θυ̣γ̣ατέρα σοι γαμεῖν
καὶ δύο τάλαντα προῖκα [ ‵—′
μόνον ἀπόδος̣..δ...[
π̣άντας
ἀπὸ ταὐτομάτο̣υ̣
δεῖπνον ξένια̣ κ̣αὶ[
κ̣αλεῖς
ἄνδρες .......... παῖδες ἐπικροτήσατε.
ἡ δʼ εὐπάτειρα φιλογέ̣λως τε παρθένος
Νίκη μεθʼ ἡμῶν εὐμένης ἕποιτʼ ἀεί.
[ ]Μενάνδρου[
[ Θρασωνίδης ἢ Μισούμενος
εὐνοία{ν} τῷ ἀναγιγνώσκοντι καὶ
τῷ γράφοντι . [