Scholia-Odyssey 1.1–309Σχόλια εἰς Ὀδύσσειαν αʹ αʹ–τθʹ
Homer Commentary Scholia Odyssey 1.1–309 PDF
Overview
The Scholia to Odyssey 1.1–309 is a collection of 315 ancient and Byzantine marginal annotations on the opening 309 lines of Homer’s epic. These scholia compile explanatory notes from earlier scholars, covering the text from Odysseus’s introduction to the early scenes on Ithaca. The content is heterogeneous, incorporating textual criticism, grammatical parsing, mythological background, and literary analysis. They represent a layered palimpsest of scholarship, preserving fragments of work by Hellenistic critics like Aristarchus of Samothrace and Didymus Chalcenterus alongside later Byzantine compilations.
Content
- Textual Criticism: Discussion of variant readings and editorial decisions by Alexandrian scholars.
- Grammatical and Linguistic Explanation: Parsing of Homeric grammar and glosses on obscure vocabulary.
- Mythological and Historical Exegesis: Explanations of characters, places, and external myths.
- Literary Interpretation: Notes on Homeric narrative technique and poetic devices.
Transmission
The scholia are preserved in medieval manuscripts of the Odyssey, transmitted in the margins of the poetic text. The standard modern critical edition is Wilhelm Dindorf’s Scholia Graeca in Odysseam (1855), which collects the material from various Byzantine manuscripts.
Significance
These scholia are invaluable for modern scholarship, preserving fragments of lost Alexandrian commentaries and providing direct insight into ancient interpretive debates. They have fundamentally shaped the development of Homeric textual criticism and continue to inform contemporary analysis of the epic.
| hyp [30] | Ὑπόθεσις τῆς α Ὁμήρου Ὀδυσσεία ς. θεῶν ἀγορὰ γίνεται περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆναι ἀπὸ τῆς Καλυψοῦς νήσου· μεθ’ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παραγίνεται πρὸς Τηλέμαχον ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γενομένης δὲ ὁμιλίας παραινέσασα ἡ Ἀθηνᾶ Τηλέμαχον παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν εἰς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρτην δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη. καὶ τῶν μνηστήρων γίνεται εὐωχία. H K M 1 P Q R V Y b d f i. ἄλλως. ἡμέρᾳ, ἐν ᾗ ἡ θεῶν ἀγορά. Ποσειδῶνος ἐν Αἰθιοπίᾳ ὄντος, Ἀθηνᾶ Διὸς ἐπιτρέψαντος εἰς Ἰθάκην κατελθοῦσα ὁμοιοῦται Μέντῃ Ταφίων βασιλεῖ, καὶ ξενισθεῖσα παρὰ Τηλεμάχῳ παρορμᾷ αὐτὸν κατὰ τῶν μνηστήρων· καὶ ὑποτίθεται αὐτὸν διαπλεῦσαι εἰς Πύλον πρὸς Νέστορα κἀκεῖθεν εἰς Σπάρτην πρὸς Μενέλαον. καὶ αὕτη ἀφανὴς γίνεται τοῖς μνηστῆρσιν· Τηλέμαχος δὲ ἑσπέρας γενομένης εἰς ὕπνον ἐτράπη. M 1 Q R d. τῶν θεῶν ἐθελησάντων ἀπαγαγεῖν εἰς Ἰθάκην τὸν Ὀδυσσέα ἀπὸ τῆς Καλυψοῦς, ἡ Ἀθηνᾶ εἰς Τηλέμαχον παραγίνεται ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. παραινεῖ δὲ αὐτὸν παραγίνεσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν εἰς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρτην δὲ πρὸς Μενέλαον· ὅλως τε αὐτὸν παροτρύνει καὶ διεγείρει πρὸς ἄμυναν τῶν μνηστήρων. ἔπειτα παραίνεσις Τηλεμάχου πρὸς Πηνελόπην. καὶ δὴ καὶ τοῖς μνηστῆρσι Τηλέμαχος διαλέγεται, θαρσέως μάλα αὐτοῖς προσφερόμενος καὶ ἀπειλῶν. καὶ νυκτὸς ἐπελθούσης εἰς ὕπνον τρέπονται. D H 3 g k 2 . Ἡρακλείτου· ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν· οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος. αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν (Διὸς) Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην πρὸς Τηλέμαχον εὑρίσκομεν εὐλόγως, ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσαετῆ ἡλικίαν ὑπερκύπτων μετέβαινεν εἰς ἄνδρας καί τις αὐτὸν ὑπέδραμε τῶν γινομένων λογισμὸς ὡς οὐκέτι χρὴ διακαρτερεῖν ἐπὶ τῇ τετραετεῖ τῶν μνηστήρων ἀσωτίᾳ. τοῦτον τοίνυν τὸν ἀθροιζόμενον ἐν Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν· ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει. D E H 3 . —τοῦτο δὲ τὸ τὴν Ἀθηνᾶν εἰς Ἰθάκην παραγενέσθαι, διὰ τὸ ὀτρῦναι τὸν Τηλέμαχον ἀναζητῆσαι τὸν ἑαυτοῦ πατέρα, οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις. παῖς δὲ ὢν ὁ Τηλέμαχος, εἶτα ἀνατραφεὶς καὶ εἰς γνῶσιν ἐλθὼν διηγέρθη διὰ τῆς Ἀθηνᾶς, ἤτοι διὰ τῆς οἰκείας φρονήσεως, ἀναζητῆσαι τὸν πατέρα αὑτοῦ. D H 3 . Μενεκράτης φησὶν αἰσθόμενον τῆς ἑαυτοῦ ἀσθενείας τὸν ποιητὴν καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν ἐᾶσαι τὰ μεθ’ Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο τὰ λοιπὰ τῶν ζητημάτων εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας τοῦ Ὀδυσσέως μόνον· ἐν τῷ μέσῳ οὖν τὰ περὶ Μενελάου καὶ Νέστορος καὶ Ἀγαμέμνονος καὶ ἁπλῶς περὶ τοῦ ἀπόπλου διέξεισι καὶ τοῦ δουρείου ἵππου. ἄλλως τε πολιορκίαν ἄκραν οὐκ ἄξιον διηγεῖσθαι αὐτόν. l. Εἰπέ μοι τὸν ἄνδρα, Μοῦσα, τὸν πλανηθέντα μετὰ τὸ πορθῆσαι τὴν Τροίαν καὶ ἐκ τῆς τοιαύτης πλάνης ἰδόντα ἄστεα πολλὰ καὶ νοῦν ἔχοντα ἐκ τοῦ ὁμιλῆσαι ἀλλοδαποῖς ἀνθρώποις ἃ γὰρ εἶχον ἐκεῖνοι πολιτευόμενοι, ταῦθ’ οὗτος τῇ πείρᾳ μαθὼν νοῦν γνῶναι λέγεται· νοῦν γὰρ ἐνταῦθα τὴν πεῖραν νοητέον. |
| 1 [45] | ἔγνω οὖν νοῦν, ἀντὶ τοῦ ἐμπορικὴν γνῶσιν εἶχεν. E. ἄνδρ α] περὶ τοῦ ἀνδρὸς τοῦ πολυτρόπου. λέγεται δὲ Ἀττικισμός. H. —ἀνὴρ σημαίνει τέσσαρα· τὸν φύσει, τὸν γήμαντα, τὸν ἀνδρεῖον καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα. τὸν φύσει, ὡς τὸ „ἄνδρα μοι ἔννεπε, Μοῦσα“· τὸν γήμαντα, ὡς τὸ „ἄνδρα μέν. ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ“ [Τ 291]· τὸν ἀνδρεῖον, ὡς τὸ „ὦ φίλοι, ἀνέρες ἐστέ“ [Ε 529]· καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ „ὅς που νῦν γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ“ [λ 449]. M 1 Q R Y. καὶ εἰ μὲν τὸν ἄ[νθρωπον] σημαίνει, ποίου [εἴδους] τῶν ὑποπ[επτω]κότων τῷ ὀ[νόματι;] προσηγορ[ικοῦ.] εἰ δὲ σημαίνει [τὸν ἀν]δρ[εῖον, ποίου; ἐπι]θέτ[ου.] εἰ δὲ [σημαίνει] τὸν γήμαντ[α ἢ τὸν] φύ[σει, ποίου; τῶν πρός τι.] καὶ πρὸς τί[να] ἔχει [ὁ ἀνήρ;] πρὸς τὴν [γυναῖκα.] εἰ δὲ σημαίνει [τὸν ἀνδρὸς] ἡλικί[αν ἔχοντα, ποίου;] καὶ αὐτ[ὸ τῶν ὡς πρός τι.] καὶ ποσαχ[ῶς λαμβάνονται τὰ] ὡς π[ρός τι;] τετρα[χῶς· κατὰ] πο[ιόν, κατὰ ποσόν,] κατὰ ἔ[μμεσον,] κατὰ ἄ[μεσον. κατὰ] π[οιόν, ὡς] γλ[υκὺ πρὸς] πικρ[όν· κατὰ ποσόν,] ὡς μ[ικρὸς πρὸς] μέγ[ας· κατὰ ἔμμεσον,] ὡς ἁ[μαρτωλὸς] πρὸς δ[ίκαιον· κατὰ] δὲ [ἄμεσον,] ὡς [νὺξ ἡμέρα,] θά[νατος] ζ[ωή]. Y. ἀνὴρ σημαίνει δʹ τὸν ἀνδρεῖον, ὡς τὸ „οὐ γάρ πω τοίους ἴδον ἀνέρασ“ [Α 262], καὶ τὸν ἐν ἀριθμῷ ἀνδρῶν ἵζοντα καὶ τὸν φύσει καὶ τὸν γήμαντα. H. ἄνδρα μοι ἔννεπ ε , Μοῦσ α: γελοῖοι οἱ τὸ „ἄνδρα μοι“ ἀνδρεῖον ἀκούοντες—ἔσται γὰρ ἀνδρεῖον καὶ πολύτροπον ἔννεπε—· τὰ γὰρ ἐπίθετα πρὸς τὰ κύρια ἢ προσηγορικὰ τάττεται. τὸ οὖν „ἄνδρα“ κυρίως παρ’ αὐτῷ τίθεται, τὸν ἀντιτιθέμενον τῇ γυναικί, ὥσπερ ὁ ἄρρην· ὥς ποτε ἔφη „ἀνὴρ ἠδὲ γυνή“ [ζ 184], „ἥ τ’ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικόσ“ [Ρ 435], καὶ „ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο“ [Ω 725] καὶ „ὅς [που] νῦν γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ“ καὶ τὸ „ἄνδρα γέροντα“ [ς 53], ὡσεὶ ἔφη ἄρρενα γέροντα, καὶ „ῥεῖα, λαθὼν φύλακάς τ’ ἄνδρας δμωάς τε γυναῖκασ“ [Ι 477], ἀεὶ συγκριτικῶς ὡς πρὸς τὰς γυναῖκας· αὐτὸς γὰρ ἔφη „οὐ γάρ πω τοῖον εἶδον βροτὸν ὀφθαλμοῖσιν, οὔτ’ ἄνδρ’ οὔτε γυναῖκα“ [ζ 161]. καὶ ἀνδροτὴς δὲ ἡ τοῦ ἀνδρὸς δύναμις, „λιποῦς’ ἀνδροτῆτα καὶ ἥβην“ [Χ 363]· ἐπ’ ἄλλων γὰρ τῶν μὴ σωζόντων ἕξιν φησὶ „κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥστε γυναῖκα“ [Χ 125]—οὐχ ὡς ἄνδρα καὶ ἄρρενα—, ὥσπερ ἐν ἄλλοις „Ἀχαιίδες, οὐκέτ’ Ἀχαιοί“ [Β 235], καὶ „μή ς’ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείῃ“ [κ 301], μή σε θηλύνῃ. HM 1 QR. ἄνδρ α: νῦν τὸν φύσει· οὐ γὰρ εὑρίσκεται δύο ἐπίθετα ἄνευ κυρίου ἢ προσηγορικοῦ. δηλοῖ δὲ καὶ τὸν ἀνδρεῖον, „ἀνδρὸς ἀκοντίσσαντοσ“ [Δ 498]· καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, „ὅς που νῦν γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ“· καὶ τὸν γήμαντα, „ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ“· καὶ τὸν φύσει, „ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκεσ“ [Η 139]. D E M 1 Q R T V d. ᾧ ἀντιδιαστέλλεται ἡ γυνή. ἐκ τούτων οὖν τῶν σημαινομένων οἰκειότατον τὸν ἀνδρεῖον σημαίνει ὁ ποιητής. T. ἄνδρ α: ἐξάλλαξις εἴδους· τὸ εἶδος ἀντὶ τοῦ γένους, τὸν φύσει. οὐ τὸν ἀνδρεῖον, ἐπεὶ δύο ἐπίθετα οὐχ εὕρηται ἄνευ κυρίου ἢ προσηγορικοῦ, ἀλλὰ τὸν φύσει, τουτέστιν ἄτομον ἄνθρωπον καὶ μερικόν. Y i. — ἀνὴρ παρὰ τὸ ἀνύειν δύνασθαι γέγονε, γυνὴ δὲ παρὰ τὸ γεννᾶν, ἄρσην δὲ παρὰ τὸ ἀρόσαι. D E H. ἄνδρα μο ι: ἔδει μὲν ἐν τῷ „ἄνδρα“ δύο εἶναι ὀξείας, ὡς τὸ „ἄνδρά τε καὶ οἶκον“ [ζ 181], ἀλλ’ ἐφυλάξατο ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ εἰσβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆσαι. M a Sl. ἔννεπ ε: πάθος λεγόμενον διπλασιασμός. Yi. —Αἰολικόν. M 1 . — ἔννεπ ε: εἰπέ. V. λέγε, εἰπέ. H. εἴθε εἴποις. M a . ἀληθῶς εἰπέ. M a . ἤγουν ἐμμελῶς λέγε, Καλλιόπη. E 1 . ἢ μετρικῶς, μετὰ μέτρου εἰπέ. Y. μετὰ ἡρωϊκοῦ μέτρου εἰπέ. Y. τὸ γὰρ „ἄειδε“ τῇ τραγῳδίᾳ ἁρμόζει, τὸ δὲ „ἔννεπε“ τῷ ἡρωϊκῷ μέτρῳ. Y. — ἔννεπ ε: ἐν μὲν τῇ Ἰλιάδι „ἄειδε“ φησίν. ἡδονῇ γὰρ αὐτὰ σκέπειν θέλει δυσχερῆ ὄντα, περὶ δὲ τοῦ ῥήτορος „ἔννεπε“ φησίν. ἐκεῖ μὲν ὡς περὶ δημοσίων· καὶ πάσῃ τῇ Ἑλλάδι διαφερόντων οὐ πρόσκειται ἀντωνυμία, ἀλλ’ ἁπλῶς ἀείδειν τὴν θεὰν καὶ πᾶσι δηλοῦν τὴν Ἀχιλλέως μῆνιν παρακαλεῖ· ἐνταῦθα δὲ δισσὴ ἀντωνυμία, „ἄνδρα μοι“ καὶ „εἰπὲ ἡμῖν“ [10]· ὡς γὰρ αὐτὸς ποθῶν ἐμπειρίαν ἔχειν τοῦ ἀνδρὸς τῆς σοφίας ἐντυγχάνει τῇ θεᾷ. M a l. Μοῦσ α] ὦ θεὰ Καλλιόπη, ἤγουν ὦ γνῶσις. τὴν γνῶσιν αὑτοῦ νῦν καλεῖ. Y. Πορφυρίου· πολύτροπο ν: οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον ἢ ψέγειν, λέγοντα αὐτὸν „πολύτροπον“. |
| 1 (50) [80] | οὔκουν τὸν Ἀχιλλέα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιηκέναι, ἀλλ’ ἁπλοῦς καὶ γεννάδας· οὐδὲ τὸν Νέστορα τὸν σοφὸν οὐ μὰ Δία δόλιον καὶ παλίμβολον τὸ ἦθος, ἀλλ’ ἁπλῶς τε Ἀγαμέμνονι συνόντα καὶ τοῖς ἄλλοις ἅπασι, καὶ εἰς τὸ στρατόπεδον εἴ τι ἀγαθὸν εἶχε συμβουλεύοντα καὶ οὐκ ἀποκρυπτόμενον. καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸν τοιουτότροπον ὄντα ἀποδέχεσθαι ὁ Ἀχιλλεύς, ὡς ἐχθρὸν ἡγεῖσθαι ὁμοίως τῷ θανάτῳ ἐκεῖνον „ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“ [Ι 313]. λύων οὖν ὁ Ἀντισθένης φησί· τί οὖν; ἆρά γε πονηρὸς ὁ Ὀδυσσεὺς ὅτι πολύτροπος ἐρρέθη; καὶ μήν, διότι σοφός, οὕτως πρὸς αὐτὸν εἴρηκεν. μήποτε οὖν τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν· εὔτροπος γὰρ ἀνὴρ ὁ τὸ ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον. τρόπου δὲ λόγων αἴτιοι αἱ πλάσεις· καὶ χρῆται τῷ τρόπῳ καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος „ἥτε θαμὰ τροπῶσα χέει πολυηχέα φωνήν“ [τ 521]. εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται τὸ αὐτὸ νόημα κατὰ πολλοὺς τρόπους λέγειν· ἐπιστάμενοι δὲ πολλοὺς τρόπους λόγων περὶ τοῦ αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα Ὅμηρος σοφὸν ὄντα πολύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολλοῖς τρόποις συνεῖναι. οὕτω καὶ Πυθαγόρας λέγεται, πρὸς παῖδας ἀξιωθεὶς ποιήσασθαι λόγους, διαθεῖναι πρὸς αὐτοὺς λόγους παιδικούς, καὶ πρὸς γυναῖκας γυναιξὶν ἁρμοδίους, καὶ πρὸς ἄρχοντας ἀρχοντικούς, καὶ πρὸς ἐφήβους ἐφηβικούς. τὸ γὰρ ἑκάστοις πρόσφορον τρόπον ἐξευρίσκειν σοφίας εἶναι, ἀμαθίας δὲ τὸ πρὸς τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτο καὶ τὴν ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυῖαν τῆς θεραπείας τὸ πολύτροπον, διὰ τὴν τῶν θεραπευομένων ποικίλην σύστασιν. τρόπος μὲν οὖν τὸ παλίμβολον τοῦτο τοῦ ἤθους, τὸ πολυμετάβολον. λόγου δὲ πολυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπία γίνεται. ἓν γὰρ τὸ ἑκάστῳ οἰκεῖον· διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ ἑκάστῳ πρόσφορον, τὸ δ’ αὖ μονοειδές, ἀνάρμοστον ὂν πρὸς ἀκοὰς διαφόρους, πολύτροπον ποιεῖ τὸν ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπότροπον λόγον. H M 1 Q R Leid. —„πολύτροπον“ λέγει τὸν Ὀδυσσέα ἢ διὰ τὸ τοῦ [ἤθους] παλ[ίμ]βολον ἢ τὸν μετὰ τὰ Τρωϊκὰ [ἐπὶ] πολλὰ τραπ[έντα] καὶ πλαν[ηθέντα]. ἢ „πολύτροπον“ τὸν πολύγνωμον καὶ [δόλιον] ἔφη, τὸν ῥᾳδίως τρεπόμενον καὶ μεταπηδῶντα κ[...]. T. πολύτροπο ν: ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν, συνετόν. ἢ πολλῶν ἔμπειρον τρόπων. M 1 V. ἀντὶ τοῦ συνετόν, ποικίλον. Y. πολλῶν ἠθῶν ἔμπειρον. k 2 . πολυειδῆ καὶ ἐπιστήμονα. K. —[οὐχ ὅλ]ως πραγματικὴ [ἔσται ἡ] Ὀδύσσεια, [ἀλλ’ ἠθ]ική, ὡς [δηλοῖ] τινὸς [φ]ρονίμου ἀνθρώπου [μ]έλλων εἰπεῖν τὰ ἤθη. H. — ἄνδρα μοι ἔννεπ ε , Μοῦσ α , πολύτροπο ν , ὃς μάλα πολλ ά: τὸν τρόπον προεκτίθεται, δι’ οὗ τὴν ποίησιν πλατυνεῖ· ἡ γὰρ πολύτροπος τοῦ Ὀδυσσέως περίοδος πλάτος τῇ ποιήσει ἐμπλατυνεῖ.]. μάλ α] λίαν. M a TY. πάνυ. M a . πολλ ὰ] ἀπὸ τῶν Ἀχαιῶν. Y. πλάγχθ η: ἐπλανήθη. |
| 2 [10] | HM a QTVYik 2 . —ἀφαίρεσις. Yi. ἐπεὶ Τροίη ς: ἀντὶ τοῦ ἀφ’ οὗ τὴν Τροίαν. V. ἀφ’ οὗ χρόνου. DE. ἢ μεθ’ ὅ. E. ἱερὸν πτολίεθρο ν: (θαυμαστόν. ἢ) διὰ τὸ τετειχίσθαι ὑπὸ θεῶν. ἢ διὰ τὴν πρὸς τὸν Δία εὐσέβειαν. DEHM 1 QTVa. ἢ πᾶν τὸ τινὸς περιεκτικὸν καὶ φυλακτικὸν ἱερὸν καὶ θεῖον. D E a. ἢ διὰ τὸ περισώζεσθαι ἐν αὐτῇ ἀνθρώπους. M b T. ἱερὸν πτολίεθρο ν: ὅτι οἱ θεοὶ τοῦτο ἔκτισαν. ἢ τὸ μέγα. Y. ἔπερσε ν: ἐπόρθησεν. M a V. —διὰ τί Ὅμηρος οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον, καὶ ταῦτα πόλεις ἀπείρους τοῦ Ἀχιλλέως πορθήσαντος; καὶ λέγομεν, ἐπεὶ ὁ Ἀχιλλεὺς πολίδριά τινα ἐπέσχεν, ὁ δὲ Ὀδυσσεὺς διὰ τῆς οἰκείας φρονήσεως τὴν περίφημον Τροίαν ἐπόρθησε, δι’ ἣν οἱ Ἕλληνες πολλῆς κακοπαθείας μετέσχηκαν κατασχεῖν αὐτὴν θέλοντες, διὰ τοῦτο οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον. D E J. ὅτι ταῖς τούτου συμβουλίαις ἡ Ἴλιος ἐπορθήθη. Yi. πολλῶ ν] πλείστων. |
| 3 [10] | M a . ἴδε ν] Ἰωνικόν. M 1 T. διὰ τὸ μέτρον. H. —ἔμαθεν. D. ἔβλεψεν. a. ἄστε α] πόλεις. H M a V. νόο ν] ὁ νοῦς τριχῶς λέγεται, θεωρητικός, φυσικός, πρακτικός. θεωρητικός, ὡς ὅταν ὁ φιλόσοφος τὴν τῶν ὄντων γνῶσιν περισκοπῇ· φυσικός, ὡς ὅλοι ἐπίσης οἱ ἄνθρωποι νοῦν ἔχομεν· πρακτικός, ὡς ὅταν τις ἰδὼν πολλὰς πόλεις καὶ χώρας κἀκείνων γενόμενος ἔμπειρος ἐξ ἐκείνων γνῶσιν συνάξῃ· ἐκ γὰρ τῆς ἐμπειρίας ἡ γνῶσις συνάγεται. D E J. —ἤτοι πρακτικὴν φρόνησιν ἔσχε. D. τὸ ἔθος, τὴν διαγωγὴν καὶ τὸ πολίτευμα. D E H Q. ἤθη, ἔθη. K. —Ζηνόδοτος „νόμον ἔγνω“ (φησίν)· ἄμεινον δὲ τὸ „νόον“ ... δι’ ὧν Ὀδυσσεὺς αὐτὸς εἰσάγεται λέγων „ἠὲ φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδήσ“ [ζ 121]. M b T. διὰ τί προσέθηκεν Ὅμηρος, „καὶ νόον ἔγνω“; εἰσὶ γάρ τινες μωροὶ πολλὰς πόλεις καὶ χώρας ἰδόντες, ἀλλ’ οὐχὶ γνῶσιν λαμβάνουσιν· διὰ γοῦν τοῦτο καλῶς προσετέθη „καὶ νόον ἔγνω“. DJ. ὅγ’] οὗτος ὁ ἀνήρ. |
| 4 [10] | EY. ὁ Ὀδυσσεύς. D. πόντ ῳ: θαλάσσῃ. HM a V k 2 . —ἀπὸ τοῦ πονῶ πόντος. D. πάθε ν] ἀφαίρεσις. Yi. ἄλγε α] λύπας. M a . πάθεν ἄλγε α: ἐνταῦθα στικτέον, εἶτα „ὃν κατὰ θυμὸν ἀρνύμενοσ“· τὸ ἐφ’ ἑαυτῷ περιποιῶν καὶ σώζων ἑαυτὸν καὶ τοὺς ἑταίρους. ἢ ἀντικαταλλασσόμενος τὴν ἑαυτοῦ ψυχὴν καὶ τὴν εἰς τὸν οἶκον πορείαν ὑπὲρ τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι θέλων ἵνα· σώσῃ τοὺς ἑταίρους. διαληπτέον δὲ ἐπὶ τὸ „νόστον“. HM 1 QTV. ἄλγε α: ἀντικαταλλασσόμενος τῶν ἐν γῇ καὶ ἐν θαλάσσῃ κινδύνων τὴν ἰδίαν ψυχὴν καὶ τὸν νόστον τῶν ἑταίρων. M a . ἢ λυτρούμενος τὴν ἰδίαν ψυχὴν καὶ τὴν τῶν φίλων. ἢ ἀντικαταλλάσσων ὑπὲρ τῶν φίλων καὶ τὴν ἑαυτοῦ ψυχήν· ὃ καὶ κρεῖττον. ἔστι δὲ ἀντίπτωσις, ἤτοι ὑπὲρ τοῦ νόστου καὶ τῆς ἐπιστροφῆς τῶν φίλων. D. —λεληθότως δηλοῖ, περὶ τῷ ἐσχάτῳ ἐκινδύνευσε. H 1 . ὃν κατὰ θυμό ν: κατὰ τὴν ἑαυτοῦ ψυχήν. M a TV. κατὰ τὸν ἴδιον θυμόν Y. ἀρνύμενο ς: ἀντικαταλλασσόμενος. |
| 5 [10] | HV. ἀντικαταλλάσσων, ἀντιδιδοὺς τὰ ἄλγεα διὰ τὴν ἣν ψυχὴν καὶ διὰ τὸν νόστον τῶν ἑταίρων. ἢ ἀντιδιδοὺς τὴν οἰκείαν ψυχὴν διὰ τὸν νόστον, ἀντὶ τοῦ ὑπὲρ τοῦ νόστου, τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι θέλων, ἵνα σώσῃ τοὺς ἑταίρους. B. ἀντιποιούμενος, ἀντικαταλλασσόμενος καὶ περιποιούμενος. P. [ἀντι]διδούς, σπουδάζων. M 1 . φροντίζων. Yi. φυλάττων, ἀναλαμβάνων. k 2 . ἀνταλλάσσων, ἀντιδιδοὺς ὑπὲρ τῆς οἰκείας [ψυχῆς καὶ] τοῦ νόστου τῶν ἑταίρων. T. —εἴληπται δὲ ἡ λέξις ἐντεῦθεν· οἱ παλαιοὶ πρότερον μὴ ἔχοντες χρυσὸν ἐδίδουν ἀρνίον καὶ ἐλάμβανόν τι εἶδος, κριθὴν ἢ σῖτον ἢ ἕτερόν τι. ὅθεν ἄρνυσθαι τὸ ἀνταλλάσσειν ἤγουν τὸ διδόναι τι καὶ λαμβάνειν ἕτερον. M b T. ἥ ν: τὴν ἑαυτοῦ. νόστον οὖν φησι τὴν οἴκαδε ἐπάνοδον. V. καὶ τὴν ἰδίαν. Y. ψυχή ν] ζωήν. k 2 . νόστο ν] ὑπὲρ τὴν ἐπάνοδον. a. ὑποστροφήν. k 2 . καὶ τὴν ἀποστροφὴν τῶν φίλων αὑτοῦ. Y. οὐ δ ’ ὧ ς] οὐδὲ οὕτως, καίτοι πολλὰ μοχθῶν ὑπὲρ τῶν φίλων σωτηρίας. |
| 6 [5] | DEa. „ὧσ“ ἀντὶ τοῦ ὅμως. Q. ἑτάρου ς] φίλους. Y. ἐρρύσατ ο: ἔσωσεν. HM a Vk 2 . ἱέμενός πε ρ: καίπερ προθυμούμενος. HM a TVY. καίτοι θέλων. DEa. αὐτῶ ν] ἐκείνων. |
| 7 [5] | HQ. σφετέρῃσ ι: ταῖς ἑαυτῶν. V. ταῖς ἰδίαις. DHM a Ta. —κατάχρησις. a. ἀτασθαλίῃσι ν: φρενοβλαβείαις. HM a QTV. μωρίαις. DHM a QTYa. παρανοίαις. k 2 . ἁμαρτίαις. DEa. ὄλοντ ο: ἀπώλοντο. M a V. ἐφθάρησαν. k 2 . —Ἰωνικόν. D M 1 T. νήπιο ι: ἄφρονες. |
| 8 [40] | H M a V. ἀνόητοι. M a V. οἱ μωροί. Y.k 2 . —νήπιος ὁ νέος, ἀπὸ τοῦ νοῦν ἤπιον ἔχειν· νήπιος ὁ γέρων, ἀπὸ τοῦ νοῦ ἄπο εἶναι, ὡς καὶ ἐνταῦθα. D. —προαναφώνησις τὸ σχῆμα. DE. κατ ὰ] κατὰ ὑπερβατόν. Y. βοῦ ς] τὰς. Y. οἳ κατὰ βοῦ ς: ἐμνήσθη τούτων, ἐπεὶ ἐκ προαιρέσεως ἀδικήσαντες ἀπώλοντο. M a V. — μυθικῶς μὲν λέγεται ὅτι οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰς βοῦς τοῦ Ἡλίου ἔφαγον καὶ διὰ τοῦτο οὐκ ἠδυνήθησαν ὑποστρέψαι εἰς τὰς οἰκίας αὐτῶν· ἀλληγορικῶς δὲ βοῦς Ἡλίου τὰς ἡμέρας νόει, ἃς οἱ τοῦ Ὀδυσσέως φίλοι κακῶς διεβίβασαν, ὕστερον δὲ θελήσαντες ὑποστρέψαι πρὸς τὰς οἰκίας αὐτῶν χειμῶνος γεγονότος πολλοὶ τῷ τῆς θαλάσσης κύματι κατεκλύσθησαν. DEJ. τριχῶς ἀλληγορεῖται ὁ μῦθος, ἢ στοιχειακῶς ἢ πραγματικῶς ἢ ψυχικῶς. [καὶ] ἐν ταύτῃ δὲ τῇ βίβλῳ τῇ τριττῇ ἀλληγορίᾳ χρῆται ὁ Ὅμηρος, καὶ τῇ στοιχειακῇ καὶ τῇ πραγματικῇ καὶ τῇ ψυχικῇ· κατὰ τὴν ἀρχὴν δὲ τῇ πραγματικῇ χρῆται. Ἥλιον δὲ νοήσαις ἐντεῦθεν πραγματικῶς βασιλέα τινὰ καλούμενον Ἥλιον, ᾧ τινι Ἡλίῳ οἱ ὄντες ἀμφὶ τὸν Ὀδυσσέα τοὺς βόας ἐπόρθησαν· οὗτος δὲ στρατὸν ὥρμησε κατ’ αὐτῶν καὶ ἐφόνευσε πολλούς, καὶ διὰ τοῦτο λέγεται „αὐτὰρ ὃ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ“. Y. —οἱ γεωργοὶ συνεργοῦνται τῷ ἡλίῳ καὶ τοῖς βουσίν. D. —οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοι ο: βόες ἡλίου τίνες δέ; οἱ ἀροτῆρες βόες, οἱ ἐργαζόμενοι τὴν γῆν καὶ τρέφοντες ἀνθρώπους καὶ βλέπειν παρεχόμενοι ζῶντας τὸ φῶς ἡλίου καὶ μὴ θανεῖν ἐκ τοῦ λιμοῦ καὶ κατελθεῖν εἰς Ἅιδου. πῶς δὲ ὁ ἥλιος αὐτοῖς ἀφείλετο τὸν νόστον; ἄκουσον βραχυτάτως νῦν· μάθῃς δ’ εἰ χρὴ πλατέως. τοῖς πρὶν ἀνθρώποις ἀσεβὲς ἐσθίειν βοῦν ἐργάτην· ἐπεὶ δὲ βίᾳ τοῦ λιμοῦ οἱ Ὀδυσσέως φίλοι ἐργάτας βόας σφάξαντες ἐδαίσαντο τὰς σάρκας, συνέβη τούτοις δὲ θανεῖν σκηπτοῖς καὶ ναυαγίᾳ, ἅτε ἡλίου σφῶν ζωῆς καὶ χρόνου πληρωθέντος, Ὅμηρος ὢν δεινότατος ἀνθρώπων νουθεσίαις πάντας ἀνθρώπους νουθετεῖ τοῖς πταίσμασιν ἐκείνων μηδέν τι δρᾶν παράνομον βλέποντας πρὸς ἐκείνους· καὶ γὰρ παρανομήσασιν ἐκείνοις εἰς τοὺς βόας ἐν ναυαγίᾳ τῇ δεινῇ καὶ τοῖς σκηπτοῖς, οἷς ἔφην, ἥλιον λέγει τῆς ζωῆς πικρῶς ἐκπληρωθῆναι. D. Ὑπερίονο ς: ἐπιθετικῶς, τοῦ Ἡλίου, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι. M 1 V. Ἡσίοδος δὲ [Theog. 374] Ὑπερίονος αὐτὸν ἐγενεαλόγησεν. V. ἐπίθετον τοῦ Ἡλίου, παρὰ τὸ ὑπεράνωθεν ἡμᾶς ἰέναι. ἔστι τοῦτο πλασματικόν. Ἡσίοδος δὲ Ὑπερίονος αὐτὸν γενεαλογεῖ. M a . ὑψηλοῦ, τοῦ ὑπεράνω ἡμᾶς ἰόντος καὶ περιπολοῦντος τὸν κόσμον. T. ἤγουν τὰς βοῦς τοῦ ὑπὲρ ἡμᾶς ἰόντος. M a . Ἠελίοι ο] Ἀπόλλωνος· ἤτοι βοῦς ἐργασίμους. M 1 . ἤσθιο ν] κατέφαγον. |
| 9 [45] | D. κατήσθιον. k 2 . αὐτὰ ρ] ἔπειτα. D. λοιπόν. M a . καί. Y. ὁ] καὶ οὗτος. M 1 T. ὁ Ἥλιος. DHM c TYk 2 . —διὰ τί μιᾶς ὑφ’ Ἡλίου νεὼς ἀπολωλυίας, ἕνδεκα δὲ παρὰ Λαιστρυγόσιν, ὁ ποιητὴς ἔφη „οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον, αὐτὰρ ὃ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ“, ὡς δὴ πάντων ὑφ’ Ἡλίου ἀπολωλότων; φαμὲν οὖν ὅτι ἑταῖροι ἦσαν μὲν πάντες οἱ ἐπανιόντες ἐξ Ἰλίου μετὰ Ὀδυσσέως, ἰδίως δὲ οἱ συμπλέοντες αὐτῷ ἐν τῇ αὐτῇ νηΐ· καὶ ἡ μὲν σπουδὴ ὑπὲρ τῆς πάντων σωτηρίας, δυνατὴ δὲ μᾶλλον ἡ τῶν ἐν τῇ αὐτῇ νηῒ συμπλεόντων. καὶ γὰρ κατὰ τὴν παροιμίαν „κοινὴ ναῦς κοινὴ σωτηρία“, ἀλλ’ οὐκέτι κοιναὶ νῆες καὶ κοιναὶ σωτηρίαι. τὸ γοῦν „πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων“ ἰδίως τῶν ἐν τῇ Ὀδυσσέως νηῒ δηλοῖ, ὧν καὶ μάλιστα ὡς ἂν σὺν αὐτῷ ὄντων τῆς σωτηρίας φροντίζειν ἐδύνατο. ἔπειτα τοῦ μόνον εἰς οἶκον ἀνακομισθῆναι τὸν Ὀδυσσέα αἴτιος γέγονεν ὁ Ἥλιος τοὺς περιλειπομένους ἀποκτείνας. ὥσπερ οὖν ἂν εὖ τις λέγοι τοῦ τοὺς Τρῶας ἀπολέσθαι αἴτιον Ὀδυσσέα γενέσθαι τὰ περὶ τὸν ἵππον μηχανησάμενον, καίτοι γε τῶν πλείστων προαπολωλότων ὑπὸ Ἀχιλλέως, Νεοπτολέμου, Αἴαντος καὶ τῶν λοιπῶν ἀριστέων—ὁ γὰρ τὴν πρᾶξιν τελειώσας ἐπώνυμος τοῦ παντὸς ἔργου γίνεται—, οὕτως κἀνταῦθα αἰτίου τοῦ μόνον ὑποστρέψαι τὸν Ὀδυσσέα γεγονότος Ἡλίου δικαίως εἶπεν „αὐτὰρ ὃ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ“ ... ἔπειτα οὐ πάντων δι’ ἀβουλίαν ἀπολωλότων, ἀλλὰ τῶν μὲν διὰ δυστυχίαν, ὥσπερ οἱ εἰς τοὺς Κίκονας ἐμπεσόντες ἢ εἰς τὸν Κύκλωπα ἢ εἰς τοὺς Λαιστρυγόνας ἢ εἰς τὴν Σκύλλαν, τῶν δὲ δι’ ἀβουλίαν, ὥσπερ μόνοι εὑρίσκονται οἱ εἰς τὸν Ἥλιον ἑκουσίως ἀσεβεῖν ἑλόμενοι, τὸν Ὀδυσσέα σαφῶς φαίνει ὅτι ὑπὲρ τούτων μάλιστα ἐσπούδασεν, ὑπὲρ τῶν μὴ δι’ ἔξωθεν αἰτίαν ἀπολεσθέντων, ἀλλὰ τῶν σωθέντων ἄν, εἰ μὴ ἄφρονες ἦσαν καὶ παραίτιοι αὑτοῖς τοῦ θανάτου. ὡς γὰρ ἑαυτὸν σώζει ἐκ παντὸς τοῦ παρ’ ἑαυτὸν ῥυόμενος θανάτου, οὕτως καὶ τοὺς ἑταίρους ἐκ τοῦ παρ’ ἑαυτοὺς θανάτου δύναται μόνος σοφὸς ῥύεσθαι, εἰ τὸ παρ’ ἑαυτοὺς αἴτιον μὴ πρόφασιν ἐνδοῦναι πείσειεν. ἀθανάτους δὲ οὔτε σοφία ποιῆσαι ἐπαγγέλλεται, οὔθ’ ὁ σοφὸς ἐκ παντὸς σώσειεν ἂν θανάτου, ἀλλ’ ἐκ μόνου ἄρα τοῦ παρὰ τὴν ἡμετέραν αἰτίαν ὑφισταμένου, εἰ πεισθεῖεν αὐτῷ οἱ συνόντες· οὐδὲ γὰρ τοῦ πεῖσαι ἐκ παντὸς κύριος ὁ σοφός. πολλὰ ὁ μὲν ἔπαθεν „ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων“ ἐν τοῖς παρ’ ἑαυτοὺς σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλ’ οὐκ ἐν τοῖς μὴ παρ’ ἡμᾶς ἀποβαινόντων· καὶ ὁμοίως ἐν τοῖς παρ’ ἡμᾶς αὑτὸν μὲν ἔσωσεν ἀρετῇ πειθόμενος, τοὺς δὲ δυνηθέντας ἂν διὰ [τὸ] μὴ [παρὰ] τύχην ἔξωθέν τινα καθ’ εἱμαρμένην ἀποθανεῖν ἐκ τῆς παρ’ αὑτοὺς αἰτίας, καίπερ πολλὰ προθυμηθείς, οὐκ ἔσωσεν· „αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο“. οὗτοι δὲ ἦσαν εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων τὰ μὲν παρὰ τύχην καὶ τὴν ἔξωθεν αἰτίαν, ὧν ὁ σοφὸς οὐ κύριος, τὰ δὲ παρ’ ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμήν, ὧν κρατεῖν οἷός τε ὁ σπουδαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύχην οὔτ’ ἐφ’ ἑαυτοῦ οὔτ’ ἐπ’ ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ τὴν ἡμετέραν αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ σπουδαῖος καὶ ἐφ’ ἑαυτοῦ καὶ ἐπὶ τῶν αὐτῷ διαφερόντων· καὶ περιγενόμενος ἐφ’ ἑαυτοῦ ἀποτακτήσει τὰ πολλὰ ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ τῆς φρονήσεως ἔχωσιν ἕξιν. ἀκουστέον οὖν τὸ „πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων“ ἐν τοῖς δυνατοῖς καὶ παρ’ ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλ’ οὐ μέντοι τοῖς μὴ παρ’ ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφ’ ἡμῖν μόνων ὀρεκτικὸς ὁ σπουδαῖος καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν αἰτίων θανάτου φυλακτικός, ἀλλ’ οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίων ἀποβαινόντων. οὔτε γὰρ πάντων ἁπαξαπλῶς τὰ ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφ’ ἡμῖν πάντων κύριον, ἀλλ’ ὧν μὲν τὸ ἐφ’ ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν μὲν θανάτων οἱ μὲν δι’ ἔξωθεν γίνονται αἰτίαν, οἱ δὲ δι’ ἡμετέραν ἁμαρτίαν· καί τινες ἐκ τῆς ἀνοίας τῆς ἡμετέρας ἤρτηνται, ὡς οἵ γε πλεῖστοι τῶν διὰ κακίαν εἰς κόλασιν ὑπὸ τοῦ νόμου ἀπαγομένων ἠρτημένοι ἀπ’ αἰτίας τῆς ἐκ τῶν ἑκουσίων ἁμαρτημάτων. D H. —ἄλογον τὸ πολλῶν αἰτιῶν γενομένων τοῖς Ὀδυσσέως ἑταίροις τῆς ἀπωλείας μόνην αἰτιᾶσθαι τὴν βορὰν τῶν τοῦ Ἡλίου βοῶν. λύεται δὲ ἐκ τῆς λέξεως, „ἀλλ’ οὐδ’ ὧς ἑτάρους ἐρρύσατο ἱέμενός περ“· τοῦτο γὰρ μὴ πραξάντων αὐτῶν, ὑπελείφθησαν ἄν τινες ἑταῖροι τῷ Ὀδυσσεῖ. Dl. τοῖσι ν] ἀπὸ τούτων. |
| 9 (50) | M 1 . ἤγουν τοῖς μετ’ ἐκείνους. D. νόστιμον ἦμαρ: τὴν τῆς ἀνακομιδῆς ἡμέραν. M 1 V. τὴν τῆς ὑποστροφῆς ἡμέραν. QT. τὴν εἰς τὰ οἰκεῖα ἐπάνοδον. DE. τῶν ἀμόθεν γ ε: τῶν περὶ τὸν Ὀδυσσέα ὁπόθεν θέλεις πράξεων ἀπό τινος μέρους ἀρξαμένη διηγοῦ ἡμῖν. |
| 10 [15] | HM 1 SV. ἀπὸ τούτων τῶν περὶ τὸν Ὀδυσσέα πράξεων. QR. ἀπό τινος τῶν πράξεων τοῦ Ὀδυσσέως. D. ἀφ’ ὧν τῶν παρ’ ἡμῖν ἐρωτωμένων. M a . περὶ τούτων. M a T. ἀμόθε ν: ποθέν. ἔστι λέξις τῶν Ἀττικῶν. ἢ ἀπό τινος μέρους ὁπόθεν θέλεις. SV. ὅθεν ἐθέλεις. E. ἀπό τινος μέρους ἀρξαμένη. ἢ „ἀμόθεν“ ἀντὶ τοῦ ἐξ ἑνὸς τρόπου τῶν εἰρημένων εἰπὲ καὶ ἡμῖν. E. ἀπό τινος τρόπου, ἤγουν ἅμα εἰπέ, ὅθεν ἀρξώμεθα. K 2 . ὁπόθεν, ὅθεν δήποτε. HQR. καὶ καθ’ ἕνα γέ τινα τρόπον. M c . ἔστι δὲ ἡ λέξις τῶν Ἀττικῶν, „ἀμόθεν“ ἀπὸ μέρους, ὡς καὶ τὸ ἐναντίον οὐδαμόθεν. τὸ δὲ ἀμόν παρὰ τοῖς Ἴωσι τὸν ἕνα δηλοῖ καὶ οὐδαμόν τὸν οὐδαμινόν. M a . μερικόθεν. οἱ Ἴωνες τὸ ἕν ἀμόν λέγουσιν, ἀφ’ οὗ [γίνεται] καὶ οὐδαμόθεν. καὶ „ἀμόθεν“ ἀντὶ τοῦ μερικόθεν. T. παρὰ τοῖς Δωριεῦσιν ἔστιν ὄνομα ἀμός ἰσοδυναμοῦν τῷ τίς, καὶ ἀπὸ τούτου γίνεται τὸ „ἀμόθεν“ δηλοῦν τὸ ἀπό τινος μέρους τούτων. ἀπὸ δὲ τοῦ ἀμόθεν γίνεται καὶ τὸ οὐδαμόθεν. ἀπὸ δὲ τοῦ ἀμῶς ἐπιρρήματος γίνεται τὸ ἀμωσγέπως καὶ τὸ οὐδαμῶς. E. θύγατερ Διό ς: ἀντὶ τοῦ ὦ Μοῦσα. V. ὦ θεὰ Καλλιόπη. Y. ἀντὶ τοῦ ὦ γνῶσις. M 1 . θυγατέρα Διὸς ψυχικῶς νοήσαις νῦν τὴν γνῶσιν· ἡ γὰρ γνῶσις θυγάτηρ ἐστὶ τοῦ Διός, ἤγουν τοῦ νοός. ἐπικαλεῖται δὲ νῦν τὴν γνῶσιν αὑτοῦ. Y. Διό ς] τοῦ Διός. H. τοῦ νοῦ. M a . εἰπὲ καὶ ἡμῖ ν: ὡς σὺ οἶδας, ἵνα καὶ ἡμεῖς γνῶμεν. M a TV. ἔν θ’] ἀπόκρισις τῆς ἑαυτοῦ γνώσεως. |
| 11 [5] | ἔστι δὲ προσωποποιΐα. DE. ἄρχεται ἀπεντεῦθεν ἡ Μοῦσα ἢ ἡ θεὰ καὶ λέγει. Y. —τὸ „ἔνθα“ ἐστὶ καὶ τοπικὸν καὶ χρονικόν, ὡς καὶ ἐνταῦθα, ἀντὶ τοῦ τότε. DM 1 . ἄλλο ι] ἤγουν Ἀχαιοί. Y. φύγο ν] ἀφαίρεσις. Y. αἰπύ ν: δεινόν. M a V. χαλεπόν. HKM a QV m Y. ὄλεθρο ν] ἤγουν τὸν θάνατον. M a . τοὺς ὄντας ἐν τῇ Τροίᾳ λέγει. Y. χειμῶνος γεγονότος πολλοὶ τῷ τῆς θαλάττης κύματι κατεκλύσθησαν. EJ. οἴκο ι: εἰς τὰ οἰκεῖα, ἐπὶ τῆς οἰκίας. |
| 12 | M a V. ἔσα ν] ἦσαν, ὑπῆρχον. ἢ ἐπορεύθησαν. M a . πόλεμο ν] τὸν ἐκ τῆς Τροίας. DE. ἠδ έ] καί. Y. τὸν δ’] ὅτε. |
| 13 [5] | Y r . —τὸν Ὀδυσσέα. HM a Q. οἶο ν: μόνον, ὁποῖον. HM a V. — τὸν δ ’ οἶο ν: διὰ τί οἶον; ἔλεον κινεῖ, ὅτι ἐξαίρετα παρὰ τοὺς ἄλλους δυστυχεῖ Ὀδυσσεύς. M a . νόστο υ: τῆς οἴκαδε ἐπανόδου. M a V. κεχρημένο ν: ἐπιδεόμενον. H 1 KQV muw . χρείαν ἔχοντα. HQ. καὶ χρῄζοντα. DEM c TV mu Y. ἠδ έ] καί. Y. γυναικό ς] αὑτοῦ. Y. ἠδὲ γυναικό ς: οἰκείως προσέθηκεν, ἵνα καταφρονήσῃ καὶ θεᾶς ἐρώσης, τῆς Καλυψοῦς. DEHM a QTV. πότνι α: σεμνή, ἔντιμος. |
| 14 [5] | HM a V. σεβασμία. M a V. ἔρυκ ε: κατεῖχεν. EHM a QV. ἐκώλυεν. HM a QTV. ἐκράτει. Y. Καλυψ ώ: Ἄτλαντος θυγάτηρ. HM 1 TV. Καλυψὼ θυγάτηρ ἦν τοῦ Ἄτλαντος. ὄρος δὲ ἦν μέγα, ὅπερ καὶ λέγουσι βαστάζειν κίονας κατέχοντας τὸν οὐρανὸν καὶ τὴν γῆν. HM a Q. καὶ ἡ θεά. Y. —Καλυψὼ δὲ νοήσαις ἐντεῦθεν στοιχειακῶς τὴν κάλυψιν καὶ τὴν ἀφάνειαν, ἥτις ἐπεκράτει τὸν Ὀδυσσέα „ἐν σπέσσι γλαφυροῖσι“, ἤγουν ἐν τόποις ἀδήλοις, ὅτι ἄδηλος καὶ ἀφανὴς ἦν ἔτι τοῖς αὑτοῦ φίλοις. Yi. δῖ α: ἐνδοξοτάτη. M a V. ἡ ἔνδοξος. Y. σεμνή. Q. θεάω ν] τῶν. Y. τῶν βασιλίδων. D. ἐν σπέσσ ι: σπηλαίοις. |
| 15 | EHM 1 QTVY. γλαφυροῖσ ι: κοίλοις. DEHM a QVY. βαθέσιν. VY. βαθυτάτοις. M 1 . λιλαιομέν η: ἐπιθυμοῦσα. E x HM a QTVk 2 . προθυμουμένη. Y. πόσι ν: ἄνδρα. E x HM a V. —αὐτῆς. M a . σόν. Y. ὅτ ε] ἡνίκα. |
| 16 [5] | M a T. ἔτο ς] ὁ καιρός. M a . ἦλθ ε] παρεγένετο. M a . περιπλομένω ν: περιερχομένων. Vk 2 . διερχομένων. M a . συστρεφομένων. HQ. κυλιομένων. DE. τελειουμένων. HQV. πεπληρωμένων χρόνων. M a . πληρωθέντων, διπλωθέντων. Y. κυκλουμένων τῶν χρόνων. HM a . εἰς ἑαυτοὺς ἀνακυκλουμένων. HM a T. πολλῶν χρόνων περιελθόντων. E. ἐνιαυτῶ ν] τῶν. Y. —τῶν καιρῶν. Y. τῷ ο ἱ: ἐν ᾧ αὐτῷ. |
| 17 [5] | V. εἰκότως ᾧ τινι. T. ᾧ τινι, ἤγουν τῷ χρόνῳ. H. ᾧ τινι ἔτει. M 1 . ἐκείνῳ τῷ ἔτει. D. τῷ χρόνῳ. Q. ο ἱ] ἀντὶ τοῦ αὐτῷ. M a Y. ἐπεκλώσαντ ο: εἱμαρμένην γενέσθαι ἐποίησαν. DEHKM a QV. ἐπεκύρωσαν. M b . ἐμοίρασαν. Y. θεο ί] οἱ ἀστέρες. M a . ἤγουν ἡ εἱμαρμένη. Y. οἶκον δ έ] εἰς τόν. Y. —αὐτοῦ. Y. νέεσθα ι] ἀποστρέψαι, ἔρχεσθαι. M a . ἐπιστραφῆναι. Y. πορεύεσθαι. E x HM b . ὑπερβατόν, ἵνα συντάσσηται οἶκον δὲ νέεσθαι καὶ ἐν τοῖς ἑαυτοῦ φίλοις. HQM b T. ἔνθ α] τότε. |
| 18 [5] | DEHM 1 TY. κατὰ τὸν καιρὸν τῆς ὑποστροφῆς. M a T. ἐκεῖ. D. πεφυγμένο ς: διαπεφευγώς. DM c TV. διαφεύγων. H 1 . ἀπαλλαγεὶς ἢ διαπεφευγώς. HK. πεφευγώς. Y. ἐκφυγών. T. φυγών. M 1 . ἦε ν] καὶ ἦν. M c T. ὑπῆρχεν. Y. ἀέθλω ν: κακοπαθειῶν. HM a TV. τῆς ἀγωνίας, τῶν κακοπαθειῶν. DE. τῶν ἀγώνων, κινδύνων. Y. ἀπὸ κόπων διὰ τὸν ὄχλον τῶν μνηστήρων λέγει καὶ θόρυβον. Y. μετ ά] ἐν. |
| 19 [5] | M a . εἰς τούς. D. καὶ σὺν ἑοῖσι φίλοισ ι] γρ' „καὶ μετὰ οἷσι φίλοισι“. k 2 . ἤγουν ἐν τοῖς ἑαυτοῦ πολίταις καὶ φίλοις. k 2 . οἷσ ι: τοῖς ἑαυτοῦ. HKM a V. ἐν ἰδίοις. M a . θεο ί] οἱ ἀστέρες. M 1 . τὰ στοιχεῖα πάντα. DEHKQR. ἐλέαιρο ν: ἠλέουν. HQTVk 2 . καὶ ἠλέουν αὐτόν. M a Y. νόσφ ι: χωρίς. |
| 20 [10] | E x HM 1 QRVY. Ποσειδάωνο ς] χωρὶς τοῦ Ποσειδῶνος. οὗτος ἦν θεῖος τοῦ Κύκλωπος τοῦ τυφλωθέντος παρὰ τοῦ Ὀδυσσέως. HM a . τῆς θαλάσσης. HKQR. — θεοὶ δ ’ ἐλέαιρον ἅπαντες νόσφι Ποσειδάωνο ς: στοιχειακῶς· ἤγουν πάντα τὰ στοιχεῖα ἐν ἐρημίᾳ ἵσταντο, ὅτι ἦν ἡ ἀνάβασις τοῦ Νείλου τοῦ ποταμοῦ, χωρὶς τῆς θαλάττης· ἡ γὰρ θάλαττα οὐκ ἦν ἐν ἐρημίᾳ καὶ ἐν ἡσυχίᾳ, καὶ διὰ τοῦτο οὐκ ἐδύνατο ἐπαναστραφῆναι τῆς θαλάσσης παρεμποδιζούσης αὐτόν. Yi. ἤτοι αὐτὸν οὐκ ἄλλο τῶν στοιχείων ἐκώλυεν, ἀλλὰ μόνον τὸ ὕδωρ. D. ὁ δ ’ ἀσπερχέ ς: οὗτος δι’ ὅλου. V. ὁ] οὗτος. M a . ὁ Ποσειδῶν. HM c QY. δ’] γάρ. M b . ἀσπερχέ ς] δι’ ὅλου. EHKM 1 Q. διηνεκῶς. Y. ἀμετακινήτως. M b T. χαλεπῶς. T. ἀκλινῶς, ἀμεταθέτως. DE. μενέαινε ν: ἐχολοῦτο. H 1 M a QV. ὠργίζετο. DHM a TVY. ἀντιθέ ῳ: ἰσοθέῳ κατὰ ἀρετήν. |
| 21 [10] | DHM a QTV. ἰσοθέῳ κατὰ τὴν ἀρετὴν καὶ τὴν φρόνησιν. EM a . ὑπὸ πολλῶν νομιζομένῳ. M a. ἢ τῷ ὑπὸ πολλῶν ὀνομαζομένῳ. ἰσοθέῳ δὲ διὰ τὴν φρόνησιν. D. Ὀδυσῆ ι] κατὰ τοῦ. M c . — ἀντιθέῳ Ὀδυσῆ ι: ὅτι τοῖς θείοις καὶ σοφοῖς πράγμασιν ἐδιέτριβεν. Ὀδυσσεὺς δὲ λέγεται παρὰ τὸ ὁδός καὶ τὸ ὕω, τὸ βρέχω· λέγουσι γὰρ ὅτι ἐν τῇ ὁδῷ ἐγεννήθη. ἐγὼ δὲ Νικόλαος λέγω ὅτι Ὀδυσσεὺς λέγεται παρὰ τὸ ὀδυσσεύω, τὸ μισῶ· οὕτω γὰρ ἐκλήθη διὰ τὸ συμβεβηκός, ὡς καὶ ἐκ τῆς τοῦ Τ [τ 407] ῥαψῳδίας ἔξεστι μαθεῖν. Yi. πάρο ς: πρίν. V. πρότερον. TV. πρὸ τοῦ. KM a Y. πότε καὶ πρὸ τοῦ. H r . καὶ πότε μενέαινε. H r . ἣν γαῖα ν] εἰς τὴν ἰδίαν γαῖαν. M a . ἰδέσθα ι] γράφεται „ἱκέσθαι“. M a . ὁ μὲ ν] ἤγουν ὁ Ποσειδῶν. |
| 22 [20] | M a Y. Αἰθίοπα ς] εἰς τούς. M 1 Y. —μυθικῶς μέν φασι τὸν Ποσειδῶνα εἰς Αἰθίοπας κατὰ καιρὸν ὡρισμένον παραγινόμενον παρ’ ἐκείνων τιμᾶσθαι, ἀλληγορικῶς δὲ Ποσειδῶν λέγεται τὸ ὕδωρ. ἐπεὶ δὲ τὸ ὕδωρ ἤτοι ὁ ὠκεανὸς τὴν πᾶσαν χθόνα κυκλοῖ καὶ ὅτι ὁ Νεῖλος κατὰ καιρὸν ὡρισμένον ἀρδεύει τὴν τῶν Αἰθιόπων γῆν καὶ αὔξει τὰ δένδρα, διὰ τοῦτο λέγουσι τὸν Ποσειδῶνα ἤτοι τὸ ὕδωρ τιμᾶσθαι παρ’ αὐτῶν ὡς πολλῶν ἀγαθῶν ἐκείνοις παρεκτικόν. DEJ. μετεκίαθε ν: μετῆλθεν. H 1 M a Q T V. ἐπορεύθη. H M a Y. —ἡ μετά πρὸς τοὺς Αἰθίοπας. τὸ κει δίφθογγον διὰ τὸ μέτρον. H. ἐπὶ τούς. M a . —κατὰ τὴν ἑορτὴν τῆς ἀναβάσεως τοῦ Νείλου ἤτοι κατὰ τὸ θέρος. DE. ἤγουν ὅτι ἦν ἡ ἀνάβασις τοῦ Νείλου. Y. καιρὸς ἦν ἀναβάσεως Νείλου παρ’ Αἰγυπτίοις ἤτοι τὸ θέρος ἔληγεν, ἀρχὴ δ’ ἦν φθινοπώρου· ἡ Νείλου γὰρ ἀνάβασις ἐκ τέλους Ἰουλίου μέχρι τῆς συμπληρώσεως γίνεται Σεπτεμβρίου. τοῦ Νείλου τὴν ἀνάβασιν ταύτην δὲ νῦν σοι λέγει εἶναι περὶ Αἰθίοπας τὴν Ποσειδῶνος δαῖτα. ταύρους δὲ τούτου παρεισφρεῖ καὶ ἀρνειούς, τὴν δαῖτα, ὡς ταύρων ταυρωδέστερον τῶν ποταμῶν ἠχούντων. οὕτω μὲν ἦν ἀνάβασις παρ’ Αἴγυπτον τοῦ Νείλου, ἁπανταχῆ δ’ ἐν οὐρανῷ στοιχείων εὐκρασία. οἶκον καὶ μέγαρον Ζηνὸς τὸν οὐρανὸν γὰρ λέγει. D. τηλό θ ’ ἐόντα ς: μακρὰν οἰκοῦντας. M a V. μακρὰν ὄντας. H. —τοὺς ὑπάρχοντας. V. Αἰθίοπα ς] λέγω εἰς τούς. |
| 23 [15] | Y. —ἐπαναφορά. E. ἐπανάληψις. D Y. [γίνεται] δὲ ἡ ἐπανάληψις κατὰ τρεῖς τρόπους· ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει, ἐπὶ πράγματος διδασκαλίᾳ. ἐπὶ προσώπου συστάσει, ὡς ἐνταῦθα „ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν“. ἐπανέλαβε δὲ τὸ ὄνομα, ἵνα δείξῃ ὅτι δύο γένη Αἰθιόπων. Y. το ί] καὶ οὗτοι καὶ οἵτινες. Y. διχθ ά: διχῶς. D E H M a T V. ἤτοι βʹ. M a . εἰς δύο V. χωρίς. Y. δεδαίατα ι: νενέμηνται, μεμερισμένοι εἰσίν. οἱ μὲν γὰρ αὐτῶν ἐπ’ ἀνατολάς εἰσιν, οἱ δὲ ἐπὶ δυσμάς. τινὲς δὲ πρὸς τοῦ Νείλου σχίζεσθαι αὐτοὺς λέγουσιν. H M a P Q V. ἀπὸ μεσημβρίας διερχόμενος ὁ Νεῖλος διορίζει τοὺς Αἰθίοπας, ἐκ μὲν ἀνατολῆς ἔχων τοὺς Ἰνδούς, ἐκ δυσμῶν δὲ Νομάδας καὶ Βλέμυας. ἀρέσκει δὲ τῷ Ἀριστάρχῳ παρὰ τοῖς ἀνατολικοῖς Αἰθίοψι διατρίβειν τὸν Ποσειδῶνα ἐκ τοῦ „ἐκ Σολύμων“ [ε 283] φάσκειν αὐτὸν ὁρᾶν τὸν Ὀδυσσέα. M a . Αἰθίοπες ἀνατολικοὶ καὶ δυσμικοί. κατοικοῦσι δὲ ἀμφότεροι πρὸς τῷ ὠκεανῷ. τούτου χάριν φησὶν „ἔσχατοι ἀνδρῶν“. E. ἔσχατο ι] εἰς ἔσχατον οἰκοῦντες τόπον περὶ τὸν Νεῖλον. M a T. οἱ μὲ ν] τινές εἰσιν ἐν τοῖς μέρεσιν . |
| 24 [10] | .. καὶ οἱ ἄλλοι εἰσὶν ἐν τοῖς μέρεσι τοῦ ἀνατέλλοντος ἡλίου. Y. τινές εἰσιν ἐν ἐκείνῳ τῷ μέρει τοῦ Νείλου, τινὲς δὲ ἐν τούτῳ τῷ μέρει τοῦ Νείλου· οὐ μὴν δὲ λέγει ὅτι τινές εἰσιν ἐν τῷ ἀνατολικῷ μέρει, τινὲς δὲ ἐν τῷ δυσμικῷ. Y. δυσομένου Ὑπερίονο ς: τοῦ πρὸς δύσιν ἡλίου. βούλεται δὲ εἰπεῖν τοὺς Αἰθίοπας τοὺς πρὸς δύσιν ὄντας. V. ἤγουν εἰς τὰς δυσμάς. M a T. ἐπὶ τῆς δύσεως. E. δυομένου. M a . δύνοντος. H. Ὑπερίονο ς] τοῦ ἡλίου. D E M a U. οἱ δ ’ ἀνιόντο ς: ἀνατέλλοντος. τοὺς ἀνατολικοὺς δηλοῖ. HM a V. κατὰ ἀνατολάς. KT. εἰς τὴν τῆς Αἰγύπτου γῆν δυσομένου τοῦ ἡλίου καὶ ἀνιόντος, οὐχὶ εἰς τὸν ἅπαντα κόσμον. M 1 . ἀντιόω ν: μεταληψόμενος, ἤτοι ὑπαντῶν ἢ μεταλαμβάνων. |
| 25 [5] | V. ἐξ ἐναντίας ἐρχόμενος, μεταλαμβάνων. H K Q R. ἀπολαύων. E H K. —ὁ Ποσειδῶν. H Q R. ἑκατόμβη ς: μεγάλης θυσίας. DEVY. τῆς λείας ἢ μεγάλης θυσίας. M a . ἑκατόμβη ἡ θυσία· ἢ ἀπὸ ἑκατὸν νομισμάτων. τοῦτο δὲ ὅτι τότε ἦν ἀνάβασις τοῦ Νείλου. M 1 . ὅτι οἱ Αἰθίοπες ἐτίμων τὸν Ποσειδῶνα ὡς θεόν. Y. ἔνθ α: τότε. |
| 26 [5] | V Y. χρονικὸν καὶ ἐν τόπῳ. V. ὅπου. H. ὅγ ε] ὁ Ποσειδῶν. H M a Y. τέρπετ ο] ηὐφραίνετο. H. δαιτ ί: εὐωχίᾳ. V Y. περὶ τὴν δαῖτα. H M a . παρήμενο ς: παρών, διατρίβων. H 1 K V. πλησίον καθήμενος. E x H Q Y. παρακαθήμενος. M 1 . δ ή] καί. Y. ἄλλο ι] θεοί. M a Y. μετάβασις ἀλληγορίας στοιχειακῆς ἐπὶ ἀλληγορίαν ἢ ψυχικὴν ἢ ῥητορικήν. D. Ζηνό ς] Διός. |
| 27 [5] | Y. —ἢ τοῦ πρωτεύοντος ἢ τοῦ νοός. D. ἐνὶ μεγάροισι ν] καὶ ἐν τοῖς οἴκοις. Y. Ὀλυμπίο υ: τοῦ τὸν Ὄλυμπον οἰκοῦντος. D E H M a V. τὰ στοιχεῖα λέγει. Y. ἀθρόο ι: ὁμοῦ. H M a T V Y. συνειλεγμένοι. Y. — ἁθρόο ι: δασυντέον τὸ α , καὶ πρὸ τέλους ἡ ὀξεῖα, ἐπειδὴ σημαίνει ὁμοῦ. H 1 l.] ἦσα ν] ὑπῆρχον. M a . τοῖσι δ έ: ἐν τούτοις δὲ τοῖς θεοῖς. |
| 28 [15] | M a V. μύθω ν: λόγων. M a V. ἦρχ ε: προκατήρχετο. M a V. τοῖσι δὲ μύθων ἦρχ ε: πῶς ὁ Ζεὺς ἐκκλησίαν συναγαγὼν θεῶν οὔτε παραδόξων οὔτε χρησίμων τινῶν μνημονεύει, ἀλλὰ τοῦ Αἰγίσθου; M a L. τί γὰρ μέγα, εἰ φθορεὺς ἀλλοτρίας γυναικὸς τῆς ἐπαξίας ἔτυχε τιμωρίας; (ἢ) ὅτι ὁ Ὅμηρος οὐκ ἐκ κατασκευῆς τὰς ἀρχὰς τῶν λόγων πορίζεται, τοῖς δὲ προειρημένοις ἢ προγεγενημένοις ἑπόμενος τὰ ἀκόλουθα εὑρίσκει. Ὀδυσσεὺς γὰρ πρεσβεύων πρὸς Ἀχιλλέα οὐδὲν ἐκ κατασκευῆς λέγει, παραθέντος δὲ τὰ πρὸς εὐωχίαν Ἀχιλλέως ἀρχῇ ταύτῃ χρησάμενός φησιν „ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα, διοτρεφές, εἰσορόωντες δείδιμεν“ [Ι 228]. ὁμοίως δὲ καὶ Φοῖνιξ, εἰπόντος Ἀχιλλέως ἐσαύριον αὐτῷ συναποπλεῖν, τούτῳ ἐν τῷ αὑτοῦ λόγῳ χρῆται προοιμίῳ „εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ, βάλλεαι“ [Ι 434], καὶ νεύσαντος τοῦ Ἀχιλλέως τῷ Πατρόκλῳ στρωννύναι κοίτην τῷ Φοίνικι, ἵνα λοιπὸν ἐκ τῆς σκηνῆς ἀπαλλαγῶσι, προοίμιον τοῦτο τῆς πρεσβείας ὁ Αἴας ποιεῖται λέγων „ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ τῇδέ γ’ ὁδῷ κρανέεσθαι“ [Ι 625] καὶ ἑξῆς, καὶ καθόλου πάντες οἱ λέγοντες παρ’ Ὁμήρῳ ἀρχὰς ἐκ τῶν προειρημένων λαμβάνουσι. L. πατὴρ ἀνδρῶν τε θεῶν τ ε: ἤγουν ὁ Ζεύς. M a V Y. μνήσατ ο: ὑπεμνήσθη. |
| 29 [5] | H M a Q V. ὑπεμνήσατο. H. καὶ ἐμνήσθη. Y. κατὰ θυμό ν] κατὰ τὴν διάνοιαν. M a . ἀμύμονος Αἰγίσθοι ο: ἤτοι καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ. H 1 M a P Q V Y. ἀμύμονο ς: εὐγενοῦς ἢ εὐμόρφου· οὐ γὰρ ἐπὶ τοῦ τρόπου ληπτέον. M a . κατὰ τὸ εἶδος ἢ κατὰ τὸ γένος, ἢ πρὸ τοῦ συμμιγῆναι τῇ Κλυταιμνήστρᾳ. D. τοῦ πρὶν φρονίμου. M 1 . τοῦ ἀμύμονος καὶ τοῦ ἀψόγου, ὅσον κατὰ τὸ πρῶτον, μετὰ ταῦτα δὲ οὔ. ἢ κατὰ ἀντίφρασιν. Y. τόν ῥ α: ὅντινα δή. |
| 30 [5] | H M a Q V Y. Αἴγισθον. Y. Ἀγαμεμνονίδη ς] ὁ υἱὸς τοῦ Ἀγαμέμνονος. M c . τηλεκλυτό ς: οὗ πόρρωθεν δόξα διέρχεται. H 1 M a P V Y. τουτέστι τοῦ ἐξακούστου. Y. ὁ πάνυ ἔνδοξος ἐκ πατρός. M a . τηλεκλυτό ς: ὁ ἐκ πατρὸς ἔνδοξος, ὁ πόρρωθεν φημιζόμενος, διὰ τὸ βασιλέως εἶναι υἱός· ἢ ὁ ἔσχατος γεννηθείς. D. — τηλεκλυτό ς: ὀξυτονητέον τὸ „τηλεκλυτόσ“ ὡς ἀγακλυτός. εἰ μὲν πτωτικὸν κατ’ ἀρχὴν συντεθείη, βαρύνεται, ὡς τοξόκλυτος· εἰ δὲ ἄλλο τι τῶν ὑπὲρ μίαν συλλαβήν, ὀξύνεται. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμενον· τὸ δὲ δουρὶ κλυτός ἐν παραθέσει ἐστίν. D H M a Ql. το ῦ] τούτου. |
| 31 [5] | EY. Αἰγίσθου. D E M c Y. ὅ γ’] οὗτος ὁ Ζεύς. D E M c Y. ἔπ ε’] λόγους. M a . ἔπεα πτερόεντα προσηύδ α] γρ' „ἔπε’ ἀθανάτοισι μετηύδα“. H P. —ὡς ἔχοντα τὴν φύσιν πτερώδη. M b . μετηύδ α: ἐν αὐτοῖς εἶπεν. M a V. τοῖς ἄλλοις φίλοις τοῦ Ὀδυσσέως εἶπεν. H. πραγματικῶς ἀλληγορήσαις τὸν παρόντα τῶν θεῶν λόγον καὶ δημηγορίαν, δηλονότι τὴν ὁμιλίαν, ἣν ἐποιήσατο ὁ Μέντης μετὰ τῆς στρατιᾶς αὑτοῦ, καὶ πῶς ἐπεμνήσθησαν Αἰγίσθου καὶ ἐκ τούτου καθεξῆς τοῦ Ὀδυσσέως. Y. ὦ πόπο ι: ὦ παπαῖ. |
| 32 [5] | ἔστι δὲ ἐπίρρημα σχετλιασμοῦ δηλωτικόν. H 1 M a V. βαβαί. B. φεῦ φεῦ· ὦ θεοί. H. ὦ φίλοι. M 1 . „πόποι“ οἱ θεοὶ κατὰ τὴν τῶν Δρυόπων φωνήν· καὶ ἐπίρρημα, ἀντὶ τοῦ φεῦ. E. ὢ πόπο ι: γαμήλιος ὢν ὁ θεὸς ἀναγκαίως τῶν γάμων προνοεῖται. ἢ τὸ πᾶν προκατεσκεύασται πρὸς τῷ μέλλοντι λεχθῆναι ὑπ’ Ἀθηνᾶς. H M a Ql. οἷο ν] πῶς. H M a T n. πῶς, φησιν, οἱ ἄνθρωποι. E. —θαυμαστικῶς. Y. θεού ς] ἡμᾶς. M a . βροτο ί] οἱ ἄνθρωποι. Y. αἰτιόωντα ι: αἰτιῶνται. H M a Q V. μέμφονται. M a . ἐξ ἡμέω ν: ἐξ ἡμῶν. |
| 33 [15] | H M a V. Πορφυρίου· ἐξ ἡμέων γάρ φασ ι: ταῦτα οὐ συμφωνεῖ τῇ πάσῃ μυθοποιίᾳ, καθ’ ἣν εἰσάγει τοὺς θεοὺς πολλῶν αἰτίους συμφορῶν. δυνατὸν μὲν οὖν λύειν τῷ προσώπῳ διὰ τὸ τότε μὲν τὸν ποιητὴν λέγειν, νῦν δὲ τὸν Δία. μᾶλλον δ’ ἂν τῇ λέξει λύοιτο· „οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν“, ὡς καὶ τῶν θεῶν αἰτίων, οὐ μὴν ἁπάντων γε, καθάπερ οἱ ἄνθρωποι νομίζουσιν. D H J M a Q. περὶ τοῦ μὴ εἶναι εἱμαρμένην καὶ τύχην καὶ γένεσιν κατὰ τοὺς ἄφρονας Ἕλληνας καὶ αὐτὸς ὁ μέγιστος ποιητὴς αὐτῶν Ὅμηρος μάρτυς· πεποίηται γὰρ οὕτως ἐν τοῖς ἔπεσιν αὐτοῦ ὁ Ζεὺς διαλεγόμενος πρὸς τοὺς ὁμοίους αὐτῷ δαίμονας περὶ τῆς Αἰγίσθου μοιχείας καὶ τῆς ἐπὶ τῷδε ποινῆς „ὦ πόποι, οἷον δή νυ θεοὺς [βροτοὶ] αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι“ καὶ τὰ ἑξῆς ἕως τοῦ „ἄλγε’ ἔχουσιν“. H. φασ ί: λέγουσι. M a V. κά κ’] τά. Y. τὰ βλαπτικὰ αὐτοῖς. E. ἔμμενα ι] ὑπάρχειν αὐτοῖς. M a Y. οἱ δὲ καὶ αὐτο ί: ἢ „οἵδε“, καὶ στιγμή· ἢ „οἱ δὲ“, καὶ ἔστι περισσὸν τὸ „καί“. M a . οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσι ν: τὸ ἑξῆς, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίαις, ὅ ἐστι ταῖς ἑαυτῶν, ἐν ἴσῳ τῷ αὐτοὶ αἴτιοί εἰσιν. οἱ δὲ περισσὸν τὸν „καί“ σύνδεσμον. ἢ στικτέον [ἐπὶ] τὸ „οἵδε“. H M a V. σημειοῦται Ἀρίσταρχος λέγων τὸν „καί“ περιττεύειν. H M a Q. σφῇσ ι: ταῖς ἑαυτῶν. |
| 34 [5] | M a V. ταῖς ἰδίαις. D M a . ἀτασθαλίαι ς: ἁμαρτίαις. M a V. μωρίαις. M a . —παρὰ τὸ ἐν ἄταις θάλλειν. Y. ὑπὲρ μόρο ν: οὐ σύνθετον τὸ „ὑπὲρ μόρον“. „μόρον“ δὲ τὴν μοῖραν· „ἦ ῥα καὶ σὺ κακὸν μόρον ἡγηλάζεισ“ [ἦ τινὰ καὶ ... λ 618]. καὶ πῶς ἀλλαχοῦ φησι „μοῖραν δ’ οὔ τινά φημι“ [Ζ 488]; ῥητέον ὅτι τῆς μοίρας τὸ μέν ἐστι μονότροπον, τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι ἀπεδείξαμεν· ὡς ἐν τῷ „μήτηρ γάρ τέ μέ φησι ... διχθαδίας κῆρας φερέμεν“ [Ι 411]. HM a Ql. — ὑπὲρ μόρο ν: ὑπὲρ τὸ πεπρωμένον. H M a V Y. ὑπὲρ τὸ προσῆκον. EHM 1 QTY. ὑπερβολῇ τὸ προσῆκον· λέγεται γὰρ μοῖρα καὶ τὸ προσῆκον, ὡς τὸ „νῦν δ’ ὁ μὲν ἐν μοίρῃ πέφαται“ [χ 54]. Δ. πρὸ τοῦ τὸν μόρον ἐλθεῖν ἄλγεα ἔχουσι καὶ λύπας ἐξ ἀβουλίας οἰκείας. H M a Q. ὑπὲρ μόρο ν] ὑπὲρ τὸ πρέπον. |
| 35 | HY. ὑπὲρ τὸ πεπρωμένον καὶ προσῆκον. H. ὑπὲρ τὸ μεμοιραμένον. M a . Ἀτρείδα ο] τοῦ υἱοῦ τοῦ Ἀτρέως. M c . ἤγουν τοῦ Ἀγαμέμνονος. M c Y. γῆμ ε: ἔγημεν. |
| 36 [5] | H M a V Y. εἰς γυναῖκα ἠγάγετο. E. —ἀφαίρεσις. Y. ἄλοχο ν: γαμετήν. H M a V. μνηστή ν: τὴν ἐκ μνηστείας γεγαμημένην γυναῖκα. E H M a V. τὴν νομίμην. E. καλῶς εἶπε μνηστήν. ἵνα μὴ εἰπὼν μόνην „ἄλοχον“ δείξῃ, ὅτι ᾖ καὶ παλλακίς, προσέθηκε καὶ τὸ „μνηστήν“, ἵν’ ᾖ μεμνηστευμένην. M a . ἔγημε γαμετήν, μεμνηστευμένην, ἤγουν τὴν ἐκ μνηστείας γεγαμημένην. H. τό ν] ἤγουν τὸν Ἀγαμέμνονα. D H M a Q Y. ἔκταν ε] ὁ Αἴγισθος. M a Y. νοστήσαντ α: ὑποστρέψαντα. H 1 M a Q V. ἐπανελθόντα. M a V. εἰδώ ς: ἐπιστάμενος. |
| 37 [5] | H K M a Q V. —καίτοι γε. D. καὶ ταῦτα. n. καὶ τοῦτο γινώσκων ὅτι μέλλει ἀναιρεῖσθαι κἀκεῖνος ὑπὸ Ὀρέστου. M b . —ἤγουν ὁ Αἴγισθος. Y. ὄλεθρο ν] αὑτοῦ. D E K M a . πρό οἱ εἴπομε ν: προείπομεν αὐτῷ. H M a V. —κατὰ ὑπερβατόν. Y. ο ἱ] αὐτῷ. E Y. τῷ Αἰγίσθῳ. Y. —ἐγκλιτέον, ὡς τὸ „ξύμμοι λάβεσθε“ [Plat. Phaedr. p. 237 a ]. HM a . Ἑρμείαν νοήσαις ἐντεῦθεν πραγματικῶς ἄνθρωπόν τινα, ὃν ἀπέστειλεν ὁ Μέντης πρὸς παραίνεσιν Αἰγίσθου. |
| 38 [20] | Y. ὁ Ἑρμῆς πεμφθεὶς πρὸς τὸν Αἴγισθον ἄντικρυς τοῦτο δηλοῖ, τὴν ἐκ θεῶν ἀνθρώποις λόγου τοῦ κατ’ ἀρετὴν δωρεάν, φύσιν ἔχοντος ἀποτρέπειν μὲν τῶν κακῶν, ἐπὶ δὲ τὰ ἀγαθὰ παρορμᾶν. D E. τὴν κοινὴν φήμην. M b . Ἑρμείαν πέμψαντε ς: ἔνιοι „πέμψαντε“ δυϊκῶς γράφουσιν, ἢ ἐπὶ τοῦ Διὸς καὶ τῆς Ἥρας—γαμήλιοι γὰρ οὗτοι—, ἢ ἐπὶ θεῶν καὶ θεαινῶν, ἢ ἐπὶ Διὸς καὶ τῶν ἄλλων θεῶν. οὕτως δὲ καὶ Ἀριστοφάνης καὶ Ζηνόδοτος. H M a Q. ἐΰσκοπο ν] τὸν καλῶς σκοποῦντα. M a . μεγάλως σκοποῦντα. D. τὸν ἀρίστως διαγινώσκοντα τὰ πράγματα. M b T. καλὸν ἄγγελον. Y. Ἀργειφόντη ν: τὸν ἀργὸν φόνου καὶ εἰρηνικόν. ἢ τὸν φονεύσαντα Ἄργον τὸν πολυόμματον κύνα, ὃς ἐφύλασσε τὴν Ἰώ. H 1 M 1 V. τὸν καθαρὸν φόνου. M a Y. ἢ τὸν φονέα τῆς ἀργίας. ἢ ὅστις τοὺς ἀργοὺς καὶ ἀπράκτους λογισμοὺς ἀναιρεῖ. M 1 S. ὁ μὲν μυθικὸς Ἑρμῆς διάκτορος καὶ Ἀργειφόντης λέγεται, [καὶ διάκτορος] ἐκ τοῦ διακτορεῖν καὶ ἀγγέλλειν τὰ τῶν θεῶν, καὶ Ἀργειφόντης ὅτι Ἄργον ἀνεῖλε τὸν πανόπτην, ὃν ἡ Ἥρα φύλακα τῆς Ἰοῦς ἐπέστησε τῆς Ἰνάχου παιδός. ἀλληγορικῶς δὲ ὁ προφορικὸς λόγος Ἑρμῆς λέγεται παρὰ τὸ ἑρμηνευτικὸς εἶναι, καὶ διάκτορος ὅτι διεξάγει καὶ ἀγγέλλει τὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐνθυμήματα, Ἀργειφόντης δὲ ὡς ἀργὸς καὶ καθαρὸς φόνου· παιδεύει γὰρ καὶ ῥυθμίζει καὶ πραΰνει τὸ θυμικὸν τῆς ψυχῆς. ἢ ὅτι τὸν Ἄργον κύνα ἀναιρεῖ, τουτέστι τὰ λυσσώδη καὶ ἄτακτα ἐνθυμήματα. ἢ παρὰ τὸ ἀργεννὰ ἤτοι καθαρὰ φαίνειν τὰ τῆς ψυχῆς ἐνθυμήματα. D E J. ἡ Μασσαλιωτικὴ γράφει „πέμψαντες Μαίης ἐρικυδέος ἀγλαὸν υἱόν“. H M a . αὐτό ν] τὸν Ἀγαμέμνονα. |
| 39 [5] | D H M a Y. κτείνει ν: ἀνελεῖν, φονεῦσαι. M a V. —γρ' „κτεῖναι“. H 3 . μνάασθα ι: μνηστεύεσθαι. H 3 Q V. εἰς μνηστείαν ἐλθεῖν ἐκείνης μετὰ τὸ ἐκεῖνον κτεῖναι· πρώην γὰρ οὐ μεμνηστευμένην αὐτὴν εἶχεν, ἀλλὰ μοιχικῶς. ἢ πρωθύστερον. D. μνηστὴν ἔχειν. T. —τὸ δεύτερον α τοῦ „μνάασθαι“ συσταλτέον. H 1 . ἄκοιτι ν] ὡς. D. —ὁμόκοιτον. M a . τὴν τοῦ Ἀγαμέμνονος γυναῖκα. H M a . τίσι ς: ἀντὶ τοῦ ἔκτισις. |
| 40 [5] | H 1 M a V Y. τιμωρία. H 1 M a Q V Y. κόλασις. E x H 1 M a V. ἐκδίκησις. D. βοήθεια. M a . ἔσσετα ι: γενήσεται. D M a V. —ἐντεῦθεν ἐκ τοῦ διηγηματικοῦ μετῆλθεν ἐπὶ τὸ μιμητικόν, διὸ καὶ ἐπιφέρει „ὣς ἔφαθ’ Ἑρμείασ“. H 1 K M a S. ἀντίποινος κόλασις, τιμωρία σοι τῷ Αἰγίσθῳ γενήσεται. H. —μετὰ τοῦτο ὑποστικτέον. ἢ τοῦ υἱοῦ τοῦ Ἀτρείδαο Ἀγαμέμνονος, τοῦ Ὀρέστου. H M a P V. τὸ δὲ „Ἀτρείδαο“ οὐ κατὰ τοῦ Ὀρέστου, ἀλλὰ κατὰ τοῦ Ἀγαμέμνονος τέτακται. H 1 K M a . Ἀτρείδα ο] ἕνεκεν. H K. —τοῦ υἱοῦ τοῦ Ἀτρέως. M a . ἤγουν τοῦ Ἀγαμέμνονος. M c . ὁπό τ ’ ἄ ν] ἐπειδάν. |
| 41 [5] | M a . ἡβήσ ῃ: ἀκμάσῃ. H M a Q V. αὐξήσῃ. M a Y. εἰς ἡλικίαν τελείαν ἔλθῃ. E. ἧ ς] ἰδίας. H M c . ἱμείρετα ι: ἐπιθυμεῖ. V. ἀντὶ τοῦ ἐπιθυμήσῃ. M a Y. —Ἰωνικόν. D E. —μέλλοντι ἐνεστῶτα ἐπήγαγεν ἀκαταλλήλως. H M a S. αἴη ς] τῆς ἑαυτοῦ γῆς κατάρξαι. M a . —εἰς Φωκίδα γὰρ κατῴκει. D. ὥ ς] οὕτως. |
| 42 [5] | M c Y. Ἑρμεία ς] ὁ προφορικὸς λόγος. M a . ἀλλ’ οὐ φρένας Αἰγίσθοιο πεῖ θ ’ ἀγαθὰ φρονέω ν: κἀκ τούτου δῆλον ὅτι δύο περὶ ἕκαστόν εἰσιν εἱμαρμέναι, αἱρεῖται δὲ ἕκαστος ἣν βούλεται. H K M 1 V Y i. ο ὐ] οὐδαμῶς. M a . φρένα ς] τὴν διάνοιαν. M a . γνώμας. H M a Q. πεῖ θ’] ἀντὶ τοῦ ἔπειθε. |
| 43 [5] | Y. —ἀφαίρεσις. Y. —ταῦτα. M b . ἀγαθ ά] εἰς. M a . —ἤγουν τὰ λυσιτελοῦντα αὐτῷ. E. φρονέω ν] φρονῶν. H M a . νουθετῶν. D E. παιδεύων. D E H M a . φροντίζων. M a . — καίτοι. M c . —ἤγουν ὁ Ἑρμῆς. D Y. ἀθρό α: ὁμοῦ πάντα. M a V Y. πάν τ’] ὅσα ἐποίησεν. Y. τῆς μοιχείας καὶ τοῦ φόνου. M a . ἀπέτισε ν: ἀπέδωκεν. M a V Y. ἔδωκε. H Q. τὸ ν] ἤγουν τὸν Δία. |
| 44 [5] | M c P. ἠμείβε τ’] καὶ ἀπεκρίνατο. M c . Ἀθήν η] φρόνησις ἄρχουσα τοῦ λογισμοῦ. M a . οἱ συγκάθεδροι καὶ φρόνιμοι τοῦ Μέντου. Y. Ἀθηνᾶν δὲ νοήσεις ἐντεῦθεν πραγματικῶς τοὺς ὄντας ἀμφὶ τὸν Μέντην· ἐκεῖνοι γὰρ ἔκρινον, ὅτι ὅσα ἔπαθεν ὁ Αἴγισθος ἄξια ἔπαθεν· ἔτι δὲ καὶ ἄλλοι, ὅσοι τὰ τοιαῦτα ῥέζουσιν, εἴθε ἀπόλοιντο οὕτως ὡς ὁ Αἴγισθος. Y. Κρονίδ η] υἱὲ τοῦ Κρόνου. |
| 45 | M a . ὕπατ ε: ἐνδοξότατε. P 1 V. ὑψηλότατε. M 1 . ὑπερέχων. D M a P 1 V. ἐξοχώτατε. H Q. ἔξοχε βασιλεῦ. Y. κρειόντω ν: βασιλέων. M 1 V Y. ἀρχόντων. M a V. ἢ βασιλευόντων. M a . καὶ λίη ν: πάνυ μὲν οὖν. |
| 46 [5] | H M a Q V. λίαν. P 1 . κεῖνο ς] ἀφαίρεσις. Y. —καὶ ἐκεῖνος, ἤγουν Αἴγισθος. Y. ἐοικότ ι: ὁμοίῳ. H M a P 1 Q V. ἁρμοδίῳ. Y. πρέποντι. E H M a P Q T Y. πρεπώδει. D. ὀλέθρ ῳ: θανάτῳ. E M a P 1 V. ἀφανισμῷ. Y. [φασὶ] τὸν Δία περὶ αὐτοῦ τοῦ Αἰγίσθου εἰπεῖν ὡς ἐπὶ φωνῇ τῇ αὐτῇ τὸ „λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ“. ἔπειτα οἰκείως τὴν κατὰ Καλυψοῦς ἔντευξιν ποιεῖται, ὅτι καὶ αὐτὴ γάμον ἀθέσμως διΐστη ὡς κατέχουσα τὸν Ὀδυσσέα. πείθει οὖν τὸν Δία πέμψαι δικαίως [πρὸς] τὴν Καλυψὼ τὸν Ἑρμείαν ὡς ἐπὶ Αἰγίσθῳ. M a . ὣ ς] οὕτως. |
| 47 [5] | M a Y. —ἀντὶ τοῦ εἴθε. E M a Y. —ἐνδιάθετον. D E. ὄλλοιτ ο] γρ' „ἀπόλοιτο“. P. ὣς ἀπόλοιτο καὶ ἄλλο ς: ἐμφαίνει τοὺς μνηστῆρας. H M a P 1 Q V. ῥέζο ι: ἐπιτελοίη παρὰ τὸ αἷμα πράττων. V. ἐπιτελεῖ. M a P. πράττει. M a P Y. γνωμικόν. M a P. ἠθικόν. M b . ἀμ φ ’ Ὀδυσῆ ι] περὶ τοῦ Ὀδυσσέως. |
| 48 [5] | E H P. δαΐφρον ι: πολεμόφρονι. H M a V. δαῒς γὰρ ἡ μάχη. ὅταν δὲ ἐπὶ τῆς Πηνελόπης λέγῃ, δεδαηκυῖα κατὰ φρένας, τουτέστι μεμαθηκυῖα, ἐξ οὗ τὴν συνετὴν καὶ σώφρονα βούλεται δηλοῦν. M a V. τῷ περὶ μάχην ἐμπείρῳ. T. περὶ τοῦ πολεμικὸν φρόνημα ἔχοντος. M a . πολεμικῷ. P 1 . συνετῷ. D E. δαίετα ι: διακόπτεται. D E H M a P Q V Y. τὸ γὰρ „καίεται“ ἐπὶ ἐρώσης. D E M 1 P V. λυπεῖται. M a . μερίζεται. M c P 1 . ἦτο ρ] καὶ ἡ ψυχή μου. M c P 1 Y. δυσμόρ ῳ: κακομόρῳ. |
| 49 [5] | H P 1 Q V. δύσμορόν φησι τὸν Ὀδυσσέα ὡς μεγάλα κακὰ παθόντα τῇ πλάνῃ. H K M a . ταλαιπώρῳ, κακοτύχῳ, M a . δυστυχεῖ. Y. δ ή] ἤδη. M a . δηθ ά: πολλά. V. ἐπὶ πολύ. H K M 1 P 1 Y. κατὰ πολύν. E n . χρόνον. M x . φίλων ἄπ ο: πόρρω τῶν φίλων. V. μακρόθεν. H M a . μακράν. Q. χωρίς. T. ἀντὶ τοῦ ἄποθεν· διὸ ἐγκλίνεται, ὡς τὸ „ἄπο πλυνοί εἰσι πόληοσ“ [ζ 40]. H 1 . πήματ α] βλάβας. E x M a . πάσχε ι] ὑπομένει. M a . νήσ ῳ] τῇ λεγομένῃ Θούλῃ. |
| 50 [5] | M a . ἀμφιρύτ ῃ: τῇ κύκλῳ ὑπὸ θαλάσσης περιρρεομένῃ. H M a P Q V. τῇ ἀμφοτέρωθεν περιρρεομένῃ. H. ὅθ ι: ἀντὶ τοῦ ὅπου. V. ὅθι τ ’ ὀμφαλός ἐστι θαλάσση ς: μέση τῆς περὶ αὐτὴν θαλάσσης. H M a P 1 V. ἢ τὸ βάθος. D E H M a P 1 V mn . ὀμφαλό ς: τὸ μεσαίτατον. V. ἤτοι τὸ μέσον. D E Y. δενδρήεσσ α] δένδρα ἔχουσα. |
| 51 [5] | M a . θε ά] ἡ. M c . —Καλυψώ. M a P. δ ’ ἐ ν] ἐν δὲ ταύτῃ τῇ νήσῳ. M a . —κατὰ ὑπερβατόν. Y. δώματ α] τά. Y. —τῆς θαλάττης. Y. ναίε ι: οἰκεῖ. M a V. Ἄτλαντο ς: πάλαι οὗτος παραδέδοται φέρων τὸν πόλον ἐπὶ τὸν ὦμον, ὅ ἐστιν ἀδύνατον, ἐν τῷ πόλῳ καὶ αὐτὸν ὄντα. |
| 52 [10] | ἀνὴρ δὲ ἐγένετο σοφὸς καὶ κατὰ ἀστρολογίαν πρῶτος κατώπτευσε· προλέγει δὲ χειμῶνας καὶ μεταβολὰς ἄστρων καὶ δύσεις. ἐμυθεύθη δὲ φέρειν ὑφ’ ἑαυτὸν τὸν κόσμον. M a . Ἄτλαντος θυγάτη ρ] ἤγουν ἡ Καλυψώ. Yi. ὀλοόφρονο ς: Κλεάνθης δασύνει· τοῦ [γὰρ] περὶ τῶν ὅλων φρονοῦντος ἴδιον οὕτως εἰρῆσθαι. ἄμεινον δὲ ψιλοῦντας ἀκούειν, τοῦ τὰ ὀλέθρια καὶ δεινὰ φρονήσαντος· εἷς γὰρ τῶν Τιτάνων ὁ Ἄτλας ἱστορεῖται. H K M a . ὀλοόφρονο ς: ὀλεθρίου, ἐπεὶ πολέμιος τοῖς θεοῖς. (καὶ γὰρ τοῖς θεοῖς ἐπολέμει.) οἱ δὲ τὸ ἑξῆς, θαλάσσης ὀλοόφρονος. οἱ δὲ ἐδάσυναν, ἵνα ᾖ περὶ τῶν ὅλων φρονοῦντος· αὐτὸς γὰρ ὁ Ἄτλας τὸν κόσμον βαστάζων παραδίδοται. ἢ ἐγέγραπτο κατὰ τὴν ἀρχαίαν γραφὴν [ΟΛΟΟΦΡΟΝ], εἶτά τις μὴ νοήσας προσέθηκε τὸ ος . D H K M 1 P 1 Q V Y. ἢ τοῦ ὀλεθρίου καὶ κακοῦ, ἢ περὶ τοῦ ὅλου φρονοῦντος. Y. ὅστ ε] Ἄτλας. Y. βένθε α: βάθη. |
| 53 [5] | M a P V. ἔχει δέ τ ε: νῦν ἐπιμελεῖται, ὡς κἀκεῖ „καί μοι κῆπον ἔχει πολυδένδρεον“ [δ 737]. ἢ κρατεῖ καὶ βαστάζει. H M a P 1 V. κίονα ς: στύλους. H M a Q V Y. τὸν ἄξονα ἤγουν τὸν ἥλιον, ὃς ἐπέχει τὸν οὐρανὸν καὶ τὴν γῆν. D E. αὐτό ς] ὁ Ἄτλας. P 1 . μακρά ς] τοὺς μακρούς. |
| 54 [5] | M a . μεγάλας. Y. —„κίονασ“ νῦν προήγαγε θηλυκῶς, ὡς καὶ Πίνδαρος εἴδει ἕκτῳ „χρυσέας κίονασ“ ἐν ἀρχῇ τοῦ εἴδους ἤγουν ὕμνου ἕκτου [Ol. VI in.]. M r . — ἀπὸ τοῦ μέχρις ἄκρου ἥκειν. D E. ἀμφί ς] ἀμφοτέρωθεν τούτου. H K M a P Q. ἑκατέρωθεν. Y. διακεχωρισμένως. D E. ἢ χωρὶς ἢ περί. T. ἀμφὶς ἔχουσι ν: διείργουσιν. H 1 H K M a P Q V. χωρίζουσι. M a . το ῦ: τούτου. |
| 55 [5] | M a P V. τοῦ Ἄτλαντος. Y. θυγάτη ρ] ἡ Καλυψώ. M a . δύστηνο ν: ἄθλιον. M a V. —τὸν Ὀδυσσέα. M a P Y. ὀδυρόμενο ν: ἀποκλαιόμενον. H M a P Q V. λυπούμενον. M a . κατερύκε ι] κωλύει. E x M a . κρατεῖ. Y. —Καλυψὼ δὲ νοήσεις πραγματικῶς γυναῖκά τινα βασίλισσαν, θυγατέρα τινὸς Ἄτλαντος βασιλέως, ἥτις ἱκανὸν χρόνον ἐπεκράτησεν αὐτὸν ἐλπίζουσα τοῦτον ὁμευνέτην οἰκεῖον ἔχειν. Y i. αἱμυλίοισ ι: παραλογιστικοῖς. |
| 56 | ἢ εὐνοϊκοῖς καὶ οἷον συγγενικοῖς. D E H J M a V. διὰ τὸ λέγειν αὐτῷ συνεχῶς περὶ γάμου· αἷμα γὰρ ἡ συγγένεια. D E J. τοῖς μετ’ ἐμπειρίας συνετοῖς καὶ προσηνέσιν. H M a V. ἢ ψευδέσιν. ἢ συγγενικοῖς, παρὰ τὸ αἷμα. M a . προσηνεστάτοις. M a . ἀπατητικοῖς. Y. θέλγε ι: ἀπατᾷ. |
| 57 | D E x H M a P Q V Y. κολακεύει. Y. ἐπιλήσετα ι: ἐπιλάθηται. H M a P V. ἀμνημονήσει. M a V. αὐτά ρ] καί. Y. Ὀδυσσεύ ς] αὐτὸς ὁ Ὀδυσσεύς. M a . ἱέμενος καπνό ν: τρόπον ἑρμηνείας ἀντίστροφόν φησιν εἶναι ὁ Χαῖρις, ὅταν ἀντιστρέφωσι τὸν σχηματισμὸν αἱ λέξεις, ὡς καὶ τὸ „χασσάμενος [πελεμίχθη“ (Δ 535)] πελεμιχθεὶς ἐχάσσατο, καὶ „κονίσαλος ὤρνυτ’ ἀέλλησ“ [Γ 13] ἀντὶ τοῦ κονισάλου [ἄελλα], καὶ „παρῴχηκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων“ [Κ 252], παρὸν οὕτως φάναι, τὸ πλέον τῆς νυκτός, ὅ ἐστι δύο μοῖραι. |
| 58 [10] | τὸν αὐτὸν δὴ τρόπον κἀνθάδε, Ὀδυσσεὺς δὲ καπνὸν ἀποθρώσκοντα ἱμειρόμενος ἰδεῖν ἧς γαίης θανέειν ἵεται. τινὲς δὲ λείπειν φασὶ τὸ τούτου τυχών. D H J M a Q R. —ἐπιθυμῶν. M 1 . προθυμούμενος. Y. ἐφιέμενος. E. καπνό ν] τόν. Y. ἀποθρώσκοντ α] ἀποπηδῶντα. E x M a Y. ἐξερχόμενον. M a . νοῆσα ι] ἰδεῖν. D M a P T Y. θεάσασθαι. M a . —μετάληψις αἰσθήσεως. Y. καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι ἧς γαίη ς: ἐνταῦθα στικτέον· τὸ γὰρ ὅλον, ὁ πρότερον ἐπιθυμῶν καπνὸν τῆς πατρίδος ἰδεῖν νῦν εὔχεται διὰ τὰ κατέχοντα τελευτῆσαι. |
| 59 [5] | D H M a Q V. ἥδιστ’ ἂν ἀποθάνοι ὁ Ὀδυσσεὺς μόνον ἰδὼν τὸν τῆς πατρίδος καπνόν. D. E. οὐδέ νυ σοί πε ρ: οὐδὲ σοῦ τὸ ἦτορ ἤτοι ἡ ψυχὴ ἐπικάμπτεται εἰς οἶκτον τοῦ Ὀδυσσέως. H M a Q. —τοῦτο δέ ἐστιν ἔμψυχος λόγος καὶ γλυκύς. Y. —οὐδαμῶς οὖν σου. M a . ν υ] δή. M a . σο ί] σοῦ. D M a Y. —ἀντίπτωσις. M a . ἐντρέπετα ι: μετατροπὴν λαμβάνει. |
| 60 [5] | H K M b P T V. ἤγουν ἐπιστροφὴν ποιεῖται. E. μετατρέπεται, μεταβάλλεται. M a . ἐπιτρέπεται. Y. —περὶ τούτου. Y. φίλον ἦτο ρ] καὶ ἡ ἀγαπητικὴ ψυχή. ἢ ἡ προσφιλής. Y. Ὀλύμπι ε] ὦ. M c . οὐράνιε Ζεῦ. M a . οὔ νύ τ ’ Ὀδυσσεύ ς] οὐχὶ ὁ Ὀδυσσεύς. M a . —ἀπὸ κοινοῦ. Y. οὕνε κ’] ἐπειδή. M c . —καὶ τὸ φίλον ἦτορ σοῦ οὐχὶ ἐπιτρέπεται, ὅτι ὁ Ὀδυσσεὺς ... Y. Ἀργείω ν] Ἑλλήνων. |
| 61 [5] | M a . νηυσ ί] ταῖς. M a . χαρίζετο ἱερὰ ῥέζω ν] κεχαρισμένα ἔθυεν. M a . οὔ νύ τ ’ Ὀδυσσεὺς Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζω ν: ἐκεῖνος μὲν τὰ παρ’ αὐτοῦ ἐπιθύων, σὺ δὲ οὐ κεχαρισμένως ἐλάμβανες. M a V. χαρίζετ ο] ἀρεστὰ ἐποίει σοι. Y. ἱερ ά] ἀντὶ τοῦ θυσίας. Y. ῥέζω ν: θύων. E V. πράττων. V. εὐρεί ῃ: πλατείᾳ. |
| 62 [5] | M a V. τί νύ ο ἱ: τί αὐτῷ τὸ τοσοῦτον ὠργίσθης, ὦ Ζεῦ; H Q R. τί νύ ο ἱ: διὰ τί δὴ αὐτῷ. H M a P V. — τί νυ οἱ τόσο ν: μία ὀξεῖα μόνη [ἐπὶ] τὸ „τί νυ οἱ“· τὰ γὰρ παράλληλα ἐγκλιτικά, καὶ μάλιστα ὅταν εἰς φωνῆεν λήγῃ, προφάσει τῶν δύο βραχειῶν οὐκ ἐγείρει τὸν τόνον. H 1 M a . ὠδύσα ο: ἐχολώθης. M a P V. ὠργίσθης. H 1 M 1 V Y. ἢ ἀπεδίωξας. M a . ὠργίσθης ἢ προσέκρουσας· τῷ γὰρ ὀδύσασθαι ῥήματι ἐπὶ τοῦ προσκροῦσαι ἐχρῶντο οἱ παλαιοί. D E 2 . — ὀδύσσω τὸ ὀργίζομαι, καὶ τὸ παθητικὸν ὀδύσσομαι, καὶ ὁ παρατατικὸς ὠδυσσόμην ὠδύσσου καὶ Δωρικῶς ὠδύσσαο. Y i. τή ν] πρὸς Ἀθηνᾶν. |
| 63 [5] | M a . ἀπαμειβόμενο ς] ἀνταποκριθείς. M 1 . νεφεληγερέτ α] ὁ τὰς νεφέλας συνάγων. M a . ὁ συναθροίζων τὰς νεφέλας. Y. —καλῶς τὸν Δία νεφεληγερέτην φασί· Ζεὺς γὰρ λέγεται ὁ ἀήρ· τῶν δὲ ἀναθυμιάσεων πυκνουμένων ἐν τῷ ἀέρι ἀγείρονται αἱ νεφέλαι, καὶ διὰ τοῦτο νεφεληγερέτην τὸν Δία φασίν. D E 2 J. —τῶν Δρυόπων ἐστὶ τὸ τὴν κλητικὴν ἀντὶ εὐθείας λέγειν. M c . Ζεύ ς] ἤτοι ὁ Μέντης ὁ βασιλεύς. Y. τέκνο ν] ὦ. |
| 64 [5] | Y. τέκνον ἐμό ν: οἷον πέμπεις τὸν λόγον· καὶ ὁ λόγος πρὸς τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν κἀκεῖ πρὸς τὰ χείλη. M a . σ ε] καὶ σοῦ. E 2 M a Y. —περίφρασις. M a . ἕρκο ς] κατά. E 2 . ἄ ν] δή. |
| 65 | M a . ἔπει τ’] ποτέ. M a . θείοι ο] τοῦ θαυμαστοῦ. P. —τὸ μὲν μυθικὸν τοὺς θεούς, τὸ δὲ ἀλληγορικώτερον θεοὺς καλεῖ τὰς ἐννοίας. M a . ὅ ς] ὅστις. |
| 66 [10] | M a . περ ί] περισσῶς ὑπερέχει. M a . περισσοτέρως. P. νόο ν] κατά. M a P Y. βροτῶ ν] τοὺς ἀνθρώπους ἐν τῷ φρονεῖν. M a . περὶ μὲν νόον ἐστὶ βροτῶ ν: ἀντὶ τοῦ περίεστιν ἁπάντων καὶ συνέσει καὶ εὐσεβείᾳ. M a V. ἢ ὑπὲρ τοὺς βροτοὺς τὸν νοῦν ἐστίν. M a . ὑπέρεστι τὸν νοῦν τῶν ἀνθρώπων συνέσει καὶ εὐσεβείᾳ. H 1 Q. κρείττων κατὰ τὴν φρόνησιν. D E 2 . περὶ δ’] περισσῶς δέ. H. περισσοτέρως. E 2 . περὶ δ ’ ἱρ ά] περισσὰς δὲ θυσίας. M a . —περισσῶς τὰ ἱερὰ ἤτοι τὰς θυσίας ἡμῖν τοῖς θεοῖς ἔδωκεν. M a . ὃς ὑπέρκειται πάντων ἀνθρώπων κατὰ νοῦν καὶ ἱερὰς συμβουλὰς καὶ μεγάλας ἔδωκε τοῖς βασιλεῦσιν, οἵτινες ἕως τοῦ οὐρανοῦ εἰσὶν ἐξάκουστοι. Y. το ί] οἵτινες. |
| 67 | Y. εὐρύ ν] πλατύν. Y. ἔχουσι ν] καὶ κρατοῦσιν. Y. οὐρανῷ τὴν κεφαλὴν ἀναλογεῖν δεῖ. θεοὺς δέ φησι τὰς αἰσθήσεις. D E 2 J. Ποσειδάω ν] ὁ. |
| 68 [10] | H Y. γαιήοχο ς: ὁ τὴν γῆν ὀχῶν, ἢ ὑπὸ τῆς γῆς ὀχούμενος. H 1 H M a V. ἤτοι βασταζόμενος. H. „γαιήοχοσ“ λέγεται ἢ ὁ ἔχων ἤτοι συνέχων τὴν γῆν, ἢ ὁ ὀχούμενος ἤτοι βασταζόμενος ὑπὸ τῆς γῆς. D E 2 J. ὁ τὴν γῆν κατέχων, ὅτι ἐπὶ τῶν ὑδάτων πέπηγεν ἡ γῆ. Y. ἀσκελέ ς: ἀμετακινήτως, κατὰ στέρησιν τῶν σκελῶν· ἢ ἀδιαλείπτως καὶ ἄγαν σφοδρῶς. DE 2 M 1 V. Πορφυρίου· ἀσκελὲς αἰέ ν: τὸ „ἀσκελέσ“ σημαίνει τὸ ἄγαν σκληρόν· σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκελετὸς ὁ κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ Ἀσκληπιὸς κατὰ στέρησιν ὁ μετὰ ἠπιότητος διὰ τῆς ἰατρικῆς μὴ ἐῶν σκέλλεσθαι. ἐνίοτε δὲ „ἀσκελέσ“ τὸ ἐπὶ πᾶσι σημαίνει. καὶ Σοφοκλῆς [Antig. 475] „σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοισ“. οἱ δὲ ἀπέδωκαν „ἀσκελέωσ“ Τ 6 8 ] ἀδιαλείπτως κατὰ μετάληψι ν · τὸ γὰρ ἀσκελὲς ἄβατο ν , ἀπόρευτο ν . DE 2 HJM a Q R . καὶ ἡ ὀργὴ ἀμετακίνητο ς . H . σκληρῶ ς . M a . αἰέ ν: ἀεὶ καὶ διὰ παντός. V. Κύκλωπο ς] ἕνεκεν. |
| 69 [45] | E 2 H M 1 Y. καὶ χάριν Κύκλωπος. P. διὰ τοῦ. T. —τοῦ υἱοῦ τοῦ Ποσειδῶνος. M c . κεχόλωτα ι: ὤργισται. M a P V. ὃν ὀφθαλμο ῦ] ἀντίπτωσις ἀντὶ τοῦ οὗπερ τὸν ὀφθαλμὸν ἐτύφλωσεν. HM a . —ὃν τῆς θυγατρὸς ἐστέρησεν· μίαν γὰρ θυγατέρα εἶχεν ὡς ὀφθαλμόν. PY. ὁ δὲ Κύκλωψ πλοῖα καθοπλίσας τοῦτον κατεδίωξε καὶ πολλοὺς τῶν αὐτοῦ ἑταίρων ἀπέκτεινε, τοῦτον δὲ πλανηθῆναι ἐποίησεν ἐν τῇ θαλάσσῃ. καὶ τοῦτό ἐστιν ὃ λέγει [vs. 75], ὅτι ὁ Ποσειδῶν „οὔτι κατακτείνει“, ἀλλὰ „πλάζει ἄπο πατρίδος αἴησ“. Y. —ὁ Κύκλωψ καὶ ὁ Ἀντίθεος καὶ ὁ Πολύφημος ἐτύγχανον ἀδελφοί· εἶχον δὲ καὶ ἀδελφὴν τὴν λεγομένην Ἔλπιν, ἣν ἀνήρπασεν Ὀδυσσεύς. M 1 . ἀλάωσε ν: ἐτύφλωσεν. H 1 P 1 V. καὶ τυφλὸν εἰργάσατο τοῦ ὀφθαλμοῦ ὁ Ὀδυσσεύς. Y. καὶ τυφλὸν ἐποίησε. E 2 . ἀλάωσ ε: τοῦ λάειν, ὅ ἐστι τοῦ βλέπειν, ἐστέρησεν. HM a Q. τὸ δὲ „ὀφθαλμῶν μὲν ἄμερσε“ [θ 64] τοῦ μαίρειν, ὅ ἐστι μαρμαίρειν, ἐστέρησεν. HM a . —οὐκ ἦν δὲ μονόφθαλμος ὁ Κύκλωψ καθ’ Ὅμηρον, ὡς καθ’ Ἡσίοδον [(theog. 145), φύσει]. φησὶ γοῦν „πάντα δέ οἱ βλέφαρ’ ἀμφὶ καὶ ὀφρύασ“ [ι 389], οὐχ ὡς Θεόκριτος [XI 31] „οὕνεκά μοι πλατεῖα μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ“. μονόφθαλμος οὖν ἦν καθ’ Ὅμηρον τοῦ ἑνὸς αὐτοῦ ὀφθαλμοῦ προτυφλωθέντος. HM a . —ἄλλως. φωτὸς ὄντος ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν συμμέτρου, δι’ οὗ ὁρῶμεν τὰ πεφωτισμένα, ὁτὲ μὲν ἔφη „ὀφ[θαλμοῦ ἀλά]ωσε“ τὸ ἀφῃρῆσθαι τὸ λεύσσειν παραστάς, ὁτὲ δὲ „ὀφθαλμῶν μὲν ἄμερσε“ [τὸ] τοῦ μαίρειν στερεῖσθαι λέγων σκοτεινόν· καὶ τὸ τοῦ μαίρειν ἐστερημένον εἴδωλον „ἀμαυρόν“ ἔφη [δ 824]· φ[ωτὸς γὰρ παρουσίᾳ] καὶ ὀφθαλμὸς ὁρῶν τὸ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν κατὰ Πλάτωνα [πολιτ. VII p. 518 a ] οὔσης ἐπιταράξεως—ἢ γὰρ διὰ σκότος ἢ δι’ ὑπερβολὴν τοῦ συμμέτρου φωτός—, τὸ μὲν διὰ σ[κότος ...] μὴ μαίρειν, εἴτουν μαρμαίρειν, ἀμέρδειν εἶπε καὶ ’μαυρόν, τὸ [δὲ διὰ στιλβη]δόνα ἐπὶ τοῦ χαλκοῦ „ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λα[μπομενάων“ (Ν 340). ὅθεν] ἐπίθετον τοῦ χαλκοῦ ἐφιλοτέχνησε τὸ „νώροπα χαλκόν“ [(Β 578) καὶ „ἤνοπι] χαλκῷ“ [Π 408], σημαίνων τὸν μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν ἐνοῦσ[αν στιλβηδόνα. εἰ δὲ] τὸ μέρδειν τὸ μέρειν ἐστὶ κατὰ πλεονασμὸν τοῦ δ καὶ τὸ μὴ μέρειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρδειν σμερδαλέον ἂν εἴη· ὅταν ἐπὶ τοῦ δράκοντος λέγῃ „σμερδαλέον [δὲ] δέδορκε“ [Χ 95], τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δράκειν εἴρηται. „σμερδαλέω δὲ λέοντε“ [Σ 579] ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ὁράσεως ἐκδεξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ λεύσσειν ὠνόμασται· αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ σμερδαλέον, ἐπ’ αὐτῷ εἰπὼν „γλαυκιόων“ [Υ 172]. καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν „δεινή τε σμερδνή τε“ [Ε 742]· δεινὸν γὰρ καὶ φοβερὸν τὸ ἄγαν λαμπρὸν καὶ στίλβον. γλαυκιόωντες δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνᾶ „γλαυκῶπισ“ ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον καὶ διὰ τοῦτο λευκόν, ὑπ’ αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιά, „σκιόωντο δὲ πᾶσαι ἀγυιαί“ [β 388]. ὀξὺ δὲ τὸ λευκόν, ὡς τὸ μέλαν ἀμβλύ· ἡ οὖν ὀξὺ ὁρῶσα (φρόνησις) „γλαυκῶπισ“. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος „γλαυκὶ“ καὶ ἡ θάλασσα εἴρηται [Π 34], καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη, ὡς τὸ „ἔρρε, κακὴ γλήνη“ [Θ 164], καὶ „τρίγληνα“ [Ξ 183] τὰ ἐλλόβια ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν, καὶ „ὃς γλήνεα πολλὰ κεχάνδει“ [Ω 192] τὰ μὴ ῥερυπωμένα ἱμάτια, ἀλλὰ στιλπνὰ διὰ καθαρότητος. καὶ ζοφουμένη θάλασσα „μελάνει δέ τε πόντοσ“ [Η 64] λέγεται· ἀτάραχος γὰρ οὖσα καὶ διειδὴς „λευκὴ δ’ ἦν ἀμφὶ γαλήνη“ [κ 94]· καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται. καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη· γέλως δὲ ἡ ἱλαρότης· „γέλασσε δὲ πᾶσα περὶ χθὼν“ φησὶ [Τ 362] „χαλκοῦ ὑπὸ στεροπῆσ“, τουτέστι λαμπρυνθεῖσα φαιδρὰ ἐγένετο. οὕτω δεῖ νοεῖν καὶ τὸ „κόρυθες καὶ θώρακες λαμπρὸν γανόωντεσ“ [Ν 265], ἀπὸ τῆς γῆς τῆς λαμπούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης· καὶ „γαίων“ δὲ τῷ κύδεϊ [Α 405] ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς ἐστιν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον λάμπωσι, φάεα αὐτὰ καλεῖ· „κύσσε δέ μιν κεφαλήν [τε καὶ] ἄμφω φάεα καλά“ [π 15]· καὶ ἥμερον ζῶον ἄνθρωπος φώς, ζωῆς δὲ ἔτι μετέχων, ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ, „κατὰ δ’ ὄσς’ ἐρεβεννὴ νὺξ ἐκάλυψεν“ [Ε 659], ὅταν δὲ ἐξαγριωθῶσιν ὑπ’ ὀργῆς καὶ ἐκκαυθῶσιν ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς „πυρὶ λαμπετόωντι ἐΐκτην“ [Α 104], κρατησάσης δὲ „πῦρ ὀφθαλμοῖσι δέδορκε“ [τ 446]· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. |
| 69 (50) [65] | καὶ τὸ ὕφαιμον δὲ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα σμερδαλέον εἴρηται· „σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ“ [ζ 137], τουτέστιν ὕφαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. καὶ ἐπὶ τοῦ πυρὸς δίκην [μαιν]ομένου εἰπὼν „μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται“ [Ο 605] ἐπάγει „τὼ δέ οἱ ὄσσε λαμπέσθην“. λοιπὸν δὲ καὶ κατὰ μεταφορὰν „σμερδαλέα“ μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη [Υ 65], ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς „σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν“ [Β 334] καὶ „σμερδνὸν βοόων“ [Ο 687]· καὶ γὰρ ἐπ’ ὀρχήσεως σ[υντ]όνου μεταφέρων „μαρμαρυγὰσ“ ἔφη [θ 265] „θηεῖτο ποδῶν“, [τὰς ἐν τῇ] κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ [πρὸ αὐτῶν Ὅμηρος, „μαρμαίρειν“ λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ] διαιρεῖν, ἀφ’ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον, ἀλλὰ σκοτεινόν, ἀμαυρόν. καὶ ὅτι ἀπὸ τοῦ μερίζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληται [τὸ] σκοτεινὸν μαρμαίρειν, δηλοῖ τὸ φῶς δάος καλέσας, „δάος μετὰ χερσὶν ἔχουσα“ [Ω 647], ἀφ’ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δαΐδες. οὕτως ἐβουλόμην τὰς Ὁμηρικὰς λέξεις καὶ τοὺς ἐξηγητὰς σκοπεῖσθαι καὶ τοὺς τοῦτον τὸν τρόπον ἐξηγησαμένους ἀποδέχεσθαι. H. ἀντίθεο ν: νῦν τὸν ἐναντιούμενον τοῖς θεοῖς, τὸν ἀσεβῆ. |
| 70 [10] | HM a V. ἢ τὸν τοῖς θεοῖς ἑαυτὸν ὁμοιοῦντα· ἢ τὸν θεομάχον. HM a . ἰσόθεον. M 1 . —ἄλλως. „ἀντίθεοσ“ Πολύφημος ὁ αὐτὸς ἑαυτὸν διὰ τὴν ἄνοιαν ἐξισάζων τοῖς θεοῖς· ἔστι γὰρ εἷς ἐκείνων, περὶ ὧν λέγει „οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων“ [θ 225]· κοινῶς γὰρ περὶ αὐτῶν λέγει ὁ Πολύφημος „οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν οὐδὲ θεῶν μακάρων“ [ι 275]. DE 2 HM a . —οὕτως ὠνομάζετο ὁ Κύκλωψ Πολύφημος. Y. ὅο υ: οὗτινος. DE 2 M a PTVY. — ὅου κράτος ἐστ ί: παροξυτονητέον τὸ „ὅου“· τὸ γὰρ οὗ διῄρηται, ὡς τὸ „ἕης τὸ πρίν γ’ ἐράασθε“ [Π 208]. καὶ καθόλου τὰ μὲν ἄρθρα διαιροῦνται, αἱ δὲ ἀντωνυμίαι πλεονάζουσιν. καὶ τὰ μὲν βαρύνονται, αἱ δὲ ἐπὶ τέλους ἔχουσι τὸν τόνον, οἷον ὅου ἄρθρον, ἑοῦ ἀντωνυμία, ἕης ἄρθρον, ἑῆς ἀντωνυμία. H 1 M a . κράτο ς] ἡ δύναμις. M 1 . ἔσκε ν: ὑπῆρχεν. M a V. μέγιστο ν] μεγίστη. M 1 . πᾶσι ν] ἐν. |
| 71 [5] | M a . Κυκλώπεσσ ι] τοῖς Κύκλωψι. M a . Θόωσ α: μήτηρ Πολυφήμου τοῦ Κύκλωπος κυρίως οὕτως λεγομένη. HM a V. ἡ Θόωσα ἦν θυγάτηρ Φόρκυνός τινος ἁλιέως. οὗτος δὲ τὴν θυγατέρα αὑτοῦ τὴν Θόωσαν ἑτέρῳ ἁλιεῖ πρὸς γάμον ἔδωκεν, ᾧτινι μιγεῖσα τὸν Πολύφημον ἔτεκεν. Y. μι ν] τὸν Κύκλωπα. Y. νύμφ η] γρ' „μήτηρ“. P. Φόρκυνος θυγάτη ρ: ἐνάλιος γὰρ θεὸς ὁ Φόρκυν. |
| 72 [10] | H 1 M a QV. —νησιῶτις βασίλισσα. M 1 . ἁλό ς] τοὺς ἀγρίους ἅπαντας θαλάσσης παῖδας καλεῖ. M 1 M a . ἀτρυγέτοι ο: τῆς ἀκαταπονήτου· ἢ τῆς μὴ ἐχούσης τρύγην ἤτοι καρπόν· ἢ ἀφ’ ἧς οὐκ ἔστι τρυγῆσαι. M 1 . μέδοντο ς: βασιλεύοντος· συνήθως γὰρ τοὺς ὑπάρχους βασιλεῖς ἔλεγον. ἢ συναπτέον „μέδοντος ἐν σπέσσι“, ὥστε ἐν σπηλαίοις τοῦ Ποσειδῶνος γεννηθῆναι τὸν Κύκλωπα. HV. μέδοντο ς: ἤτοι βασιλεύοντος, δηλονότι τοῦ Φόρκυνος· συνήθως γὰρ καὶ τοὺς ὑπάρχους βασιλεῖς ἔλεγον. ἢ συναπτέον „μέδοντος ἐν σπέσσι“, ἤτοι τοῦ Ποσειδῶνος· ἤγουν ὅντινα ἔτεκεν ἐν τοῖς σπέσσι τοῦ μέδοντος τῆς ἁλὸς τῆς ἀτρυγέτου, ἤγουν τοῦ Ποσειδῶνος. HM a PQT. ἢ βασιλεύοντός ἐστι τὸ μέδοντος. ἢ ὅτι ἐν σπηλαίοις τοῦ Ποσειδῶνος ἐγαμήθη ἡ Θόωσα, „μέδοντοσ“ εἶπεν „ἐν σπέσσιν“ ἀναγνώσεις. M a . σπέσσ ι] σπηλαίοις. |
| 73 | M a . γλαφυροῖσ ι] βαθυτάτοις. HKM a . Ποσειδάων ι] ἁλιεῖ τινι. P 1 . μιγεῖσ α: κοινωνήσασα. HM a V. συνελθοῦσα. M a . ἐκ τοῦ δ ή: ἐκ ταύτης δὴ τῆς αἰτίας. |
| 74 [5] | DE 2 HM 1 PTV. ἤτοι τοῦ τυφλῶσαι τὸν Κύκλωπα. H. ἀπὸ τοῦδε. H. ἢ ἐκ τοῦ χρόνου. M a . τοῦ πράγματος· ὅτι ἐτύφλωσε τὸν Κύκλωπα. Y. —ἤτοι διὰ τὴν θεοσέβειαν. D. Ποσειδάω ν] ὁ P. ἐνοσίχθω ν: ὁ τὴν γῆν κινῶν. HM a VY. ἔνοσις γὰρ ἡ κίνησις. HM a V. κατακτείνε ι: ἀναιρεῖ. |
| 75 [5] | HM a QV. —τὸν Ὀδυσσέα. H. πλάζε ι: πλανᾶσθαι ποιεῖ. E 2 H 1 M 1 QV. πλανᾷ. PTY. — πλάζε ι: ὥσπερ ἐκεῖνος πλανᾶσθαι ποιεῖ τὸν Κύκλωπα τυφλώσας αὐτόν, οὕτω δὴ καὶ ὁ Ποσειδῶν τὸν Ὀδυσσέα. M a . —τούτου δὲ ἕνεκεν ἐνεποδίσθη μὴ οἴκοι εἶναι μέχρι δεῦρο· οὐ· γὰρ δὴ πέρα τούτου οὐδὲ ἐκεῖνός τι ἐβούλευσε κατ’ αὐτοῦ, πλὴν τοῦ διατρίβειν μόνον ἐν τῇ πλάνῃ. DE 2 . ἄπ ο: πόρρω. HV. μακράν. E 2 HM a QV. — ἄπ ο] γρ' καὶ „ἀπὸ“, [ἀπὸ] τῆς πατρίδος. M a . —οὐκ ἀναστρεπτέον τὴν „ἀπό“. HM a . πατρίδο ς] πατρικῆς. M a P. αἴη ς] γῆς. M c Y. ἄγε θ’] φέρε. |
| 76 [5] | M a . ἡμεῖ ς] οἱ θεοί. HM a . οἵδ ε] αὐτοί. M a P. — ὧδ ε] καὶ οὕτως. Y. περιφραζώμεθ α: βουλευσώμεθα. HPQV. περιβουλευσώμεθα. E 2 . περὶ αὐτοῦ βουλευσώμεθα. M a . νόστο ν: τὴν ἐπάνοδον. |
| 77 | HM a PTV. τὴν ὑποστροφήν. M a . εἰς ἐπιστροφήν. Y. ἔλθῃσ ι] ὑποστρέψῃ. M a . —λείπει τὸ Ὀδυσσεύς. DE 2 . μεθήσε ι: ἐάσει. DE 2 HM a PQV. παύσει. HM a V. παύσεται. DE 2 . καταλείψει. HM a P. —καὶ ὅπως. Y. ὅ ν] ἴδιον. |
| 78 [5] | M c PY. χόλο ν] ὀργήν. M a . οὐ] οὐδαμῶς. M a . τ ι] κατά τι. M a . ἀντί α: ἀντικρύ. H 1 PV. ἐξ ἐναντίας. HM a PQY. ἀθανάτω ν] τῶν. |
| 79 [5] | M a . ἀέκητ ι: ἀκουσίῳ γνώμῃ. HKM 1 V. ἐν ἰδίᾳ γνώμῃ. H. παρὰ γνώμην. DE 2 . χωρίς. DE 2 M c PQ. καὶ τῇ ἀβουλίᾳ. M a PY. —τὸ ε δασυντέον ἐν τῷ „ἀέκητι“. HM a . ἐριδαινέμε ν: φιλονεικεῖν. H 1 M a QVY. μάχεσθαι. P. οἶο ς] μόνος. M a PY. τό ν] πρὸς τὸν Δία. |
| 80 | M a . ἠμείβε τ’] ταῦτα. M a . πρὸς τοῦτον τὸν Δία ἠμείβετο καὶ ἔλεγεν ἡ Θέτις. H. ὦ πάτε ρ] βασιλεῦ. |
| 81 | M a . ὦ νοῦ, δηλονότι συνετὲ καὶ βάθος πλουτῶν. E 2 . συνετὸν νοῦν πλουτῶν καὶ βαθύν. D. ὕπατ ε] ἔξοχε. Y. κρειόντω ν] βασιλέων. M a . ε ἰ] ἐάν. |
| 82 | Y. νῦ ν] ἀρτίως. M a . φίλο ν: προσφιλές. HM a V. ἀρεστόν. HM a PQV. —ἐστί. Y. θεοῖσ ι] τοῖς στοιχείοις. D. νοστῆσα ι: ἐπανελθεῖν. |
| 83 [5] | HM a PQV. ὑποστρέψαι. M a . —ἤγουν τό. Y. —καὶ τὸ ἐπιστρέψαι. Y. ὅ ν] ἴδιον. PY. ὃν δὲ δόμον δ έ: εἰς τὸν ἑαυτοῦ οἶκον. HM a QV. —„ὃν δέ“ δύο μέρη λόγου· καὶ παρέλκει ὁ „δέ“. H 1 M a . δ έ] περισσόν. E 2 . Ἑρμεία ν] τὸ πιττάκιον τὸ διεγεῖραι μέλλον αὐτὸν πρὸς τὴν τῆς οἰκίας ἄφιξιν. |
| 84 [5] | M 1 . Ἑρμείαν νοήσαις ἐντεῦθεν τὴν φήμην, ἥντινα ἤκουσεν ἡ Καλυψὼ περὶ τοῦ Ὀδυσσέως, καὶ τὴν ἔρευναν, πῶς ὁ παῖς αὐτοῦ ὁ Τηλέμαχος ἔρευναν ἐποιεῖτο περὶ αὐτοῦ· ἀκούσασα δὲ ταῦτα ἡ Καλυψὼ ἀφῆκεν αὐτόν. καὶ ἐπανεστράφη, τῆς θαλάσσης μὴ παρεμποδιζούσης. Y. —τοῦ λόγου τὸ μὲν ἐπιπληκτικόν, τὸ δὲ στηρικτικόν. DE 2 . διάκτορο ν: ἄγγελον σαφῆ. DE 2 H 1 M a P 1 QTVY. μηνυτὴν τὸν συμβουλευτικώτατον, τὸν διάγοντα τὰς ἀγγελίας. τὸν καθαρόν, τὸν σαφῆ ἄγγελον. τὸν σαφηνίζοντα καὶ λέγοντα τὰς ἀγγελίας. M 1 . ἀγγελοφόρον. D. καὶ λαμπρόν, νημερτῆ, ὅ [ἐστιν] ἀληθῆ. P. Ἀργειφόντη ν] τὸν καθαρὸν φόνου. M a . νῆσον ἐς Ὠγυγίη ν: ἐν τῇ κατὰ Ἀντίμαχον „Ὠγυλίην“ γράφεται. |
| 85 [10] | διαφέρουσι δὲ οἱ τόποι· τὴν μὲν γὰρ Ὠγυγίαν ἐντὸς εἶναι πρὸς ἑσπέραν, τὴν δὲ Ὠγυλίαν κατὰ Κρήτην Ἡσίοδός φησι κεῖσθαι· „[πόν]τον δ’ Ὠγύλιον ἠδ’ Ὠγυλ[ίην λάχε] νῆσον“· ταύτην δὲ οὐ Καλ[υψ]οῦς καλοῦσιν. H 1 M 1 PQ. — Ὠγυγίη ν: ἡ Καλυψοῦς νῆσος. HV. ἔνθα ἦν ὁ Κύκλωψ. P 1 Y. —τὴν ὀνομαστικῶς οὕτω καλουμένην. HM 1 . ὄνομα κύριον τῆς νήσου. T. —τὴν ἀρχαίαν. M a . τὰ παλαιὰ πάντα Ὠγύγια καλοῦσιν ἀπό τινος ἀρχαίου Ὠγύγου βασιλεύσαντος Ἀθηνῶν. ἴσως δὲ καὶ οὕτως ἐκαλεῖτο ἡ νῆσος αὕτη. DE 2 . ὀτρύνομε ν: παρορμήσωμεν, ἐπείξωμεν. V. ἀπελθεῖν διεγείρωμεν. M a . ὄφρ α] ὅπως. HM a . τάχιστ α] ταχέως. M a . Νύμφ ῃ] ἤτοι τῇ Καλυψοῖ. |
| 86 | DE 2 TY. Καλυψὼ λέγω. P 1 . ἐϋπλοκάμ ῳ: εὐκόμῳ. HM a PQV. ἀπὸ μέρους καλῇ. HM 1 M a PV. καλλιτρίχῳ Y. — συνεκδοχὴ ὁ τρόπος. HM a . συνεκδοχικῶς. Y. νημερτέ α] ἀληθῆ. HT. ἀληθινήν. M a Y. νόστο ν] λέγω. |
| 87 [5] | Y. —τόν. P. διὰ τόν. E 2 . —περὶ τοῦ νόστου. ἀντίπτωσις. M 1 . —ὑποστροφήν. M a . ταλασίφρονο ς: τῇ ἑαυτοῦ φρονήσει πάντα ὑπομένοντος. D E 2 H K M a V Y. τοῦ καρτερικοῦ. H Q Y. τοῦ ἐν φρονήσει καρτεροῦντος τὰ δεινά. H Q T. τοῦ πολεμικὸν φρόνημα ἔχοντος. M a . ὡ ς] καὶ ἵνα. Y. ὥς κε νέητα ι] γρ' „ὥς κεν ἵκηται“. P. κ ε] ἄν. M c . νέητα ι: ἐπανέλθῃ. DE 2 HKM a V. ἐπιστραφῇ. Y. πλεύσῃ. T. Ἰθάκην δ’] γράφεται καὶ χωρὶς τοῦ δέ „Ἰθάκην ἐσελεύσομαι“. |
| 88 [5] | H 1 . —εἰς. E 2 . ἐσελεύσομα ι] παραγενήσομαι. M a . ὄφρ α] ἵνα. M a . ο ἱ] αὐτοῦ τοῦ Ὀδυσσέως. HM a PY. υἱό ν] ἤγουν τὸν Τηλέμαχον. M a Y. μᾶλλο ν] ἐπὶ πλεῖον. |
| 89 [5] | M a . ἐποτρύν ω: παρορμήσω. M a PV. ο ἱ] αὐτοῦ. HM a Y. μένο ς] προθυμίαν. Y. ἐν φρεσ ί] ἐν τῇ διανοίᾳ. M a . —ταῖς φρεσί. H. θεί ω] θήσω. HPT. ποιήσω. M a . —τινὲς γρ' „θήσω“. HM a . —ἀπὸ τοῦ θῶ θέω. DE 2 . —Αἰολικόν. E 2 . ἀγορή ν] δημηγορίαν. |
| 90 | PY. βουλευτήριον. M 1 . καρηκομόωντα ς] τῇ κεφαλῇ θάλλοντας. Y. Ἀχαιού ς: τοὺς Ἰθακησίους. DE 2 HM a QV. ἀπειπέμε ν: ἀπαγορεῦσαι. |
| 91 | H 1 M 1 QVY. καὶ εἰπεῖν. Y. διαμαρτύρασθαι. M a . προσφωνήσασθαι. P. —ὥστε. DE 2 M 1 . οἵ τέ ο ἱ: οἵτινες αὐτῷ. HM a QV. —μνηστῆρες. Y. ο ἱ] αὐτῷ τῷ Τηλεμάχῳ. Y. τοῦ Τηλεμάχου. HM a . μῆ λ’] πρόβατα. |
| 92 [5] | HM a Y. ἀδιν ά: ἤτοι λεπτά, πρὸς σύγκρισιν τῶν βοῶν. ἢ ἀντὶ τοῦ ἀδινῶς, ἵνα ᾖ πυκνῶς καὶ συνεχῶς. DE 2 H 1 M a QV. πολλά. M 1 T. οἰκτρά. P 1 . πυκνά. ἢ οἰκτρῶς. Y. εἰλίποδας ἕλικας βοῦ ς: „εἰλίποδασ“ λέγει τοὺς βοῦς ὡς ποιοῦντας τὴν τῶν ποδῶν κίνησιν ὥσπερ ἑλικοειδῆ. HM a PQT. ἑλικοειδῶς τοὺς πόδας κινοῦντας. M a . συστρεφομένους τοὺς πόδας ἔχοντας. Y. ἕλικα ς: ἑλικοειδῆ κέρατα ἔχοντας. DE 2 H 1 HKM a PQTV. ἢ μέλανας· ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ὅθεν καὶ „ἑλικώπιδα κούρην“ [Α 98] τὴν μελανόφθαλμον. D E 2 . πέμψ ω] αὐτόν. |
| 93 [15] | Y. τὸν Τηλέμαχον. HM a PY. — πέμψω δ ’ ἐς Σπάρτη ν: ἄτοπος εἶναι δοκεῖ Τηλεμάχου ἡ ἀποδημία πρῶτον μὲν κίνδυνον προξενοῦσα τῷ νέῳ, δεύτερον ἐπανάστασιν τῶν μνηστήρων ἀπειλοῦσα, τρίτον οὐκ ὠφελοῦσα τὴν ζήτησιν τοῦ πατρός. ἀλλ’ ἔδει τὸν ἐν γυναιξὶ τεθραμμένον, λύπαις τεταπεινωμένον, ῥητορειῶν οὐ πεπειραμένον οὐδεπώποτε, πολύτροπον γενέσθαι παραπλησίως τῷ πατρί, καὶ τοῦτο κερδᾶναι τῇ πλάνῃ, καὶ κοινωνεῖν τῷ πατρὶ τῶν κατορθωμάτων ἐν τῇ μνηστηροκτονίᾳ. ἀσφαλίζεται δὲ τὰ κατ’ οἶκον πρῶτον μὲν ἐπαναστήσας τὸν δῆμον κατὰ τῶν μνηστήρων ἐν τῇ ἐκκλησίᾳ, δεύτερον δὲ ταῖς ὑποσχέσεσιν ἀνεξικακεῖν διδάξας τοὺς μνηστῆρας εἰπὼν „καὶ ἀνέρι μητέρα δώσω“ [β 223]. ἔτι μάλα καὶ τῆς ἐπιβουλῆς τῶν μνηστήρων ὁ κίνδυνος ἠκόνησεν αὐτοῦ τὴν προθυμίαν. D E 2 J M a . ἐς Σπάρτη ν: ἤγουν εἰς τὸν Μενέλαον, διὰ τὸ ὕστερον τῶν ἄλλων τοῦτον ἐλθεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. D E 2 . πρὸς Μενέλαον. H P Q. ἔνθα ἦν ὁ Μενέλαος. M 1 Y. τὴν τοῦ Ἀγαμέμνονος. E 2 . — πέμψω δ ’ ἐς Σπάρτην τ ε: τινὲς „πέμψω δ’ ἐς Κρήτην τε“. καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ [284] „πρῶτα μὲν ἐς Πύλον ἐλθὲ ..., κεῖθεν δ’ ἐς Κρήτην τε παρ’ Ἰδομενῆα ἄνακτα· ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων“. M a. οὐκ εἰσὶν ἐν ἑτέροις βιβλίοις οἱ στίχοι „κεῖθεν δ’ ἐς Κρήτην τε παρ’ Ἰδομενῆα ἄνακτα· ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.“ M x T. ἐς Πύλο ν] πρὸς Νέστορα. HPQ. ἔνθα ἦν ὁ Νέστωρ. M 1 Y. τὴν τοῦ Νέστορος πόλιν. E 2. ἠμαθόεντ α: ἀμμώδη. DE 2 HQV. ψαμμώδη. HM 1 TY. νόστο ν] ἀποστροφήν. |
| 94 [5] | Y. περὶ τῆς ὑποστροφῆς. M a . πευσόμενο ν: ἀκουσόμενον. HQV. ἐρωτήσοντα. DE 2 HQY. μαθησόμενον. DE 2 M a P. διδαχθησόμενον. Y. —τὸν Τηλέμαχον. M a Y. πατρό ς] τοῦ. Y. ἤν πο υ: ἐάν που. HV. ἀντὶ τοῦ ὅπως. H. ἠ δ ’ ἵνα μι ν] καὶ ὅπως αὐτὸν τὸν Τηλέμαχον κλέος ἔχῃ ἐν τοῖς ἀνθρώποις ὡς τοῦ πατρὸς φροντίζοντα. |
| 95 [5] | E 2 HM a PQ. —πραγματικῶς ἄνθρωπόν τινα, ὃν ἀπέστειλεν ὁ Μέντης πρὸς Τηλέμαχον εἰς ἐρεύνησιν τοῦ πατρὸς αὐτοῦ τοῦ Τηλεμάχου. Y. κλέο ς] ἀγαθὴ δόξα. Y. ἔχῃσι ν] καταλάβοι. M a . —ἐν τῇ κατὰ Ῥιανὸν „λάβῃσι“ γρ'. HM a . —ἤγουν τὸν Τηλέμαχον. Y. ὥ ς] οὕτως. |
| 96 [5] | H. ὑπὸ ποσσί ν] ἐν τοῖς ποσὶν ἑαυτῆς. HM a . ἐδήσατ ο] ὑπεδήσατο. M a . τὸ λέγειν τὴν Ἀθηνᾶν καλὰ πέδιλα φορεῖν οὐκ ἄλλο δηλοῖ ἢ ὅτι τῆς φρονήσεως αἱ ἐνεργητικαὶ δυνάμεις στιβαραὶ καὶ ἄλκιμοι λίαν εἰσί. τὸ δὲ ἐπέχειν ἔγχος ἐν ᾥτινι δαμάζει τοὺς ἥρωας τὸ πληκτικὸν ὑποσημαίνει τῆς φρονήσεως· ὁ γὰρ φρόνιμος διὰ τοῦ οἰκείου λόγου πλήττει τὸν ἀτακτοῦντα. τὸ δὲ τὴν Ἀθηνᾶν ἐξ οὐρανοῦ κατελθεῖν οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι ἡ φρόνησις ἐκ τοῦ νοὸς κατέρχεται. DE 2 J. ἀμβρόσι α: ἄφθαρτα. |
| 97 [10] | DE 2 HM 1 PV. θεῖα. DHM 1 PVY. ἀθάνατα. HQ. χρύσει α: τίμια. DE 2 HM 1 V. ἀμβρόσια χρύσει α: προηθετοῦντο κατ’ ἐνίους (τῶν ἀντιγράφων) οἱ στίχοι [97 et 98], κατὰ δὲ τὴν Μασσαλιωτικὴν οὐδ’ ἦσαν. καὶ ταῖς ἀληθείαις μᾶλλον ἁρμόσειαν ἐπὶ Ἑρμοῦ [Ω 341 et ε 45]· ἴδιον γὰρ ἀγγέλων τοιούτοις ὑποδήμασι χρῆσθαι. καὶ ἡ τοῦ δόρατος ἀνάληψις πρὸς οὐδὲν ἀναγκαῖον. M a T. τ ά] ἅ. M 1 . καὶ ἅτινα. HP. τά μι ν: ἅπερ αὐτήν. HM a PV. —τὸ „μίν“ τριγενές ἐστιν· ἀρσενικῶς, „καί μιν φωνήσασ“ [Β 7]· θηλυκῶς, ὡς ἐνθάδε· οὐδετέρως, „νῦν αὖτέ μιν υἷες Ἀχαιῶν“ [Α 237]. HP. φέρο ν] ἔφερον. M c . ἠμέ ν] καί. M a PY. ὑγρή ν] τὴν θάλασσαν. DE 2 HM a . ὁδόν. P. ἠ δ’] καί. |
| 98 [20] | M a PY. ἀπείρον α: τὴν πέρας καὶ τέλος μὴ ἔχουσαν. H 1 M a QV. λέγει δὲ τὴν γῆν. M a V. τὴν κυκλοτερῆ. M 1 . —Πορφυρίου· ἀπείρον α: τὴν πέρας μὴ ἔχουσαν διὰ τὸ εἶναι στρογγυλοειδῆ, ἤγουν σφαιρικὴν καὶ κυκλικήν. ἢ καθ’ ὅσον πρὸς ἡμᾶς ἄπειρός ἐστιν, εἰ καὶ τῇ φύσει πεπέρασται· τεταρτημόριον γὰρ μόνον τῆς γῆς οἰκεῖται. ἢ ἀντὶ τοῦ περικαλλής, καθάπερ τοῖς διαγράφειν τὰ κατ’ αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον. λαμβάνεται γὰρ τὸ ἄπειρον καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρ’ Ἡσιόδῳ ἐν Γυναικῶν καταλόγῳ [fr. XLI Marckscheff., LVIII Goettl.] ἐπὶ τῆς Ἀγήνορος παιδὸς „Δημοδόκης, τὴν πλεῖστοι ἐπιχθονίων ἀνθρώπων μνήστευον, καὶ πολλὰ καὶ ἀγλαὰ δῶρ’ ὀνόμηναν, ἴφθιμοι βασιλῆες, ἀπειρέσιον κατὰ εἶδοσ“. ἰστέον δὲ ὅτι ἄπειρος ὁ κύκλος καὶ ἡ σφαῖρα λέγεται ἢ διὰ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι κατὰ στέρησιν τοῦ α , ἢ διὰ τὸ πολλὰ πέρατα ἔχειν κατ’ ἐπίτασιν τοῦ α · οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο ἐπ’ αὐτὸ τὸ πέρας ἴσως ἔχει· [ἢ] διὰ τὸ ἰσοπέρατον εἶναι διὰ τὴν ἐκ τοῦ μέσου πρὸς τὸ πέριξ ἴσην ἀπόστασιν κατ’ ἰσότητα τοῦ α . οὕτως Ἀριστοφάνης Δαναΐσι [fr. 250 Kock] „δακτύλιον χαλκοῦν φέρειν ἀπείρονα“ ἔφη δηλῶν τὸν σφενδόνην μὴ ἔχοντα πέρας καὶ διὰ τοῦτο ὁμοιομερῆ ὄντα. ὁμοίως καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας ἐν ἀπείρονι σχήματί φησιν ἵστασθαι [fr. 339 Herm.] „ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς σέλας κύκλῳ περίστητ’ ἐν λόχῳ τ’ ἀπείρονι εὔξασθε“, τουτέστιν ἐν τάξει κατὰ κύκλον· ὁ γὰρ λόχος ἐστὶ τάξις, ἐπεὶ καὶ ὁ λοχαγὸς ταξίαρχος. DE 2 J . ἅμα πνοιῇς ἀνέμοι ο: ἴσα ἀνέμῳ. HV. ὁμοίως καὶ ἐπίσης. HQ. δίκην. H. ἅμα πνοιῇς ἀνέμοι ο: „ἅμα“ ὁμοίως· ἀλλαχοῦ δὲ χρονικὸν ἐπίρρημα, ὡς τὸ „ἅμα ἐγίνετο τόδε καὶ ἅμα τόδε.“ DE 2 . ὁμοίως. τὸ ταχὺ τοῦ λόγου δηλοῖ. D. πνοιῇ ς] ταῖς. M a PY. —πνοαῖς. HM a . ἀνέμοι ο] τῶν ἀνέμων. HM a . εἵλετ ο] ἔλαβεν. |
| 99 [5] | HM 1 Q. — εἵλετο δ ’ ἄλκιμον ἔγχο ς: ἀθετοῦνται [99—101] μετὰ ἀστερίσκων, ὅτι ἐν τῇ Ε τῆς Ἰλιάδος [746] καλῶς. M a V. ἄλκιμο ν] ἰσχυρόν. HM a Q. ἔγχο ς] ἤγουν τὸν λόγον. M a . δόρυ. HM a . ἀκαχμένο ν: ἐστομωμένον. D E 2 H K M 1 P Q V. ἠκονημένον. D E 2 M 1 P T Y. τῇ ὀδύνῃ ἀ... D. ὀξέ ι] ὀξυτάτῳ. M a . χαλκ ῷ] σιδήρῳ. HM a Y. ξίφει. HM a . βριθ ύ] βαρύ. |
| 100 [5] | M c PY. στιβαρό ν] ἰσχυρόν. P. τ ῷ] ἐν ᾧ. HM a . ᾧτινι. Y. δάμνησ ι] κόπτει. HKM a Q. δαμάζει. HKPY. παιδεύει. DE 2 M c . στίχα ς] τὰς τάξεις. M 1 Y. ἀνδρῶ ν] τῶν. Y. ἡρώω ν] φρονίμων ἀνδρῶν. |
| 101 [5] | E 2 . τοῖσίν τ ε] οἷς. HKQT. οἷστισι E 2 P. ἥρωσιν, ἀνδράσιν. Y. ἐν οἷς, τοῖς ὅπλοις. HM a . κοτέσσετα ι: ὀργισθήσεται. M c V. ὀργισθῇ. HQ. ὀργισθείη. P. ὀργίζεται. HY. ὄβριμο ν: γενναῖον. V. ἡ ἔχουσα πατέρα ὄβριμον. HQ. ἡ ἰσχυρὸν πατέρα ἔχουσα. M a PY. —ἡ Ἀθηνᾶ. M a . —„ὀβριμοπάτρη“ λέγεται ἡ Ἀθηνᾶ, διότι τῆς φρονήσεως πατὴρ ὁ νοῦς ἐστι. πάντων δὲ κρεῖττον καὶ ἰσχυρότερον ὁ νοῦς. DE 2 J. β ῆ: ἔβη. |
| 102 [5] | V. κατέβη. E 2 M a . ἐπορεύθη. M a PV. κα τ’] ἀπό. DE 2 M c P. Οὐλύμποι ο] τοῦ. E 2 . καρήνω ν] τῶν ἐξοχῶν. HM 1 QT. ἀκρωτηρίων. M 1 Y. ἀΐξασ α] ὁρμήσασα. HM a PQ. στ ῆ] ἔστη. |
| 103 [10] | HM a . Δήμ ῳ: τόπῳ ἐν Ἰθάκῃ, ὅπου ἦν τὸ Ὀδυσσέως βασίλειον. DE 2 HM a PQV. Δήμ ῳ: τόπῳ. ὄνομα τόπου, παρὰ τὸ συναθροίζεσθαι ἐν αὐτῷ τοὺς ἐν τῇ πόλει καὶ βουλεύεσθαι. HT. ὄχλῳ M a . Ὀδυσῆο ς: Ὅμηρος μὲν ἐτυμολογῶν τὸν Ὀδυσσέα πεποίηκε τὸν Αὐτόλυκον λέγοντα „πολλοῖσιν γὰρ ἐγὼ δὴ ὀδυσσάμενος τόδ’ ἱκάνω“ [τ 407]. Σιληνὸς δὲ ὁ Χῖος ἐν δευτέρῳ μυθικῶν ἱστοριῶν—. ἔστι δὲ δύο βιβλία—Ἀντίκλειάν φησι τὴν Ὀδυσσέως μητέρα ἐγκύμονα ὁδεύουσαν τὸ Νήριτον, ὅπερ ἐστὶ τῆς Ἰθάκης ὄρος, ὕσαντος πολὺ τοῦ Διὸς ὑπὸ ἀγωνίας καὶ φόβου καταπεσοῦσαν ἀποτεκεῖν τὸν Ὀδυσσέα· καὶ διὰ τοῦτο ταύτης τῆς ὀνομασίας τυχεῖν, ἐπειδὴ κατὰ τὴν ὁδὸν ὗσεν ὁ Ζεύς. DD * EJM 1 T. οὐδο ῦ: βαθμοῦ. |
| 104 [5] | HM a PQV. φλιᾶς. HM a PQTVY. αὐλείο υ] τῆς αὐλῆς. M a . παλάμ ῃ: τῇ χειρί. M a PVY. ἔχ ε] ἐκράτει. M a . ἔγχο ς] δόρυ. M 1 . ἀλληγορικῶς τὸν χάρτην. M a . εἰδομέν η] ὡμοιωμένη. |
| 105 [5] | HM a Q. ὁμοιωθεῖσα. Y. ξείν ῳ] φίλῳ. M a Y. Ταφίω ν: Τάφος νῆσος τῶν Ἐχινάδων, ἣν κατῴκουν Τηλεβόαι. DE 2 H 1 HKM 1 QTV. ὄνομα νήσου. P 1 . ἡγήτορ ι] ἡγεμόνι. M a . Μέντ ῃ] ἤγουν. P 1 . ἀγήνορα ς: ἄγαν αὐθάδεις. |
| 106 | H 1 HM a PQTV. ὑβριστάς. H 1 M a PV. θρασεῖς. M c . ἀλαζονικούς. Y. οἱ μὲν ἔπειτ α] καὶ οὗτοι μέν. M a . ἐκεῖνοι. P 1 . —οἱ μὲν δή. HM a . —ὡς παραπληρωματικὸς σύνδεσμος. D. πεσσοῖσ ι: τοῖς κύβοις. |
| 107 [5] | D E 2 H 1 M a T V. ταυλίοις. H Q Y. ἀπὸ δὲ τοῦ παίζειν ἐσχημάτισται· ἢ παρὰ τὸ πίπτειν. DE 2 H 1 HM a QV. βολίοις. [παρὰ] τὸ πεσεῖν. DE 2 H 1 HM a QV. πεσσοὶ δὲ αἱ ψῆφοι. H 1 M a V. προπάροιθε ν: ἔμπροσθεν. M a V. θυμό ν] ψυχὴν αὐτῶν. M a . ἔτερπο ν] εὔφραινον. M a . ἥμενο ι] καθήμενοι. |
| 108 [5] | M c Y. ῥινοῖσ ι: βύρσαις. DE 2 H 1 M 1 QV. δέρμασι. M a Y. — ἥμενοι ἐν ῥινοῖσ ι: διὰ τούτου τὸ βίαιον ἐμφαίνει τῶν μνηστήρων, τοῦ καὶ τὰς βύρσας ὑποστρωννύειν τοῖς θρόνοις. DE 2 H 1 H M a QV. ἔκτανο ν: ἀνεῖλον. M a V. κήρυκες δ’] οἱ δέ. |
| 109 [5] | M a . κήρυκες δ ’ αὐτοῖσ ι: Νικίας δύο μέρη λόγου ποιεῖ, „αὖ“ καὶ „τοῖσιν“· Ἀρίσταρχος δὲ ἕν, ὃ καὶ ἄμεινον. DE 2 HKM a QY. —ἤγουν αὐτῶν. DE 2 . τοῖς μνηστῆρσι. Y. ὀτρηρο ί: δραστικοί. H 1 M 1 QV. σπουδαῖοι. M 1 . ταχεῖς. DE 2 HM c QTY. ταχύτατοι. P. — ὀτρηρο ί: οὕς τις ὀτρύνει καὶ δουλεύουσιν. DE 2 . ἢ ἐκ τοῦ τρέω τὸ φοβοῦμαι τρεερός καὶ ἐν συγκοπῇ τῶν δύο εε καὶ πλεονασμῷ τοῦ ο ὀτρηρός. D. θεράποντε ς] οἱ δοῦλοι· κυρίως δὲ οἱ κόλακες. M a . οἱ μέ ν] τινές. |
| 110 | H. ἄλλοι αὐτῶν. M a . „οἱ μὲν“ κήρυκες, „οἱ δὲ“ θεράποντες. „οἱ μὲν, οἱ δὲ“ σχῆμα γοργότης. G c . κρητῆρσ ι] βικίοις. M a . οἱ δ’] ἄλλοι. |
| 111 | M a . πολυτρήτοισ ι: πανταχόθεν τετρημένοις. M a V. πανταχόθεν τετρυπημένοις. P. πολυτρυπήτοις. Y. πολλὰς ὀπὰς κεκτημένοις. DE 2 . τραπέζα ς] τάς. M a . νίζο ν: ἀπένιπτον. |
| 112 [5] | H 1 KPV. ἐκάθαιρον. HKM a QY. ἰδ έ: ἀντὶ τοῦ καί. V. καὶ ἐπ’ αὐταῖς. M a . νίζον καὶ προτίθεντ ο: ἄμεινόν φησιν Ἡρωδιανὸς ἀναγινώσκειν „καὶ προτίθεντο [ἰδέ“. ὁ δὲ Ἀρίσταρχος „πρότιθεν, τοὶ δέ“·] καὶ γὰρ τὸ ὅλον μᾶλλον ἀκόλουθον· οἱ μὲν οἶνον ἔμισγον, οἱ δὲ σπόγγοισι νίζον, οἱ δὲ κρέα ἐμέριζον. καὶ ἄλλως τὸν παρατατικὸν τοῦ τίθημι ἐνεργητικῶς οἶδε λεγόμενον ὁ ποιητής, οὐ παθητικῶς, „παρὰ δέ σφι τίθει“ [(α 142), ᾧ] ἀκόλουθον πληθυντικὸν [τὸ] „νίζον καὶ πρότιθεν“. DE 2 JM a . — προτίθεντ ο: προετίθεσαν. M a PV. δατεῦντ ο: ἐμέριζον. HKM a QTV. καὶ ἐμερίζοντο. Y. ἐμοίραζον. P. Αἰολικόν. M a . τὴν δ έ] ταύτην δέ. |
| 113 [5] | M a P. τὴν θεάν. H. τὴν Ἀθηνᾶν. M a . πολὺ πρῶτο ς: διὰ τί ὁ Τηλέμαχος πρῶτος πάντων ταύτην εἶδεν; ἐπειδὴ τὸν ἴδιον πατέρα ἐφιέμενος ἰδεῖν πρὸς τὴν αὔλειον θύραν ἀεὶ ἑώρα. M a . καλῶς πρῶτος Τηλέμαχος Ἀθηνᾶν ἐφορᾷ ὡς αὐτὸς μόνος ἀπὸ τῶν ἄλλων φρονιμώτερος, τῶν μνηστήρων περὶ συμπόσια ἀσχολουμένων, κατὰ τὸ ἀλληγορικόν. D E 2 J. ἴδ ε] ἐθεάσατο. M c . θεοειδή ς] ὅμοιος τοῖς θεοῖς. M a . ἧστ ο] ἐκαθέζετο. |
| 114 | H P. ἐκάθητο. M a Y. ἐν μνηστῆρσ ι] μετὰ μνηστήρων. M a . φίλο ν] τὴν προσφιλεστάτην. M a . τετιημένος ἦτο ρ: τετιμωρημένος τὴν ψυχήν. V. λελυπημένος καὶ τετιμωρημένος. HPQ. ὀσσόμενο ς: ἀνειδωλοποιούμενος. |
| 115 [5] | H 1 M 1 M a Q V. φανταζόμενος. H K M 1 P Q T. ἐπιτηρῶν. Y. προσδοκῶν. H 1 M 1 M a V Y. ἢ τοῖς ὀφθαλμοῖς ὑποβλέπων. M a V. περιβλέπων, παραδοκῶν καὶ προμαντευόμενος. D E 2 . μαντευόμενος, βλέπων. P. διανοούμενος. M a . ἐνθυμούμενος. D. —μετάληψις αἰσθήσεως. Y. πατέ ρ’] τὸν πατέρα. H. φρεσί ν] ταῖς διανοίαις. M a . σκέδασι ν: σκορπισμόν. |
| 116 | H 1 M a P V. φυγήν. D E 2 H 1 M a P V. σκόρπισιν. H Q T. θεί η: ποιήσῃ. H 1 M a Q V. δράμοι. Y. τιμή ν] τὴν βασιλείαν. |
| 117 [5] | M a . αὐτό ς] ἤγουν ὁ Ὀδυσσεύς. M c Y. ἔχο ι] λάβοι. M a . κτήμασι ν: δώμασιν. V. τῶν ἰδίων κτημάτων. M a . —γρ' καὶ „δώμασιν“. M a . ἐν ταῖς εἰκαιοτέραις „καὶ κτήμασιν οἷσιν ἀνάσσοι“. τὸ ὅλον δὲ ἐπὶ Ὀδυσσέως χρὴ ἐξακούειν, Ὀδυσσεὺς ἔχοι. M a . οἷσι ν] ἰδίοις. HP. ἀνάσσο ι: βασιλεύοι. M a V. δεσπόζοι. M a . τὰ φρονέω ν: ταῦτα ἐνθυμούμενος. |
| 118 [5] | H M a P Q V. ταῦτα διαλογιζόμενος. D E 2 . μνηστῆρσ ι] μνηστῆρας. P. μετὰ τῶν μνηστήρων. D E 2 M a . ἐν τοῖς. M c . μεθήμενο ς: σὺν αὐτοῖς καθήμενος. H P Q V. συγκαθήμενος. K. —τινὲς [ἀνα]στρέφουσι τὴν „μετά“, κακῶς. H. εἴσιδ ε: ἐθεάσατο. HM a PQV. ( Ἀθήνη ν] ἤγουν τὸν ἄγγελον, ὃν ἀπέστειλεν ὁ Μέντης. Y.) β ῆ] ἔβη. |
| 119 [5] | M a . βῆ δ ’ ἰθὺς προθύροι ο: ἐπ’ εὐθείας, ὡς ἐπὶ τὸ πρόθυρον. οὐκ ἔνδον, ἀλλὰ πρὸ τῆς ἐν τῷ „τυκτῷ“ καλουμένῳ „δαπέδῳ“ [δ 627]. H 1 M a QTV. κατ’ εὐθεῖαν. M a . προθύροι ο] τοῦ. P. —ἀπό. M 1 . νεμεσσήθ η: μεμπτὸν ἡγήσατο. DE 2 HKM 1 QVY. ἐμέμψατο. HKPT. ᾐδέσθη. HQ. θυμ ῷ] ψυχῇ. M a . ξεῖνο ν] τόν. |
| 120 [5] | P. καὶ τὸν φίλον. Y. δηθ ά] ἐπὶ πολὺν καιρόν. HP. ἐπὶ πολύ. KM a QY. κατὰ πολύ. E 2 . ἐφεστάμε ν] ἐφίστασθαι. M a . ἵστασθαι. HPQ. παρυπάρχειν, παρεστάναι. Y. ἐγγύθ ι] αὐτοῦ. M a . στά ς] ἤγουν ὁ Τηλέμαχος. H K M a Y. ξεῖνον δηθὰ θύρῃσ ι: καὶ τοῦτο διὰ τοὺς μνηστῆρας, ἵνα τὸ σκῆπτρον ἰδόντες καὶ βασιλέα αὐτὸν ὑπονοήσαντες ὑπολάβωσι καὶ δύναμιν τὸν Τηλέμαχον ἐξ αὐτοῦ [τοῦ] αἰδεῖσθαι λαβεῖν καὶ [μὴ] κακόν τι βουλεύσωνται αὐτῷ. M a . χεῖ ρ’] τῆς Ἀθηνᾶς. |
| 121 [5] | HM a . τοῦ ἀγγέλου τοῦ Μέντου. Y. χεῖ ρ ’ ἕλε δεξιτερή ν: ἐλάβετο μὲν τῆς δεξιᾶς σπενδόμενος τῷ φίλῳ, ἐδέξατο δὲ τὸ ἔγχος ὑπονοῶν μὴ ἄρα τῶν ἐχθρῶν τις εἴη. DE 2 JM a T. —τῆς δεξιᾶς χειρὸς ἐκράτησε. M a . χάλκεο ν] σιδηροῦν. M a . ἔγχο ς] δόρυ. M a . ὃ ἡ Ἀθηνᾶ ἐκράτει. HM a . αὐτοῦ τοῦ ἀγγέλου. Y. μι ν] αὐτὸν τὸν Μέντην ἤγουν τὴν Ἀθηνᾶν. |
| 122 [5] | H. φωνήσα ς] ἤγουν ὁ Τηλέμαχος. Y. ἔπε α] λόγους. M a . πτερόεντ α] ταχεῖς. M a . προσηύδ α] προσεφθέγγετο. M a . πα ρ ’ ἄμμ ι] παρ’ ἡμῖν. |
| 123 | HM a PQY. φιλήσεα ι: φιλοφρονηθήσῃ. M a V. φιλοφρονηθείης. DE 2 HKPQT. ξενισθήσῃ. DE 2 M a PV. φιλιωθῇς καὶ ξενισθῇς. Y. —σύ. P. ἔπειτ α] μετὰ ταῦτα. M a . δείπνο υ: τοῦ κατὰ τὴν ἡμέραν ἀρίστου. |
| 124 [5] | DE 2 M a V. πασσάμενο ς] μεταλαβών. HPQ. μεταλαβόμενος, φαγών. T. γευσθείς. Y. κορεσθείς. H K M 1 Q Y. μετασχών. M a . ἀπολαύσας. M c . γευσάμενος. ἀπὸ τοῦ πῶ τὸ κτῶμαι. DE 2 . μυθήσεα ι: εἰς λόγους ἥξεις. D E 2 H M a Q V. καὶ λέξεις. D H Q V. εἴποις. M a . —γρ' „μυθήσεο“. P. ὅττε ο] καὶ τίνος. Y. ὅττεό σε χρ ή: εἴ τινός σοι χρεία ἐστί. DE 2 HM 1 PQVY. ἐνταῦθα ... M a . ὅττεό σε χρ ή: περὶ ὅτου σε χρὴ τότε λέξεις. H 1 H M a . καὶ ἄλλως. ἐν τῇ κατὰ Ῥιανὸν ἄμεινον ἐγέγραπτο „ὅττευ σε χρή“, ὡς ἀλλαχοῦ „ὅττευ χρηίζων“ [ρ 121]. HKM a . εἰπώ ν] ἤγουν ὁ Τηλέμαχος. |
| 125 [5] | Y. ἡγεῖ θ’] ἐπορεύετο ἔμπροσθεν. HM a P. προηγεῖτο. Y. ἕσπετ ο] ἠκολούθησε. H. ἠκολούθει. M a PY. Παλλά ς] πολεμική. M a . Ἀθήν η] ἤγουν ὁ ἄγγελος τοῦ Μέντου. Y. οἱ δ’] καὶ οὗτοι. |
| 126 | Y. —ὅ τε Τηλέμαχος καὶ ἡ Ἀθηνᾶ. HM a P. ἔσα ν] ἐγένοντο. M a . ὑπῆρχον. HM a PY. —γράφεται „ἴσαν“. D. ἐπορεύθησαν. DE 2 . ὑψηλοῖ ο] γρ' „ποιητοῖο“. P. ἔστησ ε] ἤγουν ὁ Τηλέμαχος. |
| 127 [5] | M a Y. ἔγχος μέν ῥ ’ ἔστησ ε: σπουδῆς σημεῖον καὶ τὸ ἐπιμελεῖσθαι τῶν ἀλλοτρίων ὡς καὶ τῶν ἑαυτοῦ. D H M 1 . κίον α: στύλον. H M a P V Y. μακρή ν] μακράν. Y. δουροδόκη ς: δορατοθήκης. |
| 128 [10] | TV. δουροθήκης. DE 2 M 1 . τῆς δεχομένης τὰ δόρατα κίονος. HM 1 PQ. νοητέον δὲ ἀπεξύσθαι τοὺς κίονας καὶ ἐνταῦθα ἀποτίθεσθαι τὰ δόρατα. D E 2 J M 1 T V. —τῆς. Y. ἔντοσθε ν: ἔσωθεν. HM a PV. —ἀναγνοὺς δηλονότι τὸ γράμμα ἐνέθετο ἐν τῇ διανοίᾳ, ἔνθα καὶ οἱ τοῦ πατρὸς αὐτοῦ λόγοι ἦσαν ἐντεθειμένοι. D. ἐϋξόο υ: καλῶς ἐξεσμένης. H M a Q V. καλῶς εἰργασμένης. D E 2 H. τῆς καλῶς κατεσκευασμένης. Y. —ἀπέξεον τὰς κίονας καὶ ἐν αὐταῖς ἀπετίθουν τὰ δόρατα. D E 2 . ἔνθ α] ὅπου. M a PY. οἰκονομικῶς δὲ εἶπεν „ἔνθα περ ἄλλα ἔγχεα Ὀδυσσῆοσ“, ἵνα μὴ ἀπορήσῃ τις ἔμπροσθεν, ὅτι ποῦ εὑρέθησαν τὰ δόρατα πρὸς φόνον τῶν μνηστήρων. DE 2 J. ἔγχ ε ’ Ὀδυσσῆο ς: καὶ οὐκ ἦν θεοῦ τὸ δόρυ μέγα, ἀλλ’ ὁμοιωθείσης ἀνθρώπῳ καὶ τὸ δόρυ βροτῶν ὅμοιον. |
| 129 [5] | M a . ταλασίφρονο ς] τοῦ πολεμικὸν φρόνημα ἔχοντος. M a . τοῦ ὑπομείναντος πάντα τῇ ἑαυτοῦ φρονήσει. Y. ἵστατ ο] ἵσταντο. P. αὐτή ν] ἤτοι τὴν Ἀθηνᾶν. |
| 130 [5] | H M a . „θρόνοσ“ δὲ ἀπὸ τοῦ ἄνω θεωρεῖν, ἤτοι ὁ ἐπηρμένος. E 2 M 1 . εἷσε ν] ἐκάθισεν. HM a PY. ἄγω ν] ἀπαγαγών. M a . ὑπὸ λῖτ α: προπερισπαστέον· ἑνικὸν γάρ ἐστι μεταπλασθὲν ἀπὸ τοῦ λιτόν. BHM 1 PQ. — λῖτ α: λεπτὸν περιβόλαιον. DE 2 M a PV. ἢ λινοῦν ὕφος. M 1 P. ἢ ὕφασμα. DE 2 . ἢ κόρτην. M 1 . ταρπίταν. Y. λῖτ α: καταπετάσματα, ἢ λεπτὰ περιβόλαια. Q. ὑφαπλώματα. P. πετάσσα ς: ἁπλώσας. M a V. ὑφαπλώσας. DE 2 HQT. τανύσας. P. δαιδάλεο ν: ποικίλον. |
| 131 | HM a PQTVY. θρῆνυ ς: ὑποπόδιον. D H M a P Q T V Y. —παρὰ τὸ ἐν τῷ θρόνῳ ἀνατίθεσθαι. Y. ἦε ν] ὑπῆρχεν. M a Y. πὰρ δ ’ αὐτὸς κλισμὸν θέτ ο: ὑποφαίνει διὰ τούτου καὶ ἄλλο τι καθῆκον, ὅτι τοῦ ἰδίου θρόνου παρεχώρησε τῷ ξένῳ ὁ Τηλέμαχος. |
| 132 [10] | πάντα οὖν ἐλέγχει τὸ σῶφρον τοῦ νέου, τὰ τοῦ λόγου, τὰ τοῦ τρόπου, τό τε ἔγχος ἀναλαμβάνειν καὶ τοῦ θρόνου παραχωρεῖν. D E 2 H M 1 T. —αὐτῇ. P. πλησίον αὐτῆς καὶ αὐτός. M a . παρέθετο δὲ αὐτός. HQ. —ἐκεῖνος. E 2 . ὁ Τηλέμαχος. Y. κλισμό ν: δίφρον ἀνάκλιντρον ἔχοντα. B H M 1 V. καθέδραν. D E 2 H M 1 P Q V. ἀνάκλισιν ἔχουσαν. D E 2 . θρόνον. M a Y. παρὰ τὸ ὑποκλίνεσθαι. M a . θέτ ο: ἀπέθετο. H M a P V. ἔκτοθε ν: χωρίς. D E 2 H 1 M a P V. ἰδίᾳ, ἔξωθεν. H 1 M a P V. κεχωρισμένον. M a . πόρρω. Y. — ἔκτοθεν ἄλλω ν: τὸ γὰρ μεταβῆναι εἰς ἕτερον οἶκον ὑποψίαν παρέσχεν ἂν τοῖς μνηστῆρσιν ἐπιβουλῆς, ὁπότε καὶ ἑξῆς διὰ τὸ ἰδιολογεῖν αὐτὸν πολυπραγμονοῦσι, τίς ὁ ξένος. D E 2 H M a Q. ξεῖνο ς] ὁ. |
| 133 [5] | P. —φίλος. Y. ἀνιηθεί ς: λυπηθείς. M a PVY. ὀρυμαγδ ῷ: κυρίως μὲν τῷ ἐν ὄρει ψόφῳ—ἔστι γὰρ κατὰ τὸ ἔτυμον ὀρομαγδῷ—, νῦν δὲ ἀντὶ τοῦ. θορύβῳ. H 1 M 1 V. ὀρυμαγδὸς κυρίως ὁ ἐν ὄρει κτύπος. DE 2 . ἀπὸ τοῦ ὀρύνω τὸ διεγείρω καὶ τοῦ ὅμαδος ὁ θόρυβος. Y. τῇ ταραχῇ. H Q Y. —ἐν. P. —τῶν μνηστήρων. H M a Q Y. δείπν ῳ] ἐν τῷ. |
| 134 [10] | M a P. ἀδήσειε ν: ἀηδῶς διατεθείη. DE 2 HKM a PQV. δυσαρεστήσειεν. Y. — ἀηδήσειε ν: γρ' καὶ „ἀδήσειεν“. M 1 . — δείπνῳ ἀδήσειε ν: ψιλωτέον τὸ „ἀδήσειεν“· ὅταν γὰρ ἐν συναλοιφῇ τὸ ψιλούμενον κατ’ ἀρχὴν φωνῆεν ἐπικρατήσῃ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐπικρατεῖ, οἷον ὦ ἑταῖρε ὦταῖρε. HM 1 QY. —τὸ α μακρὸν διὰ τὴν συναίρεσιν. D. ὑπερφιάλοισι ν: ὑπερηφάνοις. H M a P V. ὑπερσπόνδοις. H V. ὑβρισταῖς. M a P. ἀσπόνδοις. M a . τοῖς ἐπηρμένοις. DE 2 . καὶ τοῖς ἀλαζονικοῖς. Y. — ὑπερφιάλοισι ν: ὑπέρσπονδοι οἱ τοῦ Πριάμου παῖδες, οἳ ὤμοσαν τοῖς Ἕλλησι μὴ καταλῦσαι τὴν ἀγάπην· ἐκεῖνοι δὲ παρέβησαν τὸν ὅρκον. ὤμοσαν δὲ μετὰ φιαλῶν ἱερῶν εἰπόντες οὕτως· ὥσπερ τὸ ὕδωρ χέεται ἐκ τῆς φιάλης, οὕτω καὶ ἡ ψυχὴ τοῦ ἀθετήσαντος τὸν ὅρκον. D E 2 J. μετελθώ ν: συνελθών. DHM a V. καὶ συμμιγείς. Y. ἠ δ ’ ἵν α] καὶ ὅπως. |
| 135 | M a . μι ν] αὐτόν. E 2 HM a PY. ἀποιχομένοι ο: ἀπόντος, ἀποδημοῦντος. DE 2 M a V. ἔροιτ ο: ἐρωτήσειε. H 1 M a PV. πύθοιτο. V. χέρνιβ α: ἡ δὲ δούλη ὕδωρ ἐπὶ τῶν χειρῶν φέρουσα ἐν ξέστῃ καλῇ καὶ χρυσῇ ἐπέχεεν. |
| 136 [10] | M 1 . χέρνιβ α: τὰ ἐπὶ τῶν χειρῶν ὕδατα. D H M 1 V Y. τὰ νίμματα. H P. καθάρματα. M 1 . τὰ χέρνιβα τὰ χερόνιπτρα. HQ. τὴν χειρῶν νίψιν. T. — χέρνιβα δ ’ ἀμφίπολο ς: πρὸ τῶν βρωμάτων ἐνίπτοντο, ἵνα εὐαγῶς ἐπὶ τὰς σπονδὰς ἔλθωσι, μετὰ δὲ ἄριστον οὐκέτι· καὶ γὰρ οὐδὲ ποικίλοις ἐχρῶντο βρώμασιν. ἄλλως τε ἄσεμνον ἀπονίπτεσθαι μετὰ σπονδήν. DE 2 HJM 1 Q. —ἅπαξ τὸ „χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα [χερσὶ] φέρουσα“ [Ω 304]. H M a . ἀμφίπολο ς: θεράπαινα. E 2 HM a V. ἀπὸ τοῦ περὶ τὴν δέσποιναν πολεῖσθαι. DE 2 HM a V. ὅπερ ἐστὶν ἀναστρέφεσθαι. M a V. καὶ ἔστιν ἐπὶ γυναικός, πρόσπολος δὲ ἐπὶ ἀνδρός. E 2 . προχό ῳ: ἀγγείῳ προχυτικῷ—ἀπὸ τοῦ χέειν τὸ ὕδωρ—, τῷ καθ’ ἡμᾶς ξέστῃ. DE 2 H 1 JM a VY. ἐπέχευ ε: ἐπέβαλλεν. DM a TV. καλ ῇ , χρυσεί ῃ] ἐν. |
| 137 | P. —καλῷ καὶ χρυσῷ. M a . ὑπέ ρ] ὑπεράνωθεν. M a . ὑπεράνω. Y. λέβητο ς: τοῦ καθ’ ἡμᾶς χερνίβου. H 1 HM a QV. παρὰ τὴν λοιβήν. HM a Q. νίψασθα ι] ὥστε. |
| 138 [5] | DE 2 H. πρὸς τό. M a . διὰ τό. Y. παρὰ δ έ] ἐγγὺς δὲ αὐτῶν. M a . πλησίον. Y. —παρετάνυσε δὲ ὁ Τηλέμαχος τῇ Ἀθηνᾷ τὴν καλῶς ἐσκευασμένην τράπεζαν. HM a . ξεστή ν: τὴν καλῶς ἐξεσμένην, ὅπερ ἐστὶ κατεσκευασμένην. H 1 VY. καλῶς ξεσθεῖσαν ὑπὸ σιδήρου. DE 2 . εὐκατασκεύαστον. M 1 . τὴν ὡραίαν. Y. ἐτάνυσσ ε: ἐξέτεινε, παρέθηκε. V. προσέθηκε. M a . ἐξαπλώσας ἡτοίμασε, μεταφορικῶς. Y. — ἐτάνυσσε ν: ἐπιμήκεις γὰρ αἱ ἀρχαῖαι τράπεζαι. DE 2 H 1 HKM 1 . σῖτο ν] ψωμόν. |
| 139 [5] | H. αἰδοί η: αἰδοῦς ἀξία, τιμία. M a PV. ἀξία τιμῆς. H. ἡ γραῦς ἡ ἀξία αἰδοῦς· διὰ τὸ γῆρας. D. ἡ σεβασμία. Y. — σῖτον δ ’ αἰδοίη ταμί η: σωφρόνως ἔφρασε κοσμίοις ὀνόμασιν· ἐπὶ δὲ τῶν ἀσελγῶν ἔμπροσθεν [147] „παρενήνεον ἐν κανέοισιν“. DE 2 HM a . ταμί η: ταμιοῦχος φύλαξ. DH 1 M a PQV. διοικήτρια, ἡ ἀξία ταμιοῦχος φύλαξ· διὰ τὸ γῆρας. E 2 . φέρουσ α] κομίσασα. M a . εἴδατ α: βρώματα. |
| 140 [5] | D E 2 M a P 1 V Y. ἐδέσματα. H 1 K M a Q V Y. — εἴδατ α: καὶ γίνεται ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω ἔδας τὸ ἑνικόν, καὶ πλεονασμῷ τοῦ ἰῶτα εἶδας, τὸ πληθυντικὸν τὰ εἴδατα. P. πόλ λ’] πολλὰ ἕτερα. M a . χαριζομένη παρεόντω ν: ἐκ τῶν παρόντων ἐπιδιδοῦσα. E 2 H 1 K M 1 P Q T V Y. δεξιουμένη. D E 2 H K. χάριν ποιοῦσα. M a . — χαριζομένη παρεόντω ν: ἐκ τῶν ὄντων ἀφθόνως παραβάλλουσα. τινὲς δὲ παραμενόντων καὶ μὴ ταχέως σηπομένων, ἵνα ἐκ τούτου τὰ ἐν τῷ κελλαρίῳ ἀπόθετα δηλώσῃ. D E 2 H J M 1 Q. πλήθους. M a . —παρά. Y. δαιτρό ς: μάγειρος. |
| 141 [5] | M a P V Y. ὁ διανέμων τὰ κρέα. M a VY. —γρ' „δαιτόσ“. H 1 K. κρειῶ ν] μεστούς. M 1 . πεπλησμένους. E 2 . δαιτρὸς δὲ κρειῶν πίνακα ς: πίνακας καὶ τὰς σανίδας· „ἀλλά θ’ ὁμοῦ πίνακάς τε νεῶν“ [μ 67] καὶ „γράψας ἐν πίνακι πτυκτῷ“ [Ζ 169]. D H 1 Ma . ἀείρα ς] ἄρας πίνακας. M a . ἐπάρας. P. συναθροίσας. Q. κομίσας. D E 2 . παντοίω ν] παντοδαπῶν. |
| 142 [5] | DM a . — παντοίω ν: τῷ γένει διαφόρων, οὐ τῇ ἑψήσει· ὀπτὰ γὰρ μόνα ἤσθιον. H 1 M 1 . παρὰ δέ σφ ι: παρ’ αὐτοῖς δέ. V. αὐτοῖς. E 2 M a Y. —τῷ τε Τηλεμάχῳ καὶ τῇ Ἀθηνᾷ. HM a . —παρετίθει. M a . —ὁ δαιτρός. Y. κύπελλ α : κύπελλον ἐτυμολογεῖται παρὰ τὸ ἐν αὐτῷ χεῖσθαι τὸν πηλὸν ἤγουν τὸν οἶνον, χύπελλον καὶ κύπελλον. DE 2 HKM a Q. ὅθεν καὶ κάπηλος, παρὰ τὸ κακύνειν τὸν πηλὸν ἤτοι τὸν οἶνον. D. —ποτήρια. M a Y. αὐτοῖσι ν] ἐπ’ αὐτούς. |
| 143 [5] | M a . θά μ ’ ἐπῴχετ ο: τὸ σπουδαῖον τοῦ κήρυκος καὶ τῆς ὑποδοχῆς τοῦ ξένου δηλοῖ. DE 2 HM 1 QV. θαμ ά: πυκνῶς, συνεχῶς. V. συχνῶς. P Y. ἐπῴχετ ο: ἐπορεύετο. H M a P V. ἐβάδιζεν. M a . οἰνοχοεύω ν: οἰνοχοῶν. M a V. κιρνῶν. M a PV. ἐ ς] εἰς. |
| 144 [5] | M a . ἐς δ ’ ἦλθο ν] γρ' „εἰσῆλθον. Y r . ἀγήνορε ς: ἄγαν αὐθάδεις. HM a PQV. ὑπερήφανοι. M a . κενόδοξοι. P. οἱ ἀλαζονικοί. Y. οἱ ἀλεξίκακοι. i. οἱ μέ ν] καὶ οὗτοι. M a . ἔπειτ α] μετὰ ταῦτα. M a . ἑξείη ς] καθεξῆς. |
| 145 [5] | M a Y. κατὰ τάξιν. P. κατ’ ὀρδίνους. Y. ἕζοντ ο: ἐκαθέσθησαν. HM a V. ἐκάθισαν. P. κλισμού ς: δίφρους. V. καθέδρας. M a PQV. —„κλισμοὺσ“ τὰς καθέδρας λέγει ἐκ τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἀναπαυομένους. D H M 1 Q. κατὰ κλισμούς τε θρόνους τ ε: κλισμοὶ μέν εἰσιν οἱ ἔχοντες ἀπέρεισιν ἐξέχουσαν πρὸς τὴν τῶν ὤμων ἀνάπαυσιν· ἐν αὐτοῖς γὰρ ἐπερείδουσι τοὺς ὤμους οἱ καθήμενοι. οἱ δὲ μὴ ἔχοντες ταύτην, θρόνοι. D E 2 H J M 1 P Q T. θρόνους τ ε] καὶ τούς. M a . τοῖσ ι] τούτοις. |
| 146 | M a . ἐπ ί] εἰς. Yi. ἔχευα ν: ἐπέβαλλον. V. ἔχεον, ἔβαλλον. M a . σῖτο ν] τὸν ἄρτον. |
| 147 [5] | M a . δμωα ί] αἱ δοῦλαι. M a . παρενήνεο ν: παρεσώρευον. D E 2 H 1 H J K M a P Q T V Y. παρέβαλον. M 1 . παρενέβαλον. T. ἐκόμιζον. M a . συνῆγον. D E 2 . ἐσώρευον. DE 2 P. —ἐκ τοῦ νέω τὸ σωρεύω ἔνεον καὶ ἤνεον. Y. —ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἐδεσμάτων ἐμφαίνει. DE 2 HJPTVY. κανέοισ ι: κανισκίοις. DE 2 HM a V. κοῦροι δ έ] οἱ δὲ νέοι. |
| 148 | M a . ἐπεστέψαντ ο] ἤγουν μέχρι τοῦ χείλους ἐπλήρωσαν. M 1 . ἄχρι τῆς στεφάνης, τοῦ στόματος τοῦ βικίου ἐγέμισαν. H Q. νώμησα ν: ἐμέρισαν. |
| 148a | V. διεμέρισαν. Q. καὶ παρίσχον. M c . δεπάεσσ ι] ποτηρίοις. HM a Q. οἱ δ’] οὗτοι. |
| 149 [5] | M a . οἱ μνηστῆρες. M c . ὀνείατ α: τὰ ὄνησιν ἐμποιοῦντα ἐδέσματα. D E 2 H J M a P Q T V. βρώματα. E 2 M a Yi. ἑτοῖμα προκείμεν α] ἡτοιμασμένα. M a . πρόχειρα. Y. —ἐπί. Y. χεῖρα ς] τάς. Y. ἴαλλο ν: ἐδίδοσαν. V. ἐξέτεινον. D H M a QV. ἐπέβαλλον. D E 2 M a . ἔπεμπον. Y. αὐτὰρ ἐπε ί: ἐπειδὴ δέ. |
| 150 [5] | H V. — αὐτά ρ] λοιπόν. H M a . καί. Y. πόσιο ς: ποτοῦ. HM a PV. ἐδητύο ς: βρώσεως. M a V. ἐξ ἔρον ἕντ ο: ἐπλήρωσαν τὴν ἐπιθυμίαν. E 2 H 1 MQV. καὶ τὴν ἐπιθυμίαν ἐξέβαλον. Y. —τὸ „ἐξ“ μετὰ τοῦ „ἕντο“ συντακτέον, ὡς οὕτω λέγεσθαι, ἐξέντο καὶ ἐξέβαλον ἔρον τῶν βρωμάτων. HM a . — ἐξ ἔρον ἕντ ο: ἔστι πτώσεως αἰτιατικῆς τῶν ἑνικῶν. κλίνεται δὲ ὁ ἔρος τοῦ ἔρου. τὸ δὲ „ἕντο“ σημαίνει τὸ ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα, τουτέστιν ἐκορέσθησαν. γίνεται δὲ ἀπὸ τοῦ ἵημι ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ὁ μέσος ἕμην, ἕσο, τὸ αʹ τῶν πληθυντικῶν ἕμεθα, τὸ τρίτον ἕντο. Yi. τοῖσι ν] τούτοις τοῖς μνηστῆρσι. |
| 151 [5] | M a . τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλε ι: πιθανῶς, ἵνα ὁ Τηλέμαχος καιρὸν σχῇ. DE 2 HM a V. μεμήλε ι: ἔμελλεν. DE 2 HM a QV. ἐφροντίζετο. M a . ἐν φροντίδι ἦσαν. Y. —Ἰακῶς τὸ „μεμήλει“. HM a Q. μολπ ή: ἡ μετ’ ᾠδῆς παιδιά. |
| 152 [5] | VY. ἡ μετὰ παιδιᾶς τραγῳδία. DE 2 . ἡ ᾠδή. H M a Q V Y. ὀρχηστύ ς: ὄρχησις. D H M a Q V Y. τ ά] ταῦτα. M 1 . —εἰσίν. M a P. ἀναθήματα δαιτό ς: τῆς εὐωχίας τὸ κόσμημα. ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς θεοῖς ἀνατιθεμένων. E 2 HM a QVY. —κόσμια. H. καλλωπίσματα. M 1 PT. πληρώματα. DE 2 . κοσμήματα. DE 2 QYi. δαιτό ς] εὐωχίας. M a Y. —ἐπακόλουθον. M a . κῆρυξ δ’] ὁ δὲ κῆρυξ. |
| 153 | M a . κίθαρι ν: κιθάραν. HM a VY 2 . —παρωνύμως ἐκ τοῦ κιθάρα, ὡς τὸ χαρά χάρις. H 1 M 1 . περικαλλέ α: ἄγαν ἐκπρεπῆ. V. ἄγαν εὐπρεπῆ. DE 2 M a Y. ἄγαν περικαλλῆ. HQ. Φημί ῳ] τῷ μουσικῷ. |
| 154 [5] | H M a Q. ἤειδε ν: ᾖδεν. M a V. ἔλεγεν. M a . καὶ ἔψαλλε. Y. ἐτραγῴδει. D E 2 M a Y. ἀνάγκ ῃ] θλίψει. H. ἐν βίᾳ. D E 2 H Q. μὴ βουλόμενος. M a . —ὅτι πάνυ τὸν Ὀδυσσέα ἐφίλει. Y. — ὅς ῥ ’ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκ ῃ: προανεφώνησεν, ἵνα ὁ Φήμιος σωθῇ ἐν τῇ μνηστηροφονίᾳ. H M a T V Y. τυφλὸς δὲ ἦν. T. ἀνάγκ ῃ: σύνεσιν μαρτυρεῖ τῷ ᾠδῷ προαπαλλάσσων αὐτὸν δικαίως τῆς μνηστηροκτονίας. D E 2 H M a P 1 Y. ὅ] ἀντὶ τοῦ ὁ μέν. |
| 155 [10] | M c . καὶ οὗτος μέν. M a Y. —ἤτοι ὁ Φήμιος. D. φορμίζω ν: κιθαρίζων. D E 2 H M a V Y. προοιμιαζόμενος. M c . φορμίζω ν: τὰς χορδὰς ῥυθμίζων. γίνεται δὲ ἐκ τοῦ φροίμιον καὶ φροιμίζω φορμίζω, κατὰ μετάθεσιν τοῦ ρ καὶ ἐκβολὴν τοῦ ι . D E 2 J. ἀνεβάλλετ ο: ἀνεκρούετο. DE 2 HM c TVY. προοιμιάζετο. HM a TVY. παρηγεῖτο. M a . ἀρχὴν ἐποιεῖτο. T. ἀνέκρουε τὰς χορδάς. H. ἐψηλάφα τὰς χορδάς. HT. ἀνεβάλλετο καλὸν ἀείδει ν: ἀνέβαλε φωνήν, ὥς που λέγει „μνησάμενος δ’ ἀδινῶς ἀνενείκατο φώνησέν τε“ [Τ 314]. DHM a T. ἔστι γὰρ ἀνήνεγκε τὴν φωνήν. M a . καλό ν: καλ]ῶς. E 2 . ἀείδει ν] ὥστε. DE 2 HM c . —καὶ ᾠδὴν ποιεῖσθαι. M c . αὐτά ρ] καί. |
| 156 | Y. αὐτὰρ Τηλέμαχο ς: ἀναγκαίως νῦν διαλέγεται ἐκείνων κωμικῶς σχολαζόντων. M a . γλαυκῶπιν Ἀθήνη ν] αἰτιατική. M a . —ἤτοι τὸν Μέντην. M a . ἄγχι σχώ ν: ἐγγὺς προσενεγκών. |
| 157 | DE 2 M a V. πλησίον. HY. ἐγγὺς εἰς τὸ οὖς κύψας. H. πλησιάσας ἐγγὺς εἰς τὸ οὖς. Q. πευθοίατ ο: ἀκούσειαν. HM a VY. ἀκούσωσιν. Q. μάθοιεν. HM a Y. ξεῖν ε] ὦ. |
| 158 [5] | M a . — ξεῖν ε: ὡς κακολογοῦντι ἑτέρους. M a . ἦ] ἆρα. Y. εἰ καὶ τέως. H. νεμεσήσεα ι: μέμψῃ. HM a QTV. εἰ καί μοι νεμεσήσεα ι: διὰ τὸ λοίδορον. DH. — ξεῖνε φί λ’ , εἰ καί μο ι: προκαταλαμβάνει τὴν κατηγορίαν, ἵνα μὴ νομισθῇ παρὰ τῷ ξένῳ τῆς ἀταξίας αἴτιος εἶναι. D E 2 H J M a Q. ὅττι κε ν: ὅπερ ἄν. T V. εἰς ὅπερ ἂν εἴπω. H M a . ἢ ὃ ἄν. H. —λείπει δὲ τὸ λέξω. M a . τούτοισι ν] τοῖς μνηστῆρσι. |
| 159 | M a Y. μέλε ι] φροντίζεται. H Q. πεφρόντισται. M a . διὰ φροντίδος ὑπάρχει. T. κίθαρι ς] τὸ κιθαρίζειν. M a . ἀοιδ ή: ᾠδή. H V. καὶ ᾄδειν. M a . ῥε ῖ’ , ἐπεὶ ἀλλότριο ν: τὸ ἑξῆς, ἐπεὶ ῥεῖα ἀλλότριον. |
| 160 [10] | H M a V. ῥε ῖ’] καὶ εὐκόλως. M a P. ἐπε ί] ἐπειδή. M a . διότι. P. ῥε ῖ’ , ἐπεὶ ἀλλότριο ν: ἠρέμα παραδηλοῖ, ὅτι οὐκ ἀρέσκεται τοῖς δρωμένοις, κωλύειν δὲ ἀμήχανος διὰ τὴν ἐρημίαν. DE 2 HJM a Q. βίοτο ν: περιουσίαν. H M a V Y. νήποινο ν: ἀτιμώρητον. D E 2 H M a P 1 Q V Y. ἀνεκδίκητον. D H M a P 1 V Y. καὶ ἐν ᾧ τιμωρίαν οὐκ ἐλπίζουσι δοῦναι. H M a Q. χωρὶς ποινῆς. D E 2 . φόβου. μὴ φοβούμενοι ποινήν. D. πῶς; χωρὶς τιμωρίας. M a . ἐστερημένην ποινῆς ἤγουν τιμωρίας. Y. ἔδουσι ν: ἐσθίουσιν. M a V Y. ἀνέρο ς] τοῦ Ὀδυσσέως. |
| 161 [5] | H M a P. ο ὗ: οὗτινος. H M a P V. —ἀνέρος λέγει. Y. πύθετα ι: σήπεται. D E 2 H M 1 PQVY. οὗ δή που λεύ κ ’ ὀστέ α: προληπτικῶς, ἵνα μὴ παραμυθούμενος αὐτὸν ὁ ξένος πολλάκις ψεύσηται· „στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν“. D E 2 H 1 M a . ἐ π ’ ἠπείροι ο: ἐπὶ τῆς γῆς. |
| 162 [5] | H M a P V. εἰν ἁλ ί: ἐν τῇ θαλάσσῃ. H V. κῦμ α] τό. Y. κυλίνδε ι: κυλίει. H 1 M a QV. σύρει. M a . συστρέφει. Y. —ὧδε κἀκεῖσε ἐρχόμενα. H. —αὐτά. M a Y. — κυλίνδε ι: παρὰ τῷ ποιητῇ βαρύνεται ἀεί. δῆλον ἐκ τοῦ „προ[προ]κυλινδόμενοσ“ [Χ 221] καὶ „ἥ τε κυλινδομένη“ [Π 794]. H 1 M a . εἰ κεῖνο ν: ἐὰν τὴν Ἰθάκην, φησίν, εἶδεν ὁ Ὀδυσσεὺς τῆς πλάνης ἐπαναζεύξας, ηὔξαντο ἂν ἅπαντες οἱ μνηστῆρες ἐλαφροτέρους κτήσασθαι πόδας πρὸς τὸ φυγεῖν αὐτοὺς τὴν τοῦ Ὀδυσσέως ὀργήν, παρὸ πλουσιώτεροι γενέσθαι. |
| 163 [5] | HM a Q. Ἰθάκηνδ ε] εἰς. Y. ἰδοίατ ο: θεάσοιντο. H 1 P Q V. ἴδοιεν. D M a V. ἴδοιντο. E 2 . —ἤγουν οἱ μνηστῆρες. Y. νοστήσαντ α] ὑποστρέψαντα. M a . κ’] ἄν. |
| 164 [5] | M c . ἀρησαίατ ο: εὔξαιντο. DE 2 HKM a PVYk. ἢ εὔξοιντο. H. ἐλαφρότερο ι] ταχεῖς. M a . —πρὸς τὸ φυγεῖν. DE 2 . —ἐλαφρότερος ἐτυμολογεῖται ἀπὸ τοῦ ἔλαφος, ἐλαφηρός καὶ ἀφαιρέσει τοῦ η ἐλαφρός. DE 2 . εἶνα ι] γενέσθαι. M a . ἢ ἀφνειότερο ι: κοιμιστέον τὸ ἤ· διασαφητικὸς γάρ ἐστιν, ἀντὶ τοῦ ἤπερ, οὐ διαζευκτικός. |
| 165 | εὔξονται μᾶλλον ταχεῖς εἶναι ἤπερ πλούσιοι. HM a Q. —παρὸ γενέσθαι. K. ἀφνειότερο ι: πλουσιώτεροι. M a VY. πλούσιοι. P. ἐσθῆτός τ ε] καί. P. ὁ] ἤγουν ὁ Ὀδυσσεύς. |
| 166 [5] | M a Y. ὥ ς: οὕτως ὡς ἔχει. H 1 M a V. λίαν. Y. ἀπόλωλ ε: ἀπώλετο, ἀπέθανεν. HM a V. οὐδέ τις ἥμι ν: τοῦτο τὸ ῥητὸν οὕτως συντακτέον· οὐδέ τις φῇσι—καὶ εἴπῃ—ἐπιχθονίων ἀνθρώπων τὸν Ὀδυσσέα ἐλεύσεσθαι πρὸς ἡμᾶς, εἴπερ—ἤτοι ἐπειδή—ὤλετο τοῦδε —καὶ τούτου—τὸ νόστιμον ἦμαρ, ἤγουν ἡ ἡμέρα τῆς ἐκείνου ἐπιστροφῆς. HM a Q. —ἀπόλυτος ἡ „ἡμῖν“. HT. θαλπωρ ή: χαρά. |
| 167 [5] | H 1 KM a QTV. παραμυθία. H 1 Vk. παρηγορία. M a . εὐθυμία. P. θάλψις, τέρψις. Y. —κατ’ ἐνίους δὲ τῶν πάνυ ἀξιολόγων „ἐλπωρή“, ἵνα λείπῃ ὁ καί· οὐδεμία ἡμῖν ἐλπίς ἐστιν ἐκείνου, εἰ καί τις εἴποι αὐτὸν ἐλεύσεσθαι. H 1 KM a QT. γράφεται καὶ „ἐλπωρή“. DE 2 M a T. — ἐλπωρ ή: ἐλπίς. DE 2 HM a QV. σωτηρία. HQV. ἀσφάλεια, σκέπη. HV. εἴ πε ρ] ἐπειδή. K Y. εἰ καί τις D. καὶ ἐάν. P r . ἐπιχθονίω ν] τῶν ἐπὶ γῆς. M a . τῶν ἐπιγείων. Y. φῇσι ν: φαίη, εἴπῃ. |
| 168 [5] | HM a V. —τὸ „φῇσιν“ σὺν τῷ ι , ὡς τὸ „δῷσι πόλιν Τροΐην“ [Α 129]. προπερισπαστέον· ἐν παρολκῇ γάρ ἐστιν ἡ σιν . M a . γρ' „φῇσιν“. KY 2 i. γρ' „φησίν“. q γράφεται „φήσει“. M c . —λείπει τὸ οὔ. Y. ἐλεύσεσθα ι: ἐλθεῖν. HM a PVY. παραγενέσθαι. Y. —αὐτόν. M a . το ῦ] τούτου. M a . δ’] γάρ. KM a . ὤλετ ο: ἀπώλετο. HM a V. νόστιμον ἦμα ρ: ἡ εἰς τὰ οἰκεῖα ἐπάνοδος. DE 2 HM a V. ἄγε] φέρε. |
| 169 | P 1 . εἰπ έ] ὦ Ἀθηνᾶ. HM a . ἀτρεκέω ς] ἀληθῶς. M a PY. κατάλεξο ν] διασάφησον. M a . τί ς , πόθεν εἶ ς: ἐγκλιτέον τὴν „εἶσ“. |
| 170 [5] | ἀλλ’ οὐκ ἐγείρει τὴν θεν συλλαβήν· πυρριχιακὴ γάρ ἐστιν. HM a . —εἰμί, τὸ δεύτερον εἶς. E 2 . — εἶ ς: ὑπάρχεις. HPVY. ἀνδρῶ ν] ἀπό. Y. —τίς ὑπάρχεις τῶν ἀνθρώπων καὶ πόθεν εἶς; M a . πόθ ι: ποῦ. M a PVY. το ι] καὶ σοί. Y. σοῦ. M a . πόλι ς] ἡ. M a . —ἐστίν. Y. —„πτόλισ“ γρ'. H. ἠδ έ] καί. M c . τοκῆε ς: γονεῖς. M a V. καὶ οἱ σοὶ γονεῖς. HQ. —οἱ πατέρες εἰσὶ γεννήτορες. Y. ὁπποίη ς: ὁποίας. |
| 171 [5] | M a V. —ἐπὶ νηὸς ποίας εἰσῆλθες καὶ ἦλθες; HQ. ὁπποίης δ ’ ἐπὶ νηό ς: ξένης ἢ ἰδίας. D E 2 H J M a T. —Ἀρίσταρχος „ὁπποίης τε“. HM a T. ἄλλως. οἰκειότερον ταῦτα ὑπὸ Εὐμαίου ἂν λέγοιντο [ξ 188]· διὸ ἔν τισιν οὐκ ἐφέροντο. HM a T. ἐπ ί] μετά. M a . νηό ς: νεώς, πλοίου. V. ἀφίκε ο: παρεγένου. HM a VY. πῶ ς] ἀντὶ τοῦ ποῖοι. M a . ἤγαγο ν] ἐκόμισαν. |
| 172 | M a . ἔμμενα ι] εἶναι. P 1 . ὑπάρχειν. HM a Y. εὐχετόωντ ο: ἐκαυχῶντο. HQV. εὐχετόωντα ι] καυχῶνται. DE 2 . ἐγκαυχῶνται. M a . λέγονται. PY. εὔχονται. Y. —πῶς ἀκούουσιν; M a . ο ὐ] οὐδαμῶς. |
| 173 [5] | M a . οὐ μὲν γάρ τί [ σ ε ] πεζό ν: πεζὸν μὲν γάρ σε ἀδύνατον ἐλθεῖν. HQVY. —οὐ μὲν γάρ τί σ ε: ἠθικὸν τοῦτο, ὡς τὸ „οὐ γὰρ ἀπὸ δρυός ἐσσι“ [τ 163]. ἄλλως. ὡσεὶ ἔλεγε· πεζὸν μὲν γάρ σε ἀδύνατον ἐληλυθέναι. DE 2 HJKM a QT. ὀΐομα ι] ὑπολαμβάνω. Y. ἀγόρευσον: εἰπέ. |
| 174 [5] | HM a PV. δημηγόρευσον. M a . ἐτήτυμο ν: ἀληθές. HP r V. ἀληθῶς. M a PY. ὄφ ρ’] ὅπως. HM a . εὖ εἰδ ῶ: ἀσφαλῶς γνῶ. DE 2 HM a V. — ὄφ ρ ’ εὖ εἰδ ῶ: τὸ „εἰδῶ“ Τυραννίων μὲν βαρύνει, Ἀρίσταρχος δὲ περισπᾷ, ᾧ καὶ πειστέον. HKM a Q. ἠὲ νέον μεθέπει ς: ἢ νεωστὶ πρὸς ἡμᾶς ἔρχῃ. |
| 175 [5] | H 1 KM a QTV. —ἠέ] καί. Y. μεθέπει ς: μετέρχῃ. V. ἐλήλυθας. HV. παραγέγονας, ἦλθες. M a . —γρ' „μεθέπῃ“. H 1 . ἠὲ νέον μεθέπεις ἦ: ὁ δεύτερος ἦ περισπᾶται· ἐρωτηματικὸς γάρ ἐστι. καὶ τὸ „ἐσσί“ ἐγκλιτέον. DE 2 H 1 M a . πατρώιός ἐσσ ι] φίλος ἐμοῦ πατρὸς ὑπάρχεις. HM a . ξεῖνο ς] φίλος. |
| 176 | M a Y. ἴσα ν: ἐπίστανται. DE 2 V. ἐγίνωσκον, ἠπίσταντο. D E 2 H K M Q. ἔγνωσαν. H 1 . ἢ ἐπορεύθησαν ἢ ἐγίνωσκον. T. ἦλθον. P r k. —γρ' „ἔσαν“, ἀντὶ τοῦ ὑπῆρχον. HK. δ ῶ: δῶμα. HM a VY. οἴκημα. M a V. ἐπεὶ καὶ κεῖνο ς: ἐκ πλήρους ὁ „καί“· τῇ γὰρ „ἐκεῖνοσ“ οὐ χρῆται, εἰ μὴ ἀναγκασθῇ ὑπὸ μέτρου. |
| 177 [5] | οὕτως Ἀρίσταρχος. DE 2 H 1 HM a Q. ἐπίστροφος ἦν ἀνθρώπω ν: ἐπιστροφὴν καὶ ἐπιμέλειαν ἐποιεῖτο τῶν ἀνθρώπων. DE 2 HKM a QTVY. ἐπιστροφὴν τῶν φίλων ποιούμενος. M 1 . ἐπίστροφο ς: ἐπιμελής. ἔστι δὲ καὶ ὄνομα κύριον. DE 2 . ἢ οὗ λόγον ἐποιοῦντο πάντες οἱ ἄνθρωποι. DE 2 HM a QTV. ἢ ἐπερχόμενος καὶ ἐπιδημῶν. DE 2 HKTVY 2 . ἐπίστροφο ς: συναναστρεφόμενος. V. φροντιστής, ἐπιστρεφόμενος τῶν ἀνθρώπων, φιλόξενος. DE 2 H 1 . ἢ παρὰ πολλοῖς ἀνθρώποις ξενιζόμενος. DH 1 M a . τὸ „ἐπίστροφοσ“, ἤγουν ἐπιστρεπτικὸς ἦν τῶν ἀνθρώπων. εἰς ἑαυτὸν ἔστρεφε τοὺς ἀνθρώπους ὑπὸ τῆς ἰδίας ἀρετῆς καὶ φρονήσεως καὶ εὐγενείας. B. αὖτ ε] καὶ πάλιν. |
| 178 | Y. θε ά] ὁ ἄγγελος τοῦ Μέντου. Y. το ί] δή. |
| 179 [5] | M a . διατοῦτο. H Q. —περισσόν. E 2 . το ι] σοι. HM a PQY. —ἐγὼ γάρ σοι. P. μά λ’] πάνυ. M a . λίαν. Y. ἀτρεκέω ς] συντόμως. M a . ἀληθῶς. Y. ἀγορεύσ ω] λέξω, διασαφήσω. M a . ἐπίγραμμα τοῦτο λέγεται. |
| 180 | D. Μέντη ς] ἐγὼ εἰμί. Y. δαΐφρονο ς] τοῦ πολεμικὸν φρόνημα ἔχοντος. M a . τοῦ πολεμικοῦ. PY. τοῦ συνετοῦ. Y. εὔχομα ι] καυχῶμαι. HM a QY. υἱό ς: διατί πρῶτον εἶπεν, ὅτι βασιλέως υἱός εἰμι, οὐκ ἄλλως πως; ἀλλ’ ἵνα μεγάλου γένους ὑπάρχων προσέχῃ τὰ λοιπά. |
| 181 [5] | M a . ἀτά ρ] καί. P Y. Ταφίοισ ι: Ταφί]ων. E 2 . —ἔθνος. P. —Τάφος ἐστὶ νῆσος τῶν Ἐχινάδων. H. φιληρέτμοισι ν: ναυτικοῖς. HM a PQTV. φιλοκώποις. DE 2 HM a Pk. κωπηλάταις. Y. φιλοναύταις. DE 2 . ὧδ ε: οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ τὸ „ὧδε“ τοπικόν, ἀλλ’ ἀντὶ τοῦ οὕτως. |
| 182 [5] | DE 2 HM a QVY. νῦν δ ’ ὧδ ε: ἤτοι οὕτως ὡς ὁρᾷς, ὡς ἰδιώτης, οὐχ ὡς ἐπέβαλε βασιλεῖ. H 1 HM a Q. ξύ ν] σύν. P. κατήλυθο ν] κατῆλθον. M a . ἠ δ’] καί. PY. ἑτάροισ ι] καὶ φίλοις. Y. πλέω ν] πορευόμενος. |
| 183 [5] | M a . ἐπ ί] οὐκ ἀναστρεπτέον τὴν „ἐπί“. H K M a Q. οἴνοπα πόντο ν: μέλανα πόντον. E 2 M a VY. πλέων ἐπὶ οἴνοπα πόντο ν: τὸ ὕδωρ ἀχρωμάτιστόν ἐστιν· ἔνθα γοῦν ἐστι βάθος, φαίνεται οἰνοειδές· ἔνθα δὲ ὀλίγον, φαίνεται λευκόν. D E 2 J. ἐ π’] ἐς. K. —γρ' „ἐς ἀλλοθρόουσ“. H. ἀλλοθρόου ς: ἀλλοδαπούς. D E 2 H 1 M a V Yi. ξένους, βαρβάρους. M a V Yi. τὸ δὲ „ἀλλοθρόουσ“ ἀντὶ τοῦ ἀλλογλώσσους, ἐπεὶ οὐκ ἦν „ὁμὸς θρόος οὐδ’ ἴα γῆρυσ“ [Δ 437]. D H M a Q. ἀλλοφύλους. k. Τεμέση ν: Τεμέση πόλις Κύπρου, κατὰ δέ τινας Ἰταλίας, ἣν νῦν Βρεντέσιον καλοῦσιν. |
| 184 [5] | H M 1 T V Y. ἐς Τεμέση ν: πόλις ἐν Οἰνωτροῖς ἡ νῦν Τέμψα καλουμένη, ἢ Βρεντέσιον. H Q. κάλλιον δὲ πόλιν λέγειν Ἰταλίας τὸ νῦν καλούμενον Βρεντέσιον, ὅπου καὶ ὁ χαλκὸς γίνεται ὁ καλὸς καὶ ἐπαινετός. H. —Τεμέσιος χαλκὸς ὁ λευκός. E 2 . μετὰ χαλκό ν: διὰ χαλκόν. V. ἄγ ω: κομίζω. M a PV. ἀντὶ τοῦ διακομίζω. H. αἴθων α: μέλανα, ἀντὶ τοῦ ἀνέργαστον· ἢ λαμπρόν, ἀπὸ τοῦ αἴθοντος πυρός. DE 2 HM 1 V. „αἴθωνα“ δὲ „σίδηρον“ ἢ λαμπρόν, ἀπὸ τοῦ αἴθοντος πυρός. DE 2 HM 1 V. „αἴθωνα“ δὲ „σίδηρον“ ἢ τῇ φύσει λαμπρόν, ἀπὸ τοῦ πυρὸς τοῦ αἴθοντος· ἢ μέλανα, διὰ τὸ ἀκατέργαστον. HQ. et 186 [ἀθετοῦνται. |
| 185 [10] | ] προηθετοῦντο δὲ ὑπὸ Ἀριστοφάνους· κατ’ ἔνια δὲ τῶν ἀντιγράφων οὐδ’ ἐφέροντο. HM a QR. νηῦ ς: ναῦς. DM a P 1 V. μο ι] μου. M a Y. νηῦς δέ μοι ἥ δ ’ ἕστηκε ν: τὸ „ἧδε“ ἀναφορικῶς εἴρηκεν ἀντὶ τοῦ δεικτικῶς. HM 1 RV. ἥδ ε: αὕτη. HV. —[προ]περισπαστέον δὲ τὸ „ἧδε“· ἔστι γὰρ ἀντωνυμία ἀναφορική. HM a QR. τὸ η ἄρθρον ἐστί, καὶ ἡ ναῦς. Y. ἐ π ’ ἀγρο ῦ] ἐπὶ τοῦ ἀγροῦ. M a . νόσφ ι] πόρρω. Y. ἔξωθεν. M a . — νηῦς δέ μοι ἧ δ ’ ἕστηκ ε: προφασίζεται νόσφιν εἶναι τὴν ναῦν, πρὸς τὸ μὴ καὶ τοὺς ἑταίρους ἐθέλειν ξενίσαι· τὸν δὲ πλοῦν μακρόν τε καὶ ἀναγκαῖον εἶναι, πρὸς τὸ μὴ κατασχεθῆναι παρ’ αὐτοῦ. DE 2 HJM a QR. πόληο ς] Ἰθάκης. Y. ἐν λιμένι Ῥείθρ ῳ: ὄνομα κύριον τοῦ ἐν Ἰθάκῃ λιμένος τὸ Ῥεῖθρον, ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ ἔκρουν ἔχει. |
| 186 [15] | ἢ ἀπὸ τοῦ συρρεῖν εἰς αὐτὸν χειμάρρους πολλοὺς ἀπὸ τοῦ Νηίου ὄρους. DHKM 1 M a TVY. Ῥεῖθρον ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἰθάκης. HQ. τόπος. Y. τῷ λεγομένῳ. M a . οὕτω καλουμένῳ Ῥείθρῳ καταρρεομένῳ ὑπὸ πολλῶν ὑδάτων. HT. παρὰ τὸ πολλοὺς χειμάρρους ῥεῖν εἰς αὐτὸν ἀπὸ τοῦ Νηρίτου. H 1 HT. „Νήριτον“ γὰρ τὸ „Νήιον“ τινὲς λέγουσιν· οἱ δέ φασιν ἕτερον εἶναι τὸ Νήιον τοῦ Νηρίτου. Ἀρίσταρχος δέ φησι Νήιον παρακεῖσθαι τῷ Ῥείθρῳ, ἀφ’ οὗ ἐξῆπτον τὰ πρυμνήσια. HM a T. Πορφυρίου· ὑπὸ Νηίῳ ὑλήεντ ι: διαφέρει Νήριτον καὶ Νήιον. δύο δέ ἐστιν ὄρη τῆς Ἰθάκης· „τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ“ [ν 351] καὶ „ἡμεῖς δ’ ἐξ Ἰθάκης ὑπὸ Νηίου εἰλήλουθμεν“ [γ 81]. ὅπερ κάθυγρον ὂν εἰς τὸν ὑποκείμενον λιμένα πλεῖστον ῥεῦμα ἐνδίδωσιν· ὅθεν ἀπὸ τοῦ συμβεβηκότος Ῥεῖθρον προσηγόρευσε τὸν λιμένα· „νηῦς δέ μοι ἧδ’ ἕστηκεν ἐπ’ ἀγροῦ νόσφι πόληος ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι“. τὸ γὰρ „ἐν λιμένι Ῥείθρῳ“ (δηλοῖ ἐν καλῷ λιμένι Ῥείθρῳ) ὡς εἴ τις ἔλεγεν ἐν καλῷ λιμένι τῷ Ῥείθρῳ. τὸ δὲ Νήρικον πόλισμά ἐστι τῆς κατ’ ἀντικρὺ Ἠπείρου· „ὡς ὅτε Νήρικον εἷλον ἐυκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο“ [ω 377]. DD * E 2 HJKM a QT. Νηί ῳ: τῷ πρὸς ὑποδοχὴν νεῶν εὐθέτῳ ὄρει τῆς Ἰθάκης. DHM a QVY. ὄνομα ὄρους. M a ὑλήεντ ι: ὑλώδει. E 2 H 1 M a VY. δασεῖ. M c . ξεῖνο ι] φίλοι. |
| 187 | PY. πατρώιο ι] οὐχὶ νέοι, ἀλλὰ πατρικοί. M a . ἤγουν ἐκ πατέρων. DE 2 . εὐχόμε θ’] καυχώμεθα. HQ. λεγόμεθα. P. —ἡμεῖς, ἤγουν ἐγὼ καὶ ὁ πατήρ σου. Y. εἶνα ι] ὑπάρχειν. M a . εἴ πέρ τε γέρον τ’: διχῶς αἱ Ἀριστάρχου, „εἴ πέρ τε“ καὶ „εἴ πέρ τι“. |
| 188 [5] | M a . — τ ε] καὶ M c . γέρον τ’] ὁ Λαέρτης ἦν πατὴρ τοῦ Ὀδυσσέως. Y. εἴρηα ι: ἐρωτήσειας. QV. ἐπερωτήσειας. D. ἐρωτήσεις. E 2 HM a PY. ἐρωτήσῃς. k. μαθήσῃ. E 2 . — εἴ πέρ τε γέρον τ ’ εἴρηα ι: εἰς ἀξιόχρεων μάρτυρα τὴν πίστιν ἀναφέρει. DE 2 HH * M a Q. ἐπελθώ ν] πορευθείς. M a . Λαέρτη ν] τὸν τοῦ Ὀδυσσέως πατέρα. |
| 189 | HM a P. τό ν] ὅντινα. PY. —ἤγουν τὸν Λαέρτην. DE 2 . πόλιν δ έ] εἰς τὴν ἑαυτοῦ πόλιν τὴν Ἰθάκην. HM a Q. ἔρχεσ θ’] παραγίνεσθαι. |
| 190 [5] | M a . ἀλ λ’] ἀλλὰ φασί. Y. ἀπάνευθε ν: ἄποθεν, μακράν. V. πόρρωθεν. M a P 1 Q. πόρρω. Y. πήματ α: κακά. DE 2 V. βλάβας. M a P 1 Y. πάσχει ν] ὑπομένειν. M a . —διὰ τὴν ἀποδημίαν τοῦ Ὀδυσσέως. Y. γρη ί: γραΐ. |
| 191 [5] | V. —τῇ Ἀντικλείᾳ. M 1 . ἀμφιπόλ ῳ] τῇ δούλῃ. HQY. δουλίδι. M a . σθλάβᾳ. P 1 . —ἀμφίπολος ἡ δούλη, παρὰ τὸ περιπολεῖσθαι τῇ ἑαυτῆς κυρίᾳ. P. — γρηὶ σὺν ἀμφιπόλ ῳ: δευτέραν πίστιν τῆς καθαρᾶς φιλίας ποιεῖται τὴν ἀκριβολογίαν τῆς κακοδουλείας. DE 2 HM a Q. ἥ] γραῦς. PY. ο ἱ] αὐτῷ. HM a Y. —τῷ Λαέρτῃ. HM a . βρῶσι ν: τροφήν. M a V. τ ε] καί. Y. πόσι ν: ποτόν. M a V. παρτίθε ι: παρατίθει. |
| 192 [5] | V. παρασκευάζει. M a . ἑτοιμάζει. Y. —τὸ „παρτιθεῖ“ ἐνεστώς ἐστιν, ἀπὸ τοῦ τιθῶ· διὸ περισπᾶται. H 1 HM a P 1 Q. εὖ τ ’ ἄν μι ν: ὁπότ’ ἂν αὐτόν. V. κάματο ς] κόπος. M a Y. κατὰ γυῖ α] κατὰ τὰ μέλῃ. Y. ἑρπύζοντ α: μετὰ ὀδύνης καὶ ἀνίας ἠρέμα βαδίζοντα διὰ τὸ γῆρας. |
| 193 [10] | M 1 VY. „ἑρπύζοντα“ ἐσήμανε τὸν ὑπὸ τοῦ γήρως μετὰ ὀδύνης καὶ ἀνίας ἠρέμα καὶ βαρέως βαδίζοντα. DE 2 HJM a Q. κεκυφότα. M a . συρόμενον. Y. γουνό ν: τὸ γονιμώτατον καὶ κάλλιστον. VY. εἰς τὸν γονιμώτατον τόπον. HM a Q. τὸν γόνιμον τόπον. DT. τὸν ὑψηλὸν τόπον ἢ τὸν τραχύν. k. ἀλωῆ ς: ἀμπελοφύτου γῆς. DM a V. — ἀνὰ γουνὸν ἀλωῆ ς: ἀλωὴν καὶ τὴν πολύδενδρον γῆν φησιν—„ἔνθα δέ οἱ πολύκαρπος ἀλωή“ [η 122]—καὶ τὴν ἀμπελόφυτον—„σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν“ [Σ 561]—· ὁμοίως καὶ τὴν σιτοφόρον γῆν. H 1 HM a P 1 Q. ἀλωή σημαίνει τρία· τὴν ὑπόδενδρον καὶ δασεῖαν γῆν, τὴν ἀμπελόφυτον καὶ τὴν σιτοφόρον. DE 2 . ἀλωὴ καὶ ὁ σύνδενδρος τόπος καὶ ὁ καρποφόρος· καὶ τὸ ἀμπελόφυτον. K. ἀλωὴ λέγεται καὶ ἡ πολύδενδρος γῆ καὶ ἡ ἀμπελόφυτος καὶ ἡ σιτοφόρος καὶ ἡ δασεῖα. B. οἰνοπέδοι ο: οἰνοφόρου. HM a PQTVY. τὸ δὲ ἑξῆς, ἔφαντο γὰρ δὴ αὐτὸν τὸν σὸν πατέρα ὥστε ἐπιδήμιον εἶναι. |
| 194 [5] | λείπει δὲ τὸ „ὥστε“. HM a Y. δήν] ἐπὶ πολύ. E 2 . ἔφαντ ο: εἶπον. VY. ἔλεγον. DE 2 . ᾤμην. D. λέγουσιν. M a . ἐπιδήμιο ν: ἐπιδημοῦντα. M a V. καὶ ζῶντα. M a . προσήλυτον. Y. ἤγουν ἐν Ἰθάκῃ ἀφικέσθαι. DE 2 . εἶνα ι] ὑπάρχειν. M a . ν υ] ὡς ἔοικε. |
| 195 [5] | M 1 . καὶ ἀτελείωτον. P. ἀλλά νυ τόνγε θεο ί: τοὺς καιροὺς καὶ τὰ στοιχεῖα λέγει νῦν· ἢ τὸν Κύκλωπα καὶ τοὺς σὺν αὐτῷ. Y. τὸ θεός ὄνομα σημαίνει εʹ· θεοὶ οἱ σοφοί, θεοὶ οἱ βασιλεῖς, θεοὶ τὰ στοιχεῖα, αἱ ψυχικαὶ δυνάμεις καὶ τὰ πάθη, καὶ οἱ ἀστέρες καὶ ἡ ἐξ αὐτῶν εἱμαρμένη. M a . βλάπτουσι ν: ἐμποδίζουσιν. DE 2 H 1 M a PV. κωλύουσι. HM a Q. κελεύθο υ] τῆς ὁδοῦ. HM a QT. —ἕνεκεν. M 1 . εἰς. Y. οὐ γάρ πω τέθνηκε ν: οἶδα, φησίν, ὅτι οὐ τέθνηκεν· ᾠόμην δὲ αὐτὸν καὶ ἐπανεληλυθέναι. |
| 196 | HM a P 1 QY. ἐπ ὶ] ἐν. M c . ἀλ λ ’ ἔτι που ζῳὸς κατερύκετα ι: διὰ τούτων εὔελπιν ποιεῖται τὸν νέον. |
| 197 [5] | DE 2 HJM a P 1 Y. ἔτ ι] μέχρι τοῦ νῦν. M a . ζῳό ς: ζῶν. M 1 V. ὑγιής. Y. κατερύκετα ι: κατέχεται. DE 2 H 1 M a QV. κρατεῖται. Y. κωλύεται. M a VY. εὐρέ ι: πλατεῖ. M a VY. μεγάλῳ. M a V. νήσ ῳ] ἐν ᾗ ἐστιν ἡ Καλυψώ. |
| 198 [10] | HM a Q. ἐν ἀμφιρύτ ῃ: τῇ ὑπὸ θαλάσσης περιρρεομένῃ. D E 2 M a V Y. —διὰ (δὲ) τοῦ εἰπεῖν „νήσῳ ἐν ἀμφιρύτῃ“ δυσχερὲς αὐτῷ τὸ ἐκφυγεῖν ὑπεσήμανεν ὡς ἐν νήσῳ ὄντι· οἱ γὰρ ἐν γῇ εὐχερῶς δραπετεύουσιν. D E 2 H J M a Q. χαλεπο ί] ἄγριοι. M 1 . —„χαλεποὶ ἄνδρεσ“, ἤγουν ὁ Κύκλωψ καὶ οἱ μετ’ αὐτοῦ. ἁρπάσαντος γὰρ Ὀδυσσέως τὴν θυγατέρα τοῦ Κύκλωπος, ἣν ὡς ὀφθαλμὸν εἶχεν, οὗτος μετὰ πολλῆς ἰσχύος νῆας ποιήσας κατὰ τοῦ Ὀδυσσέως ἐφέρετο, καὶ οὕτως οὐκ εἴα αὐτὸν πρὸς τὴν οἰκείαν ἐπιστρέψαι πατρίδα. P 1 Y. μι ν] αὐτόν. Y. ἄνδρε ς] Κερκυραῖοι. M a . ἔχουσι ν] ἐμποδίζουσιν. HQ. κωλύουσιν. M 1 . κρατοῦσι. Y. ἄγριο ι] ἀνήμεροι. |
| 199 [5] | M a . —οἷος ὁ Κύκλωψ καὶ ἡ Καλυψώ. M a . κεῖνο ν] ἀφαίρεσις. Y. ἐρυκανόωσ ι: ἐπέχουσι. D E 2 H 1 V. κατέχουσι. k 2 . κωλύουσιν. H M 1 P V Y. —ἐπανελθεῖν οἴκαδε. H M a . ἀέκοντ α: ἄκοντα καὶ μὴ βουλόμενον. M a V. το ι] σοί. |
| 200 | M c . ὡ ς] ὅτι. H 1 P. καθώς. M a Y. θυμ ῷ] τῇ ψυχῇ μου. M a . ἀθάνατο ι] ἡ εἱμαρμένη. |
| 201 [5] | M 1 . οἱ ἀεὶ ὄντες θεοί. M a . βάλλουσ ι] ἐμβάλλουσι. M a . —ἐμοί. H 1 Q. γνῶσιν. H M a Q. —ὡς αἱ ψυχικαί μοι δυνάμεις ὑποτιθέασιν. D E 2 . ἤγουν ὡς οἱ φρόνιμοι ἐνθυμοῦνται. Y. ὥ ς] οὕτως. PY. τελέεσθα ι] πληρωθῆναι. HM a Q. —γράφεται „τετελέσθαι“. M c . ὀΐ ω] ἐλπίζω. M a . ὑπολαμβάνω. Y. οὔτέ τ ι: οὐδαμῶς. |
| 202 [5] | M a V. τ ι] καὶ κατὰ τί. Y. οὔτέ τι μάντις ἐώ ν: ἠρέμα παρεδήλωσεν ἡ Ἀθηνᾶ ἥτις ἦν· οἱ γὰρ ἄνθρωποι καὶ μάντεις καὶ τῶν οἰωνῶν δεόμενοι, τὸ δὲ θεῖον ἐξ αὑτοῦ προγινώσκει τὸ μέλλον. DE 2 HJM a Q. ἐώ ν] ὑπάρχων. HM a Q. οἰωνῶν σάφα εἰδώ ς : ὀρνεοσκοπίας ἔμπειρος. D H M a Q V. ἐπιστήμων ὢν ὀρνεοσκοπίας. T. μαντευμάτων. Y. ἢ οἰωνιστὴς ὤν. M a V. εἴδησιν ἔχων. H M c . οὔ το ι] οὐδαμῶς. |
| 203 | M a P. δηρό ν] ἐπὶ πολύ. H P Y. ἐπὶ πολὺν χρόνον. M a . τοῦ λοιποῦ. D. ἄπ ο] πόρρω. M a Y. —οὐκ ἀναστρεπτέον τὴν ἀ πο . H M a Q. πατρίδο ς] τῆς πατρικῆς. M a . ἔσσετα ι] ἤγουν ὁ Ὀδυσσεύς. |
| 204 [5] | Y. εἴ πέρ τε κἄν. Y. δέσματ α: δεσμοί. D H V Y. — δέσμα τ ’ ἔχῃσ ι: ἀντὶ τοῦ δεσμοί, Ἀττικῶς· τὰ γὰρ ἀρσενικὰ οὐδετέρως λέγουσιν. DE 2 J. ἔθος δὲ Ἀττικοῖς τὰ ἀρσενικὰ οὐδετέρως λέγειν. H Q V Y. Ἀττικὸν δέ ἐστι τὸ τοῖς οὐδετέροις ἀντὶ ἀρσενικῶν χρῆσθαι. H 1 M a . —„δέσματα“ ὡς γράμματα. H 1 HM a . [γρ' δὲ οὐκ εὖ] „ἀλλ’ εἴ πέρ τε σιδήρεα δέσμ’ ἅ τ’ ἔχῃσι, φράσσεται ὥς κε νέηται“, κἂν ἔχῃ ἔμφασιν ἡ γραφή. HM a . —ἐκτέταται ὡς τὸ ὀνείρατα, προσώπατα. DE 2 H 1 JM a . — γίνεται δὲ ἀπὸ τοῦ δέω δέσματα, ὡς ἀπὸ τοῦ ξέω ξέσματα. DE 2 HH * JM a QV. ἔχῃσ ι: κατέχῃ, φυλάσσῃ. G c V. —ἀπὸ σιδηρῶν δεσμῶν κατέχεται, φυλάσσεται. M a . φράσσετα ι: διανοηθήσεται. |
| 205 [5] | H 1 PQV. διανοηθῇ. HM a . ἐπιβουλευθῇ καὶ ἐνθυμηθῇ. Y. διανοηθείη. K. σκέψεται. DE 2 HM a . σκοπήσει. D. βουλεύσεται. DE 2 M a . ὡ ς] καὶ ἵνα. Y. —ὅπως ἐνταῦθα ἔλθῃ. DE 2 . κ ε] ἄν. M c . νέητα ι: ἀνακομίζηται. M a V. ἐπανέλθῃ. HKM a . ἔλθῃ. Y. πολυμήχανο ς: πολύβουλος. M a V. συνετός. HM a V. ἄγ ε] φέρε. |
| 206 | M a . εἰπ έ] σύ, ὦ Τηλέμαχε. HM a . ἀτρεκέω ς] καὶ ἀληθῶς. Y. κατάλεξο ν] διασάφησον. M a . ε ἰ] ἐάν. |
| 207 [5] | Y. — εἰ δὴ ἐξ αὐτοῖο τόσο ς: πειραστικῶς πυνθάνεται, πῶς Ὀδυσσέως ὢν οὐκ ἀνδρίζεται. λείπει δὲ εἰς τὸ „τόσοσ“ τὸ ὤν, ἵν’ ᾖ τηλικοῦτος ὤν. DE 2 HJM a Q. ἐξ αὐτοῖ ο: ἐξ αὐτοῦ. M a V. τόσο ς] τηλικοῦτος. H K Q Y. ἤγουν τοσοῦτος. H. σὺ ὁ τοιοῦτος, ὁ τηλικοῦτος. M a . εἰς τοῦτο ἀκμῆς καὶ ἡλικίας. k. —τὸ „τόσοσ“ ἐπὶ ποσότητος. M a . θαυμαστικόν. E 2 Y. εἰ ς] ὑπάρχεις. HM a Y. (πονῶ πονήσω ἐν ψυχῇ, πονῶ δὲ πονέσω ἐπὶ σώματος. E 2 .) αἰνῶ ς: νῦν ἀντὶ τοῦ λίαν. |
| 208 [5] | H 1 V. δεινῶς. k. ἀπαραλλάκτως. E 2 . αἰνῶς γὰρ κεφαλήν τ ε: Ἀριστοφάνης καὶ Ἀρίσταρχος „αἰνῶς μέν“ (ἔχει)· καὶ ἔχει τι εἶδος ἡ γραφὴ αὕτη. HKM a QR. κεφαλήν τ ε] εἴς τε τήν. M a . κατὰ τήν. Y. καὶ ὄμματ α] καὶ κατὰ τά. Y. —διὰ μὲν τῆς κεφαλῆς νοήσαις τὴν φρόνησιν, διὰ δὲ τῶν ὀμμάτων τὴν ὡραιότητα καὶ τὴν εὐμορφίαν· τούτοις γὰρ τοῖς κοσμήμασι καλλωπίζεται ὁ ἀνὴρ καὶ ἡ γυνή. Y. ἔοικα ς: ὅμοιος εἶ. H M a Q V Y. κείν ῳ] τῷ Ὀδυσσεῖ. |
| 209 [5] | H M a Y. ἐπε ί] ἐπειδή. M a . διότι. Y. θαμὰ τοῖο ν: συχνῶς οὕτως, ὡς καὶ νῦν ἡμεῖς. E 2 H 1 M 1 QVY. τὸ δὲ „τοῖον ἐμισγόμεθα“ ἀντὶ τοῦ τοίως, ὡς νῦν καὶ ἡμεῖς, ἐγὼ καὶ σύ. HKM a Q. ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ α: οὕτως ὡς ἡμεῖς ἐμίχθημεν σήμερον, καὶ μετὰ τοῦ σοῦ πατρὸς ἐμισγόμεθα. HM a Q. —ἀντὶ τοῦ τόσον. Y. —θαυμαστικόν. PY. ἐμισγόμεθ α: ἐμιγνύμεθα. M a V. —ἐγώ τε καὶ ὁ σὸς πατήρ. HM a . πρί ν] πρὸ τοῦ. |
| 210 | E 2 . τό ν] ἐκεῖνον. Y. ἀναβήμενα ι] ἀνελθεῖν. H M a Q Y. Ἀργείω ν] Ἑλλήνων. |
| 211 | M a . ἔβα ν] ἐπορεύθησαν. P Y. ἦλθον. HM a Q. —εἰς Τροίαν. HM a . ἐπ ί] σύν. M a . ἐκ τοῦδ ε: ἔκτοτε. |
| 212 | H 1 V. ἐξ ἐκείνου τοῦ χρόνου. H M 1 P Q V Y. οὔ τ ’ ἐμὲ κεῖνο ς: πλήρης ἡ „ἐμέ“ ἀντωνυμία· πρὸς γὰρ ἀντιδιαστολὴν παρείληπται. HM a . —ἴδεν. Y. τή ν] τὴν Ἀθηνᾶν. |
| 213 [5] | HM a . πεπνυμένο ς: σεσοφισμένος, πεπαιδευμένος, συνετός. V. — πεπνυμένο ς: πινυτός, ὁ φρόνιμος. πνέω ἐστὶ ῥῆμα καὶ πνύω παραγωγὸν καὶ πνυτός καὶ πλεονασμῷ τοῦ ι πινυτός. καὶ γὰρ καὶ τὸ ἦτορ παρὰ τὸ ἄω τὸ πνέω ἀῆτορ καὶ ἀποβολῇ τοῦ α ἦτορ. M a . ηὔδ α] ἔλεγεν. HM a . τοιγὰρ ἐγώ το ι: τὸ πρῶτον τοί οὐκ ἔστιν ἀντωνυμία· οὐδέποτε γὰρ ἀρκτικὸν τὸ τοί· ἀλλ’ ἔστιν ἀντὶ τοῦ δή. |
| 214 [5] | BDH 1 M a T. —λοιπόν. M a . —ἤγουν ὅτι ἠρώτησάς με. Y. το ι] σοί. H Y. ἀτρεκέω ς: ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τρέχω, ὁ μὴ παρατρέχων τὴν ἀλήθειαν. ἢ ἀπὸ τοῦ α καὶ τοῦ τρῶ τὸ φοβοῦμαι· ὁ γὰρ τὴν ἀλήθειαν λέγων οὐ δέδιεν· γίνεται οὖν ἀτρεής καὶ ἀτρεκής. DE 2 . εἶθ’ οὕτως καὶ τὸ ἐπίρρημα. D. —ἀληθῶς. Y. καταλέξ ω] γρ' „ἀγορεύσω“. H 1 . μήτη ρ] ἐμή. |
| 215 [35] | H. ἡ δὲ μήτηρ μου. M a . μήτηρ μέν τ ’ ἐμέ φησ ι] γρ' „μήτηρ (ἐμὴ) μέν τέ μέ φησι“. M a Q. — μήτηρ μέν τέ μ ε: ἡ μὲν „μέ“ ἀπόλυτος, ἡ δὲ „ἐγώ“ ἀντιδιαστολὴν ἔχει πρὸς τὴν μητέρα. HM a . φησ ι] λέγει μοι. M a . το ῦ] τούτου τοῦ Ὀδυσσέως. H Y. ἐκείνου. M a . ἔμμενα ι] ὑπάρχειν με υἱόν. HM a . αὐτὰρ ἔγωγ ε] ἐγὼ δὲ ἀκριβῶς. M a . μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμενα ι: εἰ μηδεὶς τῶν γεννωμένων δύναται γνῶναι τὸν πατέρα, πόθεν ἡ γνῶσις τοῖς παισὶ τοῦ πατρός; τὸ γὰρ „μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα“ ὀρθῶς μὲν ἔχει ἐπὶ τοῦ Τηλεμάχου· ὅτε γὰρ ἀπεδήμει [ὁ πατήρ], παῖς ἦν μαζῷ, διὸ μόνου τοῦ ὀνόματος παρὰ τῆς μητρὸς γίνεται ἀκροατὴς ἀκούων ὅτι τοῦ Ὀδυσσέως ἐστὶ παῖς· εἰ δὲ καθόλου „οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω“, πόθεν ἡ γνῶσις; ἔδει γὰρ φάναι, ἐγὼ γὰρ οὐκ εἶδον τὸν γεγεννηκότα, ἀλλὰ μὴ καθόλου ποιεῖσθαι τὴν ἀπόφασιν ὡς μηδενὸς εἰδότος τὸν ἑαυτοῦ πατέρα. ὀρθῶς οὖν ὁ Σέλευκος εἴρηκεν ὅτι δεῖ λαβεῖν τὸ „εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι“. κἂν γὰρ ἀπῇ ἢ τεθνήκῃ ἅμα τῷ γενέσθαι τὸν παῖδα, ἡ μήτηρ διδάσκει τοῦ πατρὸς τοὔνομα· κἂν περιῇ καὶ παρῇ, ἡ μήτηρ δείκνυσιν ὅτι τούτου ἐστὶ παῖς· ὥστε τὸ „οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω“ προσλαβόντας δεῖ τὸ „εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι“ δοκιμάζειν, εἰ μὴ ὀρθῶς εἴρηται. ἀλλὰ καὶ οὕτως ζητοῦσι τίς ὁ νοῦς τοῦ μὲν ξένου ἐρωτήσαντος „ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος· αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας κείνῳ“. τοῦ δὲ ἀποκρινομένου „τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω· μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω“. τίς γὰρ ἡ διάνοια τοῦ λέγοντος, οὐδεὶς τὸν πατέρα ἀνεγνώρισεν; οὐ γὰρ αὕτη ἡ ἀκολουθία, ὅτι μὴ περὶ παρόντος ἐστὶν ὁ λόγος εἰ γνωρίζεις τοῦτον, ἀλλὰ περὶ ἀπόντος, περὶ οὗ οὐκ, εἰ μὴ γνωρίζει, ἐχρῆν λέγειν, ἀλλ’, εἰ μὴ πεπίστευκεν. ὁ γὰρ λόγος, εἰπέ μοι εἰ τοῦ Ὀδυσσέως εἶ παῖς, ὁ δέ φησιν, οὐκ οἶδα· παρὰ γὰρ τῆς μητρὸς ἀκήκοα Ὀδυσσέως εἶναι· οὐ γὰρ αὐτὸς ἑώρακα. πρὸς δὲ τὸ „παρὰ μητρὸς ἤκουσα“ οὐκ ἔχει λόγον τὸ „οὐ γάρ τις δι’ ἑαυτοῦ τὸν πατέρα ἐγνώρισεν“. ἔσται οὖν τὸ ἀνέγνω ὡς πρὸς τὴν ἀκοὴν ἐπίστευσε. κἂν οὕτω δὲ λαμβάνηται, ἔσται ὁ λόγος, ἡ μήτηρ μέν με ἔφη ἐκείνου εἶναι, ἐγὼ δ’ οὐκ οἶδα· οὐ γάρ τις δι’ ἑαυτοῦ περὶ τοῦ ἑαυτοῦ πατρὸς τὴν πίστιν ἔσχεν. ἐνθάδε δεῖ πάλιν ἀκοῦσαι, εἰ μὴ παρὰ μητρὸς πύθοιτο καὶ σεβαστικῶς ἐκδέξαιτο [τὸν] λόγον· οὐδεὶς γὰρ τὸν πατέρα αὑτοῦ ἀνεζήτησε καὶ ἀνηρεύνησεν, εἰ ὄντως εἴη ὁ λεγόμενος, λεγούσῃ δὲ τῇ μητρὶ πᾶς πεπίστευκεν ἄνευ ζητήσεως διὰ τὸ σέβας τὸ πρὸς τοὺς τεκόντας. HM a QR. μήτηρ μέν τ ’ ἐμέ φησ ι: καὶ ἀλλαχοῦ „τὸν δέ τ’ ἐμὸν πατέρα φάς’ ἔμμεναι“ [δ 387]. ὁμοίως Εὐριπίδης [fr. 1004 Nauck] „μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ αὑτῆς οἶδεν ὄνθ’, ὁ δ’ οἴεται“. καὶ Μένανδρος [fr. 261 Kock] „αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ’ ἐγένετο, ἀλλ’ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν“. τινὲς δὲ ταῦτα τὸν Τηλέμαχόν φασι λέγειν ἐπεὶ μικρὸς καταλέλειπται. (Πορφυρίου εἰς τὸ αὐτό.) καὶ τὸ „οὐκ οἶδα“ οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλ’ αὐτὸν τὸν Ὀδυσσέα φησὶν ἀγνοεῖν οὐχ ἑωρακώς. οὐδὲ γὰρ ἂν δύναιτό τις τοὺς γονέας ἐξ αὑτοῦ γνῶναι. DE 2 HM a . οὐ κ] οὐδαμῶς. |
| 216 [5] | M a . ἑό ν] τὸν οἰκεῖον. E 2 . ἴδιον. Y. γόνο ν: τὸν πατέρα. H * M a Y. τὸν γονέα. T. τὸν σπορέα. BHM a T. τὸν γεννήτορα. BE 2 HH * M a QV. τὴν ἑαυτοῦ γένεσιν. k. ἢ υἱόν. Y. αὐτό ς] μόνος. E 2 . ἀφ’ ἑαυτοῦ. E 2 M a . ἀνέγν ω: ἐπέγνω. M a V. ἐνόησε. HM a . λείπει (ἡ) εἰ μὴ μήτηρ φαίη. H. ὡ ς] ἀντὶ τοῦ εἴθε. |
| 217 [5] | E 2 M a PY. ὄφελο ν: ὤφειλον. HV. —τὸ „ὄφελον“ ἀντὶ τοῦ εἴθε. HQ. —δύο σημαίνει τὸ „ὄφελον“, τὸ εἴθε καὶ τὸ ἔμελλον. Y. ὡς δὴ ἔγω γ ’ ὄφελο ν: ηὐχόμην ἐγὼ εἶναί τινος υἱὸς μάκαρος ἀνδρός, ὃν ὁ θάνατος κατέλαβεν ἐν τοῖς ἰδίοις κτήμασι καὶ μὴ ἐν πλάνῃ καὶ ξένοις τόποις. HM a Q. —ὡς κρεῖττόν μοι ἦν. M a . μάκαρο ς] γεωργοῦ. E 2 M a P. νύ τε υ: δή τινος. E 2 H 1 M 1 PQVYk. ἄλλου. M a . ἔμμενα ι] ὑπάρχειν. M a Y. —με υἱόν. M a . κτεάτεσσι ν: κτήμασιν. |
| 218 [5] | E 2 HM a QVk. χρήμασι. Y. ἑοῖς ἔπ ι: ἐπὶ τοῖς ἰδίοις. M a Vk. τοῖς ἑαυτοῦ. HQ. — ἐπὶ γῆρα ς: οὐκ ἀναστρεπτέον τὴν „ἐπί“ πρόθεσιν. ὑπὸ νεότητος δὲ εἰς μειρακιώδη προνένευκεν ἀφέλειαν, εὐδαίμονα λέγων τὸν ἐν τοῖς ἰδίοις οἴκοις τελευτῶντα. BDE 2 HM a T. γῆρα ς] τό. P. ἔτετμ ε: κατέλαβε. E 2 HM 1 QTVY. ὅ ς] ὅστις. |
| 219 | P. —ὁ Ὀδυσσεύς. E 2 M a . ἀποτμότατο ς: δυστυχέστατος. HM c PQVYk. κακοθάνατος. HM 1 . ἀποτετμημένος. HM a Q. κακοτυχέστατος. E 2 . το ῦ] ἐκ τούτου. |
| 220 | E 2 HM a . ἐξ ἐκείνου. P. —ἐκ τούτου γεγενῆσθαι ἐμέ φασιν. H. ἐρεείνει ς: ἐρωτᾷς. M a PV. πυνθάνῃ. M a V. γλαυκῶπι ς] γίνεται μὲν καὶ ἀπ’ ἄλλων, γίνεται δὲ καὶ ἀπὸ τοῦ γλαύσσω, τὸ βλέπω. |
| 221 | B. οὐ μέ ν] οὐδαμῶς δή. |
| 222 [5] | M a . το ι] σοι. P. σου. M a . γενεή ν] κατά. Y. θεο ί] οἱ. P. νώνυμνο ν: ἀνώνυμον. H 1 VY. ἄδοξον. E 2 H 1 M 1 PVY. ἀνονόμαστον. M a . —ἤγουν τὴν πρώτην. Y. ὀπίσσ ω] μετὰ ταῦτα. HM 1 . εἰς τὸν μέλλοντα χρόνον. H. εἰς τὸ μέλλον. E 2 M a . θῆκα ν] ἐποίησαν. |
| 223 | Y. —τοῦ Ὀδυσσέως αὐτοῦ. HKM a Q. αὐτὸν τὸν Ὀδυσσέα. Y. τοῖο ν: τοιοῦτον. M a PV. μέγαν. E 2 . θαυμαστόν. M a . Πηνελόπει α] ἡ τοῦ Ὀδυσσέως γυνή. HM a Q. —Ἰωνικόν. E 2 . ἀτρεκέω ς] ἀληθῶς. |
| 224 | Y. —ἀπὸ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ καὶ τοῦ τρέχω· τρέχει γὰρ ἡ ἀλήθεια ὁμοῦ τῷ πράγματι. M a . κατάλεξο ν] διασάφησον. M a . δαί ς: εὐωχία. |
| 225 [10] | M a P 1 QVY. συμπόσιον. k. —τῶν ὁρωμένων τούτων μνηστήρων. HM a Q. —ἐστιν. M a P. ὅμιλο ς: ἄθροισμα. E 2 H 1 M a V. πλῆθος. E 2 M a Vk. —ὅμιλος ἐπὶ στρατιᾶς ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἴλη, ὅμιλος δὲ ἐπὶ πλήθους ἀπὸ τοῦ ὁμοῦ εἱλεῖσθαι. DE 2 J. —ὅμιλος τὸ μι μακρόν. H. ὅ δ’] αὕτη. M a . ἔπλετ ο: ὑπάρχει. HM 1 PVk. ἐγένετο. HM a . ἀντὶ τοῦ ἔστι. Y. τίπτε δέ σε χρε ώ] τί ποτέ σοι. P. τίνος σοι χρεία. M 1 . καὶ τίς τούτων ἡ χρεία σου. M a . —ἀντίπτωσις. M 1 . —τί σε ἀναγκαῖον ἔχει; HP 1 . τί χρειῶδες ἔχει σε; Y. —γρ' „τίς δέ σε χρεία“. k. χρε ώ: χρεία. H 1 HQV. „εἰλαπίνη ἠὲ γάμοσ“ διῃρημένως τοῦ „χρεώ“ νόει, πρῶτον χρεώ καὶ μετέπειτα εἰλαπίνη. |
| 226 [10] | Y r . εἰλαπίν η: ἡ μεγάλη εὐωχία, ἐν ᾗ κατὰ εἴλας καὶ συστροφὰς εὐωχοῦνται. D E 2 H J M a T V Y. εἰλαπίνη εὐωχία κοινὴ διὰ θυσιῶν γινομένη. M a . —ἐστί. Y. συνίζησίς ἐστι· τοὺς δύο μακροὺς εἰς ἕν. Y. ἦε γάμο ς: [προ]περισπαστέον τὸν „ἦε“. διαπορητικὸς γάρ ἐστι σύνδεσμος. HM a Q. καὶ ἄλλως. ὀρθοτονητέον τὸν „ἦε“ σύνδεσμον. H. —κατ’ ἐρώτησιν· εἰλαπίνη ἐστὶν ἢ γάμος; Y. ἐπεὶ οὐκ ἔρανο ς: ὡς τοῦ ἐράνου κοσμιωτέρου καὶ ἐκτελεστέρου ὄντος. καὶ εἰκότως· ὁ μὲν γὰρ γάμος καὶ αἱ λοιπαὶ εὐωχίαι φιλίᾳ τινὶ γίνονται. ὁ δὲ ἔρανος ὡς ἕκαστός τι κομίσειεν. DE 2 HJM a TVY. — ἔρανο ς: τὸ ἀπὸ συμβολῆς δεῖπνον. DE 2 H J M 1 M a M b Q V Y. συνεισφορά. k. „εἰλαπίνη“ ἡ πολλῶν ἀνδρῶν εὐωχία, ἐν ᾗ κατὰ εἴλας πίνουσιν· „ἔρανοσ“ ἡ ἐκ κοινοῦ εὐωχία. Ἡσίοδος [OD. 723] „ἐκ κοινοῦ, πλείστη τε χάρισ“, τὸ κόσμιον τῶν ἐράνων δηλῶν. BH 1 M a P 1 QT. —εἰ γὰρ ἦν, φησιν, ἔρανος, φειδωλῶς ἤσθιον ἂν ὡς ἴδια ἐσθίοντες. BDH 1 JM a P 1 QT. ὥς τέ μο ι: τὸ „ὡσ“ ἀντὶ τοῦ ὅτι. |
| 227 [5] | τὸ δὲ ἑξῆς, ὅτι μοι δοκοῦσιν ὑβρίζοντες ὑπερφιάλως. HQT. ὑβρίζοντε ς] ὑβριστικῶς φερόμενοι. E 2 . ἀδικοῦντες. k. ἀτιμάζοντές σε. Y. —οἱ μνηστῆρες. HM a . —τὸν Ὀδυσσέα. M a . ὑπερφιάλω ς] ἀναιδῶς. H Q κενοδόξως. M a . μεθυστικῶς. M 1 . ἀλαζονικῶς. Y. ὑπηρμένως. k. ὑπερηφάνως. Tk. δοκέουσ ι: δοκοῦσι. V. φαίνονται. E 2 M a VY. δαίνυσθα ι] γεύεσθαι. |
| 228 [5] | P. εὐωχεῖσθαι. Y. δῶμ α] τὸ σόν. M a . νεμεσσήσαιτ ο: μεμπτὸν ἡγήσαιτο. H 1 VY. νεμεσητὸν ἡγήσαιτο. E 2 . καταμέμψαιτο. k. νεμεσσήσαιτό κεν ἀνή ρ: τὸ συναθροισθῆναι τοὺς μνηστῆρας οὕτως ὡς ἔτυχε καὶ εὐωχεῖσθαι εἰς τὴν οἰκίαν τοῦ Ὀδυσσέως μέμψαιτο ἄν τις ἀνὴρ συνετός. HQ. μέμψαιτο ἂν αὐτούς τις ἀνήρ. M a . αἴσχε α: αἰσχύνας. |
| 229 [5] | H M a V. πόλ λ’] πολλάς. M a . ὁρόω ν] καὶ ὕβρεις θεωρῶν. M a . πινυτό ς: σώφρων. E 2 H 1 M a QV. συνετός. H 1 M a QVk. φρόνιμος. PTYk. —πεπνυμένος. „πινυτὸσ“ ὁ φρόνιμος. πνέω ἐστὶ ῥῆμα καὶ πνύω παραγωγὸν καὶ πνυτός καὶ πλεονασμῷ τοῦ ἰῶτα πινυτός· καὶ γὰρ τὸ ἦτορ παρὰ τὸ ἄω τὸ πνέω ἀῆτορ καὶ ἀποβολῇ τοῦ α ἦτορ. M 1 . —ὤν. M a . μετέλθο ι: ἐπέλθοι. M a V. ἴδοι. E 2 . ἐξετάζοι τοῦτο. P. —ἐπ’ αὐτοῦ. M a . πεπνυμένο ς] ὁ συνετός. |
| 230 | M c Y. ἀντίο ν] ἐξ ἐναντίας καθήμενος. M a . ξεῖ ν’] ὦ. |
| 231 [5] | M a Y. —φίλε. Y. ἐπε ί] ἐπειδήπερ. M a . καὶ ἀφ’ οὗ. Ψ . ταῦτ α] διὰ τούτων. M a . ἀνείρεα ι: ἀνερωτᾷς. V. ἐρωτᾷς. E 2 M a PYk. ἠδ έ] καί. Y. μεταλλᾷ ς: ἐπιζητεῖς. M a V. μετὰ ἀκριβείας ἐπιζητεῖς. E 2 . ζητεῖς. P 1 . ἐρευνᾷς. HQk. ἀνερευνᾷς. Y. πολυπραγμονεῖς. BHM 1 Q. —ἀπὸ μεταφορᾶς τῶν μέταλλα ψηλαφώντων. BP 1 . καὶ μεταλλείας ἔργον. M 1 . μέλλε ν: αὕτη ἡ λέξις οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ ὡς ἐν τῇ συνηθείᾳ χρονικῶς, ἀλλ’ ἑκάστοτε ἀντὶ τοῦ ἐῴκει. |
| 232 [5] | DE 2 HJM a QTVY. ἐφαίνετο. HKM a PQYn. ἐδόκει. H 1 KM a Q. μέλλε ν: ὄφειλεν. V. ἀφνειό ς] πλούσιος. M c . ἀμύμω ν] ἄψογος. M a PY. ἔμμενα ι] εἶναι. |
| 233 [5] | M c . καὶ ὑπάρχειν. Y. ὄφ ρ’] ἕως. HM 1 Q. μέχρις οὗ. Y. ὁπότε. P. κεῖνο ς] ὁ Ὀδυσσεύς. H. ἐπιδήμιο ς: ἐπιδημῶν. E 2 HM a QVk. παρών. E 2 M a Vk. ἐφέστιος. Y. ἦε ν] ὑπῆρχεν. HM a Yk. ἑτέρω ς: ἄλλως. |
| 234 [10] | M a V. πῶς. M a . ἐβόλοντ ο: ἠβούλοντο, ἤθελον. V. νῦν δ ’ ἑτέρως ἐβόλοντ ο: ἤγουν ἐβουλεύσαντο. τινὲς δὲ γράφουσιν „ἐβάλοντο θεοί“, ἀντὶ τοῦ μετέβαλον. ἔχει μέντοι λόγον καὶ τὸ „ἐβόλοντο“ (ἤτοι ἐβουλεύσαντο), ὡς τὸ „Τρωσὶ δ’ ἐβούλετο νίκην“ [Η 21]. DE 2 HM a QT. Ἰωνικὴ συστολή. τινὲς ἀντὶ τοῦ οἱ θεοὶ κακὰ ἔβαλον. P 1 . —γρ' καὶ „ἐβάλοντο“. D. „βούλοντο“. T. ἑτέρως βούλοντ ο] γρ' „ἑτέρωσε βάλοντο“. K. θεο ί] ἤγουν ἡ εἱμαρμένη. Y. —θεοὺς νοήσαις ἐντεῦθεν τοὺς καιρούς. ἢ τοὺς κακοὺς ἀνέρας ἐκείνους, ἤγουν τὸν Κύκλωπα καὶ τοὺς περὶ αὐτόν. ἢ τὴν εἱμαρμένην. Y. κακ ά] κακῶς. M a . μητιόωντε ς: βουλευόμενοι. H Q V. βουλευσάμενοι. M a k. βουλεύοντες. Y. ο ἵ] οἵτινες. |
| 235 [5] | M a . —θεοί. Y. κεῖνο ν] τὸν Ὀδυσσέα. HM a Y. ἄιστο ν: ἀνιστόρητον. E 2 H 1 M a VY. ἀνεπίστροφον. K. ἀφανῆ. E 2 HKM a PQTYk. ἄδηλον. M a . καὶ ἄγνωστον. k. πέρ ι] περισσῶς. HM a Q. περισσότερον. P. ἐπέκεινα. M c Y. πάντω ν] ἀπὸ πάντων. HM a Q. ἐπε ί ] ἀ φ ’ οὗ. |
| 236 [10] | M 1. διότι. Y. ο ὔ] οὐδαμῶς. M a . κ ε] ἄν. M c . θανόντ ι] θανόντος αὐτοῦ M a . —αὐτῷ. Y. ἐπεὶ οὔ κε θανόντ ι: ἐπεί, ἐὰν ὁ Ὀδυσσεὺς μετὰ τῶν ἰδίων φίλων ἐδαμάσθη, ἤτοι ἀπέθανεν ἐν τῷ Τρωικῷ πολέμῳ, οὐκ ἂν ἀκαχοίμην, ἤτοι ἐλυπούμην. HM a Q. ὁ νοῦς· ἐὰν ἐν τῇ Τροίᾳ μετὰ τῶν αὑτοῦ ἑταίρων ἀπώλετο πολεμῶν ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησεν, οὐκ ἂν ἀκαχοίμην. H. ἀναγκαῖον μὲν γὰρ ἡ λύπη τοῦ πατρός, τῆς δὲ λύπης τὸ δεινὸν ὁ τῆς ἀπωλείας προξενεῖ τρόπος. M a M b T. ὧ δ’] καὶ οὕτως. PY. ἀκαχοίμη ν: λυποίμην. E 2 HPQVk. οὐ δεινῶς ἐλυπούμην. P 1 Y. ε ἰ] ἐάν. |
| 237 | Y. —ἤγουν εἰ ἐνταῦθα καὶ ἀπέθνησκεν. Y. —ἢ] γρ' „εἰ“. P. μετ ά] ἐν. M c . σύν. E 2 M c . ἑτάροισ ι] φίλοις. Y. δάμ η: ἐδαμάσθη. H 1 M a QV. ἀνῃρέθη. E 2 M a PV. ἠ έ] καί M a . |
| 238 [25] | —ἢ ἀπὸ νόσου. M a . ἠὲ φίλω ν: τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ ὁ ποιητής. οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἱ οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες, ὥσπερ καὶ ὁ ἔτης καὶ ὁ γείτων· ἔται μὲν γὰρ (καὶ) οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες· „γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο“ [δ 16]. καὶ ὅτι ἑταίρους τοὺς συνδιαίτους καὶ ἠγαπημένους οἶδε, φησὶν „ἐπεί οἱ ἑταῖρος ἔην [φίλος] εἰλαπιναστήσ“ [Ρ 577]· καὶ „ἐρίηρας ἑταίρουσ“ [Π 363] τοὺς διὰ τὰς χρείας φίλους· καὶ „Ἕκτορι δ’ ἦεν ἑταῖροσ“ [Σ 251], παραλιπὼν ἐνταῦθα τὸ εἶδος. ὁμοίως δ’ αὖ „σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ μενοινᾷς· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ ἕψομαι αὐτόσ“ [β 285 sqq.] καὶ „ἐγὼ δ’ ἀνὰ δῆμον ἑταίρους αἶψ’ ἐθελοντῆρας συλλέξομαι“ [β 291 sq.]. καὶ μεταφέρων ἐκ τοῦ „ἐυκνήμιδας Ἀχαιούσ“ [Γ 156] λέγει „Τηλέμαχ’, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι“ [β 402], καὶ ἐκ τοῦ „[καρη]κομόωντες Ἀχαιοί“ [Β 323] „εὗρον ἔπειτ’ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρουσ“ [β 408]. φίλος δὲ υἱὸς [Β 564] καὶ φίλη μήτηρ [Σ 189] καὶ φίλα γυῖα [Ν 85] καὶ φίλαι χεῖρες [Η 130]. καὶ διακρίνων φησὶν „εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν“ [α 237 sq.]· οὐκ ἄν, φησιν, ἐλυπήθην, εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν ἑταίρων αὐτοῦ ἀπώλετο πολεμῶν ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησε. καταχρώμενος δὲ καὶ τοῦ φόβου τὴν φύζαν ἑταίραν λέγει, „φύζα φόβου κρυόεντος ἑταίρη“ [Ι 2], καὶ ἄνεμον, „ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον“ [λ 7]. καὶ πάλιν ὅλην τὴν οἰκειότητα δηλῶν φησιν „ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε“ [Γ 163], τὸν ἄνδρα, τοὺς συγγενεῖς, τοὺς οἰκείους· διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς [Γ 237]. D E 2 H J M a Q T. τῶν οἰκείων. M a . ἐν χερσί ν] δάμη. Y. ἐπε ί] ἀφ’ οὗ. E 2 M a P. πόλεμο ν] εἰς τόν. M a . τολύπευσε ν: κατειργάσατο, μεταφορικῶς· (τολύπη γὰρ εἶδος βοτάνης θανασίμου.) καὶ γὰρ τὴν τῶν ἐρίων τῶν ἤδη κατειργασμένων εἴλησιν τολύπην λέγομεν. E 2 H T V Y. τολύπευσε ν: ἐκακοπάθησεν, ἀπὸ μεταφορᾶς τῆς θανασίμου τοι λύπης. M a . εἰργάσατο. Q. ἀπειργάσατο. M 1 . ἐτελείωσεν. M 1 T. ἐτελεύτησεν. P. ἐπλήρωσε. E 2 . τ ῶ] οὕτως. |
| 239 [5] | M c . διό. E 2 H M a P 1 . ἢ διὰ τοῦτο, ἤτοι τὸ εἰς τὸν πόλεμον ἐκεῖνον θανεῖν. M a . κέ ν] ἄν. E 2 H M a M c P Y. ο ἱ] αὐτῷ. H M a P 1 Y. τῶ κέν οἱ τύμβον μὲν ἐποίησα ν: διὸ ἂν αὐτῷ ἐποίησαν τύμβον, διὰ τὸ ἀποθανεῖν αὐτὸν ἐν τῷ πολέμῳ. πρὸς τὸ πρῶτον δὲ ὑπήντησεν. B M a T. τύμβο ν: τάφον. V. ἐποίησα ν] ἐποιήσαντο. P. Παναχαιο ί] ἤγουν πάντες οἱ Ἀχαιοί. Y. πάντες οἱ Ἕλληνες. E 2 M a . ἠδ έ] πρὸς τούτῳ. |
| 240 [5] | M 1 . — ἥδ ε] καὶ αὕτη. P. κ ε] ἄν. E 2 M c . ᾧ: ἰδίῳ. M c P V. ἤρατ ο: περιεποίησεν. H K M a Q V Y. ἀπηνέγκατο. M 1 V Y. ὀπίσσ ω] εἰς τὸν μέλλοντα χρόνον. H. μετὰ ταῦτα. M a . ὕστερον. P Y. ἀκλειῶ ς: ἀδόξως. |
| 241 [5] | E 2 H 1 M a V Y. Ἅρπυια ι: δαίμονες. ἢ ἄνεμοι ἁρπακτικοί. H M 1 Q T V Y. ἢ ὄρνεα ἁρπακτικά. M 1 T V. Ἅρπυια ι: νῦν τοὺς ἀνέμους τοὺς ἁρπακτικούς. ἢ τὰ ἁρπακτικὰ ὄρνεα. E 2 . αἱ τῶν ἀνέμων συστροφαί. B. ἢ αἱ τιμωρητικαὶ θεαί. B E 2 . ἀνηρείψαντ ο: ἀνήρπασαν. E 2 T V. ἥρπασαν. M a . ἥρπαξαν. P 1 Y. κατέβαλον. D. —ἀπὸ μεταφορᾶς τῶν τὰ ἱερεῖα κατεργαζομένων. P 1 . —καὶ ναῦς γὰρ ὅλας ἀναρπάζουσιν. M a T. οἴχε τ’] ἐπορεύθη. |
| 242 [5] | M a . πορεύεται. P 1 Y. ἄιστο ς , ἄπυστο ς: ἀπὸ ἄλλης ἀρχῆς τὸ „οἴχετ’ ἄιστος, ἄπυστοσ“ κατὰ ἀναφώνησιν. B M a T. ἄιστο ς: ἀνιστόρητος. H T V. ἀφανής. D H M a P 1 P Q T V Y. ἄπυστο ς: ἀνήκουστος. E 2 H 1 M 1 P 1 P Q T V. ἀνήκοος. K. ἄκουστος. Y. μὴ γινωσκόμενος. M b . ὀδύνα ς: λύπας. M a V. γόου ς: θρήνους. M a P 1 Q V. κάλλιπε ν: κατέλιπεν. |
| 243 [5] | M a Q Vk. —συγκοπὴ Αἰολική. M 1 . οὐδ έ] οὐδαμῶς. M a . τι κεῖνο ν] δι’ ἐκεῖνον. E 2 . ὀδυρόμενο ς] θρηνῶν. k. στεναχίζ ω: στενάζω. M a Vk. οἶο ν] καὶ μόνον. |
| 244 | M a P Yk. ἐπεί νύ μο ι: ἐπειδή μοι. M a V. κήδ ε’] λύπας. M a P. ἔτευξα ν: κατεσκεύασαν. E 2 M a P 1 V Y. ὅσσοι γὰρ νήσοισι ν: διὰ τούτου ἀπολογίαν τοῦ μὴ ἐπιχειρεῖν ἐμφαίνει τὸ πλῆθος ἐξαριθμούμενος. |
| 245 [5] | διὰ δὲ τοῦ „ἄριστοι“ δηλοῖ ὅτι οὐ πρὸς ἰδιώτας, ἀλλὰ πρὸς πόλεις ὅλας ἐστὶν αὐτῷ ὁ ἀγών· ὅπερ ἐπισημαίνεται καὶ διὰ τοῦ „Ἰθάκην κατακοιρανέουσιν“, ὥστε εἰκότως κρατεῖται. D E 2 M a T. νήσοισι ν] ἐν ταῖς νήσοις. M a . ἐπικρατέουσι ν: κρατοῦσιν. V. ἄρχουσιν. E 2 M a Vk. Δουλιχί ῳ: νήσῳ κατὰ τὴν Κεφαλληνίαν. |
| 246 [5] | H M a P V Yi. Σάμ ῃ: τὴν Σάμον Σάμην εἶπεν. B M a T V. —ἔστι δὲ αὕτη κατὰ τὴν Κεφαλληνίαν. V Yi. τρεῖς δὲ Σάμοι· Ἰωνική, Κεφαλληνιακή, Θρᾳκική. B M a Tk. Σάμ ῳ] γρ' „Σάμῃ“. Yik 3 . καὶ ὑλήεντι Ζακύνθ ῳ] καὶ τῷ Ζακύνθῳ τῷ ὕλην ἔχοντι. M a . ὑλώδει. P 1 . βορβορώδει. M a . Ζακύνθ ῳ: νήσῳ καὶ αὐτῇ τῆς Κεφαλληνίας. V. ὄνομα νήσου πλησίον Ἰθάκης καὶ Κεφαλληνίας. P. —ὁ Ζάκυνθος καὶ τὸ Ζάκυνθον· καὶ θηλυκῶς δὲ παρ’ Ὁμήρῳ [ι 24] ἡ Ζάκυνθος. H. ἠ δ’] καί. |
| 247 [5] | Y. κραναή ν: τραχεῖαν. E 2 H 1 M 1 Q V Yk. ξηράν. H Y. κατάξηρον. Pk. —ἢ ἀπὸ τοῦ κρανίου διὰ τὸ τὸ μέρος αὐτὸ εἶναι ὀστωδέστερον· ἢ ἀπὸ τοῦ μὴ κραίνειν τοὺς καρπούς. H. κάτ α] ἡ „ κατα “ πρὸς τὸ „κοιρανέουσιν“. M a . κοιρανέουσ ι: βασιλεύουσιν. M a Vk. τόσσο ι] τοσοῦτοι P. |
| 248 [5] | οὗτοι πάντες. M a . —ὧν μὲν ἀριθμὸς ρηʹ. M x . μνῶντα ι: μνηστεύονται. E 2 H M a P Q V Yk. βούλονται γὰρ γυναῖκα λαβεῖν. εἰς γάμον ἕλκουσιν. M a . τρύχουσ ι: καταδαπανῶσιν. E 2 H M a V. δαπανῶσι. P. ἀφανίζουσι. Y. φθείρουσιν, ἀναλίσκουσιν. k. ἡ] αὕτη ἡ μήτηρ μου. |
| 249 [10] | Y. στυγερὸν γάμο ν: αὐτῇ στυγερὸν διὰ τὴν πρὸς τὸν Ὀδυσσέα πίστιν. ἢ Τηλεμάχῳ· οὐ γὰρ βούλοιτο ἰδεῖν ἄλλῳ συνοῦσαν τὴν μητέρα. D E 2 H M a T. στυγερό ν: μισητόν. M a P Vk. φοβερόν. M a V. ἡ δ ’ οὔ τ ’ ἀρνεῖται στυγερὸν γάμο ν: ἡ ἐμή, φησι, μήτηρ οὔτε ἀπαρνεῖται τὸν στυγερὸν τῶν μνηστήρων γάμον τῶν βιαζόντων αὐτήν, οὔτε τέλος αὐτῷ δίδωσι, τὸν ἱστόν, ὃν ὡς ἐγγυητὴν ἐκείνοις δέδωκε, παρ’ ὅλην μὲν ἡμέραν ὑφαίνουσα, παρὰ δὲ τὴν τῆς ἡμέρας τελευτὴν ἐκλύουσα καὶ ἀφανίζουσα, ὡς μὴ πέρας λάβῃ τὸ ἔργον τὸ τοῖς μνηστῆρσιν αὐτοῖς καταθύμιον. HM a Q. τελευτή ν: τέλος, τελείωσιν. V. συμπλήρωσιν. M 1 . ἐκπλήρωσιν. E 2 . —τοῦ πράγματος. E 2 . τοῦ γάμου. Y. δύνατα ι] ἀντὶ τοῦ θέλει. |
| 250 | H. το ί] οὗτοι. M a k. φθινύθουσ ι: φθείρουσιν. M a P V Y. ἐλαττοῦσιν. E 2 M a P V Yk. ἔδοντε ς: ἐσθίοντες. H M a V. — ἕκαστο ς] γρ' „ἔδοντεσ“. Y. τάχα δή μ ε: ἀγαπητὸν οὖν αὐτῷ τὸ ζῆν, οὐχ ὅτι γε καὶ ἐπιχειρεῖν αὐτοῖς ἐνδεχόμενον. |
| 251 [5] | HM a . τάχ α: αὕτη ἡ λέξις οὐ τίθεται παρὰ τῷ ποιητῇ διστακτικῶς ὡς ἐν τῇ συνηθείᾳ, ἀλλ’ ἑκάστοτε ἀντὶ τοῦ ταχέως. D E 2 H M a T V Y. δ ή] δέ. M a . διαρραίσουσ ι: διαφθείρουσιν. H 1 K M a V Yk. ἀπολέσουσιν. k. αὐτό ν] καὶ ἐμέ. M a Y. ἐπαλαστήσασ α: ἐπὶ τοῖς λεχθεῖσιν ὡς ἀλάστοις καὶ δεινοῖς οὖσι δεινοπαθήσασα. |
| 252 [5] | ἐὰν δὲ ᾖ χωρὶς τοῦ ε „παλαστήσασα“, ἔσται τῷ παλαιστῇ, ὅ ἐστι τῷ ἀγκῶνι τῆς χειρός, νύξασα, E 2 H a H b M 1 M a Q T V Y. στενάξασα. M a Y. ἀναστενάξασα, δεινοπαθήσασα. ἢ μετὰ τῶν παλαμῶν τύψασα αὐτόν. P 1 Y. κακῶς δυσχεραίνουσα ἀντημείβετο. k. Παλλά ς: ἐπιθετικῶς ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ πάλλειν τὸ δόρυ. ἢ ὅτι Πάλλαντα ἀνεῖλεν, ἕνα τῶν Γιγάντων. D E 2 H J M 1 V Y. ὢ πόπο ι] καὶ φεῦ. |
| 253 [5] | Y. φεῦ φεῦ. E 2 . ἦ δ ή: ἀληθῶς δή. V. ὄντως δή. H 1 M a P Yk. πολλὸν ἀποιχομένο υ: ἐπὶ πολὺ ἀποδημοῦντος. D E 2 H K Ma V. ἢ πολλὸν δεύει, ἐπὶ πολὺ λείπει τούτους τιμωρίαν ὑποσχεῖν. H K M a V. ἀποιχομένο υ] τοῦ ἀπελθόντος. M a. δεύε ι: ἐν τῇ κατὰ Ἀριστοφάνην ἐγέγραπτο „δεύῃ“, ἵν’ ᾖ πρὸς τὸν Τηλέμαχον ὁ λόγος, ἀλλὰ μὴ πολλοῦ δεῖ, καὶ τὸ „πολλόν“ συνάπτηται τῷ „δεύῃ“. |
| 254 [5] | μήποτε δὲ ἄμεινον ᾖ διὰ τοῦ ει γράφειν. καὶ ἔστιν οἷον τῆς ἀρχαίας γραμματικῆς ἕν τι καὶ τοῦτο τῶν ὑπολελειμμένων. H M a Q R. — δεύε ι: ἐνδεῖ, λείπει. ὁτὲ δὲ βρέχει. M a V. ἐλλείπει. ἢ χρείας ἔχεις, ἐνδεέστερος εἶ. M a . ἀπολιμπάνῃ. E 2 k. στερίσκῃ. E 2 M 1 P Y. ὅ κ ε: ὅστις δή. H 1 Q V. ὅστις ἄν. M a V. καὶ οὗτος. Y. ὁ Ὀδυσσεύς. E 2 Y. ἐφεί η: ἐπιβάλλῃ. E 2 M 1 PV. ἐπαγάγοι. M c . ἐπιθεῖτο. k. ἔπεμψεν. D. εἰ γὰρ νῦν ἐλθώ ν: τὰ ἔπη ταῦτα ὅντινα ἔχει λόγον ζητοῦμεν, τὸ „εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι σταίη ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ’ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε“, εἶτα μετ’ ὀλίγον „τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύσ“. |
| 255 [25] | ἄτοπος ἡ εὐχὴ τῆς Ἀθηνᾶς εὐχομένης, εἰ ἔλθῃ ὁ Ὀδυσσεὺς καὶ στῇ ἐν τοῖς μνηστῆρσι τερπόμενος, ἅπαντας ὠκυμόρους γενέσθαι. πῶς γὰρ ἂν ἦν φοβερὸς ὁ εἰς ποτὰ καὶ τέρψιν δείπνων τρέψας τὴν διάνοιαν; πῶς δὲ οὖκ ἄτοπον τῷ Μέντῃ μὲν ὡμοιωμένην τὴν Ἀθηνᾶν, τῷ Ἀγχιάλου παιδί, λεληθότως ἀσεβείας κατηγορεῖν τοῦ πατρός; εἰ γὰρ ὁ Ἶλος θεοὺς σεβόμενος τὸ θανάσιμον φάρμακον οὐκ ἔδωκεν, ὁ δοὺς Ἀγχίαλος ὁμολογουμένως ἂν εἴη ἀσεβής. τὸ μὲν πρῶτον ζήτημα οὕτως ἂν λυθείη. εὔχεται γὰρ αὐτὸν ἰδεῖν ἐν τοῖς μνηστῆρσιν ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τῇ ἡλικίᾳ καὶ τῇ τοῦ σώματος ῥώμῃ τοῖον ἐόντα, οἷον τὰ πρῶτα ἐνόησα παρὰ τῷ Ἀγχιάλῳ ξενιζόμενον. τὸ δὲ λέγειν „πίνοντά τε τερπόμενόν τε“ οὐ τῆς εὐχῆς ἐστι μέρος, τῆς δὲ πρὸς τὸν Ὀδυσσέα πατρικῆς ξενίας ὑπόμνησις. ἐπεὶ γὰρ ὡμοίωται Μέντῃ καὶ ἠρώτηται ὑπὸ Τηλεμάχου „ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι ξένοσ“ [175], καθόλου δὴ λέγει „ξεῖνοι δ’ ἀλλήλων πατρώιοι εὐχόμεθ’ εἶναι“ [187]. κατὰ μέρος δὲ ἐξηγεῖται, ὅτι ἐν οἴκῳ ἡμετέρῳ πολλάκις αὐτὸν εἶδον πίνοντά τε τερπόμενόν τε. τὸ οὖν „τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ’ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ“ οὐκ ἔχει ἀναφορὰν πρὸς τὸ „πίνοντά τε τερπόμενόν τε“, ἀλλὰ πρὸς τὸ τῆς ἡλικίας ῥωμαλέον, οἷος ὤφθη ἐλθὼν τότε. καὶ ἔστι τὸ ἑξῆς, εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, πάντες κ’ ὠκύμοροι γενοίατο πικρόγαμοί τε. ἐνθάδε μὲν οὖν τοιούτου (τοῦ Ὀδυσσέως ἀνδρείου καὶ μετὰ ὅπλων) ὀφθησομένου χρεία· ἐγὼ δ’ ἐν οἴκῳ τῷ ἡμετέρῳ ἐνόησα πίνοντά τε τερπόμενόν τε. D E 2 H M a Q. — εἰ γά ρ: εἴθε γάρ. E 2 H 1 M a P V Yk. — αἲ γά ρ] γρ' καὶ „εἰ γάρ“. M a . νῦ ν] ἀρτίως. M a . ἐλθώ ν] ποθέν. ὁ Ὀδυσσεύς. M a . δόμο υ: οἴκου. H 1 M a V. ἐν πρώτῃσι θύρῃσ ι: ἐν αὐταῖς ταῖς πρώταις θύραις. H 1 M a V. ταῖς αὐλείαις θύραις. E 2 M 1 . —προοικονομεῖ πόθεν ἔσται ἡ μνηστηροκτονία. H M a . σταί η: στῇ. |
| 256 [5] | H 1 V. σταθῇ. M a k. ἔχω ν] φέρων. M a . φορῶν. E 2 . πήληκ α: περικεφαλαίαν. E 2 H 1 M a P 1 Q V Yik. ἀσπίδ α] κρατοῦντα. M a . δοῦρ ε: δόρατα. H 1 M a V. —δυϊκῶς. M a V. τοῖο ς] τοιοῦτος. |
| 257 | E 2 M a . —κατὰ τὴν ἕξιν τοῦ σώματος. E 2 H 1 M a T. μι ν] αὐτόν. M c . τὰ πρῶτ α] κατ’ ἀρχάς. Q. νόησ α: ἐθεασάμην. E 2 P V. εἶδον. E 2 M 1 . οἴκῳ ἐν ἡμετέρῳ πίνοντ α: τὸν ἀγαθὸν πᾶς δείκνυσι καιρός, οἷος ἂν ᾖ ἐν τοῖς ἔργοις. |
| 258 | D E 2 H M a V. τερπόμενο ν] εὐφραινόμενον. M a . Ἐφύρη ς: πόλεως Θεσπρωτίας. |
| 259 [25] | Ἔφυραι δὲ τρεῖς εἰσιν, ἥ τε Θεσπρωτικὴ καὶ ἡ νῦν Κόρινθος καὶ ἡ τρίτη Ἤλιδος. HM a TV. ἐξ Ἐφύρη ς: πόλις Θεσπρωτίας. τέσσαρες δέ εἰσιν, ἥ τε Θεσπρωτική, ἡ νῦν καλουμένη Κόρινθος, ἡ τῆς Ἤλιδος καὶ ἡ κατὰ τὴν Ἤπειρον. D E 2 . Κορίνθου. B E 2 M 1 . ἔστι καὶ ἑτέρα πόλις Ἐφύρη ἡ λεγομένη Βαγνετία. B. ἤγουν τῆς Κορίνθου καὶ τῆς Κερκύρας. n. ἀνιόντ α: ἀνερχόμενον. P V. ἀνελθόντα. M a . πα ρ’] ἀπό. E 2 M 1 . πα ρ ’ Ἴλο υ: τινὲς „Ἴρου“ γράφουσιν, ἐπεὶ καὶ Πρόξενος ἐν Ἠπειρωτικοῖς [fr. 3 Müller] Ἰρόν φησι Μερμέρου παῖδα. H M a . γρ' „Ἴλλου“. k 3 . — πα ρ ’ Ἴλο υ: ἀνωτέρω μὲν γράψαντες λελύκαμεν τὸ πρῶτον ζήτημα τοῦ „σταίη ἔχων πήληκα καὶ δύο δοῦρε“ [256], νῦν δὲ σκοπήσωμέν πως καὶ τὸ δεύτερον τοῦ „παρ’ Ἴλου Μερμερίδαο“. καί φαμεν οὑτωσὶ λύοντες, ὅτι ἀμφότεροι, εἶχον τὸ θανάσιμον φάρμακον, ὅ τε Ἶλος καὶ ὁ Ἀγχίαλος· καὶ εἰ ἦν ἀσεβὲς τὸ διδόναι, ἀσεβὲς ἦν καὶ τὸ κεκτῆσθαι· εἰ δ’ οὐ τοῦτο, οὐδ’ ἀσεβὲς τὸ διδόναι. ἀλλ’ ὁ μὲν Ἶλος οὐκ ἔδωκε, τοὺς θεοὺς φάμενος εὐλαβεῖσθαι, ὁ δὲ Ἀγχίαλος δέδωκεν, οὐδὲ εὐλαβηθεὶς πρὸς τὴν δόσιν, ὅτι οὐδὲ τὴν κτῆσιν. οὔτ’ οὖν αὐτὸς οὔτε ὁ Ἶλος τοὺς θεοὺς εὐλαβήθησαν, ἀλλ’ ὁ μὲν εἰς τὰς ἑαυτοῦ ἀνάγκας οὐκ ᾤετο εἰ ἐκέκτητο ἀσεβεῖν, τὸ δὲ ἄλλοις διδόναι πλημμέλειαν ἔχειν· ὁ δ’ Ἀγχίαλος τὸ δοῦναι Ὀδυσσεῖ φίλῳ ὄντι, ὃν ἴσον ἑαυτῷ τιμᾶν τις ἐχρῆν, οὐκ ᾤετο πλημμελὲς εἶναι. ὧν οὖν ἡ κτῆσις οὐκ ἄδικος, οὐδὲ ἡ τούτων μετάδοσις πλημμελής, εἰ φίλοι εἶεν οἱ λαμβάνοντες· καὶ ὧν ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβής, τούτων ἡ μετάδοσις τοῖς ἄγαν φίλοις οὐ νεμεσητή. διὸ τῷ μὲν Ἴλῳ οὐ μεταδιδόντι ἀπολογία, ὅτι μὴ ἄγαν αὐτὸν εἶχε φίλον, τῷ δ’ Ἀγχιάλῳ μεταδιδόντι οὐδεμία ἀσέβεια· φιλέεσκε γὰρ τὸν Ὀδυσσέα αἰνῶς. H Q. Μερμερίδα ο: Μερμέρου παιδός. H 1 P V. τοῦ υἱοῦ τοῦ Μερμέρου. E 2 M 1 Y. φρονίμου, τοῦ ἐμβάλλοντος μέριμναν τοῖς ἐχθροῖς. E 2 . —Ἶλος ὁ υἱὸς τοῦ Μερμέρου. H. — Μερμερίδα ο: Ἰάσων ἅμα τῇ Μηδείᾳ ἐν Ἐφύρᾳ τῆς Θεσπρωτίας παραγενόμενος ἴσχει Φέρητα, οὗ Μέρμερος, οὗ Ἶλος, οἵτινες ἐβασίλευσαν Θεσπρωτίας, ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος· διὸ φαρμάκων ἐστὶν ἔμπειρος. HT. ᾤχετ ο: ἀπῆλθεν. |
| 260 | M 1 P V. ἦλθε. k καὶ κεῖσ ε] οὕτως ἐκ πλήρους ὁ „καί“ σύνδεσμος. H M a . θοῆ ς: ταχείας. H M a Q V. ἡ „ἐπί“ ἀντὶ τῆς μετά. H. διά. M 1 . ἀνδροφόνο ν: ἄνδρας φονεῦον. |
| 261 [25] | M a V. διζήμενο ς: ζητῶν. E 2 M a P 1 V Y. ψηλαφῶν. E 2 M a . φάρμακον ἀνδροφόνον διζήμενο ς: διὰ τί οὐδαμοῦ τῆς ποιήσεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι τοὺς πολεμίους (εἴτε τοὺς πολεμοῦντας), ἀλλ’ οἱ πολλοὶ τῶν τοξευομένων διασώζονται καὶ τῶν Τρώων καὶ τῶν Ἑλλήνων, ὥσπερ Διομήδης μὲν καὶ τὸν πόδα καὶ τὸν ὦμον βληθείς, Εὐρύπυλος δὲ τὸν μηρόν, Γλαῦκος δὲ τὴν χεῖρα; καὶ διὰ τί ἐν μὲν τῇ Ἰλιάδι οὐδ’ ὅλως τόξῳ χρώμενον ποιεῖ τὸν Ὀδυσσέα, ἀλλ’ ὅτε ἐπὶ τὴν κατασκοπὴν ἐξορμᾷ σὺν Διομήδει „Μηριόνης δ’ Ὀδυσῆι δίδου βιὸν ἠδὲ φαρέτρην“ [Κ 260], ὡς ἂν μηδὲ τόξον ἔχοντι οἰκεῖον, ἐν δὲ τῇ Ὀδυσσείᾳ „φάρμακον ἀνδροφόνον διζήμενον“ ἀπελθεῖν πρὸ τοῦ ἀπόπλου τοῦ εἰς τὴν Ἴλιον αὐτόν φησιν „ὄφρά οἱ εἴη ἰοὺς χρίεσθαι“, καὶ τυχεῖν αὐτοῦ παρὰ Ἀγχιάλου, „ἀλλὰ πατήρ οἱ δῶκεν ἐμόσ“; καὶ οἱ μέντοι [ἑταῖροι] ἐν τῇ Ὀδυσσείᾳ τόξοις χρώμενοι, [ὡς] ποιεῖ ἐν τῷ ἀπολόγῳ· λέγει γὰρ „αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθ’ ἐκ νηῶν“ [ι 156]· αὐτός τε παρὰ τοῖς Φαίαξιν ὑπάρχων αὐχεῖ ἐφ’ ἑαυτοῦ λέγων „εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· πρῶτός κ’ ἄνδρα βάλοιμι“ [θ 215] καὶ τὰ ἑξῆς. ῥητέον οὖν ὅτι ταῦτα πάντα πρὸς κατασκευὴν τοῦ μεγίστου ἀγῶνος, τῆς μνηστηροφονίας· αὐτὸς μὲν γυμναζόμενος ἐν τῇ ἐπανόδῳ, ἵνα φανῇ τηρήσας τὴν ἰδίαν ἕξιν, αὐχῶν δὲ πάντων προφερέστατος εἶναι τῶν ἀνθρώπων [θ 221], ἵνα μὴ ἐξαίφνης οἰηθῶμεν τοξότην αὐτὸν ἄριστον ἐν τῇ μνηστηροφονίᾳ γενέσθαι, ἀπιθάνου ὄντος πάντας τοὺς τιτρωσκομένους εἰς ὅ[τι] δήποτ’ οὖν μέρος τοῦ σώματος παραχρῆμα διαφθείρεσθαι, πεφαρμακευμένους προκατασκευάζει τοὺς ὀϊστούς, ἵνα τοῦτο συμβαίνῃ λέγοντι αὐτῷ „βάλλεο τιτυσκόμενος, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον“ [χ 118]. ὅταν οὖν τὰ βέλη ἐν τῇ Ἰλιάδι κοινῶς τε πικρὰ καὶ πευκεδανὰ λέγῃ καὶ ἐχεπευκῆ, [οὐ] πάντως διὰ τὸ φαρμάκῳ κεχρῖσθαι ἀκουστέον—οὐδαμοῦ γὰρ τοῦτο ἐν τῷ Ἰλιακῷ πολέμῳ ἐπεσημήνατο—, διὰ δὲ τὸ τὰς ἐξ αὐτῶν πληγὰς ἐπωδύνους εἶναι, καθὰ καὶ τὸν πόλεμον πευκεδανὸν ἔφη καταχρηστικῶς, ἐπώδυνον βουλόμενος ἐμφανίσαι, „ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο“ [Κ 8]. T. ο ἱ: αὐτῷ. M a P V Y. ὄφρά οἱ εἴ η: γρ' „ἤν που ἐφεύροι“. M a . Ζηνόδοτος „ὄφρα δαείη“. ἐλέγχεται δὲ ἐκ τοῦ ἑπομένου „ἀλλὰ πατήρ οἱ δῶκεν“· οὐ γὰρ ἕπεται τὸ διδάσκειν τῷ δοῦναι, ἀλλ’ ἡ χρῆσις τῇ δόσει παρέπεται. H K M a T. —ὑπάρχοι δυνατόν. M a . ἰού ς: βέλη. |
| 262 [15] | V Yk. χρίεσθα ι] χρίειν. E 2 M c . ἀλείφεσθαι. M a k. ἰοὺς χρίεσθα ι: προπαρεσκεύασεν ἵνα μὴ ζητῶμεν, πῶς ἀπὸ μιᾶς πληγῆς ἀναιροῦνται οἱ μνηστῆρες. E 2 H M a Q T V Y. ἰοὺς χρίεσθαι χαλκήρεα ς: ἐζήτηται πῶς ἐν μὲν τῇ Ἰλιάδι οὔτε τοὺς ἥρωάς φησι χριστοῖς χρῆσθαι βέλεσι· τῶν γὰρ τοξευθέντων πολλοὶ σώζονται· οὔτε τὸν Ὀδυσσέα τόξῳ χρῆσθαί φησιν. ἀμέλει ἐν τῇ Δολωνείᾳ παρὰ Μηριόνου κίχραται τόξον [Κ 260], καὶ πάλιν „τὸ δ’ οὔ ποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμον δὲ ᾑρεῖτο“ [φ 38]. ἐν δὲ τῇ Ὀδυσσείᾳ καὶ περὶ τῶν χριστῶν ἰῶν φησι καὶ „αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθ’ ἐκ νηῶν“ [ι 156] καὶ „εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι“ [θ 215]. δῆλον οὖν ὅτι προκατασκευάσματα τῆς μνηστηροκτονίας εἰσὶ καὶ τοῦ λέγειν „ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί, τόφρ’ ὅγε μνηστήρων ἕνα γ’ αἰεὶ ᾧ ἐνὶ οἴκῳ βάλλε τιτυσκόμενος, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον“ [χ 116]· ἦν γὰρ τὸ βέλος οὐ μόνον διὰ τοῦ σιδήρου, ἀλλὰ καὶ διὰ τοῦ φαρμάκου ἀναιροῦν· ὅθεν οὐδὲ δέονται δευτέρας πληγῆς. D E 2 H K M a Q. χαλκήρεα ς: χαλκῷ ἡρμοσμένους. H 1 M 1 Q V Y. χαλκοῦς. k. —τὸ δὲ „χαλκήρεασ“ οὐκ ἔστι σύνθετον, ἀλλὰ παράγωγον. T. ὁ] ἐκεῖνος. M a . οὗτος. Y. —ὁ Ἶλος. E 2 M a Y. οἱ] αὐτῷ. Y. ἐπε ί] διό. |
| 263 [5] | E 2. θεού ς] φιλίαν. M a . τὴν παρ’ αὐτῶν νέμεσιν. Y 2 . ἤγουν τοὺς χρηστοὺς καὶ ἀγαθοὺς καὶ φρονίμους ἀνέρας νεμεσίζετο. Y. νεμεσίζετ ο: ἐσέβετο. E 2 H M a V. ἐνετρέπετο. H M a V. ᾐδεῖτο. D E 2 P 1 . ηὐλαβεῖτο. D. ἢ νεμεσητὸν ἡγεῖτο. E 2 . ἐφοβεῖτο. Y 2 . ᾐσχύνετο. k. αἰὲν ἐόντα ς: [δʹ] δόξαι φέρονται περὶ τοῦ κόσμου, ὧν ἡ μὲν γενητὸν καὶ φθαρτὸν τοῦτον ὑποτίθεται· ἡ δὲ γενητὸν μέν, ἄφθαρτον δέ· ἡ δὲ ἀγένητον μέν, φθαρτὸν δέ· ἡ δὲ ἀγένητον καὶ ἄφθαρτον, ἧς δόξης φαίνεται εἶναι καὶ Ὅμηρος· διὸ καὶ τοὺς θεούς, ἤτοι τὰ στοιχεῖα, „αἰὲν ἐόντασ“ λέγει. D E 2 . πατή ρ] ἤγουν ὁ Ἀγχίαλος. |
| 264 [10] | E 2 P 1 Y. ο ἱ] αὐτῷ. M a . Πορφυρίου· ἀλλὰ πατήρ οἱ δῶκεν ἐμό ς: καὶ πῶς αὐτὸς ἐκέκτητο εὐσεβὴς ὤν; φασίν· ἀλλ’ ὁ μὲν Ἶλος εἰς τὰς ἰδίας ἀνάγκας οὐκ ᾤετο τὴν κτῆσιν ἀσεβῆ. D E 2 H K M a Q T. ὁμοίως δὲ καὶ ὁ Ἀγχίαλος ἀπολογίαν ἔχει· οὐ γὰρ ξένῳ, φησί, παρεῖχεν, ἀλλ’ ἰσαδέλφῳ ἀνδρί, δηλονότι τὰς χρείας οἰκειούμενος τοῦ γνησίου φίλου, καὶ διὰ τὸ ὑπερβάλλον τῆς φιλίας παρέβη τὸ εὐσεβὲς καὶ τὸ ἰδίᾳ συμφέρον. H K M a Q T. Πορφυρίου· ἀλλὰ πατήρ οἱ δῶκεν ἐμό ς: πῶς οὐκ ἄτοπον τῷ Μέντῃ μὲν ὁμοιουμένην τὴν Ἀθηνᾶν λεληθότως ἀσεβείας κατηγορεῖν τὸν πατέρα; εἰ γὰρ ὁ Ἶλος θεοὺς σεβόμενος τὸ θανάσιμον οὐκ ἔδωκε φάρμακον, ὁ δοὺς Ἀγχίαλος ὁμολογουμένως ἂν εἴη ἀσεβής. ἀλλ’ ἔχει μὲν καὶ οὗτος ἀπολογίαν ὁμοίαν τῷ Ἴλῳ· οὐ γὰρ ξένῳ, φησί, παρεῖχεν, ἀλλ’ ἰσαδέλφῳ ἀνδρί, δηλονότι τὰς χρείας οἰκειούμενος τοῦ γνησίου φίλου· ὧν γὰρ ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβής, τούτων ἡ μετάδοσις τοῖς ἄγαν φίλοις οὐ νεμεσητή. D E 2 . φιλέεσκε γὰρ αἰνῶ ς: καὶ οἶδεν ὅτι κατ’ ἐχθρῶν χρήσεται. E 2 H 1 M a V. —ἐφίλει. M a . αἰνῶ ς] λίαν. D M a Yk. τοῖο ς] ἐπανάληψις. |
| 265 | M a . —εἴθε. M c P. εἰ. Y. ἐάν. M 1 n. ἐώ ν] ὑπάρχων. M a . μνηστῆρσι ν] σύν. P. ὁμιλήσειε ν: συναναστραφείη. E 2 H K M a P Vk. πολεμήσειεν. Y. κ’] ἄν. |
| 266 [5] | M c . ὠκύμορο ι] ταχυθάνατοι. E 2 M a k. γενοίατ ο: γένοιντο. H V. ἐγένοντο. M a . καὶ φύσιν εἶχον γενέσθαι. M c . πικρόγαμο ι: ἐπὶ κακῷ τῷ ἑαυτῶν τὸν γάμον τοῦτον μνηστευόμενοι. E 2 HM a V. πικρογάμους λέγει γενέσθαι τοὺς μνηστῆρας ὡς βιαζομένους τὴν τοῦ Ὀδυσσέως γυναῖκα πρὸς γάμον καὶ φονευθησομένους. H. ἀλ λ ’ ἤτο ι] ἀπόθεσις. |
| 267 [5] | P 1 Y. —ἀλλὰ δή. H M a . θεῶν ἐν γούνασι κεῖτα ι: ἐν τῇ τῶν θεῶν ἐξουσίᾳ (καὶ γνώμῃ καὶ ἰσχύϊ) ἐστίν. M a V. γούνασι κεῖτα ι: ἐν ἰσχύϊ, ἐν δεήσει. T. ἐν τῇ ἰσχύϊ, ἐν τῇ ἐξουσίᾳ. H Q. ἐπιμελείαις. E 2 . ἐν ταῖς διανοίαις. Y. ταῖς τῶν ἀστέρων κινήσεσιν· ἀπὸ γὰρ τῆς τῶν ἀστέρων κινήσεως γίνονται τοῖς ἀνθρώποις τὰ εἱμαρμένα. P Y. ἤ κεν νοστήσα ς: καλῶς εἰς ἀμφιβολίαν κατέστησε τὸν λόγον ἐπεγείρουσα τὸ μειράκιον. |
| 268 [5] | δῆλον δὲ ἐκ τῆς ἐπιφορᾶς „σὲ δὲ φράζεσθαι ἄνωγα“, δηλονότι μὴ περιμένοντα ἐκεῖνον. D E 2 H M a Q T. —οὐδὲ εἷς η περισπᾶται. H. —ἐὰν ἄρα. M a . νοστήσα ς] ὑποστρέψας. M a . ἀποτίσετα ι: τιμωρίαν (καὶ κόλασιν) εἰσπράξεται. E 2 H P Q V Yk. τιμωρήσεται. M 1 . αὐτοῖς ἀποδῷ. M a . οὐκ ί] οὐδαμῶς. M a . —Ἰωνικόν. E 2 . οἷσιν ἐνὶ μεγάροισ ι] οὐ τοῖς ἰδίοις ἔλθῃ οἴκοις. |
| 269 | M a . φράζεσθα ι] βουλεύεσθαι. HM a k. σκέπτεσθαι H. ἄνωγ α: κελεύω. H 1 V. παρακελεύω. M a . ὅππω ς] ὅπως. |
| 270 [5] | P 1 . ἵνα. P. πῶς. M a k. κ ε] ἄν. M a . ἀπώσεα ι: ἀπωθήσεις, ἐκβαλεῖς. HM a QV. ἀποδιώξῃς. k. ὅππως κεν μνηστῆρας ἀπώσεα ι: τὸ τὴν Ἀθηνᾶν παροτρύνειν τὸν Τηλέμαχον εἰς ἀποσόβησιν τῶν μνηστήρων οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις, ὑπὸ δὲ τῆς οἰκείας φρονήσεως ὁ Τηλέμαχος παρωτρύνθη τοὺς μνηστῆρας ἀποσοβῆσαι. D E 2 . μεγάροι ο: τοῦ οἴκου, τῆς οἰκίας (σου). M a V. εἰ δ ’ ἄγε νῦν ξυνίε ι] εἰ δὲ βούλει, ἄγε νόει· λείπει γὰρ τὸ βούλει κατὰ Ἀττικῶν συνήθειαν. |
| 271 [5] | H. εἰ δὲ θέλεις καὶ βούλει. M a . ἀντὶ τοῦ εἶα. E 2 . νῦ ν] δή. M a Q. ξυνίε ι: νόησον. E 2 H 1 K M a P 1 Q V Y. ἄκουσον. E 2 M 1 V. πρόσεχε. M a . ξύνεσιν λαβέ. T. σύνες. k 2 . ἐμπάζε ο: ἐπιστρέφου. E 2 H 1 H M a Q V Y. καὶ ἐπιστροφὴν ποιοῦ. D K P 1 Tk 3 . ἀντὶ τοῦ μνείαν ποιοῦ. H. ἀντὶ τοῦ ἐπίνοιαν ποιοῦ. Q. ἀντιποιοῦ. H V Y. φρόντιζε. H K M 1 V Y. εἰς νοῦν βάλλε, ἀναλογίζου. k 3 . αὔριον εἰς ἀγορή ν: ψιλωτέον τὸ „αὔριον“· ἡ γὰρ αυ δίφθογγος πρὸ συμφώνου ψιλοῦται, αὐλός, αὔρα. |
| 272 [5] | ἀμέλει τὸ αὕω τὸ δηλοῦν τὸ ξηραίνω δασύνεται, τὸ δὲ αὔω τὸ φλογίζω ψιλοῦται. D E 2 H M a . εἰς ἀγορή ν: ἵνα ἔχῃς μαρτυροῦν τὸ πλῆθος τῇ ἐκείνων δικαίᾳ κολάσει. E 2 H M a Q T. ἥρωα ς] τοὺς Ἰθακησίους. H Q. μῦθο ν] λόγον. |
| 273 | M a . πέφραδ ε: εἰπέ. H 1 M 1 P Q V Yk. ἐπίλεγε. H. ἐπιμάρτυρε ς] ἐπὶ τοῦτο μάρτυροι. k. ἔστω ν: ἔστωσαν. M a V Y. ὑπαρχέτωσαν. H M a P Q V. —Ἀττικόν. E 2 . μνηστῆρα ς] καὶ τούς. |
| 274 | M a . σφέτερ α: τὰ ἴδια. E 2 H 1 K M 1 P 1 V Y. —δώματα δηλονότι. T. οἰκημάτια. k. σκίδνασθα ι: σκορπίζεσθαι. E 2 H 1 M 1 P 1 Q V Y. σκορπισθῆναι. k. ἄνωχθ ι: κέλευε. H 1 Q V. κέλευσον. M c k. μητέρα δ’ , εἴ οἱ θυμό ς: τῇ ἀρχαίᾳ συνηθείᾳ ἐγέγραπτο ΜΕΤΕΡ ἀντὶ τοῦ ΜΗΤΗΡ. |
| 275 [10] | τοῦτο ἀγνοήσας τις προσέθηκε τὸ α . ἢ στικτέον εἰς τὸ „μητέρα δέ“ ὑποκρινομένους τὸν διασκεπτόμενον. D E 2 H M a V Y. μητέρα δ’ , εἴ οἱ θυμό ς: τὸ μὲν ἀκόλουθον ἦν οὕτως· μητέρα δ’, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἀπόπεμψον εἰς μέγαρον πατρός. ἡ δὲ ἐσχημάτισε τὸν λόγον· τὴν δὲ μητέρα, εἰ αὐτῇ ἐφορμᾶται ὁ θυμὸς γαμεῖσθαι, αὐτὴ ἀπίτω εἰς τὸ μέγαρον. οὐ γὰρ ἂν ἑτοίμως ἐδέξατο ὁ νεανίσκος ἐκδιῶξαι τὴν μητέρα. D E 2 H M a Q T. ἡ μήτηρ δέ. E 2 . περὶ τῆς. M a . ἄνωγε. Y. —μήτηρ μὲν Πηνελόπης Ἀστεροδία, ἀδελφοὶ δὲ Πολύμηλος, Δαμάσικλος, καὶ Λαοδίκη ἡ ἀδελφὴ αὐτῆς. HM a . ε ἴ] ἐάν. Y. ο ἱ] αὐτῆς. M a Y. θυμό ς] ἡ ψυχή. M a . τὸ θέλημα. Y. ἐφορμᾶτα ι: ἐπιθυμεῖ. H 1 M a V. προθυμεῖ. H Q. προΐεται. M a V. πορεύεται. P. βούλεται. k. γαμέεσθα ι: γαμηθῆναι. H V. πρὸς γάμον ἐλθεῖν. M a . ἄ ψ: ἐπίρρημα συντακτικὸν καὶ καιροῦ παραστατικόν, πάλιν, εἰς τοὐπίσω καὶ ἐκ δευτέρου. |
| 276 [10] | V. —ὀπίσω, καὶ ἀποκοπῇ τοῦ ω ὄπις, καὶ συγκοπῇ τοῦ ι ὄπς, καὶ τροπῇ τοῦ ο εἰς α καὶ τοῦ π καὶ ς εἰς ψ ἄψ. B. εἰς τὰ ὀπίσω. M a Yk. ἴτ ω: ἀπίτω. V. ἀπερχέσθω. P V. ἐπανερχέσθω. H Q. πορευέσθω. H V. ἀντὶ τοῦ ἀπόπεμψον αὐτὴν καὶ πορευέσθω. E 2 . πορευθήτω. M a . ἐς μέγαρο ν] εἰς τὸν οἶκον. M a P 1 Y. πατρό ς] τοῦ Ἰκαρίου. M 1 k. μέγα δυναμένοι ο· μέγα ἰσχύοντος ἐν τῷ ἐκδοῦναι. M a V. μέγα δυναμένου ἐν τῷ γάμῳ τῆς θυγατρός, οἷον πολλὴν οὐσίαν ἔχοντος καὶ μέγα ἰσχύοντος ἐν τῷ ἐκδοῦναι. D E 2 H M a Q T Yk. —ἐκτατέον τὸ υ διὰ τὸ μέτρον. H M a T. ο ἱ] οὗτοι. |
| 277 [10] | M a . —οἱ γονεῖς. Y. οἱ δὲ γάμο ν: συνεκδοχικῶς οἱ περὶ τὸν πατέρα καὶ τὴν μητέρα Ἀστεροδίαν. ἀδελφοὶ δὲ αὐτῆς Πολύμηλος, Ἀμάσικλος καὶ Λαοδίκη. D E x . τεύξουσ ι: ποιήσουσι. E 2 M a V. κατασκευάσουσιν. M a P V Yk. παρασκευάσουσιν. H. ἀρτυνέουσ ι: ἑτοιμάσουσιν. H K M a Q V. πληρώσουσιν. k 2 . παρασκευάσουσι. E x k 3 . δώσουσιν. Y. ἕεδν α: δῶρα τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ. M a V Y. ἕδνα τὰ διδόμενα δῶρα ὑπὸ τοῦ μνηστῆρος. H. προῖκα. K M 1 P Y. —ἄλλως. τὰ δωρούμενα δῶρα ὑπὸ τῶν νυμφίων ἕεδνα, τὰ δὲ ὑπὸ τῶν πατέρων „μείλια“ [Ι 147]. M a . „ἕεδνα“ λέγει τὰ διδόμενα ὑπὸ τῶν νυμφίων (παρὰ τὸ ἕδραν καὶ παραμονὴν προξενεῖν τῇ νύμφῃ), τὰ δὲ ὑπὸ τῶν πατέρων „μείλια“. D E 2 H Q T. ἕδνα τὰ διδόμενα δῶρα ὑπὸ τοῦ γαμοῦντος τῇ γυναικί· φερναὶ δὲ τὰ ὑπὸ τῆς γυναικός, παρὰ τὸ φέρειν εἰς εὐνήν. D E 2 . —καὶ ἄλλως. εἴρηται δὲ „ἕεδνα“ τὰ τὴν ἕδραν καὶ παραμονὴν προξενοῦντα τῇ νύμφῃ. H M a Q T. ἀπὸ τοῦ ἥδω τὸ εὐφραίνω, τὰ ἡδονὴν ἐμποιοῦντα. B. —τὸ „ἕεδνα“ δασύνεται ὡς ἕερσα. H. δασύνεται δὲ τὸ „ἕεδνα“ ὡς τὸ ἕερσα. M a . μά λ’] λίαν. |
| 278 [5] | M a . ἔοικ ε: προσήκει. H 1 M a V. πρέπει. E x H M 1 V. ἁρμόζει. Q. ἐνδέχεται. k. ἐπ ί] μετά. E x . παιδό ς] νύμφης. P. ἕπεσθα ι: ἀκολουθεῖν. H M a P. —γρ' „ἔσεσθαι“. k. ἐν τῇ κατὰ Ῥιανὸν οὐκ ἦν ὁ στίχος. H M a . σοὶ δ ’ αὐτ ῷ: τὰ μὲν γὰρ πρῶτα περὶ τῆς κλήσεως ἦν καὶ τῶν μνηστήρων καὶ τῆς μητρός, τὰ δὲ ἑξῆς πρὸς αὐτὸν μόνον, ὅσα ἔμελλεν ὠφεληθήσεσθαι ἐκ τῆς ἀποδημίας συντυχὼν τοῖς πρεσβυτέροις ἀνδράσιν. |
| 279 [5] | D E 3 H M a Q T. πυκινῶ ς: πυκνῶς. H M a V. συνεχῶς. E 3 M a . φρονίμως. M 1 Pk 2 . συνετῶς. HTVk 3 . ὑποθήσομα ι: συμβουλεύσω. E 3 HKQVY. συμβουλεύσομαι. DM a k. —παραινέσεις. Y. α ἴ] ἐάν. M c . πίθηα ι: πεισθῇς. M 1 V. ἀκούσῃς. E 3 . πεισθήσῃ. H. ὑπακούσεις. k. —Ἰωνικόν. E 3 M 1 . ἄρσα ς: ἁρμόσας. |
| 280 [5] | E 3 H K M 1 P Q V Yk. εὐτρεπίσας. E 3 H K M a Q V Y. —ψιλωτέον τὸ „ἄρσασ“. H. ἐρέτῃσ ι: ἐρέταις. V. κωπηλάταις. M a V Yk. —σύν. P. ἐν. E 3 . ἤγουν ἡ ἔχουσα κʹ κωπηλάτας. Y. ἐείκοσι ν: εἴκοσιν. M a V. ἥτι ς] ναῦς. Y. ἀρίστ η] βελτίστη. M a . —ἐστί. P Y. ἔρχε ο: ἀπέρχου. |
| 281 [5] | H M a V. πευσόμενο ς: ἀκουσόμενος. E 3 M a V. μαθησόμενος. M a . μανθάνων. H 1 Y. ἐρωτήσων. k. πατρό ς] λείπει ἡ περί. H P 1 Q. δή ν] κατὰ πολύ. M c . ἐπὶ πολύ. E 3 . πολὺν ἤδη χρόνον. M a k. οἰχομένοι ο: ἀποδημοῦντος. E 3 H M a P 1 Q V Y. ἀπόντος. k. ἤν τι ς: ἐάν τις. |
| 282 [5] | H M a P V. ὅπως. E 3 . το ι] σοι. M 1 Y. βροτῶ ν] ἀπό. E 3 . ὄσσα ν: τὴν ἐκ θεῶν κληδόνα. D E 3 H J M a Q V. κληδόνα καὶ φήμην. H M a P Q V Y. περὶ (τῶν) ἀγνοουμένων. D E 3 H J M a V. μαντείαν τινά. Kk. ἢ ὄσσαν ἀκούσῃς ἐκ Διό ς] ἢ ἀκούσῃς τι ἀπὸ συνετοῦ. E 3 . ἐκ Διό ς] εἱμαρμένης. |
| 283 [5] | P T Y. ἢ ἀέρος. T. — ἢ ὄσσαν ἀκούσῃς ἐκ Διό ς: τὰς γὰρ φήμας εἰς Δία ἀναφέρουσιν. ὅθεν καὶ πανομφαίου Διὸς ἱερόν, εἰς ὃν πᾶσα φήμη καὶ κληδὼν ἀναφέρεται. D E 3 H J M a Q T. ἥτ ε: ἥτις. V. —ἡ ὄσσα. Yk. ἥτε μάλιστ α: ἥτις κληδὼν καὶ φήμη τῶν ἀγνοουμένων δόξαν φέρει. M a T. μάλιστ α] ἐξαιρέτως. M a . λίαν. Y. κλέο ς: νῦν κληδόνα, τουτέστι κλέος καὶ δόξαν. H V. κληδόνα, φήμην. ἀπὸ τοῦ κλῶ τὸ καλῶ. E 3 . πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖο ν: οὐκ ἀποδέχονταί τινες τῆς Ἀθηνᾶς τὴν ὑποθήκην ἐκπεμπούσης Τηλέμαχον, ὅτε ἦν ἐν μεγίστοις κινδύνοις ἡ οἰκία, πρὸς τὴν ἄπρακτον ζήτησιν τοῦ πατρός, τῶν μνηστήρων ἑτοίμων ὄντων καὶ βίαν προσφέρειν τῇ Πηνελόπῃ διὰ τὴν πολυχρόνιον μνηστείαν, τῆς δὲ οἰκίας οὐκ ἐχούσης τὸν προϊστάμενον ἄνδρα· καὶ ὅμως ὑπαιτίου οὔσης τῆς συμβουλῆς οὐκ ὀκνεῖ ἡ Ἀθηνᾶ λέγειν „σοὶ δ’ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι“ [279], ἐπαινοῦσα ὡς σοφὴν τὴν τοιαύτην παραίνεσιν. |
| 284 [45] | ἢ δεικτέον τὸ σοφὸν τῆς εἰς ἀποδημίαν ἀποστολῆς, ἢ ἀλόγου οὔσης ὑποθήκης ἄτοπος ὁ τοιαῦτα θεοῖς ἀνατιθεὶς νοήματα. φαίνεται τοίνυν Ὅμηρος ἀδύνατον νομίσαι ἄνδρα ὑπὸ γυναικὶ τεθραμμένον, εἰ καὶ σωφρονεστάτη εἴη, καὶ ἐν οἴκῳ κατακεκλειμένον πλήρει ὑβριστῶν ἀνθρώπων, ἐν θεραπαίναις τε ἀσελγέσιν ἐναυξόμενον καὶ νήσῳ μικροπρεπεῖ καὶ ἀβασιλεύτῳ πολὺν χρόνον, κινδύνων τε ξενικῶν μὴ εἰληφότα πεῖραν, μηδὲ μετασχόντα ἀηδιῶν καὶ ἀγωνιάσαντα—ἐν ὅσαις ἀδημονίαις γέγονε Τηλέμαχος προσιέναι μέλλων Νέστορί τε καὶ Μενελάῳ καὶ Ἑλένῃ—φαίνεται οὖν μὴ τοιοῦτον ἄνδρα δυνηθῆναι νομίσαι ἀρετῆς ἄλλως πως μετασχεῖν. διὸ πρόφασιν μὲν ἔχει ἡ ἀποδημία περὶ ἐξετάσεως τοῦ πατρός, σκοπὸς δέ ἐστι τῇ συμβουλευούσῃ Ἀθηνᾷ παίδευσις, ἀφ’ ἧς ἤμελλεν ἔσεσθαι ὃ προὔθετο μάλιστα ἡ θεός· καὶ ἐρεῖ [93] „πέμψω δ’ ἐς Σπάρτην τε—παρὰ ξανθὸν Μενέλαον [285]—καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ, ἠδ’ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν“. εἰ μὲν [οὖν] ἡ πρόφασις ἐξέτασιν εἶχε πατρὸς ἐπανόδου, σκοπὸς δ’ ἦν ταύτης παίδευσις, ἀφ’ ἧς τὸ „κλέος ἐν ἀνθρώποισι“ γίνεται, εἴη ἂν θεία ἡ παραίνεσις καὶ τῇ Ἀθηνᾷ πρέπουσα· μένων δ’ ἐν Ἰθάκῃ ἀπαίδευτος ἢ τῶν μνηστήρων εἴχετο καὶ προὔδωκεν ἂν τὸν οἶκον, ἢ ἐπιτιθέμενος αὐτὸς ἀπώλετο ἂν μόλις τοῦ Ὀδυσσέως δι’ ὑπερβολὴν φρονήσεως καὶ ἐμπειρίας δυνηθέντος αὐτοῖς δολίως ἐπιθέσθαι, ἄξιός τε οὐκ ἂν τοῦ πατρὸς ἐγένετο μή τί γε παρὰ τῶν συστρατευσάντων πυθόμενος περὶ τῶν ἐκείνου πράξεων· διὸ καὶ συνεῖναι αὐτῷ ἐλθόντι κωλυόμενος πεπαίδευται ἤδη, καὶ οἶδε πῶς προσενεχθῇ τῷ πατρὶ ἀφ’ ὧν ἀκήκοε περὶ αὐτοῦ διηγημάτων. τόν τε περὶ τῆς μητρὸς φόβον καὶ ὅλως τὸν περὶ τοῦ οἴκου τὸ μέν τι ἡ Πηνελόπη ἐξέλυσεν ἱκανὴ οὖσα περιγενέσθαι τῷ φρονήματι τῆς τῶν μνηστήρων ἀνοίας, τὸ δέ τι καὶ ἡ Ἀθηνᾶ ἠσφαλίσατο τὸν δῆμον ἐπαναστῆσαι συμβουλεύσασα κατὰ τῶν μνηστήρων διὰ τῆς κατὰ τὴν ἐκκλησίαν ὧν δρῶσιν εἰς τὴν οἰκίαν μηνύσεως „ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσίν, οὐδέ ποθ’ ἡμετέρη ἀγορὴ γένετ’ οὐδὲ θόωκοσ“ [β 27 et 26], ὥστε πᾶς ἔλαβε τὸ μέγεθος τῆς τῶν μνηστήρων ἀδικίας. καὶ δημηγορήσαντος Τηλεμάχου τοσαύτη ἐπιστροφὴ γίνεται ὥστε ἐπειπεῖν ὡς „οἶκτος δ’ ἕλε λαὸν ἅπαντα“ [β 81] καὶ φοβηθέντας τοὺς μνηστῆρας λέγειν [β 85] „Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπας ἡμέας αἰσχύνων, ἐθέλεις δέ κε μῶμον ἀνάψαι“, καὶ ἄλλους δ’ ἐπὶ τῆς ἐκκλησίας φάναι [β 166] „πολλοῖσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται, οἳ νεμόμεσθ’ Ἰθάκην εὐδείελον. ἀλλὰ πολὺ πρὶν φραζώμεσθ’ ὥς κεν καταπαύσομεν· ἠδὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν“. ἡ δὲ πρόφασις ἐν τῇ ἐκκλησίᾳ ῥηθεῖσα τῆς ἀποδημίας οὐδὲν καινοτομεῖ· τί γάρ φησι; [β 210] „ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ’ ἀγορεύω· ἤδη γὰρ τά γ’ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. ἀλλ’ ἄγε μοι δότε νῆα θοήν“· καὶ εἰπὼν τὴν αἰτίαν, δι’ ἣν ἀποπλεῖν μέλλει, ἐπάγει [β 218] „εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, ἦ τ’ ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν“ καὶ τὰ ἑξῆς. οὕτως τοίνυν ἡ ὑπόθεσις ὡς καὶ αὐτῶν ἐπὶ συμφέροντι γενομένης τῆς ἀποδημίας πεπεῖσθαι δοκούντων (ὅτι τέθνηκε), καὶ πρῶτον μὲν ὅτι οὐκ ἀποδημήσει ἐλπιζόντων, ἔπειτα δ’, εἰ καὶ ἐκτελέσειε τὴν ὁδόν, ὅτι πεισθήσεται ὅτι τέθνηκεν αὐτῷ ὁ πατήρ, πεισθεὶς δὲ τὴν μητέρα ἐκδώσει, μηδὲν δ’ ἐγχείρημα ἐποίσει τῶν ἀτόπων εἰς τὸν οἶκον. ἔπειτα δ’ οὐκ ἦν σκοπὸς βιάσασθαι τὸν γάμον—οἱ γὰρ ἄλλοι ἠμύναντ’ ἂν τὸν βεβιασμένον—, ἀλλὰ προκριθῆναι ὑπὸ τῆς μνηστευομένης τῶν γονέων αὐτὸς ἕκαστος ἠξίου, ἵν’ οὕτως οἱ λοιποὶ παύσωνται τῆς μνηστείας. πολὺν δὲ χρόνον ἡ ἀποδημία λανθάνει τοὺς μνηστῆρας· αἰσθάνονται γὰρ ὁπηνίκα Νοήμων ὁ τὴν ναῦν χρήσας Τηλεμάχῳ πάρεστιν ἐρωτῶν αὐτοὺς περὶ τῆς ἐκείνου ἀπουσίας, καὶ φοβερὸς αὐτοῖς ἀποδημήσας γίνεται, ὡς βουλεύσασθαι περὶ τῶν καθ’ ἑαυτοὺς μᾶλλον ἢ περὶ τοῦ γάμου. ὥστε καὶ περιέσπασε μᾶλλον ἡ ἀποδημία εἰς ἄλλα ἀπὸ τῆς κατὰ Πηνελόπην βίας, ἐξεῖλε δὲ καὶ αὐτὸν ἀπὸ τῶν κινδύνων, οὓς πολλάκις ἂν ὑπέστη μετ’ αὐτῶν πάντα χρόνον διατρίβων. |
| 284 (50) [65] | ὡς γὰρ τὰ τελευταῖα, ὅτε ἐπανῄει τε καὶ ἐπανῆλθεν, ἐπιβουλεύοντες διετέλουν, οὕτως ἂν παρόντι καθ’ ἡμέραν τὴν πεῖραν προσλαβόντες ἔδρασαν ἄν τι τῶν ἀνηκέστων. διὰ πάντων οὖν φαίνεται ἡ ἀποδημία ἀναγκαία καὶ κρείττων καὶ πολλῷ ἀσφαλεστέρα τῆς ἐν Ἰθάκῃ ἐκδιαιτήτου μετὰ τῶν μνηστήρων διατριβῆς· τὸ γὰρ λέγειν ὅτι, ἵνα ἐντύχῃ τῷ πατρὶ καὶ τοὺς ἀγροὺς ἴδῃ, διὰ τοῦτο αὐτὸν ἡ Ἀθηνᾶ ἀποδημῆσαι πεποίηκε, ψεῦδος· καὶ γὰρ καὶ μὴ ἀποδημήσας ὑπερόριος, ἐν δὲ τοῖς ἀγροῖς γενόμενος ἐνέτυχεν ἂν τῷ πατρί. καὶ οὐχ ἵνα ἐντύχῃ τῷ Ὀδυσσεῖ, ἀποδημῆσαι αὐτὸν πεποίηκεν ἡ Ἀθηνᾶ, ἀλλὰ μᾶλλον ἐκ τῆς ἀποδημίας διὰ τοῦτο θᾶττον εἰς τὴν πατρίδα ἐπανήγαγεν. D H. πρῶτα μὲν ἐς Πύλο ν: πέμπει αὐτὸν παιδευθησόμενον παρὰ τοῦ Νέστορος· οὗτος γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· εἶτα εἰς Σπάρτην πρὸς Μενέλαον· οὗτος γὰρ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανήλυθε νεωστί· κοινῶς δὲ δοξασθησόμενον διὰ τὴν ἀναζήτησιν τοῦ πατρός. D E 3 . πρῶτα μὲν ἐς Πύλο ν: πέμπει αὐτὸν παιδευθησόμενον καὶ ἅμα ἔνδοξον ἐσόμενον, ἐπεὶ διὰ πατέρα ἀπεδήμησεν. H T V Y. πρῶτα μὲν ἐς Πύλον ἐλθ έ: διὰ τί δὲ πρῶτον αὐτὸν ἐς Πύλον πέμπει; παιδευθησόμενον αὐτὸν ὡς Νέστορα πέμπει. περὶ δὲ τῆς ἀποδημίας Τηλεμάχου εἴπομεν [εἰς τὸ] „πέμψον δ’ ἐς Σπάρτην τε“ [93]. καὶ νῦν δὲ λεκτέον ὡς ὑπόθεσιν αὐτὴν πεποίηκεν ὁ ποιητὴς ποικιλίας λόγων καὶ ἐξαλλαγῆς ἰδεῶν, ἵνα μὴ μονότροπος ᾖ τῆς ποιήσεως ὁ τρόπος. H M a Q. ἐς Πύλο ν: τῆς Ὀδυσσείας οὐκ ἐχούσης ἐξ αὑτῆς ποικιλίαν ἱκανήν, τὸν Τηλέμαχον ἐξελθεῖν εἰς Σπάρτην καὶ Πύλον ποιεῖ, ὅπως ἂν τῶν Ἰλιακῶν ἐν παρεκβάσεσι πολλὰ λεχθείη διά τε τοῦ Νέστορος καὶ τοῦ Μενελάου. D E 3 . ἐλθ έ] πορεύθητι. M a . εἴρε ο: ἐρώτησον. H M 1 P 1 Q V Yk. κεῖθε ν: ἐκεῖθεν. |
| 285 [5] | H M a V. ἐς Σπάρτη ν] ἐλθέ. E 3 Y. — κεῖθεν δ ’ ἐς Σπάρτην τ ε: πῶς εἰς Σπάρτην ἐλθὼν οὐ συντυγχάνει Ἰκαρίῳ; ἢ ἐπεὶ καθ’ Ὅμηρον ἐν Ἰθάκῃ οἰκεῖ, ἢ ἀπέχθονται αὐτῷ αὐτός τε καὶ ἡ μήτηρ ὡς ἀναγκάζοντι αὐτὴν γαμηθῆναι, ὡς αὐτή φησι „μάλα δ’ ὀτρύνουσι τοκῆες γήμασθαι“ [τ 158]. D E 3 H M a Q T. παρ ά] πρός. T. εἰς. E 3 . ξανθό ν: πυρρόν. M a V. ὃς γά ρ: οὗτος γάρ. |
| 286 | M 1 V Y. —ὁ Μενέλαος. Y. δεύτατο ς: ἔσχατος. H M 1 P 1 Q V Y. καὶ ὕστερος. E 3 kn. —„δεύτεροσ“. H 1 . ἕτερος H. —„δεύτεροσ“ ὁ μετὰ τὸν πρῶτον ἐλθών, „δεύτατοσ“ δὲ ὁ μετὰ πάντας ὕστερος. E 3 . χαλκοχιτώνω ν] σιδηροθωράκων. M a . ε ἰ] ἐάν. |
| 287 | Y. κε ν] ἄν. M c . βίοτο ν: βίον. H 1 M a V. ζωήν. E 3 H 1 M a P 1 QVYk. —[βιότ]ου [καὶ νόστ]ου. E 3 . νόστο ν] καὶ τὴν ἀποστροφήν. Y. ἦ τ ’ ἄ ν] ὄντως ἄν. |
| 288 [5] | M a k. τρυχόμενο ς: καταπονούμενος. H P 1 Q T V Yk. λυπούμενος. M a . —τρυχόμενος ὑπὸ τῶν μνηστήρων. H Q. πε ρ] καίπερ. H P Q T V Y. καίτοι. E 3 . ἔτ ι] ἐπὶ πλέον. M a . τλαίη ς: καρτερήσειας. M a V Y. ὑπομείνειας. M a V. καρτερῇς. P 1 . ὑπομείνῃς. H. ἐνιαυτό ν] ἀπὸ τοῦ ἰαύω τὸ διατρίβω. k. τεθνηῶτο ς: τετελευτηκότος, ἀποθανόντος. |
| 289 [5] | M a V. — εἰ δέ κε τεθνειῶτο ς: ἐναντίον τοῖς προειρημένοις ὅπου μαντεύεται τὴν παρουσίαν αὐτοῦ. ἀναγκαίως ποικίλας ἐκφέρει τὰς γνώμας ὑπὲρ τοῦ μὴ πάντα ἐπανέχειν αὐτὸν τῇ Ὀδυσσέως παρουσίᾳ. D E 3 H M a Q T. — διὰ τοῦ η τὸ „τεθνηῶτοσ“. H. „τεθνηῶτοσ“ διὰ τοῦ η, Ἰωνικῶς. K. ἀκούσῃ ς] παρὰ ἐκείνων. E 3 . μη δ ’ ἔ τ ’ ἐόντο ς] ἤγουν μὴ ζῶντος. k. δ ’ ἤπειτ α] μετὰ ταῦτα. |
| 290 | M a . —δ’] περισσόν. E 3 . φίλη ν] φίλον ἔδαφος ἡ πατρίς. M c . σῆμ α: τάφον. |
| 291 [10] | H 1 M a P Q Y. μνῆμα. k. ο ἱ] αὐτῷ. M a P Y. χεῦσα ι] γρ' „χεῦαι“. H. —γρ' δὲ οὕτως „χεῦαι“ καὶ „κτερεΐξαι“. H. ἀπαρέμφατα δεχόμενα τὸ προαιρετικὸν ῥῆμα ἀπάξον. θέλησον τί ποιῆσαι; χεῦσαι. καὶ θέλησον τί ποιῆσαι; κτερεΐξαι. H. λέγω σοι. E 3 . καὶ ἄλλως. τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ. H. — χεῦα ι: χῶσαι, ἀντὶ τοῦ χῶσον. V. ποίησον. k. κτέρε α: ἐντάφια. H 1 M 1 Q V Y. θύματα M 1 . θυσίας. E 3 k 3 . ἐπικτέρε α: κυρίως τὰ ἐπὶ τοῖς κτεινομένοις γενόμενα ἐνταφιάσματα. M 1 . νῦν τὰ ἐναγίσματα. M a . ἐπιτάφια. Tk. — κτέρε α: τὰ ἐντάφια· ἀπὸ τῆς κατά προθέσεως καὶ τοῦ ἔρα ἡ γῆ. P 1 Y. τὰ κάτω τῆς ἔρας νενομισμένα τοῖς νεκροῖς ἐπιτάφια, ἢ τὰ ἐναγίσματα, ἢ καθάρματα. κυρίως δὲ τὰ ἐπὶ τοῖς κτεινομένοις ἐντάφια, ἀπὸ τοῦ ἱκετήριόν τι εἶναι. E 3 . κτερεΐξα ι: ἐνταφιάσαι. H 1 M 1 Q V. εὐτρεπίσαι. T. θῦσαι. k 2 . θυσιάσαι. k 3 . κτερέιξον. H. ἐνταφίασον. H Yk. —θυσιάσμασιν. E 3 . μά λ’] πάνυ. |
| 292 | M a . ἔοικ ε] πρέπει. k. μητέρ α] τὴν Πηνελόπην. E 3 . δοῦνα ι: ἀντὶ τοῦ δός. H 1 K M a V Yk. αὐτὰρ ἐπή ν: ἐπειδὰν δέ. |
| 293 | M a V. τελευτήσῃ ς: τελειώσῃς. M a V. πληρώσῃς. M 1 Vk. εἰς τέλος ἄξῃς. E 3 . ἕρξῃ ς: πράξῃς. H 1 M a Q V. ποιήσῃς. P 1 . φράζεσθα ι] φράζου. |
| 294 [5] | E 3 H M 1 P. διανοοῦ. M 1 . βουλεύου. H Qk. ἐπιβουλεύου. Y. ἐνθυμοῦ, σκόπει. H. —Ἀττικῶς. M 1 . — φράζεσθα ι: γενναίως χρῆται τῇ συμβουλῇ· οὐ γὰρ σπείσασθαι τοῖς μνηστῆρσιν αὐτὸν ἀξιοῖ καὶ τέρπεσθαι τοῖς ἰδίοις, ὁποῖα οἱ πολλοὶ ὑπ’ ἀργίας συμβουλεύειν εἰώθασιν, ἀλλὰ τιμωρίαν παρὰ τῶν ἀδικησάντων λαβεῖν. D E 3 H M a Q T. δ ’ ἤπειτ α] μετὰ ταῦτα. M a Y. κατὰ φρέν α] κατὰ τὸν νοῦν. M a . —ἤγουν μὴ φανερόν. k. ἤγουν δολίως καὶ πανούργως. E 3 . κατὰ θυμό ν] κατὰ τὴν ψυχήν. M a . δ ή] γράφεται „κε“. |
| 295 | M c . ἐνὶ μεγάροισι τεοῖσ ι] ἐν τοῖς ἰδίοις οἴκοις. Y. τεοῖσ ι: τοῖς σοῖς. M a V. δόλ ῳ] κρυφίως. |
| 296 | k. ἀμφαδό ν: φανερόν. H 1 P 1 V. φανερῶς. E 3 M a Q Yk. οὐδέ τ ι] οὐ γὰρ ἔτι. M a . χρ ή] ἁρμόζει. M a . νηπιάας ὀχέει ν: τὰ νέων φρονεῖν καὶ φέρειν. |
| 297 [10] | ἢ ὀχεῖσθαι ὑπὸ νεότητος, τουτέστιν ἄφρονα εἶναι. H M a Q T V Y. καὶ ἄλλως. ἀφροσύνας φέρειν, ἐπεὶ οὐκέτι τοιοῦτος εἶ. H M a T. τὰ τῶν νηπίων ὀχεῖσθαι ἤτοι φρονεῖν, τουτέστιν ἄφρονα εἶναι. E 3 . ἐπὶ τῆς νηπιότητος ἤγουν τῆς μωρίας ὀχεῖσθαι. M 1 . νηπιοφροσύνας. n. — νηπιάχοι ς] γρ' „νηπιάασ“. k. ὀχέει ν] ἔχειν. M a k. ἐπιβάλλειν. P 1 . ἐπιμένειν. Y. —ὀχεῖσθαι ἀντὶ τοῦ καβαλικεύειν, ὀχεῖν ἀντὶ τοῦ καβαλικεύεσθαι. ἢ ὑπὸ τῆς μωρίας ὀχεῖσθαι. k. τηλίκο ς: τηλικοῦτος. D H M a Q V. μικρός. M 1 M a T V. ἀντὶ τοῦ πάνυ νέος. D M a P 1 V. ὥστε νηπιάας ὀχέειν. ἢ οὕτως ῥητέον· οὐδέ τί σε χρὴ νηπιάας ὀχέειν οὐκέτι, ἐπεὶ τηλίκος ἐσσί, ἀντὶ τοῦ ἀνὴρ τέλειος. D. ἐσσ ί: ὑπάρχεις. M a V Y. — τηλίκος ἐσσ ί: τὸ „ἐσσί“ γίνεται ἐκ τοῦ ἔω, ἐμί, ἔς. οὐδέποτε δὲ ῥῆμα μονοσύλλαβον βραχυκαταληκτεῖ πλὴν τοῦ θές, δός, ἕς· γίνεται οὖν προσθήκῃ τοῦ ἑτέρου ς ἐσς . ἐπεὶ δὲ πάλιν λέξις Ἑλληνικὴ οὐδέποτε καταλήγει εἰς δύο σύμφωνα τὰ αὐτά, προσθήκῃ τοῦ ι γίνεται ἐσσί. D E 2 . ἦ οὐκ ἀΐει ς: ἐξ ὁμοίων ἡ προτροπή· καὶ οὗτοι γὰρ ὅσον ἐφ’ ἑαυτοῖς καὶ Πηνελόπην ἐμοίχευσαν [ἂν] καὶ τὴν βασιλείαν ἀφείλοντο. |
| 298 [5] | D E 2 H M a T. γνησίου δὲ νουθεσίας ἐστὶ σύμβολον ἡ μετὰ τὴν ἐπίπληξιν προτροπή. HM a T. ἐργασία ἀπὸ παραδείγματος. n. —προκέφαλον. M 1 . ἀΐει ς: ἀκούεις, αἰσθάνῃ. M a T V. οἷον κλέο ς] ὁρᾷς πῶς ἐρεθίζει τὸ τοῦ νέου ζηλότυπον; T. ἐπε ί] ἀφ’ οὗ. |
| 299 [5] | M a . ἔκταν ε] ἀπέκτανε. M a . ἀπέκτεινε. Y. πατροφονῆ α: τὸν τοῦ πατρὸς φονέα. H 1 H M a Q V Y. ἐπεὶ ἔκτανε πατροφονῆ α: οὐκ οἶδεν ὁ ποιητὴς τὸν Κλυταιμνήστρας ὑπὸ παιδὸς μόρον. D E 2 H M a . δολόμητι ν: δόλια βουλευσάμενον. |
| 300 [5] | E 2 H M 1 Q V. κατὰ τοῦ Ἀγαμέμνονος. E 2 HM 1 Q. ὅς οἱ πατέρα κλυτό ν: ἄνευ τοῦ ς Ἀρίσταρχος „ὅ οἱ πατέρα“. M a . ο ἱ] αὐτοῦ. Y. ἔκτ α: ἀπέκτεινεν. H V Y. — πατέρα κλυτὸν ἔκτ α: πολλοὶ συστέλλουσι τὸ α τοῦ „ἔκτα“, νομίζοντες ἀποκοπὴν εἶναι τοῦ ἔκτανεν· ὁ δὲ Ἀρίσταρχος ἐκτείνει. H K M a Q. καὶ σ ύ] ὅμοια ποιήσῃ. |
| 301 | Y r . —τὸ ἑξῆς· καὶ σύ, φίλος, ἄλκιμος ἔσο. H M a T. φίλο ς] ὦ. M a P Y. φίλε. k. καλόν τε μέγαν τ ε] τῆς περιβολῆς. n. ἄλκιμο ς] ἀνδρεῖος. |
| 302 [5] | E 2 M a . δυνατός. k. ἔσσ ο: γενοῦ. H K V Y. γίνου, ὕπαρχε. M a . —ἀντὶ τοῦ ἔσο. E 2 . — ἐσ ς’] ὑπάρχεις. k. εἶς. k 3 . ἄλκιμος ἔσσ ο: αἰσχρὸν γὰρ τοῖς τῆς τύχης δώροις μὴ συνυπουργεῖν. D H M a Q T. ὀψιγόνω ν: μεταγενεστέρων. H M 1 Q V Y. τῶν μελλόντων. k. ἵνα τίς σε καὶ ὀψιγόνων ἔυ εἴπ ῃ] ἵνα ἀοίδιμος ἔσῃ. T. καὶ ἐπαινέσῃ. M c . — ταῦτα λοιπὸν εἰδυῖα τὸ φιλότιμον τῶν νέων λέγει. H M a T. ἐγώ ν] Δωρικόν. |
| 303 | M c . κατελεύσομα ι: κατέρχομαι. E 2 H K M a V. ἀπελεύσομαι. k. ἤδ η] νῦν. P. ἀπαρτί. Y. ἠ δ ’ ἑτάρου ς] καὶ ἐπὶ τοὺς ἑταίρους. |
| 304 | M a . ἀσχαλόωσ ι: δυσανασχέτως ἔχουσι. E 2 H 1 K M a V. δυσχεραίνουσι. E 2 H K M a Q V. λυποῦσι. Y. λυποῦνται. k. ἀγανακτοῦσι, δεινοπαθοῦσι. k 3 . μένοντε ς] ἐκδεχόμενοι. M a . αὐτ ῷ] γρ' „αὐτῶν“. |
| 305 [5] | k. μελέτ ω: ἐν ἐπιμελείᾳ ἔστω. H M a Q V. —ταῦτα. M a Y. ἐμπάζε ο: ἐπιστρέφου. H M a V. ἐπιστροφὴν ποίει. E 2 H M a P 1 V Y. καὶ σέβου. H M a V. καὶ φρόντιζε. Y. — ἐμπάζεο μύθω ν: διδασκαλικῶς ἐπιλέγει πάλιν περὶ τῶν αὐτῶν, ἀντὶ τοῦ ἐπιστρέφου, φρόντιζε. M a . πεπνυμένο ς] ὁ συνετός. |
| 306 | P 1 Y. ξεῖ ν’] ὦ φίλε. |
| 307 | P 1 Y. ἤτο ι] καὶ δή. Y. φίλ α] ἀγαπητά. Y. φίλα φρονέω ν: φιλοφρονούμενος. H M a Q V. καὶ ὢν φρόνιμος. P. ὥστ ε] καθά. |
| 308 [5] | Y. καθάπερ. M a . ὥστε πατὴρ ᾧ παιδ ί: μιμουμένη γὰρ πατρικὸν ξένον ἐπιτιμήσει ἐχρήσατο. ὁ δὲ συνετῶς οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ χάριν ὁμολογεῖ. D E 2 H M a T. ᾧ] ἰδίῳ. M a P 1 Y. αὐτοῦ. M a . οὔποτ ε] οὐδαμῶς. M a . λήσομα ι: ἐπιλάθωμαι. H 1 M a P V. λάθωμαι. Yk. ἀμελήσω. H Q. ἀλ λ ’ ἄγ ε] ἀλλὰ φέρε. |
| 309 [5] | M a . ἐπειγόμενο ς: σπεύδων. H V. ἐπειγόμενός περ ὁδοῖ ο] καίτοι γε σπεύδων ἀπελθεῖν ἐν τῇ ὁδῷ. M a . θέλων ἐπείγεσθαι καὶ διέρχεσθαι τὴν ὁδόν. E 2 . ὁδοῖ ο] καὶ ἕνεκα. M c . |