ὈΡΦΕΩΣ ἈΡΓΟΝΑΥΤΙΚΑ
Ὦναξ Πυθῶνος μεδέων, ἑκατηβόλε, μάντι,
ὃς λάχες ἠλιβάτου κορυφῆς Παρνασσίδα πέτρην
σὴν ἀρετὴν ὑμνῶ· σὺ δέ μοι κλέος ἐσθλὸν ὀπάσσαις·
πέμπε δʼ ἐπὶ πραπίδεσσιν ἐμαῖς ἐτυμηγόρον αὐδήν
ὄφρα πολυσπερέεσσι βρότοις λιγύφωνον ἀοιδήν
ἠπύσω Μούσης ἐφετμαῖς καὶ πηκτίδι πυκνῇ.
Νῦν γάρ σοι, λυροεργὲ, φίλον μέλος ἀείδοντι
θυμὸς ἐποτρύνει λέξαι τάπερ οὔποτε πρόσθεν
ἔφρασʼ ὅταν Βακχοῖο καὶ Ἀπόλλωνος ἄνακτος
κέντρῳ ἐλαυνόμενος, φρικώδεα κῆλʼ ἐπίφαυσκον
θνητοῖς ἀνθρώποισιν ἄκη· μετὰ δʼ ὅρκια μύσταις·
ἀρχαίου μὲν πρῶτα χάους ἀμέγαρτον ἀνάγκην
καὶ Κρόνον ὃς ἐλόχευσεν ἀπειρεσίοισιν ὑφʼ ὁλκοῖς
Αἰθέρα καὶ διφυῆ περιωπέα κυδρὸν Ἔρωτα
Νυκτὸς ἀειγνήτης πατέρα κλυτόν· ὃν ῥα Φάνητα
ὁπλότεροι καλέουσι βροτοί· πρῶτος γὰρ ἐφάνθη·
Βριμοῦς τʼ εὐδυνάτοιο γονὰς, ἠδʼ ἔργʼ ἀΐδηλα
Γηγενέων, οἳ λυγρὸν ἀπʼ οὐρανοῦ ἐστάξαντο
σπέρμα γονῆς, τὸ πρόσθεν ὅθεν γένος ἐξεγένοντο
θνητῶν, οἳ κατὰ γαῖαν ἀπείριτον ἀιὲν ἔασι·
θητείαν τε Ζηνὸς, ὀρεσσιδρόμου τε λατρείαν
μητρὸς ἅτʼ ἐν Κυβέλοις ὄρεσιν μητίσατο κούρην
Φερσεφόνην περὶ πατρὸς ἀμαιμακέτου Κρονίωνος·
εὐμήλου θʼ Ἡρακλῆος περίφημον ἄμυξιν·
ὅρκιά τʼ Ἰδαίων, Κορυβάντων τʼ ἄπλετον ἰσχύν.
Δήμητρός τε πλάνην, καὶ Φερσεφόνης μέγα πένθος,
θεσμοφόρος θʼ ὡς ἦν· ἠδʼ ἀγλαὰ δῶρα Καβείρων,
χρησμούς τʼ ἀρρήτους Νυκτὸς περὶ Βάκχου ἄνακτος,
Λῆμνόν τε ζαθέην ἠδʼ εἰναλίην Σαμοθράκην,
αἰπεινήν τε Κύπρον, καὶ Ἀδωναίην Ἀφροδίτην
ὄργια Πραξιδίκης, καὶ ἀρείνης νυκτὸς Ἀθήνης
θρήνους τʼ Αἰγυπτίων καὶ Ὀσίριδος ἱερὰ χύτλα.
Ἀμφὶ δὲ μαντείης ἐδάης πολυπείρονας οἴμους
θηρῶν οἰωνῶν τε καὶ ἣ σπλάγχνων θέσις ἐστίν·
ἠδʼ ὅσα θεσπίζουσιν ὀνειροπόλοισιν ἀταρποῖς
ψυχαὶ ἐφημερίων, ὕπνῳ βεβολημέναι ἦτορ·
σημείων τεράτων τε λύσεις, ἄστρων τε πορείας·
ἁγνοπόλον τε καθαρμὸν ἐπιχθονίοις μέγʼ ὄνειαρ·
ἱλασμούς τε θεῶν, φθιμένων τʼ ἐπινήχυτα δῶρα.
Ἄλλα δέ σοι κατέλεξʼ ἅπερ εἴσιδον ἠδʼ ἐνόησα,
Ταίναρον ἡνίκʼ ἔβην σκοτίην ὁδὸν, Ἄϊδος εἴσω,
ἡμετέρῃ πίσυνος κιθάρῃ διʼ ἔρωτʼ ἀλόχοιο·
ἠδʼ ὅσον Αἰγυπτίων ἰερὸν λόγον ἐξελόχευσα,
Μέμφιν ἐς ἠγαθέην περάσας, ἱεράς τε πόληας
Ἄπιδος ἃς πέρι Νεῖλος ἀγάρροος ἐστεφάνωται·
πάντα μάλʼ ἀτρεκέως ἀπʼ ἐμῶν στέρνων δεδάηκας.
Νῦν δʼ ἐπεὶ ἀερόφοιτος ἀπέπτατο δήϊος οἶστρος,
ἡμέτερον δέμας ἐκπρολιπὼν εἰς οὐρανὸν εὐρύν,
πεύσῃ ἀφʼ ἡμετέρης ἐνοπῆς ὅσσα πρὶν ἔκευθον.
Ὥς ποτε Πιερίην Λειβήθρων τʼ ἄκρα κάρηνα
— ἡρώωντε καὶ ἡμιθέων πρόμος ἐξεπέρησε —
λισσόμενός μʼ ἐπίκουρον ἑοῦ νόστοιο γενέσθαι
ποντοπόρῳ σὺν νηῒ πρὸς ἄξενα φῦλʼ ἀνθρώπων,
ἔθνος ἐς ἀφνειὸν καὶ ἀτάσθαλον ᾧ ἐνὶ κραῖνεν
Αἰήτης υἱὸς φαεσιμβρότου ἠελίοιο.
Θέσφατα γὰρ Πελίας δειδίσσετο μή οἱ ὄπισθεν
χειρὸς ὕπʼ Αἰσονίδα καθέλῃ βασιλήϊον ἀρχήν.
Καί οἱ ὑπὸ πραπίδεσσι δόλου τρίβον ἠπερόπευε·
τάσσε γὰρ ἐκ Κόλχων χρύσειον κῶας ἐνεῖκαι
Θεσσαλίην εὔπωλον. Ὁ δʼ ὡς κλύεν ἔκνομον αὐδήν
χεῖρας ἐπαντείνας ἐπεκέκλετο πότνιαν Ἥρην·
τήνδε γὰρ ἐκ μακάρων περιώσια κυδαίνεσκεν.
Ἡ δὲ παρʼ εὐχωλῇσιν ἐφέσπετο κηδομένη περ·
ἔξοχα γὰρ μερόπων ἠγάζετο καὶ φιλέεσκεν
δεινοβίην ἥρωα, περικλυτὸν Αἴσονος υἷα,
καί ῥα καλεσσαμένη ἐπετέλλετο Τριτογενείη.
Καί οἱ φηγινέην πρῶτον τεκτήνατο νῆα,
ἣ καὶ ὑπʼ εἰλατίνοις ἐρετμοῖς ἁλιμυρέα βένθη
πρώτην ὑπεξεπέρησε, τρίβον δʼ ἤνυσσε θαλάσσης.
Ἀλλʼ ὅτε δὴ συνάγειρεν ἀγακλειτοὺς βασιλῆας,
Θρῄκην εἰς εὔπωλον ἐπείγετο δῖος Ἰήσων,
καί μʼ ἔκιχεν κιθάρην πολυδαίδαλον ἐντύνοντα,
ὄφρα κέ σοι μέλπων προχέω μελίγηρυν ἀοιδήν,
κηλήσω δέ τε θῆρας ἰδʼ ἑρπετὰ καὶ πετεηνά.
Ἡνίκα δʼ εἰς ἄντρον πολυήρατον εἰσεπέρησε,
μείλιχον ἐκ λασίων στέρνων ἀνενείκατο φωνήν·
«Ὀρφεῦ Καλλιόπης τε καὶ Οἰάγρου φίλε κοῦρε,
Βιστονίῃ Κικόνεσσι πολυρρήνοισιν ἀνάσσων
χαῖρʼ ἐπεὶ Αἱμονίους ὀχεὰς πρώτιστον ἱκάνω,
Στρυμονίους τε ῥοὰς, Ῥοδόπης τʼ αἰπεινὰ πρὸς ἄγκη.
Εἰμὶ δʼ ἐγὼ Μινύαισι πανέξοχον αἷμα λελογχώς
Θεσσαλὸς Αἰσονίδης· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
Ἀλλὰ, φίλος, πρόφρων μʼ ὑποδέχνυσο καὶ κλύε μῦθον
μειλιχίαις ἀκοαῖς, καὶ λισσομένῳ ὑπάκουσον
Ἀξείνου Πόντοιο μυχοὺς καὶ Φᾶσιν ἐρυμνόν
νηῒ σὺν Ἀργῴῃ πελάσαι δεῖξαί τε θαλάσσης
παρθενίης ἀτραποὺς, ἐπιήρατον ἡρώεσσιν,
οἵ ῥα τεὴν μίμνουσι χέλυν καὶ θέσφατον ὀμφήν
ἐλπόμενοι ξυνὸν πελάγει ἐπαρηγόνα μόχθων.
Οὐ γὰρ δὴ πλῶσαι πρὸς βάρβαρα φῦλα μέδονται
νόσφι σέθεν· καὶ γάρ ῥα ποτὶ ζόφον ἠερόεντα
νείατον εἰς κευθμῶνα, λιτῆς εἰς πυθμένα γαίης,
μοῦνον ἀπʼ ἀνθρώπων πελάσαι καὶ νόστον ἀνευρεῖν·
ὧν ἕνεκεν ξυνήν τε δύην Μινύαισιν ἀρέσθαι
καὶ κλέος ἀνθρώποισιν ἐπʼ ἐσσομένοισι πυθέσθαι.»
Τὸν μὲν ἐγὼ μύθοισιν ἀμειβόμενος προσέειπον·
«Αἰσονίδη, τί με ταῦτα παραιφάμενος ἐρεείνεις,
ὄφρα κεν ἐς Κόλχους Μινύαις ἐπιήρανος ἔλθω,
νηῒ σὺν εὐσέλμῳ πλεύσας ἐπὶ οἴνοπα πόντον;
ἤδη γάρ μοι ἅλις καμάτων, ἅλις ἔπλετο μόχθων,
ὧν ἱκόμην ἐπὶ γαῖαν ἀπείριτον ἠδὲ πόληας
Αἰγύπτῳ Λιβύῃ τε βροτοῖς ἀνὰ θέσφατα φαίνων.
Καί με ἀλητείης τε καὶ ἐξ οἴστρου ἐσάωσε
μήτηρ ἡμετέρη καί ῥʼ εἰς δόμον ἤγαγεν ἄλλον
ὄφρα τέλος θανάτοιο κίχω μετὰ γήραϊ λυγρῷ.
Ἀλλʼ οὐκ ἔσθʼ ὑπαλύξαι ἃ δὴ πεπρωμένα κεῖται.
Μοιρῶν ἐννεσίῃσιν ἐπείγομαι· οὐ γὰρ ἄτιμοι
ἱκεσίου Ζηνὸς κοῦραι Λιταί· ἵξομαι ἤδη
ὁπλοτέροις βασιλεῦσι καὶ ἡμιθέοις ἐνάριθμος.»
Καὶ τότε δὴ λίπον ἄντρον ἐπήρατον ἠδʼ ἐπέρησα
αὐτῇ σὺν φόρμιγγι καὶ εἰς Μινύας ἀφίκανον
λαιψηροῖσι πόδεσσιν, ὑπὲρ Παγασηΐδας ἀκτάς.
Ἔνθα δʼ ἀριστήων Μινυῶν λόχος ἠγερέθοντο
στεῖνον δὴ ψαμάθους ὁμάδῳ, ῥηγμῖνα τʼ Ἀναύρου.
Ἀλλʼ ὅτε δή μʼ ἐνόησαν ἀταρπιτὸν ἐξανύοντα,
ἀσπασίως ἤγερθεν· ἐγήθεε δʼ ἦτορ ἑκάστῳ·
αὐτὰρ ἐμυθεόμην, ἐρεείνων ἄνδρας ἀρίστους.
Πρῶτα δὲ εἶδα βίην Ἡρακλῆος θείοιο
ὃν τέκεν Ἀλκμήνη Ζηνὶ Κρονίωνι μιγεῖσα
ἦμος ὅτε τρισσὴν μὲν ἐλείπετο Σείριος αἴγλην
Ἠέλιος, δολιχὴ δʼ ἐπεμαίετο πάντοθεν ὄρφνη·
Τῖφύν τʼ Ἀγνιάδην, δολιχῆς ἰθύντορα νηός·
Θεσπιέων δʼ ὅγε τῆμος ἐφʼ ὕδασι Τελμισσοῖο
ἄγχουρος λαοῖς Σιφάεσι ῥεῖθρον ἄμειβεν·
ὃς περὶ μὲν βύκταισι καὶ ἀργήεσσιν ἀέλλαις
νῆα κατιθύνειν δέδαεν πολυμήτιδι τέχνῃ·
Κάστορά θʼ ἱππόδαμον Πολυδεύκεά τʼ εἰσενόησα
καὶ Μόψον Τιταρῆθεν, ὃν Ἄμπυκι νυμφευθεῖσα
Χαονίην ὑπὸ φηγὸν Ἀρηγονὶς ἐξελόχευσε·
Πηλέα τʼ Αἰακίδην, Αἰγίνης ἀγλαὸν υἱόν
ὃς Δολόπεσσιν ἄνασσεν ἐνὶ Φθίῃ ἐριβώλῳ.
Τρισσὴν δʼ Ἑρμείαο κλυτὴν εἰσέδρακα γένναν,
Αἰθαλίδην, ὃν ἔτικτε περικλυτὴ Εὐπολέμεια,
Μυρμιδόνος θυγάτηρ, Ἀλόπῃ ἐνὶ πετρηέσσῃ
ἠδʼ Ἔρυτον, καὶ καλὸν Ἐχίονα, τούς ποτε Νύμφῃ
Λαοθόῃ Μενετοῖο παρευνηθεὶς ἐλόχευσε
Κυλλήνης μεδέων χρυσόρραπις Ἀργειφόντης.
Αὐτίκα δʼ Ἀκτορίδης καὶ βουφάγος ἦλθε Κόρωνος.
Ἴφικλος αὖ Φυλάκου δῖον γένος ἀντετόρησεν
Βούτης τʼ Αἰνειάδης, ἴκελος χρυσάορι Φοίβῳ.
Κάνθος δʼ Εὐβοίηθεν Ἀβαντιάδης ἐπέρησεν
ὃν δὴ μοῖρʼ ἐδάμασσε, τέλος δʼ ἐπέθηκεν ἀνάγκη
φθίσθαι ὑπὲρ Λιβύης, νόστον δʼ οἴκοιο λαθέσθαι.
Ἄλκωνος δὲ Φάληρος ἀπʼ Αἰσήποιο ῥοάων
ἤλυθεν, ὃς Γύρτωνος ἁλιστεφὲς ἔκτισεν ἄστυ.
Ἴφιτος αὖ μετὰ τοῖσιν ἐφέσπετο Ναυβόλου υἱός
Φωκίδος ὅς ῥʼ ἤνασσε καὶ εὐπύργοιο Τανάγρης.
Λαοδόκος, Ταλαὸς καὶ Ἀρήϊος, υἱοὶ ἄμωμοι
ἦλθον Ἀβαντιάδαι περιώνυμοι οὓς τέκε Πηρώ.
Ἰφιδάμας δʼ Ἀλέου παῖς ἤλυθε· πέμψε γὰρ αὐτόν
ἴφθιμος γενέτης, Τεγέης ὅρια προλιπόντα.
Ἤλυθε δʼ Ἐργῖνος, Βράγχου πολύπυρον ἄρουραν
ἐκπρολιπὼν καὶ τύρσιν ἐρυμνῆς Μιλήτοιο,
ἔνθα ῥοαὶ κλύζουσι πολυπλανέος Μαιάνδρου.
Ἐν δὲ Περικλύμενος Νηλήϊος εἰσαφίκανεν,
ἀγχόθι Πελλήνης τε καὶ εὐύδροιο Λιπάξου
ἄστυ λιπὼν ἀφνειὸν ὀρειονόμους τε Κολώνας.
Ἐκ δὲ λιπὼν Καλυδῶνα θοὸς Μελέαγρος ἔβαινεν.
Οἰνεὺς τόν ῥʼ ἐλόχευσε καὶ Ἀλθαίη ῥοδόπηχυς.
Ἴφικλος αὖτʼ ἐπέρησε λιπὼν Ἀτρακηίδα λίμνην,
σύγγονος Ἀλθαίης· περὶ δʼ αὖ τίεν ἔξοχα πάντων
εὐειδῆ Μελέαγρον, ἰδʼ ἀγλαὰ ἔργʼ ἐδίδασκεν.
Ἀστερίων δʼ ἐπέρησε πάϊς κλεινοῖο Κομήτου,
Πειρεσίην ὃς ἔναιεν ἐπʼ Ἀπιδανοῖο ῥεέθροις·
Πηνειὸς μίσγων ξυνὸν ῥόον εἰς ἅλα πέμπει.
Εὐρυδάμας δʼ ἐπόρευσε λιπὼν Βοιβηΐδα λίμνην,
ἀγχόθι Πηνειοῖο καὶ εὐπελαγέος Μελιβοίης.
Αὐτὰρ ἔπειτʼ Ἐλάτοιο πάϊς Πολύφημος ἵκανεν
ὅς σφιν ἐν ἠνορέῃσι μετέπρεπεν Ἡρώεσσιν·
Ἠνειὸς Καινῆος ἀφίκετο, τόν ῥά τε φασί
μισγόμενον Λαπίθαις ὑπὸ Κενταύροισι δαμῆναι,
θεινόμενον πεύκαισι τανυφλοίοις τʼ ἐλάτῃσι,
καὶ οἱ ἀνατλῆναι καὶ ἀκαμπέα γούνατʼ ἐρεῖσαι
ζῳόν τʼ ἐν φθιμένοισι μολεῖν ὑπὸ κεύθεα γαίης.
Ἄδμητος δʼ ἀφίκανε Φεραιόθεν, ᾧ ποτε Παιὰν
θητεύων ὑπόεικε· Διὸς δʼ ἠλεύατο μῆνιν
οὕνεκά τοι Κύκλωπας ἀμαιμακέτοισιν ὀϊστοῖς
ἐν φθιτοῖσιν ἔτευξʼ Ἀσκληπιοῦ εἵνεκα λώβης.
Ἤλυθε δʼ Εὐρυτίων Ἴρου παῖς Ἀκτορίωνος
τρηχείην Ὀπόεντα λιπὼν, σὺν δʼ ἤλυθεν Ἴδας
Λυγκεύς θʼ, ὃς τήλιστα διʼ αἰθέρος ἠδὲ θαλάσσης
βένθεα, καὶ Πλουτῆος ὑποχθονίοιο ῥέεθρα
μοῦνος ἀπʼ ἀνθρώπων δεινοῖσιν ὀπώπεεν ὄσσοις.
Αὐτὰρ ἐπεὶ Τελαμὼν συνεφέσπετο, τόν ῥʼ ἐλόχευσεν
Αἰακῷ ἀτρύτῳ κούρη κλυτοῦ Ἀσωποῖο
Αἴγινʼ ἐν κροκάλῃσιν ἀλιστεφέος Σαλαμῖνος.
Δὴ τότʼ Ἄβαντος παῖς νόθος ἤλυθε καρτερὸς Ἴδμων,
τόν ῥʼ ὑποκυσσαμένη τέκεν Ἀπόλλωνι ἄνακτι
Ἀμφρύσου παρὰ χεῦμα Φερητιὰς Ἀντιάνειρα.
Τῷ καὶ μαντοσύνην ἔπορεν καὶ θέσφατον ὀμφήν
Φοῖβος, ἵνʼ ἀνθρώποισιν ἀρηρότα μυθίζοιτο.
Ἤλυθε δʼ αὖ μετὰ τοῖσι Μενοίτιος ἐξ Ὀπόεντος,
σύγχορτος Μινύαις· ἐπὶ δʼ ἤλυθε δῖος Ὀϊλεύς.
Φλίας δʼ ἐξίκανε περικλυτός ὅν ποτε Βάκχῳ
νύμφη ὑποκλινθεῖσα παρʼ Ἀσωποῖο ῥοῇσι
τίκτεν, ἄμωμον ἔχοντα δέμας καὶ ἐπίφρονα μῆτιν.
Κηφεύς τʼ Ἀρκαδίηθε μεθʼ ἡρώεσσι πελάσθη.
Ἀλκαῖον δʼ ἄνʼ ὅμιλον ἀπʼ Ἀρκαδίης πολυμήλου
πέμψε πατὴρ γηραιὸς ἐπὶ πλόον Ἀξείνοιο·
οὗτος δʼ οὔποτε χλαῖναν ἐπὶ στιβαροῖς βάλεν ὤμοις,
ἀλλʼ ἄρκτου λάσιον στέρνοις ἀμπίσχετο δέρμα.
Ναύπλιος αὖθʼ ἵκανεν, Ἀμυμώνης φίλος υἱός,
ὃν τέκεν εὐνηθεῖσα περικλυτῷ Ἐννοσιγαίῳ
ἀγλαὸν ἠνορέην δέμας εἴκελον ἀθανάτοισι.
Ταιναρίευς δʼ Εὔφημος ἔβη Μαλεάτιδος ἄκρης
ἐκπρολιπὼν αὐλῶνας, ἁλικλύστους τε θεράπνας.
Ἀγκαῖός τʼ ἔμολε Πλευρώνιος, ὅς ῥα πορείας
οὐρανίας ἄστρων ἐδάη, κύκλους τε πλάνητας.
Δίζετο γὰρ τά τʼ ἐόντα τά τʼ ἐσσόμενʼ ἀνθρώποισιν.
Ἐν δὲ Παλαιμόνιος Λέρνου νόθος ἤλυθεν υἱός·
σίνετο δὲ σφυρὰ δισσὰ πόδας δʼ οὐκ ἦεν ἀρηρώς·
τοὔνεκεν Ἡφαίστοιο γόνον καλέεσκον ἅπαντες.
Ἤλυθε δʼ Ἀλφειοῖο λιπὼν Πισάτιδας ὄχθας
Αὐγείης, υἱὸς πυριφεγγέος Ἠελίοιο.
Ναὶ μὴν καὶ δίσσοι ὅρπηκες ἀμύμονες ἧκον,
Ἀμφίων κλυτόφημος ἰδʼ Ἀστέριος μενεχάρμης
Πελλήνην προλιπόντʼ ἠδʼ ἤθεα πατρίδος αἴης.
Δισσὸν δʼ αὖ Βορέου καλὸν στάχυν εἰσενόησα,
οὓς τέκʼ Ἐρεχθῆος θείου κλυτὴ Ὠρείθυια
Ἰλισσοῦ παρὰ χεῦμα θεοῦ φιλότητι μιγεῖσα·
οἳ δὴ καὶ ταρσοῖσιν ὑπουατίοις πεπότηντο,
Ζήτης καὶ Κάλαϊς δέμας εἴκελοι ἀθανάτοισιν.
Αὐτὰρ δὴ Πελίαο Φεραιόθεν ἤλυθʼ ἄνακτος
ἀγχιστεύς· νηὸς γὰρ ἐπʼ Ἀργῴας γεγένητο
ἄξεινον ποτὶ Φᾶσιν ἅμʼ ἡρώεσσιν ἐλάσσαι.
Σὺν δέ οἱ ἦλθʼ ἕταρος Ἡρακλέεος θείοιο
καλὸς Ὕλας· τὸν δʼ οὔπω ὑπὲρ δροσεροῖο γενείου
ἀργεννὰς ἐρύθηνε παρηίδας ἁβρὸς ἴουλος,
ἀλλʼ ἔτι κοῦρος ἔην, πολὺ δʼ ἤνδανεν Ἡρακλῆϊ.
Οὗτοι μὲν ποτὶ νῆα καὶ ἐς λόχον ἠγερέθοντο.
Καί ῥά οἱ ἄλλοθεν ἄλλος ἐκέκλετο ἠδʼ ἀγόρευε.
Δεῖπνα δʼ ἐπορσύνοντο πολυξείνοιο τραπέζης,
Αὐτὰρ ἐπεὶ σίτοιο ποτοῦ θʼ ἅλις ἔπλετο θυμός,
ἥμενοι ἑξείης πόθεεν μέγα ἔργον ἕκαστος.
Ἀνστάντες δʼ ἅμα πάντες ἀπὸ ψαμάθοιο βαθείης
ἤϊον, ἔνθά τʼ ἔμιμνεν ὑπὲρ ψαμάθου ἁλίη ναῦς,
τήν ῥά ποτʼ εἰσορόωντες ἐθάμβεον· αὐτὰρ ἔπειτα
Ἄργος ἐφημοσύναισι νόου πόρσυνεν ὀχλίζειν,
δουρατέαισι φάλαγξι καὶ εὐστρέπτοισι κάλωσι
πρυμνόθεν ἀρτήσας. Κάλεεν δʼ ἐπὶ μόχθον ἱκάνειν
πάντας κυδαίνων. Οἱ δʼ ἐσσυμένως ὑπάκουσαν·
τεύχεα δʼ ἐκδύνοντο, περὶ στέρνοισι δʼ ἀνῆπτον
σειραίην μήρινθον. Ἐπέβριθεν δʼ ἄρʼ ἕκαστος
αἶψα θοὸν ποτὶ κῦμα κατειρύσαι εὔλαλον Ἀργώ.
Ἣ δέ οἱ ἐγχριφθεῖσα ποτὶ ψαμάθῳ βεβάρητο,
αὐαλέοις φυκέεσσιν ἐρυκομένη ποτὶ χέρσῳ
ἡρώων παλάμῃσιν ὑπὸ στιβαρῇσιν ἀπειθής.
Παχνώθη δʼ αὖ θυμὸς Ἰάσονος· αὐτὰρ ἔμοιγε
νεῦσεν ὀπιπτεύων ἵνα οἱ θάρσος τε βίην τε
μολπῇ ὑφʼ ἡμετέρῃ κεκμηόσιν αἰὲν ὁρίνω.
Αὐτὰρ ἐγὼ φόρμιγγα τιτηνάμενος μετὰ χερσί,
μητρὸς ἐμῆς ἐκέρασσʼ εὐτερπέα κόσμον ἀοιδῆς,
καί οἱ ἀπὸ στηθέων ὄπα λείριον ἐξελόχευσα·
«Ἔξοχον Ἡρώων Μινυήιον αἷμα γενέθλης,
εἰ δʼ ἄγε νῦν στερροῖσιν ὑπὸ στέρνοισι κάλωας
βρίσαθʼ ὁμορροθέοντες, ἐρείσατε δʼ ἴχνια γαίῃ
ταρσοῖσιν ποδὸς ἄκρον ὑπερβλήδην τανύσαντες·
καὶ χαροπὸν ποτὶ χεῦμα γεγηθότες ἕλξατε νῆα.
Ἀργὼ πεύκῃσιν τʼ ἠδὲ δρυσὶν γομφωθεῖσα
ἄιʼ ἐμῆς ἐνοπῆς καὶ γὰρ πάρος ἔκλυες ἤδη
ἡνίκα δένδρεʼ ἔθελγον ἐν ὑλήεντι κολώνῃ
πέτρας τʼ ἠλιβάτους, καί μοι κατὰ πόντον ἔβαινες
οὔρεʼ ἀποπρολιποῦσα, ἐπέσπεο δʼ αὖτε θαλάσσης
παρθενίης ἀτραπούς· σπέρχου δʼ ἐπὶ Φᾶσιν ἀμείβειν,
ἡμετέρῃ πίσυνος κιθάρῃ καὶ θεσκέλῳ ὀμφῇ.»
Δὴ τότʼ ἐπιβρομέουσα Τομαριὰς ἔκλυε φηγός
ἥν οἱ ὑποτροπίην Ἄργος θέτο νηῒ μελαίνῃ
Παλλάδος ἐννεσίῃσιν· ἀνηέρθη δὲ μάλʼ ὦκα
δούρατʼ ἐλαφρίζουσα, θοὴ δʼ ὠλίσθανε πόντῳ·
καί οἱ ἐπειγομένη θαμινὰς ἐκέδασσε φάλαγγας
αἵ οἱ ὑπὸ τρόπι κεῖντο μιᾶς σχοίνοιο ταθεῖσαι.
Ἐν δʼ ἄρʼ ἔβη, λιμένος χαροπὸν δʼ ἀνεχάσσατο κῦμα·
Θῖνες δʼ ἀμφέκλυσθεν· ἐγήθει δὲ φρένʼ Ἰήσων,
ἆλτο δʼ ἔσω νεὸς Ἄργος, ἐφέσπετο δʼ ἀγχόθι Τῖφυς
καί οἱ ἐπάρτια θῆκαν ἀρηρότα πορσύνοντες,
ἱστόν τʼ ἠδʼ ὀθόνας· ἐπὶ δʼ αὖτʼ οἴηκας ἔδησαν,
πρυμνόθεν ἀρτήσαντες, ἐπεσφίγξαντο δʼ ἱμᾶσιν.
Αὐτὰρ ἔπειθʼ ἑκάτερθεν ἐρετμοὺς ἡπλώσαντο,
εἰσβαίνειν δʼ ἐκέλευον ἐπειγομένους Μινύηας.
τοῖσιν δʼ Αἰσονίδης ἔπεα πτερόεντα προσηύδα·
«Κέκλυτέ μευ, βασιλῆες ἀμύμονες, οὐ γὰρ ἔμοιγε
ἁνδάνει ἐν πραπίδεσσιν ἀρειοτέροισιν ἀνάσσειν.
Ὑμεῖς δʼ, ὅντινʼ ἄρα κραδίη θυμὸς τε μενοινᾷ
ἡγεμόνα στήσασθε· καὶ ᾧ περὶ πάντα μελήσει
σημανέειν ὅ τι κεν ῥέξαι ἔπος ἠδὲ καὶ ἔργον
πόντον ἐπιπλώσουσιν ἀφιξομένοις τʼ ἐπὶ γαῖαν,
εἴτε καὶ ἐς Κόλχους καὶ ἐς ἀλλοδαποὺς ἀνθρώπους.
Καὶ γὰρ δὴ μοῦνοι σὺν ἐμοὶ πόλεες τε καὶ ἐσθλοί,
οἵ ῥα καὶ ἀθανάτου ῥίζης γένος εὐχετάασθε,
ξυνὸν ἀνηρείψασθε πόνον, κλέος ὄφρʼ ἂν ἄροισθε.
Ἀλλʼ οὐ δὴ κάρτιστον ἀρειότερόν τε γενέσθαι
Ἡρακλῆος ἄνακτος οἴομαι· ἴστε καὶ αὐτοί.»
Ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· ἐν δʼ ἄρα φωνῇ
λαὸς ἐπερρόθεεν, Μινύαις ἐπικοίρανον εἶναι
Ἀλκείδην, ὃς πᾶσι μέγʼ ἔξοχος ἦεν ἑταίροις.
Ἀλλʼ οὐ πεῖθον ἄνακτα πεπνυμένον, ὅς ῥά οἱ ᾔδη
Ἥρης ἐννεσίῃσι τετιμένον Αἴσονος υἱόν,
ὥς δή οἱ κλέος ἐσθλὸν ἐπεσσομένοισιν ὄπαζεν·
ὡς ῥά οἱ αὐτὸς ἔνισπεν, Ἰήσονα κοίρανον εἶναι
πεντήκοντʼ ἐρέταισιν, ἀνὰ τραφερήν τε καὶ ὑγρήν.
Καὶ τότε δὴ μάλα πάντες ἐπῄνεον, ὡς ἐκέλευεν
Ἡρακλέης, καὶ θῆκαν Ἰήσονα κοίρανον εἶναι.
Ἦμος δʼ ἠέλιος τὸν ἀπείριτον αἰθέρα τέμνων
ἵπποις ὠκυπόδεσσι κελαινὴν ἔντυε νύκτα,
τῆμος ἐνὶ πραπίδεσσιν ἐμήτιεν Αἴσονος υἱός
πίστιν ἐφʼ ἡρώεσσι καὶ ὅρκια συνθεσιάων
θέσθαι ὄφρʼ ἔμπεδα πάντα φυλασσόμενοι πεπίθοιντο·
καὶ τότε τοι, Μουσαῖε, φίλον τέκος Ἀντιοφήμου,
πορσύναι μʼ ἐκέλευε θοῶς ἱερήϊα καλά.
Αὐτὰρ ἐγὼ ψαφαραῖσιν ἐπʼ ἠϊόνεσσιν ἐνεῖκα
κᾶλα, τά τʼ ἐκ δρυός ἐστι φερεσβίου· ἐν δʼ ἄρʼ ὕπερθε
πέπλῳ παρκατέθηκα θεοῖς ἐπινήχυτα δῶρα.
Καὶ τότε δὴ κραντῆρα βοῶν περιμηκέα ταῦρον
σφάζον, ἀνακλίνας κεφαλὴν εἰς αἰθέρα δῖαν,
ζωόταμον· περὶ δʼ αἷμα πυρῇ χέον ἔνθα καὶ ἔνθα.
Αὐτὰρ ἐπεὶ κραδίην θραύσας ποπάνοισιν ἔθηκα,
λείψας ὑγρὸν ἔλαιον, ἐπʼ αὐτῷ δὲ γλάγος ἄμνης.
Ἥρωας δʼ ἐκέλευσα περισταδὸν ἀμφιχυθέντας
δούρατʼ ἐπαμπήξασθαι ἰδʼ ἄορα κωπήεντα,
βύρσῃ τε σπλάγχνοισι τʼ ἐρειδομέναις παλάμῃσι.
Θῆκα δʼ ἄρʼ ἐν μέσσῳ τεῦχος κυκεῶνος ἐρείσας
ὀστράκεον, τῷ πάντα περιφραδέως ἐμέμικτο,
Δήμητρος μὲν πρῶτα φερέσβιος ἀλφίτου ἀκτή,
αἷμα δʼ ἐπὶ ταύροιο, θαλάσσης θʼ ἁλμυρὸν ὕδωρ.
Στέψασθαι δʼ ἐκέλευσα κύκλους ἐρόεντας ἐλαίης·
καὶ τότε χρυσείην φιάλην χείρεσσιν ἐμαῖσιν
ἀμπλήσας κυκεῶνος, ἐφεξείης ἐπένειμον
γεύειν ἄνδρα ἕκαστον ἐρισθενέων βασιλήων.
Πυρκαϊῇ δʼ ἐκέλευον Ἰήσονα λαμπάδα θέσθαι
πεύκης ἀζαλέης· ὑπὸ δʼ ἔδραμε θεσπεσίη φλόξ.
Δὴ τότʼ ἐγὼ πρὸς χεῦμα πολυφλοίσβοιο θαλάσσης,
χεῖρας ἐπαντείνας, τάδʼ ἀπὸ γλώσσης ἀγόρευσα,
«Ὠκεανοῦ μεδέοντες ἁλικλύστοιό τε πόντου
ἐμβύθιοι μάκαρες, καὶ ὅσοι ψαμμώδεας ἀκτάς
ναίεθʼ ἁλικροκάλους, καὶ Τηθύος ἔσχατον ὕδωρ.
Νηρέα μὲν πρώτιστα καλῶ πρέσβυστον ἁπάντων,
ἄμμιγα πεντήκοντα κόραις πάσαισιν ἐρανναῖς·
Γλαυκὴν δʼ ἰχθυόεσσαν, ἀπείριτον Ἀμφιτρίτην,
Πρωτέα καὶ Φόρκυνα, καὶ εὐρυβίην Τρίτωνα,
λαιψηρούς τʼ ἀνέμους, αὔραις μίγα χρυσεοτάρσαις,
ἄστρα τε τηλεσίφαντα, καὶ ἀχλύα νυκτὸς ἐρεμνῆς
αὐγήν τʼ ἠελίοιο ποδῶν προποδηγέτιν ἵππων
δαίμονας εἰναλίους τε μιγαζομένους ἥρωσιν,
ἀκταίους τε θεοὺς, ποταμῶν θʼ ἁλιμυρέα ῥεῖθρα·
αὐτόν τε Κρονίδην σεισίχθονα κυανοχαίτην,
κύματος ἐκπροθορόντα μολεῖν ἐπιτάρροθον ὅρκων.
Τόφρα μὲν οὖν ἐπίκουροι Ἰάσονος ἔμπεδον αἰεί
μίμνωμεν προφρόνως ξυνῶν ἐπαρηγόνες ἄθλων,
ζῳοὶ νοστήσωμεν ἑὰ πρὸς δώμαθʼ ἕκαστος·
ὃς δέ κε συνθεσίης δηλήσεται οὐκ ἀλεγίζων
ὅρκον ὑπερβάσιον, τούτου δʼ ἐπιμάρτυροι ἔστων
ἰθύντειρα Δίκη καὶ Ἐριννύες αἰνοδότειραι.»
Ὣς ἐφάμην· οἱ δʼ αὖτις ὁμοφροσύνῃ κατένευσαν
ὅρκια δειμαίνοντες, ἐσημήναντο δὲ χερσίν.
Αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησαν τε τὸν ὅρκον,
δὴ τότε νηὸς ἑῆς κοῖλον κύτος εἰσεπέρησαν
πάντες ἐφεξείης, ὑπὸ δὲ ζυγὰ τεύχεʼ ἔθεντο,
χεῖρας ἐρετμώσαντες· ἐκέκλετο δʼ αὐτόθι Τῖφυς
ἐκταδίοις ὅπλοις δῆσαι παρὰ κλίμακα μακρήν
ἱστία δʼ ἁπλῶσαι, λιμένος δʼ ἐκ πείσματα θέσθαι.
Καὶ τότε δὴ λίγυν οὖρον ἐπιπροέηκε νέεθαι
Ἥρη, Ζηνὸς ἄκοιτις, ἐπείγετο δʼ ἐς πλόον Ἀργώ.
Οἱ δʼ ἄρʼ ἐπʼ εἰρεσίην ἔπεχον χεῖράς τε νόον τε
ἄκμητοι βασιλῆες, ἐτέτμετο δʼ ἄσπετος ἅλμη,
ἀφροῦ ἅμʼ οἰδαίνοντος ὑπὸ τρόπιν ἔνθα καὶ ἔνθα.
Τῆμος δʼ ἱερὸς ὄρθρος ἀπʼ Ὠκεανοῖο ῥοάων
ἀντολίας ἤνοιγεν, ἐπέσπετο δʼ Ἠριγένεια
ἡδὺ φάος θνητοῖσι καὶ ἀθανάτοισι φέρουσα·
καὶ τότε δὴ σκοπιαί τε καὶ ἠνεμόεσσα κολώνη
Πηλίου ὑλήεντος ἀπʼ ἠϊόνος κατέφαινε.
Τῖφυς δʼ ἀμπαύσας δισσῆς οἰήια χειρός
τυτθὸν ὑπειρεσίῃσιν ἐκέκλετο κῦμα χαράσσειν·
καί ῥα θοῶς ἀκτῇσιν ὑπέδραμον· ἐκ δʼ ἄρα νηός
κλίμακα δαυρατέην λιμένων ἔντοσθε χάλασσαν.
Ἐκ δʼ ἔβαν ἥρωες Μινύαι, παύσαντο δὲ μόχθου·
τοῖσι δὲ μύθων ἦρχεν ὁμιλαδὸν ἱππότα Πηλεύς·
«Ὦ φίλοι, ἀθρεῖτε σκοπιῆς προὔχοντα κολωνόν,
μέσσῳ ἐνὶ πρηῶνι κατάσκιον, ἐνθάδε Χείρων
ναίει ἐνὶ σπήλυγγι, δικαιότατος Κενταύρων
οἳ τράφεν ἐν Φολόῃ, Πίνδου τʼ αἰπεινὰ κάρηνα,
ὅς ῥα δικασπολίῃ μέλεται καὶ ἀκεύμασι νούσων·
ἄλλοτε δʼ αὖ Φοίβου κιθάρην μετὰ χερσὶν ἀράσσων,
ἢ λιγυρὴν φόρμιγγα χελυκλόνον Ἑρμάωνος,
πᾶσι περικτιόνεσσι δικασπολίας ἀναφαίνει.
Τόφρα καὶ ἡμέτερον κοῦρον Θέτις ἀργυρόπεζα
νήπιον, ἀρτιγένεθλον, ἐν ἀγκαλίδεσσι λαβοῦσα,
Πήλιον εἰνοσίφυλλον ἔβη, Χείρωνί τʼ ἔδωκεν
εὖ καὶ ἐπισταμένως ἀγαπαζέμεν ἠδʼ ἀτιτάλλειν.
Ὃν δή μοι πόθος ἐστὶ περὶ φρένα θηήσασθαι.
Ἀλλὰ, φίλοι, πελάσωμεν ἐπὶ σπέος, ὄφρα ἴδωμαι
ἕξιν παιδὸς ἐμοῖο, καὶ ἤθεσιν οἷσι κέκασται.»
Ὣς εἰπὼν ἐξῖκεν ἀταρπιτόν· οἷ δʼ ἑπόμεσθα·
Αὐτὰρ ἐπʼ εἰς αὐλὴν εἰσήλθομεν ἠεροειδῆ
καὶ προσκεκλιμένος μὲν ἐπʼ οὐδαίοιο χαμεύνης
κεῖτο μέγας Κένταυρος, ἀπηρήρειστο δὲ πέτρῃ
ἱππείαισιν ὁπλαῖσι τανυσσάμενος θοὰ κῶλα.
Ἀγχοῦ δʼ ἱστάμενος Θέτιδος καὶ Πηλέος υἱός
χειρὶ λύραν ἤρασσε, φρένας δʼ ἐπετέρπετο Χείρων.
Ἀλλʼ ὅτε δή ῥʼ ἄθρησεν ἀγακλειτοὺς βασιλῆας
ἀσπασίως ἀνόρουσε, κύσεν δʼ ἄρα φῶτα ἕκαστον·
δαῖτά τʼ ἐπόρσυνεν· μέθυ δʼ ἀμφιφορεῦσι κόμισσεν,
ῥωγαλέαις τʼ ἔστρωσεν ὑπὸ στιβάδεσσι πέτηλα·
κλινθῆναι δʼ ἐκέλευσεν, ἀδαιδάλτοις δʼ ὑπὸ πλακταῖς
κρεῖα χύδην προὔθηκε συῶν ἐλάφων τε ταχειῶν·
αὐτὰρ ἔπειτʼ ἐπένειμε ποτὸν μελιηδέος οἴνου.
Ἀλλʼ ὅτε δὴ δόρποιο ποτοῦ θʼ ἅλις ἔπλετο θυμός
χερσὶν ἐπικροτέοντες ὁμόκλεον, ὄφρʼ ἂν ἔγωγε
δηρίσω Χείρωνι διωλύγιον κιθαρίζων.
Ἀλλʼ ἐγὼ οὐ πιθόμην· περὶ γάρ με ἐπήλυθεν αἰδώς,
ὁπλότερον γεγαῶτα γεραιτέρῳ ἰσοφαρίζειν·
μέσφʼ αὐτὸς Χείρων ἐλιλαίετο καί μʼ ἀέκοντα
ἠνώγει ᾄδων ἐριδαινέμεν εἵνεκα μολπῆς.
Πρῶτος δʼ αὖ Κένταυρος ἀείρατο πηκτίδα καλήν
ἥν ῥα τότʼ ἐν χείρεσσι φέρων ὤρεξεν Ἀχιλλεύς.
Ὅς δʼ ἄρʼ ἄειδε μάχην Κενταύρων ὀμβριμοθύμων,
οὓς Λαπίθαι κατέπεφνον ἀτασθαλίης ἕνεκα σφῶν
ἠδʼ ὥς Ἡρακλῆϊ καταντία μαιμώοντες
ἐν Φολόῃ δήρισαν· ἐπεὶ μένος οἴνου ἔγειρεν.
Αὐτὰρ ἔγωγε μετʼ αὐτὸν ἑλὼν φόρμιγγα λιγεῖαν,
ἐκ στόματος μελίγηρυν ἱεὶς ἀνέπεμπον ἀοιδήν·
Πρῶτα μὲν ἀρχαίου χάεος μελανήφατον ὕμνον,
ὡς ἐπάμειψε φύσεις, ὥς τʼ οὐρανὸς ἐς πέρας ἦλθε·
γῆς τʼ εὐρυστέρνου γένεσιν, πυθμένας τε θαλάσσης·
πρεσβύτατόν τε καὶ αὐτοτελῆ πολύμητιν Ἔρωτα,
ὅσσα τʼ ἔφυσεν ἅπαντα, διέκρινε δʼ ἄλλον ἀπʼ ἄλλου·
καὶ Κρόνον αἰνολέτην, ὥς τʼ ἐς Δία τερπικέραυνον
ἤλυθεν ἀθανάτων μακάρων βασιλήϊος ἀρχή.
Μέλπον θʼ ὁπλοτέρων μακάρων γένεσίν τε κρίσιν τε·
καὶ Βριμοῦς, Βάκχοιο, Γιγάντων τʼ ἔργʼ ἀΐδηλα,
ἀνθρώπων τʼ ὀλιγοδρανέων πολυεθνέα φύτλην
ἤειδον· στεινὸν δὲ διὰ σπέος ἤλυθεν αὐδή,
ἡμετέρης χέλυος μελιχρὴν ὄπα γηρυούσης.
Ἔστατο δʼ ἄκρα κάρηνα καὶ ἄγκεα δενδρήεντα
Πηλίου, ὑψηλάς τε μετὰ δρύας ἤλυθε γῆρυς.
Καί ῥʼ αἱ μὲν πρόρριζοι ἐπʼ αὔλιον ἐθρώσκοντο
πέτραι τʼ ἐσμαράγουν· Θῆρες δʼ ἀΐοντες ἀοιδῆς,
σπήλυγγος προπάροιθεν ἀλυσκάζοντες ἔμιμνον·
οἰωνοί τʼ ἐκυκλοῦντο βοαύλια Κενταύροιο
ταρσοῖς κεκμηῶσιν, ἑῆς δʼ ἐλάθοντο καλιῆς.
Αὐτὰρ ὁρῶν Κένταυρος ἐθάμβεε, χεῖρʼ ἐπὶ καρπῷ
πυκνὸν ἐπισσείων, οὖδας δʼ ἤρασσεν ὁπλῇσι.
Τῖφυς δʼ εἰσεπέρησε νεὼς ἄπο, καί ῥʼ ἐκέλευσεν
ὦκα περᾶν Μινύαισιν· ἐγὼ δʼ ἄμπαυον ἀοιδῆς,
οἳ δὲ θοῶς ἤγερθεν, ἔδυνε δὲ τεύχεʼ ἕκαστος.
Παῖδα δʼ ἐν ἀγκαλίδεσσιν ἀνίσχανεν ἱππότα Πηλεύς,
καί ῥʼ ἔκυσεν κεφαλήν τε καὶ ἄμφω φώεα καλά,
δακρυόεν γελόων· κηλήθη δὲ φρένʼ Ἀχιλλεύς.
Αὐτὰρ ἐμοὶ Κένταυρος ἑῇ γέρας ὤπασε χειρί,
νεβρὴν παραλέην ξεινήιον ὄφρα φέροιμι.
Ἀλλʼ ὅτε δὴ σπήλυγγος ἄπο προθορόντες ἔβημεν
ἄκρης ἐκ σκοπιῆς ὁ γέρων ἀνὰ χεῖρας ἀείρων
Φιλλυρίδης ἠρᾶτο, θεοὺς δʼ ἐπεκέκλετο πάντας
νόστον μὲν Μινύαισιν, ἰδὲ κλέος ἐσθλὸν ἀρέσθαι
ὁπλοτέροις βασιλεῦσι καὶ ἐσσομένοις μερόπεσσιν.
Αὐτὰρ ἐπεί τʼ ἐπὶ θῖνα καὶ ἐς νέα πάντες ἔβησαν,
ἐν προτέροις θώκοισι καθίζανον· ἐν δʼ ἄρʼ ἐρετμοῖς
χεῖρας ἐφαπλώσαντες, ἐπί ῥʼ ἅλα τύπτον ἕκαστος,
Πήλιον ἐκνεύσαντες· ὑπὲρ μέγα λαῖτμά τε πόντου
ἀφρὸς ἐπιζείων χαροπὴν λεύκαινε θάλασσαν.
Πισσαίη δʼ ἀπέκρυφθεν ἄκρη καὶ Σηπιὰς ἀκτή,
φάνθη δὲ Σκίαθος, Δολοπός τʼ ἀνεφαίνετο σῆμα,
ἀγχίαλός θʼ Ὁμόλη, ῥεῖθρόν θʼ ἁλιμυρὲς ἐναύλου
ὃς διὰ πολλὴν γαῖαν ἱεῖ μεγαλόβρομον ὕδωρ.
Οὐλύμπου δὲ βαθυσκοπέλου πρηῶνας ἐρυμνούς
εἰσέδρακον Μινύαι, καὶ Ἄθω δενδρώδεα κάμψαν,
Πελλήνην τʼ εὐρεῖαν· ἰδὲ ζαθέην Σαμοθρῄκην,
ἔνθα καὶ ὅρκια φρικτὰ θεῶν ἄρρηκτα βροτοῖσιν,
ἄσμενοι εἰσεπέρησαν ἐμῇς ὑποθημοσύνῃσιν
ἥρωες· μέγα γάρ σφιν ὀφέλσιμον ἀνθρώποισι
τῆσδε θυηπολίης, ἄμοτον πλωτῆρσιν ἑκάστοις.
Σιντιακαῖς δʼ ὀφρῦσιν ἐκέλσαμεν ὠκύαλον ναῦν
Λήμνῳ ἐν ἠγαθέῃ· τόθι περ κακὰ ἔργα μεμήλει
θηλυτέραις· αἳ γάρ κεν ἀϊστώσαντο συνεύνους
σφῇσιν ἀτασθαλίῃσι, καὶ ἡ κλυτὴ Ὑψιπύλεια
ἐλδομέναις κραίνεσκε, γυναικῶν εἶδος ἀρίστη.
Ἀλλὰ τί σοι περὶ τῶνδε πόλυν λόγον ἀμφαδὸν εἰπεῖν,
ὅσσον ἐφʼ ἵμερον ὦρσεν ἀγαυαῖς Λημνιάδεσσι
Κύπρις ἐρωτοτρόφος, Μινύαις εἰς λέκτρα μιγῆναι;
φίλτροις Ὑψιπύλην ἐρατοῖς ἐδάμασσεν Ἰήσων·
ἄλλῃ δʼ ἄλλος ἔμικτο· καὶ ἐκλελάθοντο πορείης,
εἰ μὴ ἀποτροπίοις ἐνοπαῖς θελξίφρονι θυμῷ
ἡμετέρῳ θελχθέντες ἔβαν ποτὶ νῆα μέλαιναν,
εἰρεσίην ποθέοντες ἐπεμνήσαντο δὲ μόχθου.
Ἔνθεν ἐς Ἑλλήσποντον ἅμʼ ἠῴους φέρεν οὖρος
ἀκραὴς Ζέφυρος, στεινῆς ἀπάτερθεν Ἀβύδου,
Ἴλιον Δαρδανίην, Πιτύην τʼ ἐπὶ δέξιʼ ἔχοντας,
οὗ καὶ Ἀβαρνιάδος Περκώτης τʼ εὔσταχυν αἶαν
ἀργυρέαις Αἴσηπος ἐπικλύζει προχοῇσιν.
Αἶψα δʼ ἐπιθρώσκουσα θέεν πολυηγόρος Ἀργώ.
Αὐτὰρ ἐπεὶ ψαμάθοισιν ἐκέλσαμεν, ἐν δʼ ἄρα Τῖφυς
ἰθύντωρ ἀκάτοιο, καὶ ἀγλαὸς Αἴσονος υἱός,
σύν τʼ ἄλλοι Μινύαι γλαυκώπιδι Τριτογενείῃ
θῆκαν ἀείραντες βριθὺν λίθον, ἔνθα δὲ νύμφαι
κρήνῃ ὑπʼ Ἀρτακίῃ καλὰ νάματα πλημμύρουσιν·
οὕνεκά οἱ πλώουσιν ἀνὰ πλατὺν Ἑλλήσποντον
εὔδιος ἀντεβόλησε μυχοῦ ἔντοσθε γαλήνη,
οὐδʼ εἰς γαῖαν ἔριψαν ἐϋγνάμπτους ἀγκύρας,
κύμασι θεινόμενοι ὑπὸ χειμερίαισιν ἀήταις.
Ἐνθάδε προσύνοντες ἐπὶ κροκάλαις προυχούσαις
δεῖπνά τε καὶ κλισίην, δόρπου μεμνήμεθʼ ἕκαστοι.
Δὴ τότε κεκλιμένοισιν ἐπήλυθε Κύζικος ἥρως,
ὃς Δολόπων ἤνασσε περικτιόνων ἀνθρώπων.
Αἰνῆος φίλος υἱὸς ὅν οἱ τέκε δῖα γυναικῶν
Εὐσώρου θυγάτηρ Αἰνίππη καλλιπάρῃος·
ὅς ῥα φιλοξενίῃ Μινύας ἐγέρηρεν ἅπαντας,
σφάζων πῖά τε μῆλα καὶ εἱλίποδας ἕλικας βοῦς,
ἀγροτέρους τε σύας· δῶκεν δʼ ἔπι οἶνον ἐρυθρόν,
σῖτον δʼ ἄφθονον ἧκεν ἀποπλώουσι φέρεσθαι,
χλαίνας τʼ ἠδὲ τάπητας, ἐϋννήτους τε χιτῶνας.
Φίλετο δʼ αὖ παρεόντας ὁμηλικίης ἕνεκα σφῆς·
καί ῥα πανημερίῃσιν ἐν εἰλαπίναισιν ὅμαρτεν.
Ἀλλʼ ὅτε γʼ Ὠκεανοῖο ῥόον βαπτίζετο Τιτάν,
μήνη δʼ ἀστροχίτων ἔπαγεν μελαναυγέα ὄρφνην,
τῆμος ἀρηίφατοι κίον ἀνέρες, οἵ ῥα νέμοντο
ἀρκτῴοις ἐν ὄρεσσι, τεθηπότες εἴκελα θηρσί
Τιτᾶσι, βριαροῖς τʼ ἐναλίγκιοι ἠδὲ Γίγασιν·
ἓξ γὰρ χεῖρες ἑκάστῳ ἀπʼ ὤμων ἀΐσσοντο.
Οὓς τότʼ ἐσαθρήσαντες ἀμαιμάκετοι βασιλῆες,
ἐς μόθον ὁρμαίνοντες ἀρήϊα τεύχεʼ ἔδυνον.
Καὶ ῥʼ οἳ μὲν πευκῇσιν ἀμύνονθʼ οἳ δʼ ἐλάτῃσιν·
ἐν δʼ ἔπεσαν Μινύαισι κατὰ σκοτόεσσαν ὁμίχλην.
Οὕς τοι ἐπειγομένους κτεῖνεν Διὸς ἄλκιμος υἱός,
τόξῳ ὀϊστεύων· σὺν δʼ Αἰνέος ὤλεσε παῖδα
Κύζικον, οὔτι ἑκὼν, ἀλλʼ ἀφραδίῃσι πεδηθείς·
τῷ δʼ ἄρα μόρσιμον ἧεν ὑφʼ Ἡρακλῆι δαμῆναι.
Αἶψα δέ οἱ Μινύαι κοίλης ἔντοσθεν ἔβησαν
νηὸς τευχήρεις, ποτὶ δὲ ζυγὸν ἷζον ἕκαστος.
Τῖφυς δὲ πρύμνηθεν ἐπήπυεν ἠδʼ ἐκέλευε
κλίμακα νηὸς ἔσω ἐρύσαι, καὶ πείσματα λῦσαι.
Ἀλλʼ οὔ οἱ λύοντο κάλοι, δεσμοῖσι δʼ ἀφύκτοις
ὠκείης στροφάλιγγος ἀρηρότες ἐσφίγγοντο,
νῆα κατείργοντες· θάμβησε δὲ Τῖφυς ἀμύμων,
ἄφθογγος δέ οἱ ἧκε χερῶν οἰήϊα νηός
Ἀργῴης· οὐ γάρ οἱ ἐέλπετο κῦμα περῆσαι.
Ῥείη γὰρ κοτέεσκε δεδουπότος εἵνεκα λαοῦ·
Ἀλλʼ ὅτε πρὸς μέσατον νυκτὸς προὔβαινεν ἀταρπός,
ἄστρα τε τηλεφανῆ δῦνεν ῥόον Ὠκεανοῖο,
ὄσσε κυβερνήτῃ προσεπέστιχε νήδυμος ὕπνος.
Τῷ δὲ βαθὺ κνώσσοντι θεὰ μενέδουπος Ἀθήνη
ἄγχι παρισταμένη παρʼ ἐτήτυμα σήματʼ ἔφαινεν·
ὧδε δʼ ὁμοκλήσασα θεηγόρον ἔννεπε μῦθον·
«Εὕδεις Ἀγνιάδη, γλυκερῷ βεβολημένος ὕπνῳ,
κῶμα περὶ βλεφάροισι βαλών· ἀλλʼ ἔγρεο Τῖφυ,
κέκλεο δʼ ἡρώεσσι μολεῖν ἐπὶ νήνεμον ἀκτήν,
νηὸς ἄπο προθορόντας, ὅθι ξένος ἐν ψαμάθοισι
κεῖται ἀποφθίμενος· τῷ οἱ κτέρεα κτερεΐξαι
παμμήτειρα Ῥέη κέλεται γέρα, ἠδέ τε λοιβάς
δοῦναι ὑποχθονίοισι καὶ δάκρυα λειβέμεν ὄσσων,
αἰδομένους Θέμιν ἀγνοτελῆ ξενίην τε τράπεζαν·
ὅν ῥʼ ἀέκων ἔκτεινε βαλὼν διὰ νύκτερον ὄρφνην
Ἡρακλέης, θυμὸν δὲ θεᾶς ἐχολώσατε Ῥείης.
Ἀλλʼ ὁπόταν θεσμοῖς ξεῖνον σεβάσησθε θανόντα
Δίνδυμον αὐτίκʼ ἔπειτα Ῥέης ἕδος εἰσαναβάντες
ἱλασμοῖς ἱεροῖς Γαίης ἀρέσασθε θύγατρα,
πείσματα δʼ ἀράμενοι, τότε δὴ μνώεσθε πλοοῖο.»
Ὣς εἰποῦσα θεὰ πάλιν ἐτράπετʼ, ἶσον ὀϊστῷ
οὐρανὸν ἐσσυμένη. Τοῦ δʼ αὐτίκα κῶμʼ ἐκεδάσθη,
πρύμνης δʼ ἆλτο θοῶς· ἀνέγειρε δὲ λαὸν ἀϋτῇ
τοίχων ἔνθα καὶ ἔνθα παρακλιδὸν ὑπνώοντας,
ψυχῇ ὑποτρομέων· ἄφαρ ἡρώεσσι δʼ ὀνείρου
φάσματα πᾶσιν ἔειπεν, ἐπιδρομάδην ἀγορεύων.
Οἱ δὲ θοῶς ἤγερθεν, ἐπʼ ᾐόνα δʼ ἆλτο ἕκαστος.
Ἡ δὲ κατʼ ὀρφναίοιο πόλου χρυσήνιος ἠὼς
ἀντολίας ἤνοιγεν, ἐδέχνυτο δʼ οὐρανὸς ὄρθρον·
καὶ τότʼ ἀριστῆες Μινύαι νέκυν εἰσενόησαν
αἵματι καὶ κονίῃ πεπαλαγμένον· ἀμφὶ γὰρ ἄλλοι
δήϊοι ἀμφὶς ἔκειντο, πελώρια σώματα θηρῶν.
Ἀλλʼ οἳ μὲν βασιλῆα περισταδὸν ἀμφιχυθέντες
Κύζικον εὐξέστοισιν ὑπὸ πλακέεσσιν ἔθηκαν,
ἂν δʼ ἄρα τύμβον ἔχευαν, ἐδωμήσαντο δὲ σῆμα.
Φιτροὺς δʼ αἶψα κόμιζον, ἰδʼ ἔντομα πορσύνοντες
παμμέλανʼ ἐν βόθροις μετεκίαθον· αὐτὰρ ἔγωγε
ψυχὴν ἱλασάμην, σπένδων μειλίγματα χύτλων
ὕδατί τʼ ἠδὲ γάλακτι, μελισσορύτων ἀπὸ νασμῶν
λοιβαῖς συμπροχέων, καὶ ἐμοῖς ὕμνοισι γεραίρων.
Αὐτὸς δʼ Αἰσονίδης προυθήκατο πᾶσιν ἄεθλον,
τυμβιδίου ἐπʼ ἀγῶνος ἑταίροις ἔμμενʼ ἄεθλα,
δῶρα τά οἱ πόρεν Ὑψιπύλη Λήμνοιο φέρεσθαι.
Ἀγκαίῳ μὲν δῶκε πάλης γέρας ἀμφικύπελλον
χρύσειον πολυχανδὲς ἔχειν· Πηλῆι δʼ ἔδωκε
θάσσοντι σταδίοισι, ποδωκείης ἕνεκα σφῆς
χλαῖναν φοινικέην, πολυδαίδαλον ἔργον Ἀθήνης.
Αὐτὰρ παγκρατίοιο δόκεν γέρας Ἡρακλῆϊ
ἀργύρεον κρητῆρα παναίολον· ἱππασίης δέ
Κάστορι, χρυσείων φαλάρων πολυτεχνέα κόσμον·
πυγμαχίης δὲ τάπητα λιανθέα δῶκε φέρεσθαι
ἀθλοφόρῳ Πολυδεύκει· ὃ γὰρ κλυτὸν ᾔρατο νῖκος.
Αὐτὸς δʼ εὐκαμπὲς τόξον λάβεν ἠδʼ ἄρʼ ὀϊστούς,
τεινάμενος δέ οἱ ἧκε βέλος, τὸ δʼ ἀπέπτατο τηλοῦ·
Δῶκε δʼ ἄρʼ Αἰσονίδῃ Μινύης λόχος εἵνεκα τιμῆς
πλέξας εὐανθῆ στέφανον τανυφύλλου ἐλαίης.
Αὐτὰρ ἐμοὶ μολπῆς γέρας ὤπασε δῖος Ἰήσων
ἐμβάδα χρυσείην γε τιταινομένην πτερύγεσσι.
Λῦτο δʼ ἀγὼν, φήμη δὲ διέπτατο δώματος εἴσω
Κυζίκου οἰχομένου· τοῦ δʼ ὡς κλύε σύγγαμος αἰνή
στήθεα δρυπτομένη λίγʼ ἐκώκυεν· ἀμφὶ δὲ δειρῆς
ἀψαμένη μήρινθα, βρόχῳ ἀπὸ θυμὸν ὄλεσσε.
Γῆ δʼ ὑποδεξαμένη πλακὶ δάκρυα, πίδακος ἧκε
βλύζουσʼ ἀργυροειδὲς ὕδωρ κρήνης ἀπὸ μέσσης
ἀέναον· Κλείτην δὲ περικτίονες καλέουσι.
Καὶ τότε δὴ βασιλῆες ὀνειροπόλον διὰ πύστιν,
κνημὸν ἐπὶ ζάθεον καὶ Δίνδυμον ἀκρώρειαν,
ὄφρα κε μειλίξαιντʼ εὐοινίστοις ἐπὶ λοιβαῖς
Ῥείην πρεσβυγενῆ, θυμὸν δʼ ἀλέαιντο ἀνάσσης.
Αὐτὰρ ἐγὼν ἑπόμην, φόρμιγγα δὲ χερσὶν ἄειρον,
Ἄργος δʼ αὖθʼ ἵκανε, λιπὼν εὐεργέα νῆα,
ὅσγε τανυφλοίου ἐλάτης ἀμφιπλεκὲς ἔρνος
ἀμπέλου αὐαλέης ὀξεῖ ἀπέκερσε σιδήρῳ·
Ξέσσε δʼ ἐπισταμένως βρέτας ἱερὸν ἰδμοσύνῃσι,
μίμνειν ἔμπεδον αἰὲν ἐπεσσομένοις ἀνθρώποις·
λάασι δʼ εὐτύκτοις δωμήσατο οἶκον ἀνάσσῃ.
Ἐν δʼ ἄρʼ ἐπειγόμενοι Μινύαι — μέγα δʼ ἔξοχα πάντων
Αἰσονίδης — λιθάκεσσιν ἀρηρότα βωμὸν ἔτευξαν
ᾧ ἔπι ταυροθύτους λοιβὰς ἠδʼ ἱερὰ καλά
ῥέξαν ἀριστῆες· σπονδαῖσι δʼ ἐτέρπετο Ῥείη.
Αὐτὰρ ἔμʼ ἤνωγον κλῇσαι θεὸν ἠδὲ γερῆραι,
ὄφρα κεν ἀντομένοις νόστον μελιηδέʼ ὀπάσσοι.
Ἀλλʼ ὅτε δὴ θυέεσσι λιταῖσί τε γουνασάμεσθα,
Ἀργῴην ποτὶ νῆα κατήλθομεν· ἐν δʼ ἄρα Τῖφυς
ἥρωας πρύμνηθεν ἐκέκλετο· σὺν δʼ ἄρα πάντες
ἐσσύμενοι θώκοισιν ἐπὶ προτέροισι κάθιζον,
βάντες ὑπὲρ θώκοιο, καὶ εἰρεσίης μνώοντο.
Ἀπροφάτως δʼ ἀπὸ γῆς λεπτοὶ λύοντο κάλωες
πείσματα δʼ ἡπλώθη· κραιπνὸν δʼ ἀπὸ Δινδύμου ἄκρης
ἴκμενον οὖρον ἐφῆκε Ῥέη λιπαροκρήδεμνος.
Ἡμεῖς δʼ αὖτʼ ἐπὶ νηὶ γεράσμια πέμπομεν ἱρά,
Βωμὸν ἐπιστέψαντες ἐπεσσομένοισι πυθέσθαι
Πεισματίην τόθι πείσματʼ ἐεργομένης λύθεν Ἀργοῦς.
Αὐτὰρ ἐπεί γʼ ὀθόνας ἀκάτου πλήρωσεν ἀήτης,
θῦνε διαπρήσσουσʼ ἁλιμυρέα κύματα πόντου,
Μύσια δὲ σχεδόθεν παραμείβετο πείρατα γαίης·
αἶψα δὲ Ῥυνδακίους προχοὰς ἤμειψε θέουσα,
καλούς τʼ ἐς λιμένας ψαμαθώδεας εἰσεπέρησε,
κέλσε δʼ ἐπʼ αἰγιαλῷ· προτόνοις δʼ ἐπὶ χεῖρα βαλόντες,
ἱστία μηρύσαντο καὶ ἀμφʼ ἱμᾶσιν ἔδησαν,
κλίμακα δʼ ἐξώκειλαν ἐπὶ χθονὸς, ἐκ δʼ ἔβαν αὐτοί,
σίτου καὶ πόσιος λελιημένοι· ἀμφὶ δὲ κναμός
Ἀργάνθου κατέφαινε, βαθυσκόπελοί τε κολῶναι.
Ἡρακλέης δʼ ἠπείγετʼ ἀνʼ ὑλήεντας ἐναύλους,
τόξον ἔχων παλάμαις ἰδὲ τριγλώχινας ὀϊστούς
ὄφρα κε θηρήσαιτο, πόροι δʼ ἐπὶ δόρπον ἑταίροις,
ἢ σύας, ἢ πόρτιν κεραὴν, ἢ ἄγριον αἶγα.
Τοῦ δʼ ἀφομαρτήσαντος Ὕλας ἐξίκετο νηός
λάθρα ἐπισπόμενος· σκολιῆς δʼ ἀλίτησεν ἀταρποῦ
ὕλῃ ἔνι πλαγχθεὶς, ἐν δὲ σπέος ἥλυθε Νυμφῶν
Λιμνακίδων· αἱ δέ σφιν ἐσαθρήσασαι ἰόντα
κοῦρον ἔτʼ ἀντίθεον κατερύκανον, ὄφρα σὺν αὐταῖς
ἀθάνατός τε πέλῃ καὶ ἀγήραος ἤματα πάντα.
Ἀλλʼ ὅτε πρὸς μεσάτην ἠῶ φέρεν ὠκέας ἵππους
Ἠέλιος, κραιπνὸς δʼ ἐξ οὔρεος ἔπνεεν οὖρος,
ἐν δʼ ἔπεσʼ ἀργενναῖς ὀθόναις, Τῖφυς δʼ ἐγεγώνει
νηὸς ἔσω περάαν, θινὸς δʼ ἐκ πείσματα λύειν·
οἳ δὲ κυβερνητῆρος ἐφημοσύναις ἐπίθοντο.
Εἰλατίδης δʼ ἀνὰ πρῶνα θοῶς Πολύφημος ἔβαινεν,
ὄφρα κεν Ἡρακλῆα θοῶς ἐπὶ νῆα καλέσσοι·
ἀλλʼ οὔ οἱ ξύμβλητο· μολεῖν γάρ οἱ οὔτι πέπρωτο
Φᾶσιν καλλίροον μένος ὄβριμον Ἡρακλῆος.
Αὐτὰρ ἐπηῶοι λυγρὴν ἐπεράσσαμεν αἶαν,
ἔνθʼ Ἄμυκος Βεβρύκεσσιν ὑπερφιάλοισιν ἄνασσεν·
ὅστε Πανομφαίου Ζηνὸς θέμιν οὐκ ἀλεγίζων
ἆθλον ἐπὶ ξείνοισι περικτιόνων ἀνθρώπων,
ὅστις ἐπὶ σταθμοὺς ἠδʼ ἀστεμφῆ δόμον ἵξῃ,
θήκατο, πυγμαχίης ὑπερόπλου πειρηθῆναι.
Τὸν μὲν ἄρʼ ἠΐστωσε βίῃ κρατερὸς Πολυδεύκης,
τύψας ἀπροφάτως κεφαλὴν σκληροῖσιν ἱμᾶσι·
λαοὺς δʼ αὖ Βεβρύκων Μινύαι χαλκῷ κατένηραν·
Ἔνθα δʼ ἀφορμηθέντες, ὑπʼ εἰρεσίῃ δὲ καμόντες,
Βιθυνῶν μέγα ἄστυ βαθείῃ κέλσαμεν ἀκτῇ
σπεύδοντες προχοαῖς ἠδʼ ἐν νιφαργέσιν ὕλαις,
ἕσπεροι αὐλισθέντες ἐφωπλισσάμεθα δόρπον.
Ἔνθα ποτʼ αἰνόγαμος Φινεὺς ὑπερήνορι θυμῷ
δοιοὺς ἐξαλάωσε γόνους, προβλῆσί τε πέτραις
θηρσὶν ἕλωρ προὔθηκε γυναίων εἵνεκα φίλτρων·
τοὺς δὲ καὶ ἀσκηθεῖς καὶ ὀπωπότας αὖθις ἔτευξαν
παῖδε κλυτοῦ Βορέου· Φινεῖ δέ οἱ ὤπασαν ἄτην
ἀργαλέοιο κότου, φωτὸς δʼ ἀπενόσφισαν αὐγάς.
Αὐτὰρ ἐπεὶ ζαμενὴς Βορέης στροφάδεσσιν ἀέλλαις
ἁρπάξας ἐκύλινδεν διὰ δρυμὰ πυκνὰ καὶ ὕλας
Βιστονίης, ἵνα κῆρ ὀλοὴν καὶ πότμον ἐπίσπῃ.
Αὐτὰρ ἐπεὶ Φινῆος Ἀγηνορίδαο λιπόντες
αὖλιν, ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐξικόμεσθα
ἀγχοῦ Κυανέαις πέτραις, ἅς μοι ποτὲ μήτηρ
ἡμετέρη κατέλεξε περίφρων Καλλιόπεια.
Οὐ γάρ οἱ ἐξυπάλυξις ὀϊζυροῖο πόνοιο,
ἀλλὰ κατειρύμεναι ἀνέμων ἀργῇσιν ἀέλλαις
ξυμβλῆτες πίπτουσιν ἐπʼ ἀλλήλαισιν ἰοῦσαι·
δοῦπός τʼ ἂμ πέλαγός τε καὶ οὐρανὸν εὐρὺν ἵκανεν
ῥηγνυμένοιο κλύδωνος, ὀρινομένης τε θαλάσσης·
κύματι παφλάζοντι περιβρέμει ἄσπετος ἅλμη.
Ἀλλʼ ἐγὼ Ἀγνιάδῃ τάδʼ ἀπὸ γλώσσης ἀγόρευσα,
πρύμναν ἔπειθʼ ὁρόειν ὄφρʼ ἂν πεφυλαγμένος εἴη.
Τοῦ δὲ καὶ εἰσαΐοντος ἐπαχνώθη φίλον ἦτορ,
ἐν στέρνοισι δὲ κεῦθεν, ἅ οἱ τελέεσθαι ἔμελλεν,
μοῦνος ἀφʼ ἡρώων· ἀλλὰ γλαυκῶπις Ἀθήνη
Ἥρης ἐννεσίῃσιν ἐρωδιὸν ἧκε φέρεσθαι
ἄκρην ἱστοκεραῖαν· ὃ δʼ ἀσχαλόων πεπότητο,
πέτραις δʼ ἐν μυχάταισιν ὑπὸ πτερύγεσσιν ἀερθείς
δινεῖται· ταὶ δʼ αἶψα κραδαινόμεναι ἑκάτερθεν
σύμπεσον ἀλλήλαισι, καὶ οὐρῆς ἄκρον ἔκερσαν
ὄρνιθος· περὶ δέ σφιν ἐτώσιον ἠρείσαντο.
Τῖφυς δʼ ἐκπρολιπόντος ἐρωδιοῦ αἰπὺν ὄλεθρον
σῖγα μὲν ἡρώεσσιν ἐκέκλετο· τοὶ δʼ ἀΐοντες,
ἱέμενοι θοὰ κύμαθʼ ὑπειρεσίῃσι χάρασσον·
αὐτὰρ ἐγὼ μολπῇσι παρήπαφον ἡμετέρῃσι
πέτρας ἠλιβάτους· αἱ δʼ ἀλλήλων ἀπόρουσαν.
Κῦμα δʼ ἀνερρόχθησε· βυθὸς δʼ ὑποείκαθε νηί,
ἡμετέρῃ πίσυνος κιθάρῃ, διὰ θέσκελον αὐδήν.
Ἀλλʼ ὅτε δὴ πορθμοῖο κατὰ στόμα καὶ διὰ πέτρας
Κυανέας ἤμειψε λάλος τρόπις, αὐτίκʼ ἄρʼ αἵ γε
βυσσόθεν ἐρριζοῦντο, καὶ ἔμπεδον αἰὲν ἔμιμνον.
Οὕτω γὰρ Μοῖραι τάδʼ ἐπεκλώσαντο βαρεῖαι.
Καὶ τότε δὴ προφυγόντες ἀδευκέα πήματʼ ὀλέθρου,
Ῥηβανοῦ προχοαῖσι μέλαινʼ ἐξικόμεθʼ ἀκτήν,
νῆσον ὑπὲρ δολιχὴν Θυνηίδα, τῆς ἀπάτερθεν
Τέμβριος ἰχθυόεις θαλεραῖς πλημμύρεται ὄχθαις,
Σαγγάριός θʼ ὃς κύματʼ ἐπιτρέχει Εὐξείνοιο.
Ἀλλʼ ὅτʼ ἐπʼ αἰγιαλὸν ἐπενεισάμεθʼ εἰρεσίῃσιν,
ἀμφὶ Λύκοιο ῥέεθρον ἐκέλσαμεν, ᾧ ἔπι λαοῖς
κραῖνε Λύκος ποταμοῖο φερώνυμος, ὅς ῥʼ ὑπέδεκτο
ἥρωας Μινύας, ξενίῃ δʼ ὑπέδεκτο τραπέζη,
φίλετο δʼ αὖ νύκτας τε καὶ ἤματα συνεχὲς αἰεί.
Ἔνθα καὶ αἶσα παρέσχε καταφθίσθαι δύο φῶτας,
Ἀμπυκίδην Ἴδμωνα, κυβερνητῆρά τε Τῖφυν.
Τοῦ μὲν δὴ κατὰ σῶμα λυγρὴ ἠρείσατο νοῦσος,
τὸν δʼ ἔκτεινεν θὴρ, σῦς ἄγριος· αὐτὰρ ὃ τοῖς γε
τύμβους χευάμενοι πολιὴν ἐπένησαν θῖνα
Ἀγκαίῳ πίσυνοι· τὸν γὰρ φάσαν ἴδριν ἅπαντες
ναυτιλίης σφετέρῃσι δαημοσύνῃσι κεκάσθαι.
Αὐτὰρ πηδαλίων οἰήια λάζετο χειρί
νῆα κατιθύνων ἐπὶ Παρθενίοιο ῥέεθρα,
ὃν δὴ Καλλίχορόν μιν ἐπώνυμόν οἱ καλέουσιν,
ὅν τοι ἐγὼ μύθοισιν ἐπὶ προτέροισιν ἔλεξα.
Ἔνθεν ἄκραν προβλῆτα παραπλώσαντες ἔβημεν
γῆν ἐπὶ Παφλαγόνων, τὴν δὴ παράμειψε θέουσα
Ἀργὼ ὑπὲρ μέγα λαῖτμα· Καραμβιακὴν δʼ ἵκετʼ ἄκρην,
ᾗ ἐνὶ Θερμώδων κεῖται Ἅλυος τε ῥέεθρον,
βάλλον ἐπʼ αἰγιαλὸν, δίνας ἁλιμυρέας ἕλκον.
Νέρθε δʼ ὑποθρώσκουσι βορειάδος ἀντίον ἄρκτου
μακρὰ Θεμισκύρης Δοιαντίδος ἅψεα κεῖται
ἄγχι δʼ Ἀμαζονίδων δαμνίππων ἄστεα κεῖται,
καὶ Χάλυβες, Τιβαρηνά τʼ ἔθνη, λαοί τε Βέχειρες
μίγδην ἐν Μοσύνοισι πέδον περιναιετάουσι·
λαιὰ δʼ ἐπιπλώσαντες ἐκέλσαμεν αἰγιαλοῖσι
ἧχι τε Μάκροι ἔσαν Μαριανδύνοισιν ὅμουροι.
Νέρθε δέ τοι Ἑλίκης δολιχὸς παρακέκλιται αὐχὴν
ἔνθα δʼ ὑπωρείῃσιν ἐπὶ προβλῆσι κυκλοῦνται
τηλεφανεῖς αὐλῶνες ὑπὲρ μυχὸν εὐρέα κόλπου·
οὗ Σύμης ὄρος ἐστὶ πολύς τʼ εὐθαλὴς λειμών,
ἐνθάδʼ Ἀράξου ῥεῦμα μεγαβρεμέτου ποταμοῖο,
ἐξ οὗ Θερμώδων Φᾶσις Τάναΐς τε ῥέουσιν,
οὗ Κόλχων κλυτὰ φῦλα καὶ Ἡνιόχων καὶ Ἀραξῶν.
Ὃν παραμειβόμενοι, μυχάτοις ἐπεπλείομεν ὅρμοις
Οὔρων, Χιδναίων τε, Χαρανδαίων, Σολύμων τε
Ἀσσυρίων τε λεὼν, τρηχὺν δʼ ἀγκῶνα Σινώπης,
καὶ Φίλυρας Ναπάτας τε καὶ ἄστεα πυκνὰ Σαπείρων
Βύζηράς τʼ ἐπὶ τοῖσιν, ἰδʼ ἄξενα φῦλα Σιγύμνων.
Ἷκτο δʼ ὑπὸ πνοιῇς ἀνέμου πλησίστιος Ἀργὼ
ὄρθριον, ἐρχομένης ἠοῦς ἐπʼ ἀπείρονα κόσμον,
ἐσχατʼ ἔπʼ Ἀξείνου Φᾶσιν κατὰ καλλιρέεθρον.
Αὐτὰρ ἐπεὶ ποταμοῖο διὰ στόμα πρηῢ ῥέοντος
ἱκόμεθʼ αὐτίκʼ ἄρα στέφανον καὶ τεῖχος ἐρυμνόν
Αἰήτου κατέφαινε καὶ ἄλσεα τοῖς ἔπι κῶας
χρύσεον ᾐώρητο χαλαζαίῃ ἐπὶ φηγῷ.
Ἀγκαῖος δʼ ἤνωγε παραιφάμενος ἐπέεσσι
λαίφεά τε στέλλειν, καὶ ἐπίκριον αὖθι χαλάσσαι
ἱστὸν ἀνακλίναντας, ὑπʼ εἰρεσίῃ δὲ νέεσθαι.
Ὣς οἳ μὲν τὰ ἕκαστα πονήατο· αὐτὰρ Ἰήσων
αὐτίκα μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ξυνὴν μὲν Μινύαισιν ἄδην ἀνενείκατο φωνήν,
ἠέ γʼ ἐπʼ Αἰήταο μόλῃ δόμον οἶος ἀπʼ ἄλλων,
μειλιχίοις στέρξῃ τε παραιφάμενος ἐπέεσσιν·
ἠὲ μεθʼ ἡρώεσσι καὶ ἐς μόθον αὐτίκα λεύσσοι.
Ἀλλʼ οὐ γὰρ Μινύαισιν ἐπήνδανε πᾶσι νέεσθαι·
δεῖμα δʼ ἐνὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη,
ἀμβολίην θʼ ἵνα δὴ τελέσῃ, τάπερ αἶσα γενέσθαι.
Ὦκα δʼ ἄρʼ οὖλον ὄνειρον ἀπʼ οὐρανοῦ ἧκε φέρεσθαι
εἰς δόμον Αἰήταο· συθεὶς δʼ ὅγε δεῖμα πέλωρον
Ἔσκηψεν βασιλῆα περὶ φρένας, ὅς νιν ἔδοξε
παρθένου ἣν ἀτίταλλεν ἐνὶ μεγάροισιν ἑοῖσι
Μηδείας κόλποισιν ἐν ἱμερτοῖσι συθῆναι
ἀστέρα παμφανόωντα διʼ ἠερίοιο πορείης.
Ἣ δʼ ἐπεὶ ἐν πέπλοισι λάβεν κεχαρηότι θυμῷ,
ἧκε φέρουσʼ εἰς χεύματʼ ἐυρρείτου ποταμοῖο
Φάσιδος· ἀστέρα δʼ αἰὲν ἀναρπάξαντα ῥέεθρον
οἴχεσθαι πόντοιο διʼ Ἀξείνοιο φέροντα.
Ταῦτα δʼ ἐσαθρῆσας δολίου ἐξέσσυτο ὕπνου,
ἀπροφανῆ, στυγερὸν δὲ περὶ φρένας εἵλκετο δεῖμα·
ἆλτο δʼ ἄρʼ ἐξ εὐνῆς· δμωσὶ δὲ οἱ ὦκʼ ἐπέτελλεν
ἵππους ἐντύνειν, ὑπὸ δὲ ζεύξασθαι ἀπήνην,
ὄφρα κε μειλίξαιτο κιὼν ἐπὶ ῥεῖθρον ἐραννόν
Φᾶσι δινήεντα, σὺν ἐνδαπίῃς μίγα νύμφαις,
ψυχάς θʼ Ἡρώων, ὅσσαι τʼ ἐπὶ ῥεῖθρον ἄμειβον.
Θυγατέρας δʼ ἔκλῃζε θυώδεος ἐκ θαλάμοιο,
Χαλκιόπην σὺν παισὶν ἀποφθιμένου Φρίξοιο,
ἠδʼ ἁπαλὴν Μήδειαν ἀριπρεπὲς εἶδος ἔχουσαν
παρθένον αἰδοίην, ὄφρʼ ἂν συνέποιτο κίοντι.
Ἄψυρτος δʼ ἀπάνευθε δόμους ναίεσκε πόληος·
ἅρμα δʼ ἐπὶ χρύσειον ἔβη μίγα θυγατέρεσσιν
Αἰήτης· τὸν δʼ αἶψα διʼ ἐκ πεδίου φέρον ἵπποι
χεῖλος ὑπὲρ ποταμοῦ δονακώδεος, ἔνθα περ αἰεί
εὐχωλὰς ῥείθροισι καὶ ἱερὰ κάλʼ ἐκόμιζεν.
Κείναισιν δʼ ὄχθαισιν ὑπόδρομος ἤλυθεν Ἀργώ.
Καί ῥα τότʼ Αἰήτης εἰσέδρακεν, ἐν δʼ ἄρα πολλούς,
ἑξείης ἥρωας ὁμιλαδὸν ἑδριόωντας,
ἀθανάτοις ἰκέλους· περὶ γάρ ῥά ἑ τεύχεα λάμπε.
Τοῖσι δʼ ἄρʼ ἐν πάντεσσι μετέπρεπε δῖος Ἰήσων.
Ἥρη γὰρ περὶ πάμπαν ἐτίετο, καί οἱ ἔδωκε
κάλλος τε μέγεθός τε καὶ ἠνορέην ὑπέροπλον.
Ἀλλʼ ὅτε δὴ σχεδὸν ὄντες ἐπʼ ἀλλήλοις βάλον ὄσσε,
Αἰήτης Μινύαι τε, περὶ φρένα παχνώθησαν.
Πρόσθε γὰρ Αἰήτης μὲν ἐφʼ ἅρματος ἠέλιος ὣς
λάμπετο μαρμαρυγαῖσι πέριξ χρυσέων ἀπὸ πέπλων·
ἀμφὶ δέ οἱ στεφάνην κεφαλὴ ἔχε θυσσανόεσσαν
ἀκτῖσιν φλογέαις· σκῆπτρον δʼ ἐν χερσὶν ἐνώμα
ἀστεροπαῖς ἴκελον· δοιὼ δʼ ἑκάτερθεν ἕηστον
θυγατέρες· ταῖς γάρ κεν ἀγαλλόμενος πεφόρητο.
Σμερδνὸν ὑπʼ ὀφθαλμοῖσιν ἐσέδρακε νηὶ πελασθείς,
καί οἱ ἀπὸ στηθέων βριαρὴν ἀνενείκατο φωνήν
δεινὸν ὁμοκλήσας· μέγα δʼ ἀντιάχων ἐγεγώνει·
«Φράζετον οἵτινες ἐστὲ, τί δὲ χρέος ὗμας ἱκάνει,
ἔκ ποθεν ἐλδομένοισι Κυτηΐδα γαῖαν ἀμεῖψαι,
οὐδʼ ἄρʼ ἐμὴν ἀλέγοντες ἀνακτορίην πεφόβησθε,
οὐδὲ λεὼν σκήπτροισιν ἐπήρανον ἡμετέροισι
Κόλχων, οἵ κεν Ἄρηϊ δορυσσόῳ εἰσὶν ἀτειρεῖς,
ἐς μόθον ἱεμένοις εὖ εἰδότες ἶφι μάχεσθαι.»
Ὣς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Αἰσονίδῃ δʼ ἄρα θάρσος ἐνὶ πραπίδεσσιν ὄπασσεν,
Ἥρη πρέσβα θεά· μέγα δʼ ἀντιάχων ἐγεγώνει·
«Οὔτέ νυ ληιστῆρες ἱκάνομεν, οὔτέ τινʼ ἄλλην
γαῖαν ἐπιστρωφῶντες, ἐγείρομεν ὕβριος αἴσῃ
ἔργʼ ἄδικʼ ἀνθρώποισιν, ἃ δὴ πολέες μεμάασι
τετλάμεν ἐν βιοτῇ κέρδους ἕνεκεν σφετέροιο.
Ἀλλά μοι ἆθλον ἔταξε Ποσειδῶνος φίλος υἱός
πατροκασίγνητος Πελίας, χρύσεον ποτὶ κῶας
λαζομένους ἀφικέσθαι ἐϋκτιμένην ἐς Ἰωλκόν.
Οὐδέ τι δὴ νώνυμνοι ἐμοὶ ἐρίηρες ἑταῖροι·
οἳ μὲν γὰρ μακάρων, οἳ δʼ ἡρώων γένος ἐσμέν.
Οὐδέ τι μὴν πολέμου ἀδαήμονες οὐδὲ μόθοιο,
ξεῖνοι δʼ εὐχόμεθʼ εἶναι ἐφέστιοι, ὣς γὰρ ἄμεινον.»
Ὣς φάτο· τοῦ δʼ ἄρα θυμὸς ὀρίνετο ἶσος ἀέλλῃ
Αἰήτεω, καὶ σμερδνὸν ἐσέδρακεν ὀφθαλμοῖσιν,
φρικτὸν ἐφʼ ἡρώεσσι δόλον καὶ μῆτιν ὑφαίνων·
ὀψὲ δὲ δὴ Μινύαισι τοίην ἀνενείκατο φωνήν·
«Εἰ μὲν δὴ Κόλχοισιν ἀρηιφάτοισιν ἐσάντα
μαρναμένοις ἐπιθεῖσθον, ἀποφθίσειν μένος ἀνδρῶν
ἔλπεσθʼ ὥς κεν ἀδήριτον γέρας ἔσσετʼ ἐν ὑμῖν,
κῶας ἀειρομένους ἰέναι πρὸς πατρίδα γαῖαν;
εἰ δέ γε παῦροι ἐόντες ὑποκλίνοιτε φάλαγγι
ἡμετέρῃ, τότε νῆα καταφθιμένοισι κεάξαι·
εἰ δέ κέ μοι πείθοισθε, τὸ καὶ πολὺ κέρδιόν ἐστιν,
κρίναντες τινʼ ἄριστον, ἢ ὃς βασιλεύτερός ἐστιν,
ὄφρά κε πειρηθεὶς ἀέθλων οὓς αὐτὸς ἐνίσπω,
κῶας ἕλῃ χρύσειον, ὃ καὶ γέρας ἔσσεται ὑμῖν.»
Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ἄρʼ ὀπίσσω
βῆσαν ἀμειβόμενοι, Μινύαις δʼ ἄχος ἔπλετο θυμῷ,
καί ῥα τόθʼ Ἡρακλῆος ἔχον πόθον, οὐ γὰρ ἔμιμνον
ἔθνος ἀμαιμάκετον Κόλχων καὶ θούριον Ἄρην.
Νῦν δέ σοι, ὦ Μουσαῖε, παραδρομάδην ἀγορεύσω
οἷά περ αἰνόμοροι Μινύαι πάθον, ἠδʼ ὅσʼ ἔρεξαν·
ὥς τʼ ἄψορρος ὄρουσʼ ἐκ δώματος Αἰήταο
Ἄργος ἐϋμμελίης Φρίξου παῖς ὅν ῥα ἔτικτε
Χαλκιόπη — τῷ γὰρ παρελέξατο πατρὸς ἐνιπῇ
ἡνίχʼ ὑπὲρ νώτῳ κριοῦ Κόλχοισι πελάσθη —
ἀγγέλλων Μινύαισιν, ἃ δὴ τελέεσθαι ἔμελλε
σφῇσιν ἀτασθαλίησι πολυφθόρου Αἰήταο·
ἠδʼ ὡς παρθενίοις αὐτοῦ φίλτροις ἐδαμάσθη
αἰνόγαμος Μήδεια, θεᾶς Ἥρης διὰ βουλάς,
ἐν γάρ οἱ ἵμερον ὦρσεν ἐρωτοτρόφος Κυθέρεια,
ἧκε δʼ ἄρʼ ἰὸν ὑπὸ σπλάγχνοις δασπλῆτις Ἐριννύς·
ὥς τε βόας ζεύγλαισι δαμάσσατο πυριπνέοντας
τετράγυον θέμενος σπόρον αὔλακι, τόν ῥʼ ἐκόμισσε
Φρίξος ἐϋμμελίης, ὅτʼ ἔβη δόμον Αἰήταο,
ἕδνον ἐνυάλιόν τε δρακοντείων ἀπʼ ὀδόντων·
ἠδʼ ὡς δυσμενέων σπαρτῶν στάχυν ἐξενάριξεν
αὐτοφόνῳ παλάμῃ, πῶς δʼ ἀγλαὸν ᾔρατο κῦδος
Αἰσονίδης· ὥς δʼ ἦλθε διʼ ἐκ μεγάρων λελαθοῦσα
λῖτι καλυψαμένη ἑανῷ, διὰ νύκτερον ὄρφνην,
παρθένος αἰνολεχής· περὶ γάρ ῥά ἑ τεῖρον ἔρωτες
νηὸς ἐπʼ Ἄργῴας πελάσαι, καὶ πότνιʼ Ἀνάγκη
οὔτινʼ ὀπιζομένη, πατρὸς χόλον οὐκ ἀλέγουσα·
ἠδʼ ὡς ἀμφιπλακεῖσα περιπτύξασά τε μορφάς,
στέρνα τε μαιμώωσα κύσεν χαρίεν τε πρόσωπον,
δάκρυσι πλημμύρουσα γενειάδας· οὐδέ τινʼ αἰδῶ
ἔσχε πόθων ἥρωος, ἐλαυνομένη δʼ ὑπὸ φίλτρων,
παρθενίην ἔρριψε, γάμων τʼ εὐήνορα θυμόν,
ἄλλα τʼ αὖ πολλὰ καὶ ἐσύστερον αὖθις ἀκούσῃ,
Ἀλλʼ ὅτε δὴ Μήδεια λίπεν δόμον Αἰήταο
λαθριδίῃ καὶ νηὸς ἐφʼ ἡμετέρης ἐπελάσθη,
δὴ τότʼ ἄρα κατὰ θυμὸν ἐμηδόμεθʼ, ὄφρα μολόντες
ἀμφʼ ἱερῆς φηγοῖο δέρας χρύσειον ἕλωμεν
ῥᾷστα· περὶ φρεσὶ δʼ ᾗσι δοκεύομεν, οὐδέ τις ἡμέων
ἔγνω μόχθον ἄελπτον· ἐφέσπετο γὰρ μέγα ἔργον
πᾶσιν ἐφʼ ἡρώεσσι, κακῶν δʼ ἀνεφαίνετο πυθμήν·
Πρόσθε γὰρ Αἰήταο δόμων ποταμοῖό τʼ ἐρυμνοῦ,
ἐννέʼ ἐπʼ ὀργυιῶν ἕρκος περιμήκετον ἄντην
φρουρεῖται πύργοισι καὶ εὐξέστοισι μύδροισιν,
ἑπτὰ περὶ στεφάνοισι κυκλούμενον· ἐν δʼ ἄρα τρισσαί
χαλκήρεις πύλαι εἰσὶ πελώριοι· ἐν δʼ ἄρα ταῖσι
τεῖχος ἐπιθρώσκει, περὶ δʼ αὖ χρύσειαι ἐπάλξεις.
Αὐτὰρ ἐπὶ σταθμοῖο πυλῶν τηλῶπις ἄνασσα
ἵστανεν αἰθύουσα πυρὸς σέλας, ἥν κέ νυ Κόλχοι
Ἄρτεμιν ἐμπυλίην κελαδοδρόμον ἱλάσκονται,
δεινήν τʼ ἀνθρώποισιν ἰδεῖν δεινήν τʼ ἐσακοῦσαι,
εἰ μή τις τελεταῖς πελάσει καὶ θύσθλα καθαρμῶν,
ὅσσα περ ἀρήτειρα καθάρματα μύστις ἔκευθε,
δεινολεχὴς Μήδεια Κυτηιάσιν μίγα κούραις.
Οὐδέ τις ἐνδοτέρω κείνην ὁδὸν εἰσεπέρησεν
ἐνδάπιος, ξεῖνός τε βροτῶν ὑπὲρ οὐδὸν ἀμείψας·
εἴργει γὰρ πάντη δεινὴ θεὸς ἡγεμόνεια,
λύσσαν ἐπιπνείουσα ὑπὲρ γαληνοῖς σκυλάκεσσιν.
Ἐν δέ σφιν πυμάτῳ μυχῷ ἕρκεος ἄλσος ἀμείβει,
δένδρεσιν εὐθαλέεσσι κατάσκιον, ᾧ ἔνι πολλαί
δάφναι τʼ ἠδὲ κράνειαι ἰδʼ εὐμήκεις πλατάνιστοι·
ἐν δὲ πόαι ῥίζῃσι κατηρεφέες χθαμαλῇσιν,
ἀσφόδελος, κλύμενός τε καὶ εὐειδὴς ἀδίαντος,
καὶ θρύον ἠδὲ κύπειρον, ἀριστερεών τʼ, ἀμενηνά
ὅρμιόν τε καὶ εἰρύσιμον, κύκλαμίς τε θεουδής,
στοιχὰς, παιονίη τε πολύκνημόν τε κάτερνες·
μανδραγόρης, πόλιόν τʼ, ἐπὶ δὲ ψαφαρὸν δίκταμνον
εὔοδμός τε κρόκος, ἰδὲ κάρδαμον· ἐν δʼ ἄρα κῆμος,
σμίλαξ, ἠδὲ χαμαίμηλον, μήκων τε μέλαινα,
ἄλκυα καὶ πάνακες, καὶ κάρπασον, ἠδʼ ἀκόνιτον,
ἀλλά τε δηλήεντα κατὰ χθόνα πολλὰ πεφύκει.
Μέσσον δʼ ἠερόμηκες ἐπὶ στύπος ἄλσεϊ πολλῷ
ἥπλωται φηγοῖο πέριξ κλαδεῶσιν ἐρυμνόν,
ἐν δʼ ἄρα οἱ χρύσειον ἐπεκρέματʼ ἔνθα καὶ ἔνθα
ὅρπηκος ταναοῖο δέρας, τό κεν αἶψα δοκεύει
δεινὸς ὄφις, θνητοῖς ὀλοὸν τέρας, οὐ φατὸν εἰπεῖν.
Χρυσαῖς γὰρ φολίδεσσιν ἐθείρεται, ἐν δʼ ἄρα πρέμνον
ἀπλάτοις ὁλκοῖσι φορεύμενος ἀμφιπολεύει
σῆμα χαμαζήλοιο Διὸς, ποτὶ κῶας ἀμείβων·
φρουραῖς δʼ ἀδμήτοις ἐπιμαίεται ἄμμορος ὕπνου
γλαυκοῖς ἀμφʼ ὄσσοισιν ἀναιδέα κανθὸν ἑλίσσων.
Αὐτὰρ ἐπεὶ κλύομεν τόδʼ ἐτήτυμον ὡς ἐτέτυκτο,
ἀμφί γε Μουνυχίης Ἑκάτης φρουρῆς τε δράκοντος,
πάνθʼ ὅσα οἱ κατέλεξεν ἀριφραδέως Μήδεια,
διζόμεθʼ ἠμὲν ἄελπτον ὀϊζυροῖο πόνοιο
ὥς κέ νιν Ἀγροτέρην μειλιξάμενοι πεπίθοιμεν,
ἠδʼ ὡς θῆρα πέλωρον ἱκοίμεθα, τόφρʼ ἀνελόντες
δέρμʼ ἀπονοστήσαιμεν ἑὴν ἐς πατρίδα γαῖαν.
Καὶ τότε δὴ μετὰ πᾶσιν ὁμόκλεεν ἡρώεσσι
Μόψος — ὁ γάρ τʼ ἐδάη σφῇσιν τάδε μαντοσύνῃσιν —
ὄφρʼ ἐμὲ γουνάσωνται, ἐπιστίβωσι δὲ ἔργον,
Ἄρτεμιν ἵλασθαι, θέλξαι δʼ ὑπερήνορα θῆρα.
Ὣς οἳ μὲν λίσσοντο περισταδόν· αὐτὰρ ἔγωγε
Αἰσονίδην ἐκέλευσα δύω δὴ φῶτε κραταιώ
Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
Μόψον τʼ Ἀμπυκίδην ἰέναι πρὸς τέρματα μόχθου·
Αὐτὰρ ἐμοὶ Μήδεια συνέσπετο μούνη ἀπʼ ἄλλων.
Ἡνίκα δʼ εἰς σηκοὺς ἱκόμην ζάθεόν τε θεράπνην,
χώρῳ ἐπὶ πλακόεντι βόθρον τρίστοιχον ὄρυξα,
φιτρούς τʼ ἀρκεύθοιο καὶ ἀζαλέης ἀπὸ κέδρου,
ῥάμνον τʼ ὀξυτέροιο, πολυκλαύτων τʼ αἰγείρων,
ὦκα φέρων, ἔνησα πυρὴν ἔμπροσθε βόθροιο.
Πολλὰ δέ μοι φέρε πάμπαν ἐπισταμένη Μήδεια,
φωριαμῶν ἀνελοῦσα θυώδεος ἐξ ἀδύτοιο.
Αὐτίκα δʼ οὐλαοπλάσμαθʼ ὑπὸ πέπλους ἐπονεύμην
ἂν δὲ πυρὴν ἐπέβαλλον, ἰδʼ ἔντομα θύματʼ ἔρεζον,
σκύμνους παμμέλανας σκυλάκων τρισσοὺς ἱερεύσας.
Αἵματι δʼ αὖ χάλκανθον ἰδὲ στρούθεον ἔμιξα,
κνῆκόν τε σχιστὴν, ἐπί τε ψύλλιον ἀηδὲς,
ἄγχουσάν τʼ ἐρυθρὴν, ἰδὲ χάλκιμον· αὐτὰρ ἔπειτα
νηδύας ἐμπλήσας σκυλάκων, φιτροῖσιν ἔθηκα·
ὕδατι δʼ αὖ μίξας χολάδας χεόμην περὶ βόθρον,
ὄρφνινα θʼ ἑσσάμενος φάρη καὶ ἀπεχθέα χαλκόν
κρούων ἐλλισάμην· αἱ δʼ ὁτραλέως ἐπάκουσαν,
ῥήξασαι κενεῶνας ἀμειδήτοιο βερέθρου,
Τισιφόνη τε καὶ Ἀληκτὼ καὶ δῖα Μέγαιρα,
πεύκαις ἀζαλέαις φόνιον σέλας ἀΐσσουσαι.
Καίετο δʼ αὐτίκα βόθρος, ἐσμαράγει δʼ ὀλοὸν πῦρ·
λιγνὺς δʼ αἰθαλόεσσα χύθη περιμήκετα καπνόν.
Αὐτίκα δʼ ἐξ Ἀΐδαο διὰ φλογὸς ἠγέρθησαν
δειναὶ, θαμβήτειραι, ἀπηνέες, ἀπροσόρατοι.
Ἣ μὲν γὰρ δέμας ἔσχε σιδήρεον, ἣν καλέουσι
Πανδώρην χθόνιοι· σὺν δʼ αἰολόμορφος ἵκανε
τρισσοκέφαλος, ἰδεῖν ὀλοὸν τέρας οὔτι δαϊκτὸν,
Ταρταρόπαις Ἑκάτη· λαιοῦ δʼ ἄρʼ ἐπεσσύθη ὤμου
ἵππος χαιτήεις· κατὰ δεξιὰ δʼ ἦεν ἀθρῆσαι
λυσσῶπις σκυλάκη· μέσση δʼ ἔφυ ἀγριόμορφος
χερσὶν δʼ ἀμφοτέραις ἔχεν ἄορα κωπήεντα.
Ἐγκύκλιαι δινεῦντο περὶ βόθρον ἔνθα καὶ ἔνθα
Πανδώρη Ἑκάτη τε· συνεσσεύοντο δὲ Ποιναί.
Ἐκ δʼ ἄφαρ Ἀρτέμιδος φρουρὸν δέμας ἧκε χαμάζε
πεύκας ἐκ χειρῶν, ἐς δʼ οὐρανὸν ἤραρεν ὄσσε.
Σαῖνον δὲ σκύλακες πρόπολοι, λύοντο δʼ ὀχῆες
κλείθρων ἀργυρέων, ἀνὰ δʼ ἔπτατο καλὰ θύρετρα
τείχεος εὐρυμενοῦς, ὑπεφαίνετο δʼ ἄλσος ἐρυμνόν.
Αὐτὰρ ἐγὼν ὑπὲρ οὐδὸν ἔβην· τῆμος δέ τε κούρη
Αἰήτεω Μήδεια καὶ Αἴσονος ἀγλαὸς υἱός,
Τυνδαρίδαι τʼ ἤπειγον ὁμοῦ, σὺν δʼ ἕσπετο Μόψος.
Ἀλλʼ ὅτε δὴ σχεδόθεν κατεφαίνετο φηγὸς ἐραννή,
κρηπίς τε ξενίοιο Διὸς καὶ βώμιος ἕδρη,
ἔνθα δράκων ὁλκοῖσιν ὑπὸ πλατέεσσιν ἑλιχθείς
δινεύων ἀνάειρε κάρη βλοσυρόν τε γένειον,
ἂν δʼ ὀλοὸν σύριγξʼ ἐπὶ δʼ ἔβραχεν ἄσπετος αἰθήρ·
Δένδρεα δʼ ἐσμαράγησε, κραδαινόμενʼ ἔνθα καὶ ἔνθα
πρυμνόθεν ἐκ ῥίζης· ἰάχησε δὲ σύσκιον ἄλσος.
Αὐτὰρ ἔμʼ ἠδʼ ἑτάρους τρόμος ἔλλαβε· νόσφι δὲ μούνη
Μήδειʼ ἐνὶ στέρνοισιν ἀκαμπέα θυμὸν ἐνώμα·
δρέψατο γὰρ παλάμῃσι λυγρῶν ἀποθρίσματα ῥιζῶν.
Καὶ τότʼ ἐγὼ φόρμιγγος ἐφήρμοσα θέσκελον ὀμφήν,
κλάγξα δʼ ἄρʼ ἐξ ὑπάτης χέλυος βαρυηχέα φωνήν
σιγαλέως ἄφθεγκτον ἐμοῖς ὑπὸ χείλεσι πέμπων.
Κλῇξα γὰρ ὕπνον ἄνακτα θεῶν πάντων τʼ ἀνθρώπων,
ὄφρα μολὼν θέλξειε μένος βριαροῖο δράκοντος.
Ῥίμφα δέ μοι ὑπάκουσε, Κυτηΐδα δʼ ἧκʼ ἐπὶ γαῖαν.
Κοιμίσσας δʼ ὅγε φῦλα πανημερίων ἀνθρώπων,
καὶ ζαμενεῖς ἀνέμων πνοιὰς, καὶ κύματα πόντου,
πηγάς τʼ ἀενάων ὑδάτων, ποταμῶν τε ῥέεθρα,
θῆράς τʼ οἰωνούς τε, τά τε ζώει τε καὶ ἕρπει,
εὐνάζων ἤμειψεν ὑπὸ χρυσέαις πτερύγεσσιν.
Ἷξε δʼ ὑπὸ στυφελῶν Κόλχων εὐανθέα χῶρον·
κῶμα δʼ ἄφαρ κατέμαρψε πελωρίου ὄσσε δράκοντος,
ἰσοπαλὲς θανάτῳ· δολιχὴν δʼ ἀμφʼ αὐχένι δειρήν
θῆκε καρηβαρέων φολίσιν· θάμβησε δʼ ἰδοῦσα
αἰνόποτμος Μήδεια· καὶ Αἴσονος ἀγλαὸν υἷα
ἧκʼ ἐπιθαρσύνουσα θοῶς πρέμνοιο λαβέσθαι
κῶας χρυσεόμαλλον· ὁ δʼ οὐκ ἀπίθησεν ἀκούσας·
αὐτὰρ ἀειράμενος δέρας ἄπλετον ἷκτʼ ἐπὶ νῆα.
Ἥρωες Μινύαι μέγʼ ἐγήθεον, ἂν δʼ ἄρα χεῖρας
ἀθανάτοις ἤειραν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
Ὣς οἳ μὲν περὶ κῶας ὀπώπεον· αἶψα δʼ Αἰήτης
ἀμφιπόλων ἤκουσεν ἀποιχομένην Μήδειαν.
Ὦκα δʼ ἄρʼ Ἀψύρτῳ ἐπετέλλετο λαὸν ἀγεῖραι
μαστεύειν δʼ ἄρα παῖδα κασιγνήτην καὶ ὅπατρον·
ἀλλά οἱ ὠκὺς ἔπειγε παρὰ προχοὰς ποταμοῖο
εἰς λόχον ἡρώων, ἔκιχεν δʼ ἄρα παρθένον αἰνήν.
Νὺξ δὲ τότʼ ἀστροχίτων μέσσην παράμειβε πορείαν,
Ἐκ δʼ ἐτελεῖτο δόλος στυγερὸς καὶ κῆρες ἀϊδναί
Μηδείης ὑπʼ ἔρωτος, ἐρικλυτοῦ Ἀψύρτοιο,
ὅν ῥα κατακτείναντες, ἐπὶ προχοὰς μεθέηκαν
ὀρνυμένου ποταμοῖο· φέρεν δʼ ὅγε πνεύματι κραιπνῷ·
θεινόμενος δὲ δίναις εἰς κῦμʼ ἁλὸς ἀτρυγέτοιο,
κέλσεν ὑπὲρ νήσων, Ἀψυρτίδας ἃς καλέουσιν,
ἀλλά οἱ οὔτι λάθον Διʼ ἐπόψιον οὐδὲ θέμιστας.
Αὐτὰρ ἐπεὶ νηὸς μὲν ἔσω κίον, ἐκ δʼ ἑκάτερθεν
ὄχθης πείσματʼ ἔκοψαν, ὑπʼ εἰρεσίῃς δὲ θοῇσι
πλεῖον ἐπειγόμενοι ποταμοῦ τάμον οὔτι κατευθύ
πόντον ἐπʼ ἰχθυόεντα διὰ στόμα Φάσιδος εὐρύ
ἰέμεθʼ ἀμπλακίῃ δʼ ἐφορεύμεθα πολλὸν ὀπίσσω
αἰὲν ἀναπλείοντες· ἐλείπετο δʼ ἄστεα Κόλχων
ἀφραδέσιν Μινύαις, σκοτερὴ δέ τε ἄμφεχεν ὄρφνη.
Αὐτὰρ ἐπειγόμενοι θέομεν ῥόον ἀφραδίῃσι,
μεσσάτιοι πεδίοιο· βροτοὶ δέ μιν ἀμφινέμονται
Γυμνοὶ Βουονόμαι τε καὶ Ἄρκυες ἀγροιῶται,
Κερκετικῶν τʼ ἀνδρῶν φῦλον, Σινδῶν τʼ ἀγερώχων·
οἳ κείσαντο μεσηγὺ Χαρανδαίων τʼ αὐλώνων,
Καυκάσιον παρὰ πρῶνα, διὰ στεινῆς Ἐρυθείας.
Ἀλλʼ ὅτε ἀπʼ ἀντολίης ἐφάνη τερψίμβροτος ἠώς,
ποιανθεῖ νήσῳ προσεκέλσαμεν· ἔνθα δὲ δισσοί
χεύμασιν ἀπλώτοισι περισχίζουσι ῥέεθρα
Φᾶσις τʼ εὐρυμενὴς ἀκαλαρρείτης τε Σαράγγης·
τόν ῥα πλημμύρουσα διὰ χθονὸς εἰς ἅλα πέμπει
Μαιῶτις καναχηδὸν, ἑλειονόμου διὰ ποίης.
Καὶ τόθʼ ὑπʼ εἰρεσίῃ πλέομεν διὰ νύκτα καὶ ἦμαρ·
δισσαῖς δʼ ἐν τριμόροισι Βοὸς πόρον ἐξικόμεσθα
λίμνης ὄντα μεσηγὺ, βοοκλόπος οὗποτε Τιτάν
ταύρῳ ἐφεζόμενος βριαρῷ πόρον ἔσχισε λίμνης.
Καί ῥα πανημερίῃσι πονεύμενοι εἰρεσίῃσι,
Μαιώτας πρώτους ἀφικάνομεν ἁβροχίτωνας·
ἠδὲ Γελωνὸν ἔθνος, Βαθυχαίτων τʼ ἄπλετα φῦλα,
Σαυρομάτας τε, Γέτας καὶ Γυμναίους Κέκρυφάς τε
ἀρσωπάς τʼ Ἀρίμασπας, ἔθνη πολυπήμονα λαῶν
ὧν περιναιετάει ἐν γῇ Μαιώτιδα λίμνην.
Αὐτὰρ ἐπεὶ μὲν τοῖσι δύην ἀμέγαρτον ἔθηκαν
ἀθάνατοι, πύματον δὲ βυθοῦ διαμείψαμεν ὕδωρ,
— ὄχθῃσι χθαμαλῇσιν ἀποβλύει αἰπὺν ὄλεθρον,
ῥοίζῳ ἐλαυνομένη· καναχεῖ δέ τοι ἄσπετος ὕλη
ἀρκτῴοις περάτεσσιν ἐπέρχεται Ὠκεανόνδε·
τῷ ῥα τόθʼ ἁρπαχθεῖσα διὰ στόματος κίεν Ἀργώ.
Ἐννέα μὲν νύκτας τε καὶ ἤματα μοχθίζοντες
λείπομεν ἔνθα καὶ ἔνθα βροτῶν ἀγνινέα φῦλα,
Πακτῶν Αρκτείων τε γένος, Λελίων τʼ ἀγερώχων,
τοξοφόρους τε Σκύθας, Ἄρεος πιστοὺς θεράποντας·
Ταύρους τʼ ἀνδροφάγους, οἳ ἀμειδέα θύσθλα φέρουσι
Μουνυχίῃ, βροτέῳ δʼ ἐπιδεύεται αἵματι κρητήρ·
ἂν δʼ ἄρʼ Ὑπερβορέους, Νομάδας καὶ Κάσπιον ἔθνος.
Αὐτὰρ ἐπεὶ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
Ῥιπαίους αὐλῶνας ἐκέλσαμεν, ἐκ δʼ ἄφαρ Ἄργώ
ἆγεν ἐπιπροθέουσα διὰ στεινοῖο ῥεέθρου·
ἔμπεσε δʼ Ὠκεανῷ, Κρόνιον δέ ἑ κικλήσκουσι,
πόντον Ὑπερβόρεοι μέροπες, νεκρήν τε θάλασσαν·
Οὐκέτι δὲ προφυγεῖν ἐδοκεῦμεν λυγρὸν ὄλεθρον
εἰ μὴ ἄρʼ ὁρμαίνουσαν ὑπὸ κρατερῇφι βίηφι
νῆα μολεῖν ἴθυνʼ ἐπὶ δεξιὸν αἰγιαλοῖο
Ἀγκαῖος, ξεστοῖσι πιθήσας πηδαλίοισιν.
Ἣ δʼ ἔθορεν δισσαῖσι βιησαμένη παλάμῃσιν.
Ἀλλʼ ὅτε δὴ μογερῇσιν ἐδαμνάμεθʼ εἰρεσίῃσι,
χεῖρες δʼ οὐκέτʼ ἔμιμνον, ἀκηχέμενοι δὲ φίλον κῆρ
πήχεας ἀμπλέξαντες, ἐνηρείσαντο μέτωπα,
ἱδρῶ ἀποψύχοντε· κέαρ δʼ ἐπετείρετο λιμῷ.
Ἀγκαῖος δʼ ἐξᾶλτο, καὶ ἄλλους πάντας ὄτρυνεν
ἥρωας, μαλακοῖσι παραιφάμενος ἐπέεσσιν·
Οἳ δʼ ἐπεὶ οὖν τέναγός τε πολυστρέπτοισι κάλωσι
βάντες ὑπὲρ τοίχων ἅλαδε σφυρὰ κοῦφα βάλοντο,
ὦκα δʼ ἄρʼ ἀρτήσαντο πολυστρέπτοισι κάλωσι,
πρύμνης ἐξ ὑπάτης, δολιχὴν μήρινθα βαλόντες
Ἄργος τʼ Ἀγκαῖός τε καὶ ἀρχὰς δῶκαν ἑλέσθαι·
ἡρώων τοὶ δʼ αἶψα διʼ αἰγιαλοῖο θέοντες
σῦρον ἐπειγόμενοι· σὺν δʼ ἕσπετο ποντοπόρος νηῦς,
τέμνουσʼ ὑγρὰ κέλευθα παρὰ ξεστοῖς κροκάλοισιν.
Οὐ γάρ οἱ λιγὺς οὖρος ὑπὸ πνοιῇσιν ὄρινε
βυκτάων ἀνέμων κείνην ἅλα· κωφὰ δὲ πόντος
κεῖθʼ οὗπέρ θʼ Ἑλίκης καὶ Τηθύος ἔσχατον ὕδωρ.
Αὐτὰρ ἐπεὶ ἕκτη φαεσίμβροτος ἤλυθεν ἠώς,
ἔθνος ἐς ἀφνειὸν καὶ πλούσιον ἐξικόμεσθα
Μακροβίων, οἳ δὴ πολέας ζώουσʼ ἐνιαυτούς,
δώδεκα χιλιάδας μηνῶν ἑκατονταετήρων
πληθούσης μήνης χαλεπῶν ἔκτοσθεν ἁπάντων·
αὐτὰρ ἐπεὶ μηνὸς τὸ πεπρωμένον ἐξανύσωσιν,
ὕπνῳ ὑπὸ γλυκερῷ θανάτου μάρπτουσι τελευτήν·
Οὐ δʼ ἄρα τοῖσι μέλει βίοτος καὶ ἔργʼ ἀνθρώπων,
ποίαις δʼ ἐν μεσάταις μελιηδέα φορβὰ νέμονται
ἕρσῃ ὑπʼ ἀμβροσίῃ θεῖον ποτὸν ἐξαρύοντες,
πάντες ὁμῶς στίλβοντες ὁμηλικίην ἐρατεινήν·
Μειλιχίη δέ τοι αἰὲν ἐπʼ ὀφρύσι νεῦσε γαλήνη
παίδεσιν ἠδὲ τοκεῦσιν, ἐπὶ φρεσὶν ἠδὲ νόοιο,
αἴσιμά τε ῥέζειν πεπνυμένα τʼ ἐξαγορεύειν.
Καὶ τοὺς μέν ῥʼ ἀθρόους παραμείβομεν, αἰγιαλόνδε
ποσσὶν ἐπιστείβοντες· ἔπειτα δὲ Κιμμερίοισι
νῆα θοὴν ἐπάγοντες ἱκάνομεν, οἵ ῥά τε μοῦνοι
αἴγλης ἄμμοροί εἰσι πυριβρόμου ἠελίοιο.
Ἐν μὲν γὰρ Ῥίπαιον ὄρος καὶ Κάλπιος αὐχήν
ἀντολίας εἴργουσιν ἐπικέκλιται δὲ πελώρη
ἆσσον ἐπισκιάουσα μεσημβρινὸν ἠέρα Φλέγρη·
δείελον αὖ κρύπτουσι φάος ταναηκέες Ἄλπεις
κείνοισιν μερόπεσσιν, ἀχλὺς δʼ ἐπικέκλιται αἰεί,
Ἔνθα δʼ ἀφορμηθέντες ἐπειγομένοισι πόδεσσιν
ἵξομεν ἀγκῶνα στυφελὸν καὶ νήνεμον ἀκτήν,
ἔνθα περ ἀμβλύζων ποταμὸς δίναισι βαθείαις
θείει χρυσορόας Ἀχέρων κρυεροῦ διὰ χώρου,
ἀργυροειδὲς ὕδος προρέων, λίμνη τε κελαινή
ἀνδέχεται· παταγεῖ δὲ παρʼ ὄχθαισιν ποταμοῖο
δένδρεα τηλεθάοντα ποτὶ σχεδὸν οἷσιν καρπός
βέβριθε νύκτας τε καὶ ἤματα συννεχὲς αἰεί.
Ἀμφὶ δέ οἱ χθαμαλή τε καὶ εὔβοτος Ἑρμιονέια
τείχεσιν ἠρήρεισται ἐϋκτιμέναις ἐπʼ ἀγυιαῖς.
Ἐν δὲ γένη ζώουσι δικαιοτάτων ἀνθρώπων
οἷσιν ἀποφθιμένοισιν ἅλις ναῦς ἴα τέτυκται,
καὶ δʼ αὖ αἱ ψυχαὶ μετεκίαθον εἰς Ἀχέροντα
πορθμίδος ἐκ γλαφυρῆς· σχεδόθεν δέ οἱ εἰσὶ πόληες
ἄρρηκτοί τʼ Ἀίδαο πύλαι καὶ δῆμος ὀνείρων.
Ἀλλʼ ὅτε δὴ καὶ τῶνδε πόλιν καὶ ἤθεα λαῶν
σφῇ ἄτῃ βαρὺν οἶτον ἀναπλήσαντες ἔβημεν,
δή ῥα τότʼ Ἀγκαῖος νηὸς κίεν· αἶψα δὲ πάντας
εἰσβαίνειν ἐκέλευσε κεκμηότας ἄμμιγʼ ἑταίρους.
Τοὺς ὅγε καὶ μύθοισι προσηύδα μειλιχίοισι·
«Τλῆτε φίλοι τὸν μόχθον· ἐπεὶ νύ τοι οὔτι χέρειον
ἔλπομαι ἀνστήσεσθαι· ἐπιφρίσσοντα γὰρ ἤδη
ἀκραῆ ζέφυρον καταδέρκομαι· οὐδʼ ἀτέκμαρτον
ὕδωρ Ὠκεανοῦ κελαρύζεται ἐν ψαμάθοισιν.
Ἀλλὰ θοῶς ἱστὸν μὲν ἀναστήσασθε μεσόδμῃ
λύσατε δὲ προτόνων ὀθόνας· ἐκ δʼ ὅπλα χέοντες
σφίγξατʼ ἐπισταμένως, τοίχων ἑκάτερθε βαλόντες.»
Ὣς οἳ μὲν τὰ ἕκαστα πονήατο· ἐκ δʼ ἄρα κοίλης
νηὸς ἐπιβρομέουσα Τομαριὰς ἔκλαγε φηγός,
ἥν ποθʼ ὑπʼ Ἀργῴαισι τομαῖς ἡρμόσσατο Παλλάς.
Ὧδε δʼ ἔφη — θάμβος δὲ περὶ φρένας ἵκετο πάντας·
«Ὤ μοι ἐγὼν, ὄφελόν με διαρραισθεῖσαν ὀλέσθαι
Κυανέαις πέτραισιν ἐν ἀξείνῳ τε κλύδωνι·
ἦ καὶ νῦν ἀνάπυστον ἀϊδρείῃ βασιλήων
νώνυμνον φορέεσκον· ἐπεὶ νῦν αἰεὶ Ἐριννύς
αἵματος ἐμφύλοιο δεδουπότος Ἀψύρτοιο
ὑστερόπους ἕπεται· στέργει δὲ τοι ἄτη ἐπʼ ἄτην.
Νῦν γὰρ δὴ λυγρῆς τε καὶ ἀργεννῆς κακότητος
ἕξομαι εἰ νήεσσιν Ἐριννύσιν ἆσσον ἵξομαι.
Εἰ μὴ γάρ μʼ ἱερῇσιν ἐπιγνάμψαντες ἄκρῃσι
κόλπον ἔσω γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης
ἵξεσθʼ, ἂμ πέλαγος Ἀτλαντικὸν ἐκτὸς ἵκωμαι.»
Ὣς εἰποῦσʼ αὐδὴν κατερήτυεν· ἐν δʼ ἄρα θυμός
παχνώθη Μινύαισι διαμπερὲς, εἴτʼ ἄρʼ ἔμελλον
σχήσειν λυγρὸν ὄλεθρον, Ἰάσονος εἵνεκα φίλτρων.
Πολλὰ δὲ μερμήριζον ἐνὶ φρεσὶ πευκαλίμῃσιν,
ἤ μιν ἀποφθίσωσιν καὶ ἰχθύσι κύρμα βάλωσιν
αἰνολέχην Μήδειαν, ἀποστρέψωσι δʼ Ἐριννύν,
εἰ μὴ ἄρʼ ὀξὺ νόησε περικλυτὸς Αἴσονος υἱός,
καὶ τότε λισσόμενος θυμὸν κατερήτυʼ ἑκάστου.
Αὐτὰρ ἐπεί τʼ Ἀργοῦς ἐτυμηγόρον ἔκλυον αὐδήν
ἧντο παρὰ σκαλμοῖσι θοῶς, λάζοντο δʼ ἐρετμά.
Ἀγκαῖος δʼ οἴακας ἐπισταμένως ἐτίταινε·
Πὰρ δʼ ἄρα νῆσον ἄμειβεν Ἰερνίδα, καί οἱ ὄπισθεν
ἷκτο καταΐγδην δνοφερὴ τρομέουσα θύελλα,
ἐν δʼ ὀθόνας κόλπωσε· θέεν δʼ ἄφαρ ὑγρὸν ἐπʼ οἶδμα
νηῦς· οὐ δή τις ἐσαῦθις ἀναπνεύσεσθαι ὀλέθρου
ἤλπετο· δωδεκάτη γὰρ ἐπήϊεν ἠριγένεια.
Οὐδέ τις ἔγνω ᾗσιν ἐνὶ φρεσὶν, οὗ ποτʼ ἄρʼ ἐσμέν,
εἰ μὴ ἐσχατιαῖς ἀκαλαρρόου Ὠκεανοῖο
Λυγκεὺς εἰσενόησεν — ὁ γὰρ τηλωπὸν ὄπωπε —
νῆσον πευκήεσσαν, ἰδʼ εὐρέα δώματʼ ἀνάσσης
Δήμητρος· περὶ δʼ αὖτε μέγα νέφος ἐστεφάνωται.
Ὧν πέρι μῦθον ἅπαντʼ ἔκλυες, Μουσαῖε δαΐφρον,
ὥς ποτε Φερσεφόνην τέρενʼ ἄνθεα χερσὶ δρέπουσαν
ἐξάπαφον συνόμαιμοι ἀνʼ εὐρύ τε καὶ μέγα ἄλσος.
αὐτὰρ ἔπειθʼ ὥς μιν Πλωτεὺς, κυανότριχας ἵππους
ζευξάμενος, κούρην ἐπεβήσατο δαίμονος αἴσῃ,
ἁρπάξας δʼ ἔφερεν διὰ κύματος ἀτρυγέτοιο.
Δὴ τότʼ ἐγὼν ἀπόειπον ἐπιπλώοντα νέεσθαι
νήσου ἐπὶ ῥηγμῖνα καὶ αἰγλήεντα τέρεμνα,
ἐνθʼ οὔτις σὺν νηῒ πάρα μερόπων ἀνθρώπων.
Οὐ γάρ οἵ ἐστὶ λιμὴν νηῶν ὀχὸς ἀμφιελισσῶν,
ἀλλά γε ἠλίβατος πέτρη περὶ πάντα πέφυκεν
ὑψηλή· τά τε καλὰ φύει μενοεικέα δῶρα.
Καὶ τότʼ ἄρʼ οὐκ ἀπίθησε νεὼς κυανοπρώροιο
ἰθύντωρ Ἀγκαῖος, ἀνέτρεχε δʼ αἶψʼ ἀνορούων,
σκαιὸν ὑπεγκλίνας οἰήϊον· ἐν δʼ ἄρʼ ἔπειθε
μή τι κατευθὺ περᾶν, ἐπὶ δέξια δʼ εἶργε θέουσαν.
Ἤματι δὲ τριτάτῳ Κίρκης δόμον ἐξικόμεσθα
Λιγκαῖον ποτὶ χέρσον ἁλιστεφέας τε θεράπνας·
καὶ τότʼ ἄρʼ αἰγιαλοῖσιν ἐκέλσαμεν ἀχνύμενοι κῆρ,
πείσματα δʼ ἐν πέτρῃσιν ἐδήσαμεν· ἐκ δʼ ἄρʼ Ἰήσων
νηὸς ἀποπροέηκε μολεῖν ἐρίηρας ἑταίρους,
διζομένος εἴ τίς σφε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
ναιετάει, γνῷεν δὲ πόλιν καὶ ἤθεα λαῶν.
Τοῖς δʼ ἄφαρ ὠμάρτησε καταντίον ἐρχομένοισι
κούρη ὁμογνήτη μεγαλόφρονος Αἰήταο,
Ἠελίου θυγάτηρ· Κίρκην δέ ἑ κικλήσκουσι
μήτηρ Ἀστερόπη καὶ τηλεφανὴς Ὑπερίων.
Ἥ ῥα θοῶς ἐπὶ νῆα κατήλυθεν· ἐκ δʼ ἄρα πάντες
θάμβεον εἰσορόωντες· ἀπὸ κρατὸς γὰρ ἔθειραι
πυρσαῖς ἀκτίνεσσιν ἀλίγκιοι ἠώρηντο·
στίλβε δὲ καλὰ πρόσωπα, φλογὸς δʼ ἀπέλαμπεν ἀϋτμή.
Αὐτὰρ ἐπεὶ Μήδειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
— λῖτι καλυπτομένην, ἑανῷ δʼ ἀμφέσχε παρειάς
αἰδομένη· χλωρὸν γὰρ ὑπὸ στέρνοις ἀκάχητο.
Ἣν τότʼ ἐποικτείρουσα προσηύδανε καὶ φάτο Κίρκη·
«Ὦ δειλὴ, τί νύ τοι τοίην Κύπρις ὤπασε μοῖραν;
Οὐ γάρ τοι λελάθεσθε, ἅπερ ῥέξαντες ἱκνεῖσθε
νῆσον ἐφʼ ἡμετέρην πανετώσιον οὕνεκα πατρός
γηραιοῦ κάσιός τε, τὸν ἐκπάγλως· ὀλέσαντες,
οὐδὲ γὰρ ὔμμε πάτρῃσιν οἴομαι ἆσσον ἱκέσθαι,
εἰ ἐν ἀναγνίστοισιν ἀλιτροσύναις ἀκέοντες,
μέσφʼ ὅταν ἐκνίψησθε μύσος θείοισι καθαρμοῖς
Ὀρφέως ἰδμοσύνῃσι παρὰ κροκάλοισι Μαλείης.
Οὐδὲ γὰρ ἡμετέροιο δόμου θέμις ἐστιν ἱκέσθαι
προστροπίους· τοίῳ γε λύθρῳ πεπαλαγμένοι ἐστέ·
Ἀλλά μιν αὐτίκʼ ἐγὼ πρόφρων ξυνήϊα πέμψω
σῖτον καὶ μέθυ λαρὸν ἔχειν, σὺν δὲ κρέα πολλά.»
Ὣς εἰποῦσʼ, ἄψορρος ἀπέπτατο· νηῒ δὲ μέσσῃ
δαιτός τʼ ἠδὲ ποτοῖο τετυγμένα τεύχεʼ ἔκειτο.
Ἂν δʼ ἄρʼ ἐπειγομένοισι θέεν λιγὺς οὖρος ἀήτης·
καὶ τότε λυσάμενοι κείνης ἀπὸ πείσματα νήσου,
κῦμα διαπρήσσοντες ἀνὰ στόμα Ταρτησσοῖο
ἱκόμεθα, στήλαισι δʼ ἐκέλσαμεν Ἡρακλεῆος.
Ἄκραις δʼ ἀμφʼ ἱεραῖσι Διωνύσοιο ἄνακτος
μίμνομεν ἑσπέριοι· δαιτὸς γὰρ ἐδεύετο θυμός.
Τῆμος δʼ ἀντολίαισιν ἐγείρετο φωσφόρος αἴγλη,
ὄρθριοι εἰρεσίῃς γλαυκὴν ἐχαράξαμεν ἅλμην,
Σαρδῶον δʼ ἱκόμεσθα βυθὸν, κόλπους τε Λατίνων,
νήσους τʼ Αὐσονίας, Τυρρηνὰς δʼ ἱκόμεθʼ ἀκτάς·
Αὐτὰρ ἐπεὶ Λιλύβαιον ἐπέσχομεν ἠχέτα πορθμὸν,
Τριγλώχινά τε νῆσον ἐπέσχομεν, Ἐγκελάδοιο
Αἰτναίη φλόξ σφιν ἄρʼ ἐρήτυεν μεμαῶτας,
δὴ τόθʼ ὑπὲρ πρώρης ὀλοὸν περιέζεεν ὕδωρ
νειόθεν, ἐκ μυχάτου δὲ βυθοῦ ῥοίβδησε Χάρυβδις
κύματι καχλάζοντι, καὶ ἱστίον ἄκρον ἵκανε.
Νῆα δʼ ἄρʼ αὐτόθι οἱ κατέχεν ῥόος, οὐδέ μιν εἴα
προπροθέειν, οὐδʼ αὐτίκʼ ἀναρρώσεσθαι ὀπίσσω,
κοίλῳ ἔπὶ λυγρῷ δὲ περιστροφάδην ἀλάλητο.
Ἦ τάχα καὶ δύσεσθʼ Ἀργὼ κατὰ βένθεʼ ἔμελλεν
εἰ μὴ πρεσβίστη θυγάτηρ ἁλίοιο γέροντος
εὐρυβίην Πηλῆα πόσιν λελίητο ἰδέσθαι,
μειλιχίη δʼ ἐκδῦτο βυθοῦ καὶ ῥύσσατʼ ὀλέθρου
Ἀργῴαν ἄκατον, καὶ ὑπʼ ἰλύος ἐξεσάωσε.
Δὴ τότε οἱ πλώοντες ἐπέσχομεν οὐ μάλα τηλοῦ
προβλῆτα σκόπελον· πέτρη δʼ ἐφύπερθεν ἀπορρώξ
λισσοῖς χηραμόνεσσιν ἐπιθρώσκουσα βιᾶται
πόντον ἔσω, χαροπὸν δʼ ἄρʼ ὑποβρέμει ἔνδοθι κῦμα.
Ἔνθα δʼ ἐφεζόμεναι λιγυρὴν ὄπα γηρύουσι
κοῦραι, ἀνοστήτους δὲ βροτῶν θέλγουσιν ἀκουᾷ.
Δὴ τότε Μινύαισιν ἐφήνδανε πύστις ἀοιδῆς
Σειρήνων· οὐδέ σφι παραπλώσεσθαι ἔμελλον
φθογγὴν οὐλομένην, χειρῶν δέ οἱ ἧκαν ἐρετμά·
Ἀγκαῖος δʼ ἴθυνεν ἐπὶ προβλῆτα κολωνόν
εἰ μὴ ἐγὼ φόρμιγγα τιτηνάμενος παλάμῃσι
μητρὸς ἐμῆς ἐκέρασσʼ εὐτερπέα κόσμον ἀοιδῆς.
Ἤειδον δὲ λιγὺ κλάζων διὰ θέσκελον ὕμνον,
ὥς ποτέ οἱ δήρισσαν ἀελλοπόδων ὑπὲρ ἵππων·
Ζεὺς ὑψιβρεμέτης καὶ πόντιος Ἐννοσίγαιος·
Αὐτὰρ Κυανοχαῖτα χολωσάμενος Διὶ πατρί
τύψεν Λυκτονίην γαίην χρυσῆνι τριαίνῃ
καί ῥʼ ἀΐγδην ἐσκέδασεν κατʼ ἀπείρονα πόντον,
νήσους εἰναλίας ἔμεναι· τάς ῥʼ ἐξονόμηναν
Σαρδώ τʼ Εὔβοιάν τʼ ἐπὶ δὲ Κύπρον ἠνεμόεσσαν
Δὴ τότε φορμίζοντος, ἀπὸ σκοπέλου νιφόεντος
Σειρῆνες θάμβησαν, ἑὴν δʼ ἄμπαυσαν ἀοιδήν·
Καί ῥʼ ἡ μὲν λωτοὺς, ἡ δʼ αὖ χέλυν ἔκβαλε χειρῶν.
Δεινὰ δʼ ἀνεστονάχησαν, ἐπεὶ πότμος ἤϊε λυγρός
μοιριδίου θανάτοιο· σφέας δʼ ἀπὸ ῥωγάδος ἄκρης
ἐς βυθὸν δίσκευσαν ἁλιρροθίοιο θαλάσσης,
πέτραις δʼ ἠλλάξαντο δέμας μορφήν θʼ ὑπέροπλον.
Αὐταρ ἐπεὶ καὶ τόνδε πότμον παράμειψε θέουσα
Ἀργὼ, κῦμα δὲ πόντου καὶ κόλπον ἵκανε,
λαιψηροῖς πλήθουσα κατὰ προτόνων ἀνέμοισι,
Κέρκυραν βαθέην ἐξίκετο, τήν σφιν ἔναιον
ἴδριες εἰρεσίης καὶ ἁλιπλάγκτοιο πορείης
Φαίηκες· τοῖσιν δʼ ἄρʼ ἐφημοσύναισι θέμιστας
Ἀλκίνοος κραίνεσκε δικαιότατος βασιλήων.
Πείσματα δʼ ἁψάμενοι πορσύνομεν ἱερὰ θέσθαι
Ζηνὶ πανομφαίῳ καὶ ἐπακτίῳ Ἀπόλλωνι.
Ἐν δʼ ἄρʼ ὑπʼ εἰρεσίῃσιν ἐπειγόμενοι φορέοντο
νηυσὶν ἀπειρεσίαις βριαρὸς λόχος Αἰήταο
Κόλχων Ἐράνων τε, Χαρανδαίων Σολύμων τε
διζόμενος Μινύας, τόφρʼ ἂν Μήδειαν ἄγοιντο
ὄψιν ἐς Αἰήταο πατρὸς, τίσειε δʼ ἀμοιβάς
σφῇσιν ἀτασθαλίῃσιν ἀδελφειοῦ κταμένοιο.
Ἀλλʼ ὅτε δὴ κοίλου λιμένας μυχῷ ἆσσον ἵκοντο,
αἶψα δʼ ἄρʼ Ἀλκινόοιο δόμον κήρυκες ἔβαινον,
Μηδείης λύτο γοῦνα, δέος δʼ ὤχριε παρειάς,
μή οἱ ἑλὼν ἀέκουσαν ἑὸν πέμψειε δόμονδε
Φαιήκων βασιλεὺς, ἀνάπυστά τε ἔργα γένηται.
Ἀλλʼ οὔ οἱ τάδε μοῖρα τελεσσίνοος κατένευσε,
πρὶν δή τοι Πελίαο δόμοις ἔπι λυγρὸν ὄλεθρον
αὐτῷ τε κρείοντι φέροι κακὸν οἶτον Ἰήσων.
Ἀλλʼ ὅτε δὴ βασιλῆος ἀπηνέος ἔκλυεν αὐδήν
Ἀρήτη ῥοδόπηχυς, ἰδʼ Ἀλκίνοος θεοειδής,
Ἀλκίνοος μέν ῥʼ ὦκʼ ἐπετέλλετο κηρύκεσσι,
κούρην ἀμφήριστον ἄγειν ἀπὸ νηὸς ἐρυμνῆς,
πατρί θʼ ἑῷ τίσεσθαι δίκην ἀλιτημοσυνάων,
Ἀρήτη δʼ ᾤκτειρεν ἀγακλειτὴ βασίλεια,
μείλιχα παρφαμένη δὲ τὸν ὃν πόσιν, ὠδʼ ἀγόρευεν·
«Οὐ μὲν δὴ φίλον ἐστὶν ἀπό ῥʼ ὤσασθαι ὅμιλον
Λέκτρα τε στορέσαι, λῦσαί τʼ ἐκ πυρσὸν ἔρωτος.
Θυμαίνει μάλα γάρ σφι Διωναίη Ἀφροδίτη
ἀνδράσιν ἠδὲ γυναιξὶν, ὅτις τάδε μήσεται ἔργα.
Ἀλλʼ εἰ μὲν κούρη πέλεται καὶ ἄχραντος ἱκάνει,
οἰχέσθω πατρός τε δόμον καὶ ἐς ἤθεα Κόλχων·
εἰ δέ κε νυμφιδίοις ὀάροις λέκτρῳ τε κλιθεῖσα
παρθενίην ᾔσχυνεν, ἑὸς πόσις ἄμμιν ἀγέσθω.»
Ὣς ἔφατʼ· Ἀλκινόῳ δὲ περὶ φρένας ἤλυθε μῦθος·
Καί ῥʼ οὕτω τάδε πάντα τελευτήσεσθαι ἔμελλεν.
Ἀλλʼ οὔ οἱ βουλὴ Μινύας λάθεν· αἶψα γὰρ Ἥρη
δμωὶ δέμας εἰκυῖα, θοῶς φάτο καὶ κατένευσε,
νηὸς ἔπι προθοροῦσα, τά οἱ μήτιον ἄνακτες.
Δὴ τότε Μηδείη θαλάμων πορσύνετο λέκτρον
πρύμνῃ ἐπʼ ἀκροτάτῃ, περὶ δʼ ἐστορέσαντο χαμεύνας,
ἀμφʼ αὐτῇ χρύσειον ἐφαπλώσαντες ἄωτον.
Αὐτὰρ ἐπεὶ δοράτεσσιν ἐπαρτήσαντο βοείας,
τεύχεά τε, κρύπτον τε γάμων αἰδέσσιμον ἔργον,
καὶ τότε παρθενίης νοσφίζετο κούριον ἄνθος
αἰνόγαμος Μήδεια δυσαινήτοις ὑμεναίοις.
Αὐτὰρ ἐπεὶ βασιλῆος ἀμύμονος ὄψιν ἵκοντο
Κόλχοι καὶ Μινύαι, καὶ ἐμυθήσαντο ἕκαστοι,
ἐκ δʼ ἔλαχʼ Αἰσονίδης ἄλοχον Μήδειαν ἄγεσθαι
Ἀλκινόου, τοὶ δʼ ὦκα λύοντʼ ἐκ πείσματα νηός
δὴ τόθʼ ὑπʼ εἰρεσίῃσι θέεν πολυηγόρος Ἀργώ,
Ἀμπρακίου κόλποιο διαπρήσσουσα κέλευθα·
Ἔνθα τί τοι, Μουσαῖε θεηγενὲς, ἐξαγορεύσω
ὅσσα πάθον Μινύαισιν ὁμοῦ ποτὶ Σύρτιν ἀήταις
ἢ πῶς ἐξεσάωθεν ἁλιπλάγκτοιο πορείης·
ὅσσα τʼ ἄρʼ ἐν Κρήτῃ πάθον ἄλγεα τετληῶτες,
χάλκειον τριγίγαντα δοκεύμενοι ὄφρʼ ἱκόμεσθα,
ὅς ῥά οἱ οὐκ εἴα λιμένων ἔντοσθεν ἱκέσθαι.
Ἠδʼ ὡς στεινόμενοι βαρυηχέϊ κύματι πόντου
ῥίμφα τε κυανέῃσι βαρυνόμενοι νεφέλῃσιν,
ἠλπόμεθα σκοπέλοισι Μελαινείοισιν ἱκέσθαι
νῆα θοήν· Παιὰν δʼ ἄρʼ ἑκηβόλος ἀγχόθεν αἰέν,
Δήλου ἀπὸ κραναῆς ἧκεν βέλος, ἐκ δʼ ἀνέφηνε
Μεσσατίων Σποράδων· Κρανάην δέ ἑ πάντες ὀπίσσω
νῆσον ἐπικλήσκουσι περικτίονες ἄνθρωποι.
Ἀλλʼ οὔ οἱ θέμις ἔσκε διαμπερὲς ἐξ ἁλὸς ἔρξαι
Αἰσονίδην· περὶ γάρ ῥα λύτρον φέρεν· ἆλτο δʼ ὀπίσσω
Μοῖρʼ ὀλοή· κότεεν γὰρ ἐπιφραδέως Ὑπερίων.
Ἀλλʼ ὅθʼ ὑπʼ εἰρεσίῃς Μαλεώτιδας ἱκόμεθʼ ἄκρας,
Κίρκης ἐννεσίῃσιν ἀπορρίψεσθαι ἔμελλον
ἀρὰς Αἰήτεω καὶ ἠλιτόποινον Ἐριννύν·
δὴ τότʼ ἐγὼ Μινύαισιν ἐφʼ ἱερὰ λύτρα καθαρμῶν
ῥέξα, καὶ ἐλλισάμην Γαιήοχον Ἐννοσίγαιον
νόστον ἐπειγομένοις δόμεναι γλυκερούς τε τοκῆας.
Καί ῥʼ οἳ μὲν πλώοντες ἐϋκτιμένην ἐπʼ Ἰωλκόν
θῦνον· ἐγὼ δʼ ἱκόμην ἐπὶ Ταίναρον ἠνεμόεντα,
ὄφρα κεν ἔντομα ῥέξω ἀγακλειτοῖς βασιλεῦσιν
οἵ τʼ ἄρα νερτερίων βερέθρων κληῖδας ἔχουσιν.
Ἔνθεν δʼ ὁρμηθεὶς ἐσύθην χιονώδεα Θρῄκην
Λειβήθρων ἐς χῶρον, ἐμὴν ἐς πατρίδα γαῖαν·
ἄντρον δʼ εἰσεπέρησα περικλυτὸν, ἔνθα με μήτηρ
γείνατʼ ἐνὶ λέκτροις μεγαλήτορος Οἰάγροιο.