ΡΗΣΟΣ
Χορός Βῆθι πρὸς εὐνὰς τὰς Ἑκτορέους·
τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως
ἢ τευχοφόρων;
δέξαιτο νέων κληδόνα μύθων,
οἳ τετράμοιρον νυκτὸς φυλακὴν
πάσης στρατιᾶς προκάθηνται.
ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
λεῖπε χαμεύνας φυλλοστρώτους,
Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.
Ἕκτωρ τίς ὅδʼ—ἦ φίλιος φθόγγος; —τίς ἀνήρ;
τί τὸ σῆμα; θρόει.
τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
κοίτας πλάθουσʼ; ἐνέπειν χρή.
Χορός φύλακες στρατιᾶς. Ἕκτωρ τί φέρηι θορύβωι,
εἰ μή τινʼ ἔχων νυκτηγορίαν;
οὐκ οἶσθα δορὸς πέλας Ἀργείου
νυχίαν ἡμᾶς
κοίτην πανόπλους κατέχοντας;
Χορός ὁπλίζου χέρα, συμμάχων,
Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
ἁρμόσατε ψαλίοις ἵππους.
τίς εἶσʼ ἐπὶ Πανθοΐδαν
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
ποῦ σφαγίων ἔφοροι,
ποῦ δὲ γυμνήτων μόναρχοι
τοξοφόροι τε Φρυγῶν;
ζεύγνυτε κερόδετα τόξα νευραῖς.
Ἕκτωρ τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,
τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.
ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾶι
μάστιγι φοβῆι, φυλακὰς δὲ λιπὼν
κινεῖς στρατιάν; τί θροεῖς; τί σε φῶ
νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
οὐδὲν τρανῶς ἀπέδειξας.
Χορός πύρʼ αἴθει στρατὸς Ἀργόλας,
Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς
ἐννύχιος θορύβωι σκηνάν,
νέαν τινʼ ἐφιέμενοι
βάξιν· οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη
ναυσιπόρος στρατιά.
σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,
ἤλυθον ἄγγελος ὡς
μήποτέ τινʼ ἐς ἐμὲ μέμψιν εἴπηις.
Ἕκτωρ ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρωι πλάτηι
λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
μέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία.
ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας
θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
σύρδην ἅπαντα τῶιδʼ ἀναλῶσαι δορί.
εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
κτείνων Ἀχαιοὺς τῆιδε πολυφόνωι χερί.
κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμηι θεοῦ·
ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσωι λιπεῖν.
οἱ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
βουλάς· ἐν ὄρφνηι δραπέτης μέγα σθένει.
ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῶι
τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου,
ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρώισκων ἔπι
νῶτον χαραχθεὶς κλίμακας ῥάνηι φόνωι,
οἱ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι
Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.
Χορός Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·
ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.
Ἕκτωρ τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν;
Χορός οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῆι φρενί.
Ἕκτωρ πάντʼ ἂν φοβηθεὶς ἴσθι δειμαίνων τόδε.
Χορός οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.
Ἕκτωρ οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῆι δορός.
Χορός σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.
Ἕκτωρ ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
Χορός καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῆι ποδὸς
στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι.
Αἰνείας Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβωι
νυκτηγοροῦσι καὶ κεκίνηται στρατός;
Ἕκτωρ Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.
Αἰνείας τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται
δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην;
Ἕκτωρ φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.
Αἰνείας τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
Ἕκτωρ αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·
καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
ἀλλʼ ἐκκέαντες πύρσʼ ἐπʼ εὐσέλμων νεῶν
φυγῆι πρὸς οἴκους τῆσδʼ ἀφορμήσειν χθονός.
Αἰνείας σὺ δʼ ὡς τί δράσων πρὸς τάδʼ ὁπλίζηι χέρα;
Ἕκτωρ φεύγοντας αὐτοὺς κἀπιθρώισκοντας νεῶν
λόγχηι καθέξω κἀπικείσομαι βαρύς·
αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνηι κακόν,
θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.
Αἰνείας εἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.
ἀλλʼ οὐ γὰρ αὑτὸς πάντʼ ἐπίστασθαι βροτῶν
πέφυκεν· ἄλλωι δʼ ἄλλο πρόσκειται γέρας,
σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·
ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλυὼν
φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν
τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
φεύγοντας ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
νικώμενος μὲν οὔτι μὴ μόληις πάλιν·
πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῆι στρατός;
πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται,
ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως,
ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,
οὐδʼ ὧδʼ Ἀχαιοὺς ὡς δοκεῖς ἀναρπάσαι·
αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται θράσει.
ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδας
εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέληι,
πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,
στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῶι·
εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία,
μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
βουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ.
Χορός τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.
σφαλερὰ δʼ οὐ φιλῶ στρατηγῶν κράτη.
τί γὰρ ἄμεινον ἢ ταχυβάταν νεῶν
κατόπταν μολεῖν
πέλας ὅτι ποτʼ ἄρα δαΐοις
πυρὰ κατʼ ἀντίπρωι- ρα ναυστάθμων δαίεται;
Ἕκτωρ νικᾶις, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
στείχων δὲ κοίμα συμμάχους· τάχʼ ἂν στρατὸς
κινοῖτʼ ἀκούσας νυκτέρους ἐκκλησίας.
ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.
κἂν μέν τινʼ ἐχθρῶν μηχανὴν πυθώμεθα,
σὺ πάντʼ ἀκούσηι καὶ παρὼν εἴσηι λόγον·
ἐὰν δʼ ἀπαίρωσʼ ἐς φυγὴν ὁρμώμενοι,
σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
ὡς οὐ μενοῦντά μʼ· ἀλλὰ προσμείξω νεῶν
ὁλκοῖσι νυκτὸς τῆσδʼ ἐπʼ Ἀργείων στρατῶι.
Αἰνείας πέμφʼ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
σὺν σοὶ δʼ ἔμʼ ὄψηι καρτεροῦνθʼ ὅταν δέηι.
Ἕκτωρ τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγωι
θέλει κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν;
τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
τίς φησιν; οὔτοι πάντʼ ἐγὼ δυνήσομαι
πόλει πατρώιαι συμμάχοις θʼ ὑπηρετεῖν.
Δόλων ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
ῥίψας κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν,
καὶ πάντʼ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
ἥξω· ʼπὶ τούτοις τόνδʼ ὑφίσταμαι πόνον.
Ἕκτωρ ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.
Δόλων οὔκουν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιον
μισθὸν φέρεσθαι; παντὶ γὰρ προσκείμενον
κέρδος πρὸς ἔργωι τὴν χάριν τίκτει διπλῆν.
Ἕκτωρ ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.
Δόλων οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.
Ἕκτωρ σὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.
Δόλων οὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.
Ἕκτωρ χρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας.
Δόλων ἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν.
Ἕκτωρ τί δῆτα χρήιζεις ὧν κέκευθεν Ἴλιον;
Δόλων ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.
Ἕκτωρ δώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν.
Δόλων κτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.
Ἕκτωρ οὐ μὴν τὸν Οἰλέως παῖδά μʼ ἐξαιτεῖς λαβεῖν;
Δόλων κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.
Ἕκτωρ τίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις;
Δόλων καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.
Ἕκτωρ καὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσηι παρών.
Δόλων θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.
Ἕκτωρ τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας;
Δόλων ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖν
ψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος.
Ἕκτωρ καὶ μὴν ἐρῶντί γʼ ἀντερᾶις ἵππων ἐμοί·
ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες
τὸν Πηλέως φέρουσι θούριον γόνον·
δίδωσι δʼ αὐτὸς πωλοδαμνήσας ἄναξ
Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι,
κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον.
Δόλων αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν
δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἐστὶν ἄλλα σοι
ἐφʼ οἷσι τέρψηι τῆσδʼ ἀριστεύων χθονός.
Χορός μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν·
μακάριός γε μὰν κυρήσας ἔσηι.
πόνος ὅδʼ εὐκλεής· μέγα δὲ κοιράνοι-
σι γαμβρὸν πέλειν.
τὰ θεόθεν ἐπιδέτω Δίκα,
τὰ δὲ παρʼ ἀνδράσιν
τέλειά σοι φαίνεται.
Δόλων στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος
σκευῆι πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι,
κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα.
Χορός ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν;
Δόλων πρέπουσαν ἔργωι κλωπικοῖς τε βήμασιν.
Χορός σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
Δόλων λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν
καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῶι θήσω κάραι,
βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
καὶ κῶλα κώλοις τετράπουν μιμήσομαι
λύκου κέλευθον πολεμίοις δυσεύρετον,
τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί,
δίβαμος εἶμι· τῆιδε σύγκειται δόλος.
Χορός ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.
Δόλων σωθήσομαί τοι καὶ κτανὼν Ὀδυσσέως
οἴσω κάρα σοι—σύμβολον δʼ ἔχων σαφὲς
φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν—
ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτωι χερὶ
ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
Χορός Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
ναὸν ἐμβατεύων
Ἄπολλον, ὦ Δία κεφαλά, μόλε τοξή-
ρης, ἱκοῦ ἐννύχιος
καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,
ὦ παγκρατές, ὦ Τροΐας
τείχη παλαιὰ δείμας.
μόλοι δὲ ναυκλήρια καὶ στρατιᾶς
Ἑλλάδος διόπτας
ἵκοιτο καὶ κάμψειε πάλιν θυμέλας οἴ-
κων πατρὸς Ἰλιάδας·
Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη,
δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
τὰς πόντιος Αἰακίδαι
Πηλεῖ δίδωσι δαίμων.
ἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνος
ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι
λήματος· ἦ σπάνις αἰεὶ
τῶν ἀγαθῶν, ὅταν ἦι δυσάλιον ἐν πελάγει
καὶ σαλεύηι
πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·
ἔνι δὲ θράσος ἐν αἰχ-
μᾶι· πόθι Μυσῶν ὃς ἐμὰν
συμμαχίαν ἀτίζει;
τίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
οὐτάσει ἐν κλισίαις, τετράπουν
μῖμον ἔχων ἐπὶ γαίας
θηρός; ἕλοι Μενέλαν, κτανὼν δʼ Ἀγαμεμνόνιον
κρᾶτʼ ἐνέγκοι
Ἑλέναι κακόγαμβρον ἐς χέρας γόον,
ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ
γᾶν Τροΐαν χιλιόναυν
ἤλυθʼ ἔχων στρατείαν.
Ἄγγελος ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.
Ἕκτωρ ἦ πόλλʼ ἀγρώσταις σκαιὰ πρόσκειται φρενί·
καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
ἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.
οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια;
Ἄγγελος σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
ἀλλʼ οὐδὲν ἧσσόν σοι φέρω κεδνοὺς λόγους.
Ἕκτωρ παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·
μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.
Ἄγγελος τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·
ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
στείχει φίλος σοι σύμμαχός τε τῆιδε γῆι.
Ἕκτωρ ποίας πατρώιας γῆς ἐρημώσας πέδον;
Ἄγγελος Θρήικης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ἕκτωρ Ῥῆσον τιθέντʼ ἔλεξας ἐν Τροίαι πόδα;
Ἄγγελος ἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας.
Ἕκτωρ καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;
Ἄγγελος οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
νυκτὸς γὰρ οὔτι φαῦλον ἐσβαλεῖν στρατόν,
κλύοντα πλήρη πεδία πολεμίας χερός.
φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας
οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
πολλῆι γὰρ ἠχῆι Θρήικιος ῥέων στρατὸς
ἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν
ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόληι
λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦ
ἀνιστόρησα Θρηικίοις προσφθέγμασιν·
Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν
ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
ἑστῶτʼ ἐν ἵπποις Θρηικίοις τʼ ὀχήμασιν.
χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
πώλων ἔκληιε χιόνος ἐξαυγεστέρων.
πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποις
ἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶς
χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγωι
θέσθαι δύναιʼ ἄν, ὡς ἄπλατον ἦν ἰδεῖν,
πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλος
γυμνὴς ἁμαρτῆι, Θρηικίαν ἔχων στολήν.
τοιόσδε Τροίαι σύμμαχος πάρεστʼ ἀνήρ,
ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶ
ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
Χορός ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
Ἕκτωρ πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαι
μὴ ξυμπονοῦσιν ἡνίκʼ ἐξώστης Ἄρης
ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίαι φίλος·
ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
Χορός ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
Ἕκτωρ ἀρκοῦμεν οἱ σώιζοντες Ἴλιον πάλαι.
Χορός πέποιθας ἤδη πολεμίους ἡιρηκέναι;
Ἕκτωρ πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
Χορός ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.
Ἕκτωρ μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
ὁ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
χάρις γὰρ αὐτῶι Πριαμιδῶν διώλετο.
Χορός ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
Ἄγγελος φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον.
Ἕκτωρ σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων
Ῥῆσος παρέστω τῆιδε σύμμαχος χθονί.
Χορός Ἀδράστεια μὲν ἁ Διὸς
παῖς εἴργοι στομάτων φθόνον·
φράσω γὰρ δὴ ὅσον μοι
ψυχᾶι προσφιλές ἐστιν εἰπεῖν.
ἥκεις, ὦ ποταμοῦ παῖ,
ἥκεις ἐπλάθης Φιλίου πρὸς αὐλὰν
ἀσπαστός, ἐπεί σε χρόνωι
Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
ρος ποταμὸς πορεύει
Στρυμών, ὅς ποτε τᾶς μελωι-
δοῦ Μούσας διʼ ἀκηράτων
δινηθεὶς ὑδροειδὴς
κόλπων σὰν ἐφύτευσεν ἥβαν.
σύ μοι Ζεὺς ὁ φαναῖος
ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
νῦν, ὦ πατρὶς ὦ Φρυγία,
ξὺν θεῶι νῦν σοι τὸν ἐλευθέριον
Ζῆνα πάρεστιν εἰπεῖν.
ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα
τοὺς προπότας παναμερεύ-
σει θιάσους ἐρώτων
ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανήτοις
ἐπιδεξίοις ἁμίλλαις
κατὰ πόντον Ἀτρειδᾶν
Σπάρταν οἰχομένων
Ἰλιάδος παρʼ ἀκτᾶς;
ὦ φίλος, εἴθε μοι
σᾶι χερὶ καὶ σῶι δορὶ πρά-
ξας τάδʼ ἐς οἶκον ἔλθοις.
ἐλθὲ φάνηθι, τὰν ζάχρυσον προβαλοῦ
Πηλεΐδα κατʼ ὄμμα πέλ-
ταν δοχμίαν πεδαίρων
σχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθίζων
δίβολόν τʼ ἄκοντα πάλλων.
σὲ γὰρ οὔτις ὑποστὰς
Ἀργείας ποτʼ ἐν Ἥ-
ρας δαπέδοις χορεύσει·
ἀλλά νιν ἅδε γᾶ καπφθίμενον Θρηικὶ μόρωι
φίλτατον ἄχθος οἴσει.
ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ. καλόν, ὦ Θρήικη,
σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
ἴδε χρυσόδετον σώματος ἀλκήν,
κλύε καὶ κόμπους κωδωνοκρότους
παρὰ πορπάκων κελαδοῦντας.
θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης
ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
Μούσης ἥκων καταπνεῖ σε.
Ῥῆσος χαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖ, τύραννε τῆσδε γῆς,
Ἕκτορ· παλαιᾶι σʼ ἡμέραι προσεννέπω.
χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον
πύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼ
τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
Ἕκτωρ παῖ τῆς μελωιδοῦ μητέρος Μουσῶν μιᾶς
Θρηικός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
πάλαι πάλαι χρῆν τῆιδε συγκάμνειν χθονὶ
ἐλθόντα, καὶ μὴ τοὐπὶ σʼ Ἀργείων ὕπο
Τροίαν ἐᾶσαι πολεμίωι πεσεῖν δορί.
οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
οὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης.
τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
ἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
Θρηικῶν ἄνακτα τῆιδʼ ἔθηκʼ ἐγὼ χερί,
ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
Θρηικῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν
φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
οἱ δʼ οὐδὲν ἡμῖν ἐγγενεῖς πεφυκότες,
πάλαι παρόντες, οἱ μὲν ἐν χωστοῖς τάφοις
κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
οἱ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοις
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
ταῦθʼ, ὡς ἂν εἰδῆις Ἕκτορʼ ὄντʼ ἐλεύθερον,
καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.
Ῥῆσος τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸς
λύπηι πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην.
ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
ξυνῆψε πόλεμον· ἀξένου δʼ ἀφικόμην
πόντου πρὸς ἀκτάς, Θρῆικα πορθμεύσων στρατόν.
ἔνθʼ αἱματηρὸς πελανὸς ἐς γαῖαν Σκύθης
ἠντλεῖτο λόγχηι Θρήιξ τε συμμιγὴς φόνος.
τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδον
Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνα,
τάξας ἔτειον δασμὸν ἐς δόμους φέρειν,
ἥκω περάσας ναυσὶ Πόντιον στόμα,
τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα—
οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας
οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
ἀλλʼ οἷα πόντον Θρήικιον φυσήματα
κρυσταλλόπηκτα Παίονάς τʼ ἐπεζάρει
ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν.
ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῶι δʼ ὅμως·
σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
κοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέρας
ῥίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
κτεῖναί τʼ Ἀχαιούς· θατέραι δʼ ἀπʼ Ἰλίου
πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους.
ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί·
ἐγὼ γὰρ ἕξεω τοὺς μέγʼ αὐχοῦντας δορὶ
πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
Χορός ἰὼ ἰώ.
φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον
φθόνον ἄμαχον ὕπατος
Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
τὸ δὲ νάιον Ἀργόθεν δόρυ
οὔτε πρίν τινʼ οὔτε νῦν
ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι
Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
πῶς δʼ Αἴας ὑπομεῖναι;
εἰ γὰρ ἐγὼ τόδε γʼ ἦμαρ
εἰσίδοιμʼ, ἄναξ, ὅτωι πολυφόνου
χειρὸς ἄποινʼ ἄροιο σᾶι λόγχαι.
Ῥῆσος τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
πρᾶξαι παρέξω· σὺν δʼ Ἀδραστείαι λέγω.
ἐπεὶ δʼ ἂν ἐχθρῶν τήνδʼ ἐλευθέραν πόλιν
θῶμεν θεοῖσί τʼ ἀκροθίνιʼ ἐξέληις,
ξὺν σοὶ στρατεύειν γῆν ἐπʼ Ἀργείων θέλω
καὶ πᾶσαν ἐλθὼν Ἑλλάδʼ ἐκπέρσαι δορί,
ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.
Ἕκτωρ εἰ τοῦ παρόντος τοῦδʼ ἀπαλλαχθεὶς κακοῦ
πόλιν νεμοίμην ὡς τὸ πρίν ποτʼ ἀσφαλῆ,
ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
τὰ δʼ ἀμφί τʼ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
οὐχ ὧδε πορθεῖν ῥάιδιʼ ὡς λέγεις δορί.
Ῥῆσος οὐ τούσδʼ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;
Ἕκτωρ κοὐ μεμφόμεσθά γʼ, ἀλλʼ ἅδην ἐλαύνομεν.
Ῥῆσος οὔκουν κτανόντες τούσδε πάντʼ εἰργάσμεθα;
Ἕκτωρ μή νυν τὰ πόρσω τἀγγύθεν μεθεὶς σκόπει.
Ῥῆσος ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.
Ἕκτωρ πολλῆς γὰρ ἄρχω κἀνθάδʼ ὢν τυραννίδος.
ἀλλʼ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
εἴτʼ ἐν μέσοισι συμμάχοις πάρεστί σοι
πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
Ῥῆσος μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
εἰ δʼ αἰσχρὸν ἡγῆι μὴ συνεμπρῆσαι νεῶν
πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,
τάξον μʼ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
Ἕκτωρ οὐκ ἔστʼ ἐκείνωι θοῦρον ἀντᾶραι δόρυ.
Ῥῆσος καὶ μὴν λόγος γʼ ἦν ὡς ἔπλευσʼ ἐπʼ Ἴλιον.
Ἕκτωρ ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων
στρατηλάταισιν οὐ συναίρεται δόρυ.
Ῥῆσος τίς δὴ μετʼ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
Ἕκτωρ Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
χὠ Τυδέως παῖς· ἔστι δʼ αἱμυλώτατον
κρότημʼ Ὀδυσσεὺς λῆμά τʼ ἀρκούντως θρασὺς
καὶ πλεῖστα χώραν τήνδʼ ἀνὴρ καθυβρίσας·
ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
κλέψας ἄγαλμα ναῦς ἐπʼ Ἀργείων φέρει.
ἤδη δʼ ἀγύρτης πτωχικὴν ἔχων στολὴν
ἐσῆλθε πύργους, πολλὰ δʼ Ἀργείοις κακὰ
ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·
κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
ἐξῆλθεν· αἰεὶ δʼ ἐν λόχοις εὑρίσκεται
Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
θάσσων· κακῶι δὲ μερμέρωι παλαίομεν.
Ῥῆσος οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθραι
κτεῖναι τὸν ἐχθρόν, ἀλλʼ ἰὼν κατὰ στόμα.
τοῦτον δʼ ὃν ἵζειν φὴις σὺ κλωπικὰς ἕδρας
καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
πυλῶν ἐπʼ ἐξόδοισιν ἀμπείρας ῥάχιν
στήσω πετεινοῖς γυψὶ θοινατήριον.
ληιστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
συλῶντα δεῖ νιν τῶιδε κατθανεῖν μόρωι.
Ἕκτωρ νῦν μὲν καταυλίσθητι· καὶ γὰρ εὐφρόνη.
δείξω δʼ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.
ξύνθημα δʼ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέηι·
μέμνησʼ ἀκούσας Θρηικί τʼ ἄγγειλον στρατῶι.
ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,
ἤδη πελάζει στρατοπέδοισι Τρωϊκοῖς.
Χορός τίνος ἁ φυλακά; τίς ἀμείβει τὰν ἐμάν; πρῶτα
δύεται σημεῖα καὶ ἑπτάποροι
Πλειάδες αἰθέριαι·
μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται.
ἔγρεσθε· τί μέλλετε; κοιτᾶν
ἔξιτε πρὸς φυλακάν.
οὐ λεύσσετε μηνάδος αἴγλαν;
ἀὼς δὴ πέλας ἀὼς
γίγνεται καί τις προδρόμων ὅδε γʼ ἐστὶν ἀστήρ.
— τίς ἐκηρύχθη πρώτην φυλακήν;
— Μυγδόνος υἱόν φασι Κόροιβον.
— τίς γὰρ ἐπʼ αὐτῶι; — Κίλικας Παίων
στρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς.
— οὔκουν Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
καιρὸς κλήρου κατὰ μοῖραν;
Χορός καὶ μὰν ἀίω· Σιμόεντος ἡμένα κοίτας
φοινίας ὑμνεῖ πολυχορδοτάται
γήρυϊ παιδολέτωρ
μελοποιὸν ἀηδονὶς μέριμναν.
ἤδη δὲ νέμουσι κατʼ Ἴδαν
ποίμνια· νυκτιβρόμου
σύριγγος ἰὰν κατακούω.
θέλγει δʼ ὄμματος ἕδραν
ὕπνος· ἅδιστος γὰρ ἔβα βλεφάροις πρὸς ἀῶ.
— τί ποτʼ οὐ πελάθει σκοπός, ὃν ναῶν
Ἕκτωρ ὤτρυνε κατόπτην;
— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
— ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας
διόλωλε; τάχʼ ἂν εἴη φοβερόν μοι.
— αὐδῶ Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
ἡμᾶς κλήρου κατὰ μοῖραν.
Ὀδυσσεύς Διόμηδες, οὐκ ἤκουσας—ἢ κενὸς ψόφος
στάζει διʼ ὤτων; —τευχέων τινὰ κτύπον;
Διομήδης οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
κλάζει σίδηρον· κἀμέ τοι, πρὶν ἠισθόμην
δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.
Ὀδυσσεύς ὅρα κατʼ ὄρφνην μὴ φύλαξιν ἐντύχηις.
Διομήδης φυλάξομαί τοι κἀν σκότωι τιθεὶς πόδα.
Ὀδυσσεύς ἢν δʼ οὖν ἐγείρηις, οἶσθα σύνθημα στρατοῦ;
Διομήδης Φοῖβον Δόλωνος οἶδα σύμβολον κλυών.
Ὀδυσσεύς ἔα· εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.
Διομήδης καὶ μὴν Δόλων γε τάσδʼ ἔφραζεν Ἕκτορος
κοίτας, ἐφʼ ὧιπερ ἔγχος εἵλκυσται τόδε.
Ὀδυσσεύς τί δῆτʼ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;
Διομήδης ἴσως ἐφʼ ἡμῖν μηχανὴν στήσων τινά.
Ὀδυσσεύς θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.
Διομήδης τί δῆτʼ, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν
τὸν ἄνδρʼ ἐν εὐναῖς, ἐλπίδων δʼ ἡμάρτομεν.
Ὀδυσσεύς στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
σώιζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
τίθησιν· ἡμῖν δʼ οὐ βιαστέον τύχην.
Διομήδης οὔκουν ἐπʼ Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν
Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;
Ὀδυσσεύς πῶς οὖν ἐν ὄρφνηι πολεμίων ἀνὰ στρατὸν
ζητῶν δυνήσηι τούσδʼ ἀκινδύνως κτανεῖν;
Διομήδης αἰσχρόν γε μέντοι ναῦς ἐπʼ Ἀργείων μολεῖν
δράσαντε μηδὲν πολεμίους νεώτερον.
Ὀδυσσεύς πῶς δʼ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων
κατάσκοπον Δόλωνα σώιζομεν τάδε
σκυλεύματʼ; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;
Διομήδης πείθεις· πάλιν στείχωμεν· εὖ δοίη τύχη.
Ἀθηνᾶ ποῖ δὴ λιπόντε Τρωϊκῶν ἐκ τάξεων
χωρεῖτε, λύπηι καρδίαν δεδηγμένοι,
εἰ μὴ κτανεῖν σφῶιν Ἕκτορʼ ἢ Πάριν θεὸς
δίδωσιν; ἄνδρα δʼ οὐ πέπυσθε σύμμαχον
Τροίαι μολόντα Ῥῆσον οὐ φαύλωι τρόπωι;
ὃς εἰ διοίσει νύκτα τήνδʼ ἐς αὔριον,
οὔτʼ ἄν σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυ
μὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι,
τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
λόγχηι πλατεῖαν ἐσδρομὴν ποιούμενον.
τοῦτον κατακτὰς πάντʼ ἔχεις· τὰς δʼ Ἕκτορος
εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
ἔσται γὰρ αὐτῶι θάνατος ἐξ ἄλλης χερός.
Ὀδυσσεύς δέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ἠισθόμην
τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
παροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε.
τὸν ἄνδρα δʼ ἡμῖν ποῦ κατηύνασται φράσον·
πόθεν τέτακται βαρβάρου στρατεύματος;
Ἀθηνᾶ ὅδʼ ἐγγὺς ἦσται κοὐ συνήθροισται στρατῶι,
ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
Ἕκτωρ, ἕως ἂν νύκτʼ ἀμείψηται φάος.
πέλας δὲ πῶλοι Θρηικίων ἐξ ἁρμάτων
λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνηι·
στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν.
ταύτας, κτανόντε δεσπότην, κομίζετε,
κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπου
τοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν.
Ὀδυσσεύς Διόμηδες, ἢ σὺ κτεῖνε Θρήικιον λεών,
ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
Διομήδης ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ.
Ἀθηνᾶ καὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπω
στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
Διομήδης πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;
Ἀθηνᾶ μόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτορος
χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
Διομήδης οὔκουν ὑπάρχειν τόνδε κατθανόντα χρή;
Ἀθηνᾶ οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον·
τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
ἀλλʼ ὧιπερ ἥκεις μορσίμους φέρων σφαγὰς
τάχυνʼ· ἐγὼ δὲ τῶιδε σύμμαχος Κύπρις
δοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν
σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι.
καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν
οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου.
Ἀλέξανδρος σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σʼ ἐχρῆν;
ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.
Ἀθηνᾶ θάρσει· φυλάσσω σʼ ἥδε πρευμενὴς Κύπρις.
μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶ
τιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν.
καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωϊκῶι στρατῶι
ἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον,
τῆς ὑμνοποιοῦ παῖδα Θρήικιον θεᾶς.
Ἀλέξανδρος ἀεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλει
κἀμοί, μέγιστον δʼ ἐν βίωι κειμήλιον
κρίνας σέ φημι τῆιδε προσθέσθαι πόλει.
ἥκω δʼ ἀκούσας οὐ τορῶς—φήμη δέ τις
φύλαξιν ἐμπέπτωκεν—ὡς κατάσκοποι
ἥκουσʼ Ἀχαιῶν. χὠ μὲν οὐκ ἰδὼν λέγει,
ὁ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·
ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.
Ἀθηνᾶ μηδὲν φοβηθῆις· οὐδὲν ἐν στρατῶι νέον·
Ἕκτωρ δὲ φροῦδος Θρῆικα κοιμήσων στρατόν.
Ἀλέξανδρος σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
τάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου.
Ἀθηνᾶ χώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά,
ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν·
γνώσηι δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
κεῖται γὰρ ἡμῖν Θρήικιος στρατηλάτης
ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ἠισθημένοι
χωροῦσʼ ἐφʼ ὑμᾶς. ἀλλʼ ὅσον τάχιστα χρὴ
φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε
σκηπτοῦ ʼπιόντος πολεμίων σῶσαι βίον;
Χορός ἔα ἔα· βάλε βάλε βάλε· θένε θένε θένε.
τίς ἁνήρ;
λεῦσσε· τοῦτον αὐδῶ.
δεῦρο δεῦρο πᾶς.
τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα
κλῶπας οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν.
τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;
Ὀδυσσεύς οὔ σε χρὴ εἰδέναι. Χορός θανῆι γὰρ σήμερον δράσας κακῶς·
οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
Ὀδυσσεύς ἵστω θάρσει. Χορός πέλας ἴθι παῖε πᾶς.
ἦ σὺ δὴ Ῥῆσον κατέκτας; Ὀδυσσεύς μὴ ἀλλὰ τὸν κτενοῦντα σέ.
ἴσχε πᾶς τις. Χορός οὐ μὲν οὖν. Ὀδυσσεύς ἆ· φίλιον ἄνδρα μὴ θένηις.
Χορός καὶ τί δὴ τὸ σῆμα; Ὀδυσσεύς Φοῖβος. Χορός ἔμαθον· ἴσχε πᾶς δόρυ.
οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες; Ὀδυσσεύς τῆιδέ πηι κατείδομεν.
Χορός ἕρπε πᾶς κατʼ ἴχνος αὐτῶν· ἢ βοὴν ἐγερτέον;
ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβωι.
Χορός τίς ἀνδρῶν ὁ βάς;
τίς ὁ μέγα θρασὺς ἐπεύξεται
χέρα φυγὼν ἐμάν;
πόθεν νιν κυρήσω;
τίνι προσεικάσω,
ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντωι ποδὶ
διά τε τάξεων καὶ φυλάκων ἕδρας;
Θεσσαλὸς ἢ
παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
ἢ νησιώτην σποράδα κέκτηται βίον;
τίς ἦν; πόθεν; ποίας πάτρας;
ποῖον ἐπεύχεται τὸν ὕπατον θεῶν;
— ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;
— δοκεῖς γάρ; — τί μὴν οὔ;
— θρασὺς γοῦν ἐς ἡμᾶς.
— τίνʼ ἀλκὴν τίνʼ αἰνεῖς; — Ὀδυσσῆ.
— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
Χορός ἔβα καὶ πάρος
κατὰ πόλιν ὕπαφρον ὄμμʼ ἔχων,
ῥακοδύτωι στολᾶι
πυκασθείς, ξιφήρης
κρύφιος ἐν πέπλοις·
βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις,
ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων·
πολλὰ δὲ τὰν
βασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶς
ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
ὄλοιτʼ ὄλοιτο πανδίκως,
πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
— εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει·
Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
— τί λάσκων; — δυσοίζων ...
— τί δρᾶσαι; τί ταρβεῖς;
— καθʼ ἡμᾶς περᾶσαι ... — τίνʼ ἀνδρῶν;
— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
Ἡνίοχος ἰὼ ἰώ· δαίμονος τύχα βαρεῖα· φεῦ φεῦ.
Χορός ἔα ἔα·
σῖγα πᾶς ὕφιζʼ· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.
Ἡνίοχος ἰὼ ἰώ·
συμφορὰ βαρεῖα Θρηικῶν. Χορός συμμάχων τις ὁ στένων.
Ἡνίοχος ἰὼ ἰώ·
δύστηνος ἐγὼ σύ τʼ ἄναξ Θρηικῶν·
ὦ στυγνοτάτην Τροίαν ἐσιδών,
οἷόν σε βίου τέλος εἷλεν.
Χορός τίς εἶ ποτʼ ἀνδρῶν συμμάχων; κατʼ εὐφρόνην
ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.
Ἡνίοχος ποῦ τινʼ ἀνάκτων Τρώων εὕρω;
ποῦ δῆθʼ Ἕκτωρ
τὸν ὑπασπίδιον κοῖτον ἰαύει;
τίνι σημήνω διόπων στρατιᾶς
οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς
δράσας ἀφανῆ φροῦδος, φανερὸν
Θρηιξὶν πένθος τολυπεύσας;
Χορός κακὸν κυρεῖν τι Θρηικίωι στρατεύματι
ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
Ἡνίοχος ἔρρει στρατιά, πέπτωκεν ἄναξ
δολίωι πληγῆι. ἆ ἆ ἆ ἆ,
οἵα μʼ ὀδύνη τείρει φονίου
τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;
χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν,
Τροίαι κέλσαντʼ ἐπίκουρον;
Χορός τάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·
σαφῶς γὰρ αὐδᾶι συμμάχους ὀλωλότας.
Ἡνίοχος κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς
αἴσχιστα. καίτοι δὶς τόσον κακὸν τόδε·
θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
λυπρὸν μὲν οἶμαι τῶι θανόντι—πῶς γὰρ οὔ; —
τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία·
ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ,
ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
κόπωι δαμέντε, οὐδʼ ἐφρουρεῖτο στρατὸς
φυλακαῖσι νυκτέροισιν οὐδʼ ἐν τάξεσιν
ἔκειτο τεύχη πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖς
ἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετο
κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν
πρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες.
κἀγὼ μελούσηι καρδίαι λήξας ὕπνου
πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν
ζεύξειν ἐς ἀλκήν, ἀφθόνωι μετρῶ χερί.
λεύσσω δὲ φῶτε περιπολοῦνθʼ ἡμῶν στρατὸν
πυκνῆς διʼ ὄρφνης· ὡς δʼ ἐκινήθην ἐγώ,
ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν.
ἤπυσα δʼ αὐτοῖς μὴ πελάζεσθαι στρατῶι,
κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
οἱ δʼ οὐδέν· οὐ μὴν οὐδʼ ἐγὼ τὰ πλείονα·
ηὗδον δʼ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.
καί μοι καθʼ ὕπνον δόξα τις παρίσταται·
ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν
Ῥήσωι παρεστὼς εἶδον, ὡς ὄναρ δοκῶν,
λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·
θείνοντε δʼ οὐρᾶι πωλικῆς ῥινοῦ τρίχα
ἤλαυνον, αἱ δʼ ἔρρεγκον ἐξ ἀρτηριῶν
θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβωι.
ἐγὼ δʼ ἀμύνων θῆρας ἐξεγείρομαι
πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.
κλύω δʼ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν·
θερμὸς δὲ κρουνὸς δεσπότου παρὰ σφαγῆς
βάλλει με δυσθνήισκοντος αἵματος νέου.
ὀρθὸς δʼ ἀνάισσω χειρὶ σὺν κενῆι δορός·
καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενον
παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ἠισθόμην
πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
πίπτω δὲ πρηνής· οἱ δʼ ὄχημα πωλικὸν
λαβόντες ἵππων ἵεσαν φυγῆι πόδα.
ἆ ἆ· ὀδύνη με τείρει κοὐκέτʼ ὀρθοῦμαι τάλας.
καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπωι δʼ ὅτωι
τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι
οὐδʼ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι
πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
Χορός ἡνίοχε Θρηικὸς τοῦ κακῶς πεπραγότος,
μηδὲν δυσοίζου· πολέμιοι ʼδρασαν τάδε.
Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος
χωρεῖ· συναλγεῖ δʼ, ὡς ἔοικε, σοῖς κακοῖς.
Ἕκτωρ πῶς, ὦ μέγιστα πήματʼ ἐξειργασμένοι,
μολόντες ὑμᾶς πολεμίων κατάσκοποι
λήθουσιν αἰσχρῶς καὶ κατεσφάγη στρατός,
κοὔτʼ εἰσιόντας στρατόπεδʼ ἐξαπώσατε
οὔτʼ ἐξιόντας; τῶνδε τίς τείσει δίκην
πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημʼ εἶναι στρατοῦ.
φροῦδοι δʼ ἄπληκτοι, τῆι Φρυγῶν κακανδρίαι
πόλλʼ ἐγγελῶντες τῶι στρατηλάτηι τʼ ἐμοί.
εὖ νυν τόδʼ ἴστε—Ζεὺς ὀμώμοται πατήρ—
ἤτοι μάραγνά γʼ ἢ καρανιστὴς μόρος
μένει σε δρῶντα τοιάδʼ, ἢ τὸν Ἕκτορα
τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.
Χορός ἰὼ ἰώ,
μέγας ἐμοὶ μέγας ὦ πολίοχον κράτος
τότʼ ἄρʼ ἔμολον ὅτε σοι
ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρʼ αἴθειν·
ἐπεὶ ἄγρυπνον ὄμμʼ ἐν εὐφρόναι
οὔτʼ ἐκοίμισʼ οὔτʼ ἔβριξʼ,
οὐ τὰς Σιμοεντιάδας παγάς· μή μοι
κότον, ὦ ἄνα, θῆις· ἀναίτιος γὰρ
ἔγωγε πάντων.
εἰ δὲ χρόνωι παρὰ καιρὸν
ἔργον ἢ λόγον πύθηι, κατά με γᾶς
ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.
Ἡνίοχος τί τοῖσδʼ ἀπειλεῖς βάρβαρός τε βαρβάρου
γνώμην ὑφαιρῆι τὴν ἐμήν, πλέκων λόγους;
σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθα
οὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοι
ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
ὅτωι με πείσεις μὴ φίλους κατακτανεῖν,
ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
τοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν.
ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις
ξενίαν κατήισχυνʼ ἢ σὺ συμμάχους κτανών.
μὴ γάρ τι λέξηις ὥς τις Ἀργείων μολὼν
διώλεσʼ ἡμᾶς· τίς ἂν ὑπερβαλὼν λόχους
Τρώων ἐφʼ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;
σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων
τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
ἡμεῖς δὲ καὶ τετρώμεθʼ, οἱ δὲ μειζόνως
παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.
ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα.
τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνην
Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
ἔφραζε τοῖς κτανοῦσιν; οὐδʼ ἀφιγμένον
τὸ πάμπαν ἦισαν· ἀλλὰ μηχαναὶ τάδε.
Ἕκτωρ χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
ὁσόνπερ ἐν γῆι τῆιδʼ Ἀχαιικὸς λεώς,
κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλυών·
ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοι
τοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους.
καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε
ἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ;
δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας,
μὴ καὶ Δόλωνα συντυχὼν κατέκτανεν·
χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.
Ἡνίοχος οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·
ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
Ἕκτωρ σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ.
Ἡνίοχος ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
Ἕκτωρ μὴ θνῆισχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.
Ἡνίοχος ποῖ δὴ τράπωμαι δεσπότου μονούμενος;
Ἕκτωρ οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
Ἡνίοχος καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
Ἕκτωρ ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων;
Ἡνίοχος ὄλοιθʼ ὁ δράσας· οὐ γὰρ εἰς σὲ τείνεται
γλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται.
Ἕκτωρ λάζυσθʼ· ἄγοντες δʼ αὐτὸν ἐς δόμους ἐμοὺς
οὕτως ὅπως ἂν μὴ ʼγκαλῆι πορσύνετε.
ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
Πριάμωι τε καὶ γέρουσι σημῆναι νεκροὺς
θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
Χορός τί ποτʼ εὐτυχίας ἐκ τῆς μεγάλης
Τροίαν ἀνάγει πάλιν ἐς πένθη
δαίμων ἄλλος, τί φυτεύων;
ἔα ἔα·
τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,
τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν
φοράδην πέμπει;
ταρβῶ λεύσσων τόδε πῆμα.
Μοῦσα ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς
τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία
πάρειμι, παῖδα τόνδʼ ὁρῶσʼ οἰκτρῶς φίλον
θανόνθʼ ὑπʼ ἐχθρῶν· ὅν ποθʼ ὁ κτείνας χρόνωι
δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.
ἰαλέμωι αὐθιγενεῖ
τέκνον σʼ ὀλοφύρομαι, ὦ
ματρὸς ἄλγος, οἵαν
ἔκελσας ὁδὸν ποτὶ Τροίαν·
ἦ δυσδαίμονα καὶ μελέαν
ἀπὸ μὲν φαμένας ἐμοῦ πορευθείς,
ἀπὸ δʼ ἀντομένου πατρὸς βιαίως.
ὤμοι ἐγὼ σέθεν, ὦ φιλία
φιλία κεφαλά, τέκνον, ὤμοι.
Χορός ὅσον προσήκει μὴ γένους κοινωνίαν
ἔχοντι λύπης τὸν σὸν οἰκτίρω γόνον.
Μοῦσα ὄλοιτο μὲν Οἰνεΐδας,
ὄλοιτο δὲ Λαρτιάδας,
ὅς μʼ ἄπαιδα γέννας
ἔθηκεν ἀριστοτόκοιο·
ἅ θʼ Ἕλλανα λιποῦσα δόμον
Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσʼ,
ὑπʼ Ἰλίωι ὤλεσε μὲν σʼ ἕκατι Τροίας,
φίλτατε, μυριάδας τε πόλεις
ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.
ἦ πολλὰ μὲν ζῶν, πολλὰ δʼ εἰς Ἅιδου μολών,
Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·
ὕβρις γάρ, ἥ σʼ ἔσφηλε, καὶ Μουσῶν ἔρις
τεκεῖν μʼ ἔθηκε τόνδε δύστηνον γόνον.
περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς
λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,
ὅτʼ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας
Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι
Μοῦσαι μεγίστην εἰς ἔριν μελωιδίας
κλεινῶι σοφιστῆι Θρηικὶ κἀτυφλώσαμεν
Θάμυριν, ὃς ἡμῶν πόλλʼ ἐδέννασεν τέχνην.
κἀπεί σε τίκτω, συγγόνους αἰδουμένη
καὶ παρθενείαν, ἧκʼ ἐς εὐύδρου πατρὸς
δίνας· τρέφειν δέ σʼ οὐ βρότειον ἐς χέρα
Στρυμὼν δίδωσιν ἀλλὰ πηγαίαις κόραις.
ἔνθʼ ἐκτραφεὶς κάλλιστα παρθένων ὕπο,
Θρήικης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον.
καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
ἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν·
Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτέ,
εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτορος
πρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαι
ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.
καὶ τοῦδʼ, Ἀθάνα, παντὸς αἰτία μόρου—
οὐδὲν δʼ Ὀδυσσεὺς οὐδʼ ὁ Τυδέως τόκος
ἔδρασε—δρῶσα μὴ δόκει λεληθέναι.
καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,
μυστηρίων τε τῶν ἀπορρήτων φανὰς
ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
τοῦδʼ ὃν κατέκτεινας σύ· Μουσαῖόν τε, σὸν
σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρʼ ἕνα
ἐλθόντα, Φοῖβος σύγγονοί τʼ ἠσκήσαμεν.
καὶ τῶνδε μισθὸν παῖδʼ ἔχουσʼ ἐν ἀγκάλαις
θρηνῶ· σοφιστὴν δʼ ἄλλον οὐκ ἐπάξομαι.
Χορός μάτην ἄρʼ ἡμᾶς Θρήικιος τροχηλάτης
ἐδέννασʼ, Ἕκτορ, τῶιδε βουλεῦσαι φόνον.
Ἕκτωρ ἤιδη τάδʼ· οὐδὲν μάντεων ἔδει φράσαι
Ὀδυσσέως τέχναισι τόνδʼ ὀλωλότα.
ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοι
κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
ἔπεμψʼ· ὀφείλων δʼ ἦλθε συμπονεῖν ἐμοί.
οὐ μὴν θανόντι γʼ οὐδαμῶς συνήδομαι·
καὶ νῦν ἕτοιμος τῶιδε καὶ τεῦξαι τάφον
καὶ ξυμπυρῶσαι μυρίαν πέπλων χλιδήν·
φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.
Μοῦσα οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·
τοσόνδε νύμφην τὴν ἔνερθʼ αἰτήσομαι,
τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
ψυχὴν ἀνεῖναι τοῦδʼ· ὀφειλέτις δέ μοι
τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε
ἔτʼ εἶσιν οὐδὲ μητρὸς ὄψεται δέμας·
κρυπτὸς δʼ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς
ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
Βάκχου προφήτης, ὅς γε Παγγαίου πέτραν
ὤικησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
ῥᾶιον δὲ πένθος τῆς θαλασσίας θεοῦ
οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.
θρήνοις δʼ ἀδελφαὶ πρῶτα μὲν σʼ ὑμνήσομεν,
ἔπειτʼ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
οὐ ῥύσεταί νιν Παλλάς, ἥ σʼ ἀπέκτανεν·
τοῖον φαρέτρα Λοξίου σώιζει βέλος.
ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν·
ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται
ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.
Χορός οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·
σὺ δʼ, εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,
Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε.
Ἕκτωρ χωρεῖτε, συμμάχους δʼ ὁπλίζεσθαι τάχος
ἄνωχθε πληροῦν τʼ αὐχένας ξυνωρίδων.
πανοὺς δʼ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς
σάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν τάφρον
τείχη τʼ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν
πέποιθα Τρωσί θʼ ἡμέραν ἐλευθέραν
ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
Χορός πείθου βασιλεῖ· στείχωμεν ὅπλοις
κοσμησάμενοι καὶ ξυμμαχίαι
τάδε φράζωμεν· τάχα δʼ ἂν νίκην
δοίη δαίμων ὁ μεθʼ ἡμῶν.