Mythical Histories and LegendsἈποσπάσματα
Sostratus of Nyssa Mythical Histories and Legends PDF
The Mythical Histories and Legends is a lost mythographical work attributed to the grammarian Sostratus of Nyssa. According to the 10th-century Byzantine encyclopedia known as the Suda, it was a collection in eight books comprising mythical histories and legends. This places it within the Hellenistic and Imperial tradition of mythography, in which scholars systematically compiled and interpreted narratives drawn from epic and dramatic poetry. Such handbooks typically served as reference works, containing genealogies of gods and heroes, etiological myths explaining origins, narratives from major heroic cycles like the Theban and Trojan stories, and various local legends and variant traditions. The work is preserved only by its mention in the Suda; no direct fragments or quotations are extant, and the complete text is lost. As a compiled collection of excerpts, it exemplifies the grammatical scholarship of its era, functioning as a potential resource for students, poets, and commentators who required explanations of mythological references found in classical literary texts.
| 1a,23,F 1 | [ PLUTARCH.] De fluv. 24, 4 (= STOBAE. Flor. IV 36, 21): γεννᾶται δ’ ἐν αὐτῶι (sc. ἐν Τίγριδι) βοτάνη, ἣ κριθῆι ἐστι παρόμοιος ἀγρίαι· ταύτην οἱ ἐγχώριοι θερμαίνοντες ἐν ἐλαίωι καὶ ἀλειφόμενοι οὐδέποτε νοσοῦσι μέχρι ἀνάγκης τοῦ θανάτου· καθὼς ἱστορεῖ Σώστρατος ἐν α Μυθικῆς Ἱστορίας 〈Συν〉αγωγῆς. |
| 1a,23,F 1bis | NATAL. COM. Myth. 9, 5 (p. 956 ed. Genev.): alii dicunt Atym fuisse eius deae (scil. Rheae) sacerdotem ab illa dea sacrificiis praefectum illa lege ut perpetuam castitatem servaret. sed postea promissi parum memor Sangaritidem nympham compressit, e qua Lydum, qui Lydiae nomen dedit, et Tyrrhenum, a quo vocata est Thyrrhenia, suscepit, ut ait Dorotheus Corinthius in Historiis (VI). At dea irata furorem immisit Atyi, qui sibi testes execuit, violentas etiam manus iugulo illaturus, nisi dea miserta in pinum arborem sibi consecratam convertisset. Alii tamen ex Hercule et Iole Tyrrhenum et Atym praedictum esse natos maluerunt, ut scripsit Sostratus in secundo Introductionis Historiae Fabulosa e. |
| 1a,23,F 2 | STOBAE. Flor. III 7, 67 (= PS. PLUT. Parall. min. 18 p. 310 A): Σωστράτου ἐν δευτέρωι Θραικικῶν. Ἀθηναῖοι πρὸς Θρᾶικας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Κόδρον. οὗτος ἀκούσας ὅτι χρησμὸν εἰλήφασιν οἱ πολέμιοι ἐγκρατεῖς γενήσεσθαι τῆς νίκης αὐτούς, ἐὰν τοῦ στρατηγοῦ φείσωνται τῶν Ἀθηναίων, ἐν δρυτόμου σχήματι συνέβαλε μάχην μετά τινων Θραικῶν ξυλιζομένων καὶ τῶι δρεπάνωι καιρίως ἐξ αὐτῶν ἕνα πλήξας ἀνεῖλεν· οἱ δὲ λοιποὶ τὴν περίστασιν τοῦ στρατηγήματος μὴ γινώσκοντες ἀπέκτειναν τὸν Κόδρον θέλοντα. συμβαλόντες δὲ τὸν πόλεμον Ἀθηναῖοι τῆς νίκης ἐγκρατεῖς ἐγένοντο. |
| 1a,23,F 3 | STOBAE. Flor. IV 20, 72 (= Ps. PLUT. Parall. min. 28 p. 312 C D): Σωστράτου ἐν δευτέρωι Τυρρηνικῶν. Αἴολος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς τόπων ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἓξ καὶ τὸν αὐτὸν ἀριθμὸν ἀρρένων παίδων, ὧν ὁ πρεσβύτατος Μακαρεὺς Κανάκης τῆς ἀδελφῆς ἐρασθεὶς ἐβιάσατο τὴν προειρημένην. Αἴολος δὲ περὶ τούτων μαθὼν τῆι θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ὡς νόμον δεξαμένη τὸν σίδηρον αὑτὴν ἀνεῖλε. Μακαρεὺς δὲ τὸν γεννήσαντα προεξιλεωσάμενος ἔδραμεν εἰς τὸν θάλαμον· εὑρὼν δὲ τὴν ἀγαπωμένην αἱμορραγοῦσαν τῶι αὐτῶι ξίφει τὸν βίον περιέγραψε. |
| 1a,23,F 4 | STOBAE. Flor. IV 20, 70: Σωστράτου ἐν β Κυνηγετικῶν. Κυάνιππος τῶι γένει Θεσσαλὸς γήμας Λευκώνην τὰ πολλὰ διὰ φιλοκύνηγον ἐνέργειαν ἐν ὕλαις διέτριβεν. ἡ δὲ νεόνυμφος ὑπολαμβάνουσα συνήθειαν αὐτὸν ἔχειν μεθ’ ἑτέρας γυναικός, κατ’ ἴχνος ἠκολούθησε τῶι προειρημένωι καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρωι τὸ μέλλον ἀπεκαραδόκει. τῶν δὲ πέριξ κλάδων αἰφνιδίως σεισθέντων, οἱ στιβευταὶ κύνες 〈ὥρμησαν θηρίον εἶναι〉 δόξαντες καὶ αὐτὴν ἀλόγου ζώιου δίκην διεσπάραξαν. τῆς δὲ πράξεως αὐτόπτης γενόμενος Κυάνιππος ἑαυτὸν ἐπικατέσφαξεν. |
| 1a,23,F 5 | [PLUTARCH.] De fluv. 2, 1: Ἰσμηνὸς ποταμός ἐστι τῆς Βοιωτίας κατὰ πόλιν Θήβας, ἐκαλεῖτο δὲ τὸ πρότερον Κάδμου ποὺς ἀπ’ αἰτίας τοιαύτης. Κάδμος τὸν κρηνοφύλακα δράκοντα τοξεύσας καὶ εὑρὼν ὥσπερ πεφαρμακευμένον φόνου τὸ ὕδωρ περιήρχετο τὴν χώραν ζητῶν πηγήν· γενόμενος δὲ κατὰ τὸ Κωρύκιον ἄντρον κατὰ πρόνοιαν Ἀθηνᾶς τὸν δεξιὸν πόδα βαθύτερον εἰς πηλὸν ἤρεισεν· ποταμοῦ δ’ ἀναδοθέντος ἐκ τοῦ τύπου ὁ ἥρως βουθυτήσας Κάδμου πόδα προσηγόρευσεν αὐτόν. μετὰ δέ τινα χρόνον Ἰσμηνός, Ἀμφίονος καὶ Νιόβης παῖς, ὑπ’ Ἀπόλλωνος τοξευθεὶς καὶ ἀλγηδόνι συνεχόμενος ἑαυτὸν ἔβαλεν εἰς τὸν προειρημένον ποταμόν, ὃς ἀπ’ αὐτοῦ Ἰσμηνὸς ὠνομάσθη· καθὼς ἱστορεῖ Σώστρατος ἐν β Περὶ ποταμῶν. |
| 1a,23,F 6 | EUSTATH. HOM. Od. λ 538 p. 1696, 50: Ἀχιλλέα δὲ ὅτι Πάρις ἀνεῖλε τοξεύσας καθωμίληται. Σώστρατος δὲ ἱστορεῖ Ἀλέξανδρον Ἀπόλλωνος ἐρώμενον καὶ μαθητὴν τοξείας, ὑφ’ οὗ τόξον ἐλεφάντινον σχόντα τοξεῦσαι Ἀχιλλέα κατὰ γαστρός. |
| 1a,23,F 7 | EUSTATH. HOM. Od. κ 492 p. 1665, 47: Καλλίμαχος δὲ λέγει τὸν Τειρεσίαν ἰδόντα γυμνὴν λουομένην τὴν Ἄρτεμιν περί που τὴν Βοιωτίαν πηρωθῆναι. Σώστρατος δὲ ἐν Τειρεσίαι—ποίημα δέ ἐστιν ἐλεγειακόν—φησὶ τὸν Τειρεσίαν θήλειαν τὴν ἀρχὴν γεννηθῆναι καὶ ἐκτραφῆναι ὑπὸ Χαρικλοῦς. καὶ ἑπτὰ ἐτῶν γενομένην ὀρειφοιτεῖν· ἐρασθῆναι δὲ αὐτῆς τὸν Ἀπόλλωνα καὶ ἐπὶ μισθῶι συνουσίας διδάξαι τὴν μουσικήν· τὴν δὲ μετὰ τὸ μαθεῖν μηκέτι ἑαυτὴν ἐπιδιδόναι τῶι Ἀπόλλωνι, κἀκεῖνον ἀνδρῶσαι αὐτήν, ἵνα πειρῶιτο ἔρωτος. καὶ αὐτὴν ἀνδρωθεῖσαν κρῖναι Δία καὶ Ἥραν, ὡς ἀνωτέρω ἐρρέθη. καὶ οὕτω πάλιν γυναικωθεῖσαν ἐρασθῆναι Κάλλωνος Ἀργείου, ἀφ’ οὗ σχεῖν παῖδα κατὰ χόλον Ἥρας τὰς ὄψεις διεστραμμένον· διὸ καὶ κληθῆναι Στράβωνα. μετὰ δὲ ταῦτα τοῦ ἐν Ἄργει ἀγάλματος τῆς Ἥρας καταγελῶσαν εἰς ἄνδρα μεταβληθῆναι ἀειδῆ, ὡς καὶ Πίθωνα λέγεσθαι. ἐλεηθεῖσαν δὲ ὑπὸ Διὸς εἰς γυναῖκα μορφωθῆναι αὖθις ὡραίαν καὶ ἀπελθεῖν εἰς Τροιζῆνα, ὅπου ἐρασθῆναι αὐτῆς Γλύφιον ἐγχώριον ἄνδρα καὶ ἐπιθέσθαι αὐτῆι λουομένηι· τὴν δὲ ἰσχύι περιγενομένην τοῦ μείρακος πνῖξαι αὐτόν· Ποσειδῶνα δέ, οὗ παιδικὰ ἦν ὁ Γλύφιος, ἐπιτρέψαι ταῖς Μοίραις δικάσαι περὶ τούτου· καὶ αὐτὰς εἰς Τειρεσίαν αὐτὴν μεταβαλεῖν καὶ ἀφελέσθαι τὴν μαντικήν. ἣν αὖθις μαθεῖν ὑπὸ Χείρωνος, καὶ δειπνῆσαι ἐν τοῖς Θέτιδος καὶ Πηλέως γάμοις. ἔνθα ἐρίσαι περὶ κάλλους τήν τε Ἀφροδίτην καὶ τὰς Χάριτας, αἷς ὀνόματα Πασιθέη Καλὴ καὶ Εὐφροσύνη. τὸν δὲ δικάσαντα κρῖναι καλὴν τὴν Καλήν, ἣν καὶ γῆμαι τὸν Ἥφαιστον, ὅθεν τὴν μὲν Ἀφροδίτην χολωθεῖσαν μεταβαλεῖν αὐτὸν εἰς γυναῖκα χερνῆτιν γραῖαν· τὴν δὲ Καλὴν χαίτας αὐτῆι ἀγαθὰς νεῖμαι καὶ εἰς Κρήτην ἀπαγαγεῖν, ἔνθα ἐρασθῆναι αὐτῆς Ἄραχνον, καὶ μιγέντα αὐχεῖν τῆι Ἀφροδίτηι μιγῆναι· ἐφ’ ὧι τὴν δαίμονα ὀργισθεῖσαν τὸν μὲν Ἄραχνον μεταβαλεῖν εἰς γαλῆν, Τειρεσίαν δὲ εἰς μῦν, ὅθεν καὶ ὀλίγα φησὶν ἐσθίει ὡς ἐκ γραός, καὶ μαντικός ἐστι διὰ τὸν Τειρεσίαν. |