---
title: Rhesus
title_greek: Ῥῆσος
author: Euripides
eul_wid: cbm-bd
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-rhesus-cbm-bd"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Rhesus

*Ῥῆσος*

**Author:** Euripides

**eul_wid:** `cbm-bd` · [HTML page](https://eulogikon.org/works/euripides-rhesus-cbm-bd)

## Text

### 1

ΧΟΡΟΣ

### 1.1

Βῆθι πρὸς εὐνὰς τὰς Ἑκτορέους·

### 1.2

τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως

### 1.3

ἢ τευχοφόρων;

### 1.4

δέξαιτο νέων κληδόνα μύθων,

### 5.1

οἳ τετράμοιρον νυκτὸς φυλακὴν

### 5.2

πάσης στρατιᾶς προκάθηνται.

### 5.3

ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,

### 5.4

λῦσον βλεφάρων γοργωπὸν ἕδραν,

### 5.5

λεῖπε χαμεύνας φυλλοστρώτους,

### 10.1

Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.

### 10.2

ΕΚΤΩΡ

### 11.1

τίς ὅδ’—ἦ φίλιος φθόγγος; —τίς ἀνήρ;

### 11.2

τί τὸ σῆμα; θρόει.

### 11.3

τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας κοίτας πλάθους’; ἐνέπειν χρή.

### 15.1

Χο. φύλακες στρατιᾶς. Εκ. τί φέρηι θορύβωι,

### 15.2

[Χο. θάρσει. Εκ. θαρσῶ.

### 15.3

μῶν τις λόχος ἐκ νυκτῶν; Χο. οὐκ ἔστι. Εκ. τί

*[crux: μῶν]*

### 17.1

σὺ γὰρ

### 17.2

φυλακὰς προλιπὼν κινεῖς στρατιάν,]

### 17.3

εἰ μή τιν’ ἔχων νυκτηγορίαν;

### 20.1

οὐκ οἶσθα δορὸς πέλας Ἀργείου

### 20.2

νυχίαν ἡμᾶς

### 20.3

κοίτην πανόπλους κατέχοντας;

### 20.4

Χο. ὁπλίζου χέρα, συμμάχων,

### 20.5

Ἕκτορ, βᾶθι πρὸς εὐνάς,

### 25.1

ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.

### 25.2

πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,

### 25.3

ἁρμόσατε ψαλίοις ἵππους.

### 25.4

τίς εἶς’ ἐπὶ Πανθοΐδαν

### 25.5

ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;

### 30.1

ποῦ σφαγίων ἔφοροι,

### 30.2

ποῦ δὲ γυμνήτων μόναρχοι

### 30.3

τοξοφόροι τε Φρυγῶν; ζεύγνυτε κερόδετα τόξα νευραῖς.

### 30.4

Εκ. τὰ μὲν ἀγγέλλεις δείματ’ ἀκούειν,

### 35.1

τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.

### 35.2

ἀλλ’ ἦ Κρονίου Πανὸς τρομερᾶι

### 35.3

μάστιγι φοβῆι, φυλακὰς δὲ λιπὼν

### 35.4

κινεῖς στρατιάν; τί θροεῖς; τί σε φῶ

### 35.5

νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν

### 40.1

οὐδὲν τρανῶς ἀπέδειξας.

### 40.2

Χο. πύρ’ αἴθει στρατὸς Ἀργόλας,

### 40.3

Ἕκτορ, πᾶσαν ἀν’ ὄρφναν,

### 40.4

διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.

### 40.5

πᾶς δ’ Ἀγαμεμνονίαν προσέβα στρατὸς

### 45.1

ἐννύχιος θορύβωι σκηνάν,

### 45.2

νέαν τιν’ ἐφιέμενοι

### 45.3

βάξιν· οὐ γάρ πω πάρος ὧδ’ ἐφοβήθη

### 45.4

ναυσιπόρος στρατιά.

### 45.5

σοὶ δ’, ὑποπτεύων τὸ μέλλον, ἤλυθον ἄγγελος ὡς

### 45.6

μήποτέ τιν’ ἐς ἐμὲ μέμψιν εἴπηις.

### 45.7

Εκ. ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον· ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρωι πλάτηι

### 45.8

λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν

### 55.1

μέλλουσι· σαίνει μ’ ἔννυχος φρυκτωρία.

### 55.2

ὦ δαῖμον, ὅστις μ’ εὐτυχοῦντ’ ἐνόσφισας

### 55.3

θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν

### 55.4

σύρδην ἅπαντα τῶιδ’ ἀναλῶσαι δορί.

### 55.5

εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου

*[crux: ξυνέσχον]*

### 60.1

λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,

### 60.2

πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν

### 60.3

κτείνων Ἀχαιοὺς τῆιδε πολυφόνωι χερί.

### 60.4

κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ

### 60.5

ἐν νυκτὶ χρῆσθαί τ’ εὐτυχεῖ ῥύμηι θεοῦ·

### 65.1

ἀλλ’ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες

### 65.2

μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος

### 65.3

κἄπειτ’ Ἀχαιῶν μηδέν’ ἐν χέρσωι λιπεῖν.

### 65.4

οἱ δ’ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων

### 65.5

βουλάς· ἐν ὄρφνηι δραπέτης μέγα σθένει.

### 70.1

ἀλλ’ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῶι

### 70.2

τεύχη πρόχειρα λαμβάνειν λῆξαί θ’ ὕπνου,

### 70.3

ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρώισκων ἔπι

### 70.4

νῶτον χαραχθεὶς κλίμακας ῥάνηι φόνωι, οἱ δ’ ἐν βρόχοισι δέσμιοι λελημμένοι

### 75.1

Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.

### 75.2

Χο. Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·

### 75.3

ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.

### 75.4

Εκ. τίς γὰρ πύρ’ αἴθειν πρόφασις Ἀργείων στρατόν;

### 75.5

Χο. οὐκ οἶδ’· ὕποπτον δ’ ἐστὶ κάρτ’ ἐμῆι φρενί.

### 80.1

Εκ. πάντ’ ἂν φοβηθεὶς ἴσθι δειμαίνων τόδε.

### 80.2

Χο. οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.

### 80.3

Εκ. οὐδ’ ὧδέ γ’ αἰσχρῶς ἔπεσον ἐν τροπῆι δορός.

### 80.4

Χο. σὺ ταῦτ’ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.

### 80.5

Εκ. ἁπλοῦς ἐπ’ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.

### 85.1

Χο. καὶ μὴν ὅδ’ Αἰνέας καὶ μάλα σπουδῆι ποδὸς

### 85.2

στείχει, νέον τι πρᾶγμ’ ἔχων φίλοις φράσαι.

### 85.3

ΑΙΝΕΙΑΣ

### 87.1

Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν

### 87.2

τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβωι

### 87.3

νυκτηγοροῦσι καὶ κεκίνηται στρατός;

### 90.1

Εκ. Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν. Αι. τί δ’ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται

### 90.2

δόλος κρυφαῖος ἑστάναι κατ’ εὐφρόνην;

### 90.3

Εκ. φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.

### 90.4

Αι. τί τοῦδ’ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;

### 95.1

Εκ. αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·

### 95.2

καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,

### 95.3

ἀλλ’ ἐκκέαντες πύρς’ ἐπ’ εὐσέλμων νεῶν

### 95.4

φυγῆι πρὸς οἴκους τῆσδ’ ἀφορμήσειν χθονός.

### 95.5

Αι. σὺ δ’ ὡς τί δράσων πρὸς τάδ’ ὁπλίζηι χέρα; Εκ. φεύγοντας αὐτοὺς κἀπιθρώισκοντας νεῶν

### 95.6

λόγχηι καθέξω κἀπικείσομαι βαρύς·

### 95.7

αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνηι κακόν,

### 95.8

θεοῦ διδόντος πολεμίους ἄνευ μάχης

### 95.9

φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.

### 105.1

Αι. εἴθ’ ἦσθ’ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.

### 105.2

ἀλλ’ οὐ γὰρ αὑτὸς πάντ’ ἐπίστασθαι βροτῶν

### 105.3

πέφυκεν· ἄλλωι δ’ ἄλλο πρόσκειται γέρας,

### 105.4

σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·

### 105.5

ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλυὼν

### 110.1

φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν

### 110.2

τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.

### 110.3

καίτοι περάσας κοῖλον αὐλώνων βάθος,

### 110.4

εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς

### 110.5

φεύγοντας ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,

### 115.1

νικώμενος μὲν οὔτι μὴ μόληις πάλιν·

### 115.2

πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῆι στρατός;

### 115.3

πῶς δ’ αὖ γεφύρας διαβαλοῦς’ ἱππηλάται,

### 115.4

ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;

### 115.5

νικῶν δ’ ἔφεδρον παῖδ’ ἔχεις τὸν Πηλέως,

### 120.1

ὅς ς’ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,

### 120.2

οὐδ’ ὧδ’ Ἀχαιοὺς ὡς δοκεῖς ἀναρπάσαι·

### 120.3

αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται θράσει.

### 120.4

ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ’ ἀσπίδας

### 120.5

εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,

### 125.1

κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέληι,

### 125.2

πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,

### 125.3

στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῶι·

### 125.4

εἰ δ’ ἐς δόλον τιν’ ἥδ’ ἄγει φρυκτωρία,

### 125.5

μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου

### 130.1

βουλευσόμεσθα· τήνδ’ ἔχω γνώμην, ἄναξ.

### 130.2

Χο. τάδε δοκεῖ, τάδε μεταθέμενος νόει. σφαλερὰ δ’ οὐ φιλῶ στρατηγῶν κράτη.

### 130.3

τί γὰρ ἄμεινον ἢ ταχυβάταν νεῶν

### 130.4

κατόπταν μολεῖν

### 135.1

πέλας ὅτι ποτ’ ἄρα δαΐοις

### 135.2

πυρὰ κατ’ ἀντίπρωι‐

### 136.1

ρα ναυστάθμων δαίεται;

### 136.2

Εκ. νικᾶις, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.

### 136.3

στείχων δὲ κοίμα συμμάχους· τάχ’ ἂν στρατὸς

### 136.4

κινοῖτ’ ἀκούσας νυκτέρους ἐκκλησίας.

### 140.1

ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.

### 140.2

κἂν μέν τιν’ ἐχθρῶν μηχανὴν πυθώμεθα,

### 140.3

σὺ πάντ’ ἀκούσηι καὶ παρὼν εἴσηι λόγον·

### 140.4

ἐὰν δ’ ἀπαίρως’ ἐς φυγὴν ὁρμώμενοι,

### 140.5

σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,

### 145.1

ὡς οὐ μενοῦντά μ’· ἀλλὰ προσμείξω νεῶν

### 145.2

ὁλκοῖσι νυκτὸς τῆσδ’ ἐπ’ Ἀργείων στρατῶι.

### 145.3

Αι. πέμφ’ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.

### 145.4

σὺν σοὶ δ’ ἔμ’ ὄψηι καρτεροῦνθ’ ὅταν δέηι.

### 145.5

Εκ. τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγωι θέλει κατόπτης ναῦς ἐπ’ Ἀργείων μολεῖν;

### 145.6

τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;

### 145.7

τίς φησιν; οὔτοι πάντ’ ἐγὼ δυνήσομαι πόλει πατρώιαι συμμάχοις θ’ ὑπηρετεῖν.

### 145.8

ΔΟΛΩΝ

### 154

ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω

### 155.1

ῥίψας κατόπτης ναῦς ἐπ’ Ἀργείων μολεῖν,

### 155.2

καὶ πάντ’ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα

### 155.3

ἥξω· ’πὶ τούτοις τόνδ’ ὑφίσταμαι πόνον.

### 155.4

Εκ. ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις

### 155.5

Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον

### 160.1

νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.

### 160.2

Δο. οὔκουν πονεῖν μὲν χρή, πονοῦντα δ’ ἄξιον

### 160.3

μισθὸν φέρεσθαι; παντὶ γὰρ προσκείμενον

### 160.4

κέρδος πρὸς ἔργωι τὴν χάριν τίκτει διπλῆν.

### 160.5

Εκ. ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.

### 165.1

τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.

### 165.2

Δο. οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.

### 165.3

Εκ. σὺ δ’ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.

### 165.4

Δο. οὐδ’ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.

### 165.5

Εκ. χρυσὸς πάρεστιν, εἰ τόδ’ αἰτήσεις γέρας.

### 170.1

Δο. ἀλλ’ ἔστ’ ἐν οἴκοις· οὐ βίου σπανίζομεν.

### 170.2

Εκ. τί δῆτα χρήιζεις ὧν κέκευθεν Ἴλιον;

### 170.3

Δο. ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.

### 170.4

Εκ. δώσω· σὺ δ’ αἴτει πλὴν στρατηλάτας νεῶν.

### 170.5

Δο. κτεῖν’, οὔ ς’ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.

### 175.1

Εκ. οὐ μὴν τὸν Οἰλέως παῖδά μ’ ἐξαιτεῖς λαβεῖν; Δο. κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.

### 175.2

Εκ. τίν’ οὖν Ἀχαιῶν ζῶντ’ ἀποινᾶσθαι θέλεις;

### 175.3

Δο. καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.

### 175.4

Εκ. καὶ μὴν λαφύρων γ’ αὐτὸς αἱρήσηι παρών.

### 180.1

Δο. θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.

### 180.2

Εκ. τί δῆτα μεῖζον τῶνδέ μ’ αἰτήσεις γέρας;

### 180.3

Δο. ἵππους Ἀχιλλέως· χρὴ δ’ ἐπ’ ἀξίοις πονεῖν

### 180.4

ψυχὴν προβάλλοντ’ ἐν κύβοισι δαίμονος.

### 180.5

Εκ. καὶ μὴν ἐρῶντί γ’ ἀντερᾶις ἵππων ἐμοί·

### 185.1

ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες

### 185.2

τὸν Πηλέως φέρουσι θούριον γόνον·

### 185.3

δίδωσι δ’ αὐτὸς πωλοδαμνήσας ἄναξ

### 185.4

Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.

### 185.5

ἀλλ’ οὔ ς’ ἐπάρας ψεύσομαι· δώσω δέ σοι,

### 190.1

κάλλιστον οἴκοις κτῆμ’, Ἀχιλλέως ὄχον.

### 190.2

Δο. αἰνῶ· λαβὼν δ’ ἄν φημι κάλλιστον Φρυγῶν

### 190.3

δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.

### 190.4

σὲ δ’ οὐ φθονεῖν χρή· μυρί’ ἐστὶν ἄλλα σοι

### 190.5

ἐφ’ οἷσι τέρψηι τῆσδ’ ἀριστεύων χθονός.

### 195.1

Χο. μέγας ἀγών, μεγάλα δ’ ἐπινοεῖς ἑλεῖν·

### 195.2

μακάριός γε μὰν κυρήσας ἔσηι.

### 195.3

πόνος ὅδ’ εὐκλεής· μέγα δὲ κοιράνοι‐

### 195.4

σι γαμβρὸν πέλειν. τὰ θεόθεν ἐπιδέτω Δίκα,

### 200a

τὰ δὲ παρ’ ἀνδράσιν

### 200b

τέλειά σοι φαίνεται.

### 201.1

Δο. στείχοιμ’ ἄν· ἐλθὼν 〈δ’〉 ἐς δόμους ἐφέστιος

### 201.2

σκευῆι πρεπόντως σῶμ’ ἐμὸν καθάψομαι,

### 201.3

κἀκεῖθεν ἥσω ναῦς ἐπ’ Ἀργείων πόδα.

### 201.4

Χο. ἐπεὶ τίν’ ἄλλην ἀντὶ τῆσδ’ ἕξεις στολήν;

### 205.1

Δο. πρέπουσαν ἔργωι κλωπικοῖς τε βήμασιν.

### 205.2

Χο. σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·

### 205.3

λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;

### 205.4

Δο. λύκειον ἀμφὶ νῶτ’ ἐνάψομαι δορὰν

### 205.5

καὶ χάσμα θηρὸς ἀμφ’ ἐμῶι θήσω κάραι,

### 210.1

βάσιν τε χερσὶ προσθίαν καθαρμόσας

### 210.2

καὶ κῶλα κώλοις τετράπουν μιμήσομαι

### 210.3

λύκου κέλευθον πολεμίοις δυσεύρετον,

### 210.4

τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.

### 210.5

ὅταν δ’ ἔρημον χῶρον ἐμβαίνω ποδί,

### 215.1

δίβαμος εἶμι· τῆιδε σύγκειται δόλος.

### 215.2

Χο. ἀλλ’ εὖ ς’ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν

### 215.3

πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.

### 215.4

ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.

### 215.5

Δο. σωθήσομαί τοι καὶ κτανὼν Ὀδυσσέως

### 220.1

οἴσω κάρα σοι—σύμβολον δ’ ἔχων σαφὲς

### 220.2

φήσεις Δόλωνα ναῦς ἐπ’ Ἀργείων μολεῖν—

### 220.3

ἢ παῖδα Τυδέως· οὐδ’ ἀναιμάκτωι χερὶ

### 220.4

ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.

### 220.5

Χο. Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας

### 225.1

ναὸν ἐμβατεύων

### 225.2

Ἄπολλον, ὦ Δία κεφαλά, μόλε τοξή‐

### 225.3

ρης, ἱκοῦ ἐννύχιος

### 225.4

καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς

### 230.1

ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,

### 230.2

ὦ παγκρατές, ὦ Τροΐας

### 230.3

τείχη παλαιὰ δείμας.

### 230.4

μόλοι δὲ ναυκλήρια καὶ στρατιᾶς

### 230.5

Ἑλλάδος διόπτας

### 235.1

ἵκοιτο καὶ κάμψειε πάλιν θυμέλας οἴ‐

### 235.2

κων πατρὸς Ἰλιάδας·

### 237-238

Φθιάδων δ’ ἵππων ποτ’ ἐπ’ ἄντυγα βαίη,

### 239

δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,

### 240.1

τὰς πόντιος Αἰακίδαι

### 240.2

Πηλεῖ δίδωσι δαίμων.

### 242-243

ἐπεὶ πρό τ’ οἴκων πρό τε γᾶς ἔτλα μόνος

### 244

ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι

### 245

λήματος· ἦ σπάνις αἰεὶ

### 246-247

τῶν ἀγαθῶν, ὅταν ἦι δυσάλιον ἐν πελάγει

### 248.1

καὶ σαλεύηι

### 248.2

πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος· ἔνι δὲ θράσος ἐν αἰχ‐

### 248.3

μᾶι· πόθι Μυσῶν ὃς ἐμὰν

### 248.4

συμμαχίαν ἀτίζει;

### 248.5

τίν’ ἄνδρ’ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς

### 255.1

οὐτάσει ἐν κλισίαις, τετράπουν

### 255.2

μῖμον ἔχων ἐπὶ γαίας

### 257-258

θηρός; ἕλοι Μενέλαν, κτανὼν δ’ Ἀγαμεμνόνιον

### 259

κρᾶτ’ ἐνέγκοι

### 260.1

Ἑλέναι κακόγαμβρον ἐς χέρας γόον,

### 260.2

ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ

### 260.3

γᾶν Τροΐαν χιλιόναυν

### 260.4

ἤλυθ’ ἔχων στρατείαν.

### 260.5

ΑΓΓΕΛΟΣ

### 264

ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος

### 265.1

εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.

### 265.2

Εκ. ἦ πόλλ’ ἀγρώσταις σκαιὰ πρόσκειται φρενί· καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις

### 265.3

ἥκειν ἔοικας ἀγγελῶν ἵν’ οὐ πρέπει.

### 265.4

οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,

### 270.1

οἷ χρῆν γεγωνεῖν ς’ εὐτυχοῦντα ποίμνια;

### 270.2

Αγ. σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.

### 270.3

ἀλλ’ οὐδὲν ἧσσόν σοι φέρω κεδνοὺς λόγους.

### 270.4

Εκ. παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·

### 270.5

μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.

### 275.1

Αγ. τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·

### 275.2

ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν

### 275.3

στείχει φίλος σοι σύμμαχός τε τῆιδε γῆι.

### 275.4

Εκ. ποίας πατρώιας γῆς ἐρημώσας πέδον;

### 275.5

Αγ. Θρήικης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.

### 280.1

Εκ. Ῥῆσον τιθέντ’ ἔλεξας ἐν Τροίαι πόδα;

### 280.2

Αγ. ἔγνως· λόγου δὲ δὶς τόσου μ’ ἐκούφισας.

### 280.3

Εκ. καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,

### 280.4

πλαγχθεὶς πλατείας πεδιάδος θ’ ἁμαξιτοῦ;

### 280.5

Αγ. οὐκ οἶδ’ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.

### 285.1

νυκτὸς γὰρ οὔτι φαῦλον ἐσβαλεῖν στρατόν,

### 285.2

κλύοντα πλήρη πεδία πολεμίας χερός.

### 285.3

φόβον δ’ ἀγρώσταις, οἳ κατ’ Ἰδαῖον λέπας

### 285.4

οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,

### 285.5

παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.

### 290.1

πολλῆι γὰρ ἠχῆι Θρήικιος ῥέων στρατὸς ἔστειχε· θάμβει δ’ ἐκπλαγέντες ἵεμεν

### 290.2

ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόληι

### 290.3

λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,

### 290.4

πρὶν δὴ δι’ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν

### 295.1

ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.

### 295.2

στείχων δ’ ἄνακτος προυξερευνητὰς ὁδοῦ

### 295.3

ἀνιστόρησα Θρηικίοις προσφθέγμασιν·

### 295.4

Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος

### 295.5

στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος; καὶ πάντ’ ἀκούσας ὧν ἐφιέμην μαθεῖν

### 295.6

ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα

### 295.7

ἑστῶτ’ ἐν ἵπποις Θρηικίοις τ’ ὀχήμασιν.

### 295.8

χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον

### 295.9

πώλων ἔκληιε χιόνος ἐξαυγεστέρων.

### 305.1

πέλτη δ’ ἐπ’ ὤμων χρυσοκολλήτοις τύποις

### 305.2

ἔλαμπε· Γοργὼν δ’ ὡς ἐπ’ αἰγίδος θεᾶς

### 305.3

χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος

### 305.4

πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.

### 305.5

στρατοῦ δὲ πλῆθος οὐδ’ ἂν ἐν ψήφου λόγωι

### 310.1

θέσθαι δύναι’ ἄν, ὡς ἄπλατον ἦν ἰδεῖν,

### 310.2

πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,

### 310.3

πολλοὶ δ’ ἀτράκτων τοξόται, πολὺς δ’ ὄχλος γυμνὴς ἁμαρτῆι, Θρηικίαν ἔχων στολήν.

### 310.4

τοιόσδε Τροίαι σύμμαχος πάρεστ’ ἀνήρ,

### 315.1

ὃν οὔτε φεύγων οὔθ’ ὑποσταθεὶς δορὶ

### 315.2

ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.

### 315.3

Χο. ὅταν πολίταις εὐσταθῶσι δαίμονες,

### 315.4

ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.

### 315.5

Εκ. πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ

### 320.1

καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.

### 320.2

ἀλλ’ οὐδὲν αὐτῶν δεόμεθ’, οἵτινες πάλαι

### 320.3

μὴ ξυμπονοῦσιν ἡνίκ’ ἐξώστης Ἄρης

### 320.4

ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.

### 320.5

Ῥῆσος δ’ ἔδειξεν οἷος ἦν Τροίαι φίλος·

### 325.1

ἥκει γὰρ ἐς δαῖτ’, οὐ παρὼν κυνηγέταις

### 325.2

αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.

### 325.3

Χο. ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·

### 325.4

δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.

### 325.5

Εκ. ἀρκοῦμεν οἱ σώιζοντες Ἴλιον πάλαι.

### 330.1

Χο. πέποιθας ἤδη πολεμίους ἡιρηκέναι;

### 330.2

Εκ. πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.

### 330.3

Χο. ὅρα τὸ μέλλον· πόλλ’ ἀναστρέφει θεός.

### 330.4

Εκ. μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.

### 336.1

ὁ δ’ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ, ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·

### 336.2

χάρις γὰρ αὐτῶι Πριαμιδῶν διώλετο.

### 334

Χο. ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.

### 335

Αγ. φόβος γένοιτ’ ἂν πολεμίοις ὀφθεὶς μόνον.

### 339

Εκ. σύ τ’ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.

### 340.1

ὁ χρυσοτευχὴς δ’ οὕνεκ’ ἀγγέλου λόγων

### 340.2

Ῥῆσος παρέστω τῆιδε σύμμαχος χθονί.

### 340.3

Χο. Ἀδράστεια μὲν ἁ Διὸς

### 340.4

παῖς εἴργοι στομάτων φθόνον·

### 340.5

φράσω γὰρ δὴ ὅσον μοι

### 345.1

ψυχᾶι προσφιλές ἐστιν εἰπεῖν.

### 345.2

ἥκεις, ὦ ποταμοῦ παῖ,

### 345.3

ἥκεις ἐπλάθης Φιλίου πρὸς αὐλὰν

### 345.4

ἀσπαστός, ἐπεί σε χρόνωι

### 345.5

Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ‐ ρος ποταμὸς πορεύει

### 345.6

Στρυμών, ὅς ποτε τᾶς μελωι‐

### 345.7

δοῦ Μούσας δι’ ἀκηράτων

### 345.8

δινηθεὶς ὑδροειδὴς

### 345.9

κόλπων σὰν ἐφύτευσεν ἥβαν.

### 355.1

σύ μοι Ζεὺς ὁ φαναῖος

### 355.2

ἥκεις διφρεύων βαλιαῖσι πώλοις. νῦν, ὦ πατρὶς ὦ Φρυγία,

### 355.3

ξὺν θεῶι νῦν σοι τὸν ἐλευθέριον

### 355.4

Ζῆνα πάρεστιν εἰπεῖν.

### 360.1

ἆρά ποτ’ αὖθις ἁ παλαιὰ Τροΐα

### 360.2

τοὺς προπότας παναμερεύ‐

### 360.3

σει θιάσους ἐρώτων

### 360.4

ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανήτοις

### 360.5

ἐπιδεξίοις ἁμίλλαις

### 365

κατὰ πόντον Ἀτρειδᾶν

### 366a

Σπάρταν οἰχομένων

### 366b

Ἰλιάδος παρ’ ἀκτᾶς;

### 367.1

ὦ φίλος, εἴθε μοι

### 367.2

σᾶι χερὶ καὶ σῶι δορὶ πρά‐

### 367.3

ξας τάδ’ ἐς οἶκον ἔλθοις.

### 370.1

ἐλθὲ φάνηθι, τὰν ζάχρυσον προβαλοῦ

### 370.2

Πηλεΐδα κατ’ ὄμμα πέλ‐

### 370.3

ταν δοχμίαν πεδαίρων

### 370.4

σχιστὰν παρ’ ἄντυγα, πώλους ἐρεθίζων

### 370.5

δίβολόν τ’ ἄκοντα πάλλων.

### 375.1

σὲ γὰρ οὔτις ὑποστὰς

### 375.2

Ἀργείας ποτ’ ἐν Ἥ‐

### 375.3

ρας δαπέδοις χορεύσει·

### 375.4

ἀλλά νιν ἅδε γᾶ

### 378

καπφθίμενον Θρηικὶ μόρωι φίλτατον ἄχθος οἴσει.

### 380

ἰὼ ἰώ,

### 380.1

μέγας ὦ βασιλεῦ. καλόν, ὦ Θρήικη,

### 380.2

σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.

### 380.3

ἴδε χρυσόδετον σώματος ἀλκήν,

### 380.4

κλύε καὶ κόμπους κωδωνοκρότους

### 380.5

παρὰ πορπάκων κελαδοῦντας.

### 385.1

θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης

### 385.2

ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ

### 385.3

Μούσης ἥκων καταπνεῖ σε.

### 385.4

ΡΗΣΟΣ

### 388.1

χαῖρ’, ἐσθλὸς ἐσθλοῦ παῖ, τύραννε τῆσδε γῆς,

### 388.2

Ἕκτορ· παλαιᾶι ς’ ἡμέραι προσεννέπω.

### 390.1

χαίρω δέ ς’ εὐτυχοῦντα καὶ προσήμενον

### 390.2

πύργοισιν ἐχθρῶν· συγκατασκάψων δ’ ἐγὼ

### 390.3

τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.

### 390.4

Εκ. παῖ τῆς μελωιδοῦ μητέρος Μουσῶν μιᾶς

### 390.5

Θρηικός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν

### 395.1

τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ’ ἀνήρ.

### 395.2

πάλαι πάλαι χρῆν τῆιδε συγκάμνειν χθονὶ

### 395.3

ἐλθόντα, καὶ μὴ τοὐπὶ ς’ Ἀργείων ὕπο

### 395.4

Τροίαν ἐᾶσαι πολεμίωι πεσεῖν δορί.

### 395.5

οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις οὐκ ἦλθες οὐδ’ ἤμυνας οὐδ’ ἐπεστράφης. τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν

### 395.6

ἐλθοῦς’ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;

### 395.7

ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;

### 395.8

σὺ δ’ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους

### 405.1

Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.

### 405.2

καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν

### 405.3

Θρηικῶν ἄνακτα τῆιδ’ ἔθηκ’ ἐγὼ χερί,

### 405.4

ὅτ’ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν

### 405.5

Θρηικῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα

### 410.1

ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν

### 410.2

παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν

### 410.3

φίλων νοσούντων ὕστερος βοηδρομεῖς.

### 410.4

οἱ δ’ οὐδὲν ἡμῖν ἐγγενεῖς πεφυκότες,

### 410.5

πάλαι παρόντες, οἱ μὲν ἐν χωστοῖς τάφοις

### 415.1

κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,

### 415.2

οἱ δ’ ἔν θ’ ὅπλοισι καὶ παρ’ ἱππείοις ὄχοις

### 415.3

ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ

### 415.4

μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις

### 415.5

πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.

### 420.1

ταῦθ’, ὡς ἂν εἰδῆις Ἕκτορ’ ὄντ’ ἐλεύθερον,

### 420.2

καὶ μέμφομαί σοι καὶ λέγω κατ’ ὄμμα σόν.

### 420.3

Ρη. τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ’ ἀνήρ.

### 420.4

ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ’ ἀπὼν χθονὸς

### 425.1

λύπηι πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην.

### 425.2

ἀλλ’ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,

### 425.3

μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν

### 425.4

ξυνῆψε πόλεμον· ἀξένου δ’ ἀφικόμην

### 425.5

πόντου πρὸς ἀκτάς, Θρῆικα πορθμεύσων στρατόν.

### 430.1

ἔνθ’ αἱματηρὸς πελανὸς ἐς γαῖαν Σκύθης

### 430.2

ἠντλεῖτο λόγχηι Θρήιξ τε συμμιγὴς φόνος.

### 430.3

τοιάδε τοί μ’ ἀπεῖργε συμφορὰ πέδον

### 430.4

Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.

### 430.5

ἐπεὶ δ’ ἔπερσα, τῶνδ’ ὁμηρεύσας τέκνα,

### 435.1

τάξας ἔτειον δασμὸν ἐς δόμους φέρειν,

### 435.2

ἥκω περάσας ναυσὶ Πόντιον στόμα,

### 435.3

τὰ δ’ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα—

### 435.4

οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας

### 435.5

οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,

### 440.1

ἀλλ’ οἷα πόντον Θρήικιον φυσήματα

### 440.2

κρυσταλλόπηκτα Παίονάς τ’ ἐπεζάρει

### 440.3

ξὺν τοῖσδ’ ἄυπνος οἶδα τλὰς πορπάμασιν.

### 440.4

ἀλλ’ ὕστερος μὲν ἦλθον, ἐν καιρῶι δ’ ὅμως·

### 440.5

σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος

### 445.1

κοὐδὲν περαίνεις, ἡμέραν δ’ ἐξ ἡμέρας

### 445.2

ῥίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη· ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει

### 445.3

πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν

### 445.4

κτεῖναί τ’ Ἀχαιούς· θατέραι δ’ ἀπ’ Ἰλίου πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους.

### 445.5

ὑμῶν δὲ μή τις ἀσπίδ’ ἄρηται χερί·

### 445.6

ἐγὼ γὰρ ἕξεω τοὺς μέγ’ αὐχοῦντας δορὶ

*[crux: ἕξεω]*

### 445.7

πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.

### 445.8

Χο. ἰὼ ἰώ.

### 455.1

φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον

### 455.2

φθόνον ἄμαχον ὕπατος

### 455.3

Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.

### 455.4

τὸ δὲ νάιον Ἀργόθεν δόρυ

### 455.5

οὔτε πρίν τιν’ οὔτε νῦν

### 460

ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι

### 461-462

Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,

### 463.1

πῶς δ’ Αἴας ὑπομεῖναι;

### 463.2

εἰ γὰρ ἐγὼ τόδε γ’ ἦμαρ

### 465.1

εἰσίδοιμ’, ἄναξ, ὅτωι πολυφόνου

### 465.2

χειρὸς ἄποιν’ ἄροιο σᾶι λόγχαι.

### 465.3

Ρη. τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας πρᾶξαι παρέξω· σὺν δ’ Ἀδραστείαι λέγω.

### 465.4

ἐπεὶ δ’ ἂν ἐχθρῶν τήνδ’ ἐλευθέραν πόλιν

### 470.1

θῶμεν θεοῖσί τ’ ἀκροθίνι’ ἐξέληις,

### 470.2

ξὺν σοὶ στρατεύειν γῆν ἐπ’ Ἀργείων θέλω

### 470.3

καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ’ ἐκπέρσαι δορί,

### 470.4

ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.

### 470.5

Εκ. εἰ τοῦ παρόντος τοῦδ’ ἀπαλλαχθεὶς κακοῦ

### 475.1

πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ’ ἀσφαλῆ,

### 475.2

ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.

### 475.3

τὰ δ’ ἀμφί τ’ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος

### 475.4

οὐχ ὧδε πορθεῖν ῥάιδι’ ὡς λέγεις δορί.

### 475.5

Ρη. οὐ τούσδ’ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;

### 480.1

Εκ. κοὐ μεμφόμεσθά γ’, ἀλλ’ ἅδην ἐλαύνομεν.

### 480.2

Ρη. οὔκουν κτανόντες τούσδε πάντ’ εἰργάσμεθα;

### 480.3

Εκ. μή νυν τὰ πόρσω τἀγγύθεν μεθεὶς σκόπει.

### 480.4

Ρη. ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.

### 480.5

Εκ. πολλῆς γὰρ ἄρχω κἀνθάδ’ ὢν τυραννίδος.

### 485.1

ἀλλ’ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας

### 485.2

εἴτ’ ἐν μέσοισι συμμάχοις πάρεστί σοι

### 485.3

πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.

### 485.4

Ρη. μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.

### 485.5

εἰ δ’ αἰσχρὸν ἡγῆι μὴ συνεμπρῆσαι νεῶν

### 490.1

πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον, τάξον μ’ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.

### 490.2

Εκ. οὐκ ἔστ’ ἐκείνωι θοῦρον ἀντᾶραι δόρυ.

### 490.3

Ρη. καὶ μὴν λόγος γ’ ἦν ὡς ἔπλευς’ ἐπ’ Ἴλιον.

### 490.4

Εκ. ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων

### 495.1

στρατηλάταισιν οὐ συναίρεται δόρυ.

### 495.2

Ρη. τίς δὴ μετ’ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;

### 495.3

Εκ. Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ

### 495.4

χὠ Τυδέως παῖς· ἔστι δ’ αἱμυλώτατον

### 495.5

κρότημ’ Ὀδυσσεὺς λῆμά τ’ ἀρκούντως θρασὺς καὶ πλεῖστα χώραν τήνδ’ ἀνὴρ καθυβρίσας·

### 495.6

ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν

### 495.7

κλέψας ἄγαλμα ναῦς ἐπ’ Ἀργείων φέρει.

### 495.8

ἤδη δ’ ἀγύρτης πτωχικὴν ἔχων στολὴν

### 495.9

ἐσῆλθε πύργους, πολλὰ δ’ Ἀργείοις κακὰ

### 505.1

ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·

### 505.2

κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν

### 505.3

ἐξῆλθεν· αἰεὶ δ’ ἐν λόχοις εὑρίσκεται

### 505.4

Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας

### 505.5

θάσσων· κακῶι δὲ μερμέρωι παλαίομεν.

### 510.1

Ρη. οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθραι

### 510.2

κτεῖναι τὸν ἐχθρόν, ἀλλ’ ἰὼν κατὰ στόμα.

### 510.3

τοῦτον δ’ ὃν ἵζειν φὴις σὺ κλωπικὰς ἕδρας

### 510.4

καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ πυλῶν ἐπ’ ἐξόδοισιν ἀμπείρας ῥάχιν

### 515.1

στήσω πετεινοῖς γυψὶ θοινατήριον.

### 515.2

ληιστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα

### 515.3

συλῶντα δεῖ νιν τῶιδε κατθανεῖν μόρωι.

### 515.4

Εκ. νῦν μὲν καταυλίσθητι· καὶ γὰρ εὐφρόνη.

### 515.5

δείξω δ’ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν

### 520.1

τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.

### 520.2

ξύνθημα δ’ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέηι·

### 520.3

μέμνης’ ἀκούσας Θρηικί τ’ ἄγγειλον στρατῶι.

### 520.4

ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων

### 520.5

φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον

### 525.1

δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,

### 525.2

ἤδη πελάζει στρατοπέδοισι Τρωϊκοῖς.

### 527-528

Χο. τίνος ἁ φυλακά; τίς ἀμείβει τὰν ἐμάν; πρῶτα

### 529

δύεται σημεῖα καὶ ἑπτάποροι

### 530.1

Πλειάδες αἰθέριαι·

### 530.2

μέσα δ’ αἰετὸς οὐρανοῦ ποτᾶται.

### 530.3

ἔγρεσθε· τί μέλλετε; κοιτᾶν

### 530.4

ἔξιτε πρὸς φυλακάν.

### 530.5

οὐ λεύσσετε μηνάδος αἴγλαν;

### 535

ἀὼς δὴ πέλας ἀὼς

### 536-537

γίγνεται καί τις προδρόμων ὅδε γ’ ἐστὶν ἀστήρ.

### 538.1

— τίς ἐκηρύχθη πρώτην φυλακήν;

### 538.2

— Μυγδόνος υἱόν φασι Κόροιβον.

### 540

— τίς γὰρ ἐπ’ αὐτῶι; — Κίλικας Παίων

### 541-542

στρατὸς ἤγειρεν, Μυσοὶ δ’ ἡμᾶς.

### 543.1

— οὔκουν Λυκίους πέμπτην φυλακὴν

### 543.2

βάντας ἐγείρειν

### 545

καιρὸς κλήρου κατὰ μοῖραν;

### 546-547

Χο. καὶ μὰν ἀίω· Σιμόεντος ἡμένα κοίτας

### 548.1

φοινίας ὑμνεῖ πολυχορδοτάται

### 548.2

γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.

### 548.3

ἤδη δὲ νέμουσι κατ’ Ἴδαν

### 548.4

ποίμνια· νυκτιβρόμου

### 548.5

σύριγγος ἰὰν κατακούω.

### 548.6

θέλγει δ’ ὄμματος ἕδραν

### 555-556

ὕπνος· ἅδιστος γὰρ ἔβα βλεφάροις πρὸς ἀῶ.

### 557.1

— τί ποτ’ οὐ πελάθει σκοπός, ὃν ναῶν

### 557.2

Ἕκτωρ ὤτρυνε κατόπτην;

### 557.3

— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.

### 560.1

— ἀλλ’ ἦ κρυπτὸν λόχον ἐσπαίσας

### 560.2

διόλωλε; τάχ’ ἂν εἴη φοβερόν μοι.

*[crux: τάχ’ ἂν εἴη]*

### 560.3

— αὐδῶ Λυκίους πέμπτην φυλακὴν

### 560.4

βάντας ἐγείρειν

### 560.5

ἡμᾶς κλήρου κατὰ μοῖραν.

### 565

ΟΔΥΣΣΕΥΣ

### 565.1

Διόμηδες, οὐκ ἤκουσας—ἢ κενὸς ψόφος

### 565.2

στάζει δι’ ὤτων; —τευχέων τινὰ κτύπον;

### 565.3

ΔΙΟΜΗΔΗΣ

### 567.1

οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων

### 567.2

κλάζει σίδηρον· κἀμέ τοι, πρὶν ἠισθόμην

### 567.3

δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.

### 570.1

Οδ. ὅρα κατ’ ὄρφνην μὴ φύλαξιν ἐντύχηις.

### 570.2

Δι. φυλάξομαί τοι κἀν σκότωι τιθεὶς πόδα.

### 570.3

Οδ. ἢν δ’ οὖν ἐγείρηις, οἶσθα σύνθημα στρατοῦ; Δι. Φοῖβον Δόλωνος οἶδα σύμβολον κλυών.

### 570.4

Οδ. ἔα·

### 574

εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.

### 575.1

Δι. καὶ μὴν Δόλων γε τάσδ’ ἔφραζεν Ἕκτορος

### 575.2

κοίτας, ἐφ’ ὧιπερ ἔγχος εἵλκυσται τόδε.

### 575.3

Οδ. τί δῆτ’ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;

### 575.4

Δι. ἴσως ἐφ’ ἡμῖν μηχανὴν στήσων τινά.

### 575.5

Οδ. θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.

### 580.1

Δι. τί δῆτ’, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν

### 580.2

τὸν ἄνδρ’ ἐν εὐναῖς, ἐλπίδων δ’ ἡμάρτομεν.

### 580.3

Οδ. στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.

### 580.4

σώιζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν

### 580.5

τίθησιν· ἡμῖν δ’ οὐ βιαστέον τύχην.

### 585.1

Δι. οὔκουν ἐπ’ Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν

### 585.2

Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;

### 585.3

Οδ. πῶς οὖν ἐν ὄρφνηι πολεμίων ἀνὰ στρατὸν

### 585.4

ζητῶν δυνήσηι τούσδ’ ἀκινδύνως κτανεῖν;

### 585.5

Δι. αἰσχρόν γε μέντοι ναῦς ἐπ’ Ἀργείων μολεῖν

### 590.1

δράσαντε μηδὲν πολεμίους νεώτερον.

### 590.2

Οδ. πῶς δ’ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων

### 590.3

κατάσκοπον Δόλωνα σώιζομεν τάδε

### 590.4

σκυλεύματ’; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς; Δι. πείθεις· πάλιν στείχωμεν· εὖ δοίη τύχη.

### 595

ΑΘΗΝΑ

### 595.1

ποῖ δὴ λιπόντε Τρωϊκῶν ἐκ τάξεων

### 595.2

χωρεῖτε, λύπηι καρδίαν δεδηγμένοι,

### 595.3

εἰ μὴ κτανεῖν σφῶιν Ἕκτορ’ ἢ Πάριν θεὸς

### 595.4

δίδωσιν; ἄνδρα δ’ οὐ πέπυσθε σύμμαχον

### 595.5

Τροίαι μολόντα Ῥῆσον οὐ φαύλωι τρόπωι; ὃς εἰ διοίσει νύκτα τήνδ’ ἐς αὔριον,

### 595.6

οὔτ’ ἄν σφ’ Ἀχιλλεὺς οὔτ’ ἂν Αἴαντος δόρυ

### 595.7

μὴ πάντα πέρσαι ναύσταθμ’ Ἀργείων σχέθοι,

### 595.8

τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω

### 595.9

λόγχηι πλατεῖαν ἐσδρομὴν ποιούμενον.

### 605.1

τοῦτον κατακτὰς πάντ’ ἔχεις· τὰς δ’ Ἕκτορος

### 605.2

εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·

### 605.3

ἔσται γὰρ αὐτῶι θάνατος ἐξ ἄλλης χερός.

### 605.4

Οδ. δέσποιν’ Ἀθάνα, φθέγματος γὰρ ἠισθόμην

### 605.5

τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ

### 610.1

παροῦς’ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε.

### 610.2

τὸν ἄνδρα δ’ ἡμῖν ποῦ κατηύνασται φράσον·

### 610.3

πόθεν τέτακται βαρβάρου στρατεύματος;

### 610.4

Αθ. ὅδ’ ἐγγὺς ἦσται κοὐ συνήθροισται στρατῶι,

### 610.5

ἀλλ’ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν

### 615.1

Ἕκτωρ, ἕως ἂν νύκτ’ ἀμείψηται φάος.

### 615.2

πέλας δὲ πῶλοι Θρηικίων ἐξ ἁρμάτων λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνηι·

### 615.3

στίλβουσι δ’ ὥστε ποταμίου κύκνου πτερόν.

### 615.4

ταύτας, κτανόντε δεσπότην, κομίζετε,

### 620.1

κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθ’ ὅπου

### 620.2

τοιόνδ’ ὄχημα χθὼν κέκευθε πωλικόν.

### 620.3

Οδ. Διόμηδες, ἢ σὺ κτεῖνε Θρήικιον λεών,

### 620.4

ἢ ’μοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.

### 620.5

Δι. ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·

### 625.1

τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.

### 625.2

χρὴ δ’ ἄνδρα τάσσειν οὗ μάλιστ’ ἂν ὠφελοῖ.

### 625.3

Αθ. καὶ μὴν καθ’ ἡμᾶς τόνδ’ Ἀλέξανδρον βλέπω

### 625.4

στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον

### 625.5

δόξας ἀσήμους πολεμίων μεμβλωκότων.

### 630.1

Δι. πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;

### 630.2

Αθ. μόνος· πρὸς εὐνὰς δ’, ὡς ἔοικεν, Ἕκτορος

### 630.3

χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.

### 630.4

Δι. οὔκουν ὑπάρχειν τόνδε κατθανόντα χρή;

### 630.5

Αθ. οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον·

### 635.1

τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.

### 635.2

ἀλλ’ ὧιπερ ἥκεις μορσίμους φέρων σφαγὰς

### 635.3

τάχυν’· ἐγὼ δὲ τῶιδε σύμμαχος Κύπρις

### 635.4

δοκοῦς’ ἀρωγὸς ἐν πόνοις παραστατεῖν

### 635.5

σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρ’ ἀμείψομαι.

### 640.1

καὶ ταῦτ’ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν οὐκ οἶδεν οὐδ’ ἤκουσεν ἐγγὺς ὢν λόγου.

### 640.2

ΑΛΕΞΑΝΔΡΟΣ

### 642.1

σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,

### 642.2

Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί ς’ ἐχρῆν;

### 642.3

ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,

### 645.1

ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.

### 645.2

Αθ. θάρσει· φυλάσσω ς’ ἥδε πρευμενὴς Κύπρις.

### 645.3

μέλει δ’ ὁ σός μοι πόλεμος, οὐδ’ ἀμνημονῶ

### 645.4

τιμῆς, ἐπαινῶ δ’ εὖ παθοῦσα πρὸς σέθεν.

### 645.5

καὶ νῦν ἐπ’ εὐτυχοῦντι Τρωϊκῶι στρατῶι ἥκω πορεύους’ ἄνδρα σοι μέγαν φίλον,

### 645.6

τῆς ὑμνοποιοῦ παῖδα Θρήικιον θεᾶς

### 645.7

[Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται].

### 645.8

Αλ. ἀεί ποτ’ εὖ φρονοῦσα τυγχάνεις πόλει

### 645.9

κἀμοί, μέγιστον δ’ ἐν βίωι κειμήλιον

### 655.1

κρίνας σέ φημι τῆιδε προσθέσθαι πόλει.

### 655.2

ἥκω δ’ ἀκούσας οὐ τορῶς—φήμη δέ τις

### 655.3

φύλαξιν ἐμπέπτωκεν—ὡς κατάσκοποι

### 655.4

ἥκους’ Ἀχαιῶν. χὠ μὲν οὐκ ἰδὼν λέγει,

### 655.5

ὁ δ’ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·

### 660.1

ὧν οὕνεκ’ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.

### 660.2

Αθ. μηδὲν φοβηθῆις· οὐδὲν ἐν στρατῶι νέον·

### 660.3

Ἕκτωρ δὲ φροῦδος Θρῆικα κοιμήσων στρατόν.

### 660.4

Αλ. σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις

### 660.5

τάξιν φυλάξων εἶμ’ ἐλεύθερος φόβου.

### 665.1

Αθ. χώρει· μέλειν γὰρ πάντ’ ἐμοὶ δόκει τὰ σά,

### 665.2

ὥστ’ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν·

### 665.3

γνώσηι δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.

### 665.4

ὑμᾶς δ’ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,

### 665.5

Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.

### 670.1

κεῖται γὰρ ἡμῖν Θρήικιος στρατηλάτης

### 670.2

ἵπποι τ’ ἔχονται, πολέμιοι δ’ ἠισθημένοι

### 670.3

χωροῦς’ ἐφ’ ὑμᾶς. ἀλλ’ ὅσον τάχιστα χρὴ

### 670.4

φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε

### 670.5

σκηπτοῦ ’πιόντος πολεμίων σῶσαι βίον;

### 675

Χο. ἔα ἔα·

### 675.1

βάλε βάλε βάλε· θένε θένε 〈θένε〉.

### 675.2

τίς ἁνήρ;

### 675.3

λεῦσσε· τοῦτον αὐδῶ.

### 680.1

δεῦρο δεῦρο πᾶς.

### 680.2

τούσδ’ ἔχω, τούσδ’ ἔμαρψα

### 678-679

κλῶπας οἵτινες κατ’ ὄρφνην τόνδε κινοῦσι στρατόν.

### 682.1

τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ; Οδ. οὔ σε χρὴ εἰδέναι. Χο. θανῆι γὰρ σήμερον δράσας κακῶς·

### 682.2

οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;

### 685.1

Οδ. ἵστω θάρσει. Χο. πέλας ἴθι παῖε πᾶς.

*[crux: ἵστω θάρσει. Χο. πέλας ἴθι παῖε πᾶς.]*

### 685.2

ἦ σὺ δὴ Ῥῆσον κατέκτας; Οδ. 〈μὴ〉 ἀλλὰ τὸν

### 686.1

κτενοῦντα σέ.

### 686.2

ἴσχε πᾶς τις. Χο. οὐ μὲν οὖν. Οδ. ἆ· φίλιον ἄνδρα μὴ

### 687.1

θένηις.

### 687.2

Χο. καὶ τί δὴ τὸ σῆμα; Οδ. Φοῖβος. Χο. ἔμαθον· ἴσχε

### 688.1

πᾶς δόρυ.

### 688.2

οἶσθ’ ὅποι βεβᾶσιν ἅνδρες; Οδ. τῆιδέ πηι κατείδομεν.

### 690.1

Χο. ἕρπε πᾶς κατ’ ἴχνος αὐτῶν· ἢ βοὴν ἐγερτέον;

### 690.2

ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβωι.

### 690.3

Χο. τίς ἀνδρῶν ὁ βάς;

### 690.4

τίς ὁ μέγα θρασὺς ἐπεύξεται

### 690.5

χέρα φυγὼν ἐμάν;

### 695.1

πόθεν νιν κυρήσω;

### 695.2

τίνι προσεικάσω,

### 695.3

ὅστις δι’ ὄρφνης ἦλθ’ ἀδειμάντωι ποδὶ

### 695.4

διά τε τάξεων καὶ φυλάκων ἕδρας;

### 695.5

Θεσσαλὸς ἢ παραλίαν Λοκρῶν νεμόμενος πόλιν;

### 695.6

ἢ νησιώτην σποράδα κέκτηται βίον;

### 695.7

τίς ἦν; πόθεν; ποίας πάτρας;

### 695.8

ποῖον ἐπεύχεται τὸν ὕπατον θεῶν;

### 695.9

— ἆρ’ ἔστ’ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;

### 705.1

εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;

### 705.2

— δοκεῖς γάρ; — τί μὴν οὔ;

### 705.3

— θρασὺς γοῦν ἐς ἡμᾶς.

### 705.4

— τίν’ ἀλκὴν τίν’ αἰνεῖς; — Ὀδυσσῆ.

### 705.5

— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.

### 710.1

Χο. ἔβα καὶ πάρος

### 710.2

κατὰ πόλιν ὕπαφρον ὄμμ’ ἔχων, ῥακοδύτωι στολᾶι

### 710.3

πυκασθείς, ξιφήρης

### 710.4

κρύφιος ἐν πέπλοις·

### 715.1

βίον δ’ ἐπαιτῶν εἷρπ’ ἀγύρτης τις λάτρις,

### 715.2

ψαφαρόχρουν κάρα πολυπινές τ’ ἔχων·

### 715.3

πολλὰ δὲ τὰν

### 715.4

βασιλίδ’ ἑστίαν Ἀτρειδᾶν κακῶς

### 715.5

ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.

### 720.1

ὄλοιτ’ ὄλοιτο πανδίκως,

### 720.2

πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.

### 720.3

— εἴτ’ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μ’ ἔχει·

### 720.4

Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.

### 720.5

— τί λάσκων; — δυσοίζων ...

### 725.1

— τί δρᾶσαι; τί ταρβεῖς;

### 725.2

— καθ’ ἡμᾶς περᾶσαι ... — τίν’ ἀνδρῶν;

### 725.3

— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.

### 725.4

ΗΝΙΟΧΟΣ

### 728

ἰὼ ἰώ·

### 728

δαίμονος τύχα βαρεῖα· φεῦ φεῦ. Χο. ἔα ἔα·

### 730.1

σῖγα πᾶς ὕφιζ’· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.

### 730.2

Ην. ἰὼ ἰώ·

### 730.3

συμφορὰ βαρεῖα Θρηικῶν. Χο. συμμάχων τις ὁ στένων.

### 733a

Ην. ἰὼ ἰώ·

### 733b

δύστηνος ἐγὼ σύ τ’ ἄναξ Θρηικῶν·

### 734

ὦ στυγνοτάτην Τροίαν ἐσιδών,

### 735.1

οἷόν σε βίου τέλος εἷλεν.

### 735.2

Χο. τίς εἶ ποτ’ ἀνδρῶν συμμάχων; κατ’ εὐφρόνην

### 735.3

ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.

### 735.4

Ην. ποῦ τιν’ ἀνάκτων Τρώων εὕρω;

### 735.5

ποῦ δῆθ’ Ἕκτωρ

### 740.1

τὸν ὑπασπίδιον κοῖτον ἰαύει;

### 740.2

τίνι σημήνω διόπων στρατιᾶς

### 740.3

οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς

### 740.4

δράσας ἀφανῆ φροῦδος, φανερὸν

### 740.5

Θρηιξὶν πένθος τολυπεύσας;

### 745.1

Χο. κακὸν κυρεῖν τι Θρηικίωι στρατεύματι

### 745.2

ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.

### 745.3

Ην. ἔρρει στρατιά, πέπτωκεν ἄναξ

### 748-749.1

δολίωι πληγῆι. ἆ ἆ ἆ ἆ, οἵα μ’ ὀδύνη τείρει φονίου

### 748-749.2

τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;

### 748-749.3

χρῆν γάρ μ’ ἀκλεῶς Ῥῆσόν τε θανεῖν,

### 748-749.4

Τροίαι κέλσαντ’ ἐπίκουρον;

### 748-749.5

Χο. τάδ’ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·

### 755.1

σαφῶς γὰρ αὐδᾶι συμμάχους ὀλωλότας.

### 755.2

Ην. κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς

### 755.3

αἴσχιστα. καίτοι δὶς τόσον κακὸν τόδε·

### 755.4

θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,

### 755.5

λυπρὸν μὲν οἶμαι τῶι θανόντι—πῶς γὰρ οὔ; —

### 760.1

τοῖς ζῶσι δ’ ὄγκος καὶ δόμων εὐδοξία·

### 760.2

ἡμεῖς δ’ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.

### 760.3

ἐπεὶ γὰρ ἡμᾶς ηὔνας’ Ἑκτόρεια χείρ,

### 760.4

ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ

### 760.5

κόπωι δαμέντε, οὐδ’ ἐφρουρεῖτο στρατὸς

### 765.1

φυλακαῖσι νυκτέροισιν οὐδ’ ἐν τάξεσιν

### 765.2

ἔκειτο τεύχη πλῆκτρά τ’ οὐκ ἐπὶ ζυγοῖς

### 765.3

ἵππων καθήρμοσθ’, ὡς ἄναξ ἐπεύθετο

### 765.4

κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν

### 765.5

πρύμναισι· φαύλως δ’ ηὕδομεν πεπτωκότες.

### 770.1

κἀγὼ μελούσηι καρδίαι λήξας ὕπνου

### 770.2

πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν

### 770.3

ζεύξειν ἐς ἀλκήν, ἀφθόνωι μετρῶ χερί. λεύσσω δὲ φῶτε περιπολοῦνθ’ ἡμῶν στρατὸν

### 770.4

πυκνῆς δι’ ὄρφνης· ὡς δ’ ἐκινήθην ἐγώ,

### 775.1

ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν.

### 775.2

ἤπυσα δ’ αὐτοῖς μὴ πελάζεσθαι στρατῶι,

### 775.3

κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.

### 775.4

οἱ δ’ οὐδέν· οὐ μὴν οὐδ’ ἐγὼ τὰ πλείονα·

### 775.5

ηὗδον δ’ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.

### 780.1

καί μοι καθ’ ὕπνον δόξα τις παρίσταται·

### 780.2

ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν

### 780.3

Ῥήσωι παρεστὼς εἶδον, ὡς ὄναρ δοκῶν,

### 780.4

λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·

### 780.5

θείνοντε δ’ οὐρᾶι πωλικῆς ῥινοῦ τρίχα

### 785.1

ἤλαυνον, αἱ δ’ ἔρρεγκον ἐξ ἀρτηριῶν

### 785.2

θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβωι.

### 785.3

ἐγὼ δ’ ἀμύνων θῆρας ἐξεγείρομαι

### 785.4

πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.

### 785.5

κλύω δ’ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν·

### 790.1

θερμὸς δὲ κρουνὸς δεσπότου παρὰ σφαγῆς

### 790.2

βάλλει με δυσθνήισκοντος αἵματος νέου.

### 790.3

ὀρθὸς δ’ ἀνάισσω χειρὶ σὺν κενῆι δορός·

### 790.4

καί μ’ ἔγχος αὐγάζοντα καὶ θηρώμενον παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει

### 795.1

ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ἠισθόμην

### 795.2

πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.

### 795.3

πίπτω δὲ πρηνής· οἱ δ’ ὄχημα πωλικὸν

### 795.4

λαβόντες ἵππων ἵεσαν φυγῆι πόδα.

### 795.5

ἆ ἆ·

### 799.1

ὀδύνη με τείρει κοὐκέτ’ ὀρθοῦμαι τάλας. καὶ ξυμφορὰν μὲν οἶδ’ ὁρῶν, τρόπωι δ’ ὅτωι

### 799.2

τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι

### 799.3

οὐδ’ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι

### 799.4

πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.

### 799.5

Χο. ἡνίοχε Θρηικὸς τοῦ κακῶς πεπραγότος,

### 805.1

μηδὲν δυσοίζου· πολέμιοι ’δρασαν τάδε.

### 805.2

Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος

### 805.3

χωρεῖ· συναλγεῖ δ’, ὡς ἔοικε, σοῖς κακοῖς.

### 805.4

Εκ. πῶς, ὦ μέγιστα πήματ’ ἐξειργασμένοι,

### 805.5

μολόντες ὑμᾶς πολεμίων κατάσκοποι

### 810.1

λήθουσιν αἰσχρῶς καὶ κατεσφάγη στρατός,

### 810.2

κοὔτ’ εἰσιόντας στρατόπεδ’ ἐξαπώσατε

### 810.3

οὔτ’ ἐξιόντας; τῶνδε τίς τείσει δίκην

### 810.4

πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημ’ εἶναι στρατοῦ.

### 810.5

φροῦδοι δ’ ἄπληκτοι, τῆι Φρυγῶν κακανδρίαι

### 815.1

πόλλ’ ἐγγελῶντες τῶι στρατηλάτηι τ’ ἐμοί.

### 815.2

εὖ νυν τόδ’ ἴστε—Ζεὺς ὀμώμοται πατήρ—

### 815.3

ἤτοι μάραγνά γ’ ἢ καρανιστὴς μόρος

### 815.4

μένει σε δρῶντα τοιάδ’, ἢ τὸν Ἕκτορα τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.

### 820.1

Χο. ἰὼ ἰώ,

### 820.2

μέγας ἐμοὶ μέγας ὦ πολίοχον κράτος

*[crux: μέγας]*

### 820.3

τότ’ ἄρ’ ἔμολον ὅτε σοι

### 820.4

ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρ’ αἴθειν·

### 820.5

ἐπεὶ ἄγρυπνον ὄμμ’ ἐν εὐφρόναι

### 825.1

οὔτ’ ἐκοίμις’ οὔτ’ ἔβριξ’,

### 825.2

οὐ τὰς Σιμοεντιάδας παγάς· μή μοι

### 825.3

κότον, ὦ ἄνα, θῆις· ἀναίτιος γὰρ

### 825.4

ἔγωγε πάντων.

*[crux: ἔγωγε πάντων]*

### 825.5

εἰ δὲ χρόνωι παρὰ καιρὸν

### 830

ἔργον ἢ λόγον πύθηι, κατά με γᾶς

### 831-832

ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.

### 833.1

Ην. τί τοῖσδ’ ἀπειλεῖς βάρβαρός τε βαρβάρου

### 833.2

γνώμην ὑφαιρῆι τὴν ἐμήν, πλέκων λόγους;

### 835.1

σὺ ταῦτ’ ἔδρασας· οὐδέν’ ἂν δεξαίμεθα

### 835.2

οὔθ’ οἱ θανόντες οὔτ’ ἂν οἱ τετρωμένοι

### 835.3

ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,

### 835.4

ὅτωι με πείσεις μὴ φίλους κατακτανεῖν, ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους

### 840.1

τοὺς σοὺς φονεύεις, πόλλ’ ἐπισκήπτων μολεῖν.

### 840.2

ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις

### 840.3

ξενίαν κατήισχυν’ ἢ σὺ συμμάχους κτανών.

### 840.4

μὴ γάρ τι λέξηις ὥς τις Ἀργείων μολὼν

### 840.5

διώλες’ ἡμᾶς· τίς ἂν ὑπερβαλὼν λόχους

### 845.1

Τρώων ἐφ’ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;

### 845.2

σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.

### 845.3

τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων

*[crux: συμμάχων]*

### 845.4

τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;

### 845.5

ἡμεῖς δὲ καὶ τετρώμεθ’, οἱ δὲ μειζόνως παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.

### 845.6

ἁπλῶς δ’ Ἀχαιῶν οὐδέν’ αἰτιώμεθα.

### 845.7

τίς δ’ ἂν χαμεύνας πολεμίων κατ’ εὐφρόνην

### 845.8

Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν

### 845.9

ἔφραζε τοῖς κτανοῦσιν; οὐδ’ ἀφιγμένον

### 855.1

τὸ πάμπαν ἦισαν· ἀλλὰ μηχαναὶ τάδε.

### 855.2

Εκ. χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα

### 855.3

ὁσόνπερ ἐν γῆι τῆιδ’ Ἀχαιικὸς λεώς,

### 855.4

κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλυών·

### 855.5

ἐν σοὶ δ’ ἂν ἀρχοίμεσθα. μή μ’ ἔρως ἕλοι

### 860.1

τοιοῦτος ἵππων ὥστ’ ἀποκτείνειν φίλους. καὶ ταῦτ’ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε

### 860.2

ἔδρασεν ἢ ’βούλευσεν Ἀργείων ἀνήρ;

### 860.3

δέδοικα δ’ αὐτὸν καί τί μου θράσσει φρένας,

### 860.4

μὴ καὶ Δόλωνα συντυχὼν κατέκτανεν·

### 865.1

χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.

### 865.2

Ην. οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·

### 865.3

ἡμεῖς δ’ ὑπ’ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.

### 865.4

Εκ. σὺ δ’ οὖν νόμιζε ταῦτ’, ἐπείπερ σοι δοκεῖ.

### 865.5

Ην. ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;

### 870.1

Εκ. μὴ θνῆισχ’· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.

### 870.2

Ην. ποῖ δὴ τράπωμαι δεσπότου μονούμενος;

### 870.3

Εκ. οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.

### 870.4

Ην. καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;

### 870.5

Εκ. ὅδ’ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων;

### 875.1

Ην. ὄλοιθ’ ὁ δράσας· οὐ γὰρ εἰς σὲ τείνεται

*[crux: εἰς σὲ τείνεται]*

### 875.2

γλῶσς’, ὡς σὺ κομπεῖς· ἡ Δίκη δ’ ἐπίσταται.

### 875.3

Εκ. λάζυσθ’· ἄγοντες 〈δ’〉 αὐτὸν ἐς δόμους ἐμοὺς

### 875.4

οὕτως ὅπως ἂν μὴ ’γκαλῆι πορσύνετε.

### 875.5

ὑμᾶς δ’ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν

### 880.1

Πριάμωι τε καὶ γέρουσι σημῆναι νεκροὺς

### 880.2

θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.

### 880.3

Χο. τί ποτ’ εὐτυχίας ἐκ τῆς μεγάλης Τροίαν ἀνάγει πάλιν ἐς πένθη

### 880.4

δαίμων ἄλλος, τί φυτεύων;

### 885.1

ἔα ἔα·

### 885.2

τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,

### 885.3

τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν

### 885.4

φοράδην πέμπει;

### 885.5

ταρβῶ λεύσσων τόδε πῆμα.

### 890

ΜΟΥΣΑ

### 890.1

ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς

### 890.2

τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία

### 890.3

πάρειμι, παῖδα τόνδ’ ὁρῶς’ οἰκτρῶς φίλον

### 890.4

θανόνθ’ ὑπ’ ἐχθρῶν· ὅν ποθ’ ὁ κτείνας χρόνωι

### 890.5

δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.

### 895.1

ἰαλέμωι αὐθιγενεῖ

### 895.2

τέκνον ς’ ὀλοφύρομαι, ὦ

### 895.3

ματρὸς ἄλγος, οἵαν

### 895.4

ἔκελσας ὁδὸν ποτὶ Τροίαν·

### 895.5

ἦ δυσδαίμονα καὶ μελέαν ἀπὸ μὲν φαμένας ἐμοῦ πορευθείς,

### 895.6

ἀπὸ δ’ ἀντομένου πατρὸς βιαίως.

### 895.7

ὤμοι ἐγὼ σέθεν, ὦ φιλία

### 895.8

φιλία κεφαλά, τέκνον, ὤμοι.

### 895.9

Χο. ὅσον προσήκει μὴ γένους κοινωνίαν

### 905.1

ἔχοντι λύπης τὸν σὸν οἰκτίρω γόνον.

### 905.2

Μο. ὄλοιτο μὲν Οἰνεΐδας,

### 905.3

ὄλοιτο δὲ Λαρτιάδας,

### 905.4

ὅς μ’ ἄπαιδα γέννας

### 905.5

ἔθηκεν ἀριστοτόκοιο·

### 910.1

ἅ θ’ Ἕλλανα λιποῦσα δόμον

### 910.2

Φρυγίων λεχέων ἔπλευσε πλαθεῖς’,

### 910.3

ὑπ’ Ἰλίωι ὤλεσε μὲν ς’ ἕκατι Τροίας,

*[crux: ὑπ’ Ἰλίωι ὤλεσε]*

### 910.4

φίλτατε, μυριάδας τε πόλεις

### 910.5

ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.

### 915.1

ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ’ εἰς Ἅιδου μολών,

### 915.2

Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·

### 915.3

ὕβρις γάρ, ἥ ς’ ἔσφηλε, καὶ Μουσῶν ἔρις

### 915.4

τεκεῖν μ’ ἔθηκε τόνδε δύστηνον γόνον.

### 915.5

περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς

### 920.1

λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,

### 920.2

ὅτ’ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας

### 920.3

Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι

### 920.4

Μοῦσαι μεγίστην εἰς ἔριν μελωιδίας

### 920.5

κλεινῶι σοφιστῆι Θρηικὶ κἀτυφλώσαμεν

### 925.1

Θάμυριν, ὃς ἡμῶν πόλλ’ ἐδέννασεν τέχνην.

### 925.2

κἀπεί σε τίκτω, συγγόνους αἰδουμένη καὶ παρθενείαν, ἧκ’ ἐς εὐύδρου πατρὸς

### 925.3

δίνας· τρέφειν δέ ς’ οὐ βρότειον ἐς χέρα

### 925.4

Στρυμὼν δίδωσιν ἀλλὰ πηγαίαις κόραις.

### 930.1

ἔνθ’ ἐκτραφεὶς κάλλιστα παρθένων ὕπο,

### 930.2

Θρήικης ἀνάσσων πρῶτος ἦσθ’ ἀνδρῶν, τέκνον.

### 930.3

καί ς’ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους

### 930.4

ἀλκὰς κορύσσοντ’ οὐκ ἐδείμαινον θανεῖν·

### 930.5

Τροίας δ’ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτέ,

### 935.1

εἰδυῖα τὸν σὸν πότμον· ἀλλά ς’ Ἕκτορος

### 935.2

πρεσβεύμαθ’ αἵ τε μυρίαι γερουσίαι

### 935.3

ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.

### 935.4

καὶ τοῦδ’, Ἀθάνα, παντὸς αἰτία μόρου—

### 935.5

οὐδὲν δ’ Ὀδυσσεὺς οὐδ’ ὁ Τυδέως τόκος

### 940.1

ἔδρασε—δρῶσα μὴ δόκει λεληθέναι.

### 940.2

καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν

### 940.3

Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,

### 940.4

μυστηρίων τε τῶν ἀπορρήτων φανὰς

### 940.5

ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ

### 945.1

τοῦδ’ ὃν κατέκτεινας σύ· Μουσαῖόν τε, σὸν

### 945.2

σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ’ ἕνα

### 945.3

ἐλθόντα, Φοῖβος σύγγονοί τ’ ἠσκήσαμεν.

### 945.4

καὶ τῶνδε μισθὸν παῖδ’ ἔχους’ ἐν ἀγκάλαις θρηνῶ· σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι. Χο. μάτην ἄρ’ ἡμᾶς Θρήικιος τροχηλάτης

### 945.5

ἐδέννας’, Ἕκτορ, τῶιδε βουλεῦσαι φόνον.

### 945.6

Εκ. ἤιδη τάδ’· οὐδὲν μάντεων ἔδει φράσαι

### 945.7

Ὀδυσσέως τέχναισι τόνδ’ ὀλωλότα.

### 945.8

ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν

### 955.1

λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοι

### 955.2

κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;

### 955.3

ἔπεμψ’· ὀφείλων δ’ ἦλθε συμπονεῖν ἐμοί.

### 955.4

οὐ μὴν θανόντι γ’ οὐδαμῶς συνήδομαι·

### 955.5

καὶ νῦν ἕτοιμος τῶιδε καὶ τεῦξαι τάφον

### 960.1

καὶ ξυμπυρῶσαι μυρίαν πέπλων χλιδήν·

### 960.2

φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.

### 960.3

Μο. οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·

### 960.4

τοσόνδε νύμφην τὴν ἔνερθ’ αἰτήσομαι,

### 960.5

τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,

### 965.1

ψυχὴν ἀνεῖναι τοῦδ’· ὀφειλέτις δέ μοι

### 965.2

τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.

### 965.3

κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος

### 965.4

ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε

### 965.5

ἔτ’ εἶσιν οὐδὲ μητρὸς ὄψεται δέμας·

### 970.1

κρυπτὸς δ’ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς

### 970.2

ἀνθρωποδαίμων κείσεται βλέπων φάος,

### 970.3

Βάκχου προφήτης, ὅς γε Παγγαίου πέτραν ὤικησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.

### 970.4

ῥᾶιον δὲ πένθος τῆς θαλασσίας θεοῦ

### 975.1

οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.

### 975.2

θρήνοις δ’ ἀδελφαὶ πρῶτα μὲν ς’ ὑμνήσομεν,

### 975.3

ἔπειτ’ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.

### 975.4

οὐ ῥύσεταί νιν Παλλάς, ἥ ς’ ἀπέκτανεν·

### 975.5

τοῖον φαρέτρα Λοξίου σώιζει βέλος.

### 980.1

ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν·

### 980.2

ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται

### 980.3

ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.

### 980.4

Χο. οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·

### 980.5

σὺ δ’, εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,

### 985.1

Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε.

### 985.2

Εκ. χωρεῖτε, συμμάχους δ’ ὁπλίζεσθαι τάχος

### 985.3

ἄνωχθε πληροῦν τ’ αὐχένας ξυνωρίδων.

### 985.4

πανοὺς δ’ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς

### 985.5

σάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν τάφρον

### 990.1

τείχη τ’ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν

### 990.2

πέποιθα Τρωσί θ’ ἡμέραν ἐλευθέραν

### 990.3

ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.

### 990.4

Χο. πείθου βασιλεῖ· στείχωμεν ὅπλοις

### 990.5

κοσμησάμενοι καὶ ξυμμαχίαι

### 995

τάδε φράζωμεν· τάχα δ’ ἂν νίκην δοίη δαίμων ὁ μεθ’ ἡμῶν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-bd`.
