eul_wid: pfk-cs
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Gout by Lucian of Samosata

Podagra, or "Gout," is a satirical mock-tragedy traditionally ascribed to the second-century CE author Lucian of Samosata. Composed in Attic Greek and structured in tragic iambic trimeters, the work is a comic dialogue or oration of forty-three sections featuring a chorus. It personifies the disease Gout as a goddess who delivers a grandiose speech, engaging in debate with a tormented victim while a chorus of fellow sufferers laments their condition. By applying the elevated style and formal conventions of classical tragedy to a commonplace physical affliction, the piece creates a sustained and humorous incongruity.

The work belongs to the cultural milieu of the Roman Imperial period known as the Second Sophistic, characterized by a revived engagement with classical Athenian rhetoric and literary forms. It exemplifies Lucian's signature mode of blending literary parody with social satire. Modern interpretation views the piece as a critique of human physical vulnerability, simultaneously mocking the ornate conventions of tragic theatre and the futile medical remedies and indulgent lifestyles often associated with the painful ailment. Its intended audience was the educated elite, who would possess the literary familiarity necessary to appreciate its parodic layers.

The text survives intact in medieval manuscripts as part of the larger Lucianic corpus. While its transmission is secure, some scholars have questioned its authenticity due to perceived stylistic differences from Lucian's undisputed works, leaving its attribution a subject of ongoing debate.

ΠΟΔΑΓΡΑ
ΠΟΔΑΓΡΟΣ, ΧΟΡΟΣ, ΠΟΔΑΓΡΑ, ΑΓΓΕΛΟΣ
ΙΑΤΡΟΣ ΚΑΙ ΠΟΝΟΙ
Ποδαγρός Ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον,
Ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,
ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις
Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο
μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει
εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα
εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.
εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει,
οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα
τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ
ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας
τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.
σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακὸν
δίναισι φλογμῶν σάρκα πυρπολουμένην,
ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς
ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,
ὅπου δυσεξέλικτα κυματούμενος
σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.
ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,
ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν
ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι. Χορός
Ἀνὰ Δίνδυμον Κυβήβης
Φρύγες ἔνθεον ὀλολυγὴν
ἁπαλῷ τελοῦσιν Ἄττῃ,
καὶ πρὸς μέλος κεραύλου
Φρυγίου κατʼ ὄρεα Τμώλου
κῶμον βοῶσι Λυδοί·
παραπλῆγες ἀμφὶ ῥόπτροις
κελαδοῦσι Κρητὶ ῥυθμῷ
νόμον εὐὰν Κορύβαντες.
κλάζει δὲ βριθὺ σάλπιγξ
Ἄρει κρέκουσα θούρῳ
πολεμηίαν ἀϋτήν.
ἡμεῖς δὲ σοί, Ποδάγρα,
πρώταις ἔαρος ἐν ὥραις
μύσται τελοῦμεν οἴκτους,
ὅτε πᾶς χλοητόκοισι
ποίαις τέθηλε λειμών,
Ζεφύρου δὲ δένδρα πνοιαῖς
ἁπαλοῖς κομᾷ πετήλοις,
ὅτε δύσγαμος κατʼ οἴκους
μερόπων θροεῖ χελιδών,
καὶ νύκτερος καθʼ ὕλαν
τὸν Ἴτυν στένει δακρύουσʼ
Ἀτθὶς γόοις ἀηδών. Ποδαγρός
Ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς
μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου
βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
καὶ λεῖπε μελάθρων τὴν ὑπώροφον στέγην.
σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθος
μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·
δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ
καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
ἀλλʼ εἶα.
τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,
κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;
τίνα δαιμόνων ἄγουσι κωμαστὴν χορόν;
μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;
ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.
ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται;
ἀλλʼ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.
τίνες ποθʼ ἡμῖν, ὦ ξένοι, βεβήκατε;
αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.
τίς δʼ ἔστιν, ἣν ὑμνεῖτε, λέξατʼ, ὦ φίλοι. Χορός
Σὺ δʼ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς. Ποδαγρός
Εἷς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος; Χορός
Τὰν μὲν Κυπρίαν Ἀφροδίταν
σταγόνων προπεσοῦσαν ἀπʼ αἰθέρος
ἀνεθρέψατο κόσμιον ἁρμογὰν
ἁλίοις ἐνὶ κύμασι Νηρεύς.
τὰν δʼ Ὠκεανοῦ παρὰ παγαῖς
Ζηνὸς παράκοιτιν Ὀλυμπίου
λευκώλενον εὐρέσι κόλποις
Ἥραν ἐτιθήνατο Τηθύς.
κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου
ἐλόχευσε κόρας ἄτρομον φυὰν
Κρονίδας, μέγʼ ἄριστος Ὀλυμπίων,
τὰν ἐγρεκύδοιμον Ἀθάναν.
τὰν δʼ ἡμετέραν θεὸν ὀλβίαν
ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις
πρώταν ἐλόχευσεν Ὀφίων.
ὅτʼ ἐπαύσατο μὲν σκότιον χάος
ἀνέτειλέ τε λαμπέτις ἀὼς
καὶ παμφαὲς ἀελίου σέλας,
τότε καὶ Ποδάγρας ἐφάνη κράτος.
ὅτε γὰρ λαγόνων σε τεκοῦσα
Μοίρη τοτʼ ἔλουσε Κλωθώ,
ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,
μέγα δʼ ἔκτυπεν εὔδιος αἰθήρ·
τὴν δʼ εὐγλαγέτοις ἐνὶ μαζοῖς
εὔολβος ἐθρέψατο Πλούτων. Ποδαγρός
Τίσιν δὲ τελεταῖς ὀργιάζει προσπόλους; Χορός
Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,
οὐ τριχὸς ἀφέτον λυγίζεται στροφαῖσιν αὐχήν,
οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,
οὐδʼ ὠμὰ λακιστῶν κρέα σιτούμεθα ταύρων·
ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος
καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,
τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
ἀφανές, κρύφιον, δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,
πόδα, γόνυ, κοτύλην, ἀστραγάλους, ἰσχία, μηρούς,
χέρας, ὠμοπλάτας, βραχίονας, κόρωνα, καρποὺς
ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυροῖ, μαλάσσει,
μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ. Ποδαγρός
Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων
ἔλαθον ὑπάρχων; τοιγὰρ ἱκέτῃ πρευμενὴς
δαίμων φανείης, σὺν δʼ ἐγὼ μύσταις ὁμοῦ
ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος. Χορός
Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω,
καὶ πᾶς ποδαγρῶν εὐφημείτω.
ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴς
βαίνει δαίμων σκίπωνι βάσιν
στηριζομένη. χαίροις μακάρων
πολὺ πραοτάτη καὶ σοῖς προπόλοις
ἵλαος ἔλθοις ὄμματι φαιδρῷ,
δοίης δὲ πόνοις λύσιν ὠκεῖαν
ταῖσδʼ εἰαριναῖσιν ἐν ὥραις. Ποδάγρα
Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων
οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;
ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται
οὔτε χυθὲν αἷμα βωμίοις παρʼ ἐμπύροις,
οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν,
ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει,
πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν,
οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός.
ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος,
τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος,
κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα.
ἄλλος γὰρ ἄλλην ἐπʼ ἐμὲ πειράζει τέχνην·
τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι
καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην
ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα,
ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον,
ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων,
σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν,
ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια,
ψύλλιον, λίβανον, ῥίζαν ἑλλεβόρου, νίτρον,
τῆλιν μετʼ οἴνου, γυρίνην, κόλλαν, φακόν,
κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην,
κράμβης ἀπέφθου φύλλα, γύψον ἐκ Πάρου,
σφυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,
ἄλευρα κυάμων, ἄνθος Ἀσσίου λίθου·
ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,
βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.
ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;
τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάκρυ;
ζῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,
στέαρ, αἷμα, μυελός, οὖρον, ἀπόπατος, γάλα.
πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,
οἱ δὲ τὸ διʼ ὀκτώ, τὸ δὲ διʼ ἑπτὰ πλείονες.
ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,
ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,
Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.
ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώζειν λέγω
καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσι με
εἴωθʼ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·
τοῖς δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ
ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.
ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων
πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται
τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·
πᾶσιν δʼ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου,
ὅταν ἐπὶ λουτρὰ φερόμενος βαστάζεται.
Ἄτην γὰρ ἣν Ὅμηρος εἶφʼ ἥδʼ εἰμʼ ἐγώ,
βαίνουσʼ ἐπʼ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν
ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν
Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.
ἀλλʼ εἶα μύσται πάντες ὀργίων ἐμῶν,
γεραίρεθʼ ὕμνοις τὴν ἀνίκητον θεάν. Χορός
Ἀδαμάντινον ἦθος ἔχουσα κόρα,
πουλυσθενές, ὀβριμόθυμε θεά,
κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.
μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,
τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος,
τρομέει δέ σε κύμαθʼ ἁλὸς βυθίας,
τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας,
ἐπιδεσμοχαρές, κατακλινοβατές,
κωλυσιδρόμα, βασαναστραγάλα,
σφυροπρησιπύρα, μογισαψεδάφα,
δοιδυκοφόβα, γονυκαυσαγρύπνα,
περικονδυλοπωροφίλα,
γονυκαμψεπίκυρτε Ποδάγρα. Ἄγγελος
Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,
ἄκουʼ, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω,
ἀλλʼ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος·
ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ
πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους
μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.
καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα
νικωμένων, ἄνασσα, σαῖν βίας χεροῖν,
δύω δὲ τώδε φῶτε τολμηρῷ θράσει
ἐφραζέτην λαοῖσι καὶ κατωμνύτην,
ὡς οὐκέτʼ ἐστὶ σὸν κράτος σεβάσμιον,
ἀλλʼ ἔκβολον βροτῶν σε θήσουσιν βίου.
διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα
πεμπταῖος ἥκω στάδια διανύσας δύο. Ποδάγρα
Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.
τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν
ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος. Ἄγγελος
Πρῶτον μὲν ἔλιπον πέντε βασμῶν κλίμακα,
ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς,
ὅθεν με δέχεται κορδυβαλλῶδες πέδον
σκληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.
ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ
ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν
καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων.
μεθʼ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ
ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου
ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά,
διʼ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς
ἔρρει βάσιν μου σαθρὸν ἐκλύων μένος.
ὅθεν με δέχεται πᾶν δέμας κεκμηκότα
πλατεῖα μὲν κέλευθος ἀλλʼ οὐκ ἀσφαλής.
τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μʼ ἐκεῖθʼ ὀχήματα
ἤπειγεν, ἠνάγκαζεν, ἔσπερχεν τρέχειν.
ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα
δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν,
ἕως ἀπήνη παραδράμῃ τροχήλατος·
μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον. Ποδάγρα
Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι
ὀρθῶς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ
ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.
ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
ἑξῆς τριετίας πειράσῃ κούφων πόνων.
ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,
τίνες ποτʼ ὄντες καὶ τίνων πεφυκότες
τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,
τῆς οὐδʼ ὁ Κρονίδης οἶδε νικῆσαι βίαν;
λέγετʼ, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ
ἐδάμασα πλείστους, ὡς ἐπίστανται σοφοί.
Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄζετο·
ἔθανε δʼ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·
ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·
Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν·
ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης.
Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχεν στόλου·
ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,
ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,
ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχεν στόλου·
Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα
ἐγὼ κατέπεφνον, οὐκ ἄκανθα τρυγόνος.
ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,
ἴσην πάσεσθε κόλασιν οἷς δεδράκατε. Ἰατρός
Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,
λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι
γῆν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·
ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,
ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους. Ποδάγρα
Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον. Ἰατρός
Μύστης με σιγᾶν ὅρκος οὐδʼ ἐᾷ φράσαι,
καὶ λοισθία θνῄσκοντος ἐντολὴ πατρός,
ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην. Ποδάγρα
Εἶτʼ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι,
ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,
ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;
ἀλλʼ εἶα, τήνδε σύμβασιν συνθώμεθα,
καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
ὑπέρτερον πέφυκεν εἴτʼ ἐμαὶ φλόγες.
δεῦτʼ, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι
βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,
πελάζετʼ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους
φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρις,
σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο
ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,
ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε. Πόνοι
Ἴδʼ, ὡς ἔταξας πάντα σοι δεδράκαμεν·
κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,
ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι. Ποδάγρα
Φέρετʼ, ὦ ξένοι, μάθωμεν ἀτρεκέστερον,
εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδʼ ὠφελεῖ.
εἰ γὰρ σαφῶς τόδʼ ἐστὶν ἀντίξουν ἐμοί,
λιποῦσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός,
ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βάθη.
Ἰδού, κέχρισθε· χαλασάτω φλογῶν πόνος. Ἰατρός
Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι,
ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ·
οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος,
οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων,
οὐδὲ στροβητὴ λαίλαπος τόσση βία.
μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου;
μὴ τῆς Ἐχίδνης ἰὸς ἀμφιβόσκεται,
ἢ διαβραχεὶς ἰχῶρι Κενταύρου πέπλος;
ἐλέαιρʼ, ἄνασσα, φάρμακον γὰρ οὔτʼ ἐμὸν
οὔτʼ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον,
ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾷς βροτῶν. Ποδάγρα
Παύσασθε, βάσανοι, καὶ πόνους μειώσατε
τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν.
γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν
ἄτεγκτος οὖσα φαρμάκοις οὐ πείθομαι. Χορός
Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία,
ἀλλʼ ἔθανεν ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει,
οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας,
ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρματι πίτυς.
πένθος ἀείμνηστον διʼ ἔριν τοκὰς ἔσχε Νιόβη,
ἀλλʼ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ.
Μαιονία δʼ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν,
ἀλλʼ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει·
οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων,
ὡς Διός, ὡς Λητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.
ἤπιον, ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα,
κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον,
εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.
πολλαὶ μορφαὶ τῶν ἀτυχούντων,
μελέται δὲ πόνων καὶ τὸ σύνηθες
τοὺς ποδαγρῶντας παραμυθείσθω.
ὅθεν εὐθύμως, ὦ σύγκληροι,
λήσεσθε πόνων,
εἰ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,
τοῖς δʼ ἀδοκήτοις πόρον εὗρε θεός.
πᾶς δʼ ἀνεχέσθω τῶν πασχόντων
ἐμπαιζόμενος καὶ σκωπτόμενος·
τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.