ΟΡΕΣΤΗΣ
Ἠλέκτρα Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις.
ὁ γὰρ μακάριος — κοὐκ ὀνειδίζω τύχας —
Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὤν,
κοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον,
ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ,
ὧι στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰ
Ἔρις Θυέστηι πόλεμον ὄντι συγγόνωι
θέσθαι· τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ;
Ἀτρέως δέ — τὰς γὰρ ἐν μέσωι σιγῶ τύχας —
ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
γαμεῖ δʼ ὁ μὲν δὴ τὴν θεοῖς στυγουμένην
Μενέλαος Ἑλένην, ὁ δὲ Κλυταιμήστρας λέχος
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·
ὧι παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ,
ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
ἣ πόσιν ἀπείρωι περιβαλοῦσʼ ὑφάσματι
ἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένωι λέγειν
οὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῶι σκοπεῖν.
Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
πείθει δʼ Ὀρέστην μητέρʼ ἥ σφʼ ἐγείνατο
κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον·
ὅμως δʼ ἀπέκτεινʼ οὐκ ἀπειθήσας θεῶι,
κἀγὼ μετέσχον οἷα δὴ γυνὴ φόνου.
ἐντεῦθεν ἀγρίαι συντακεὶς νόσωι νοσεῖ
τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις
κεῖται, τὸ μητρὸς δʼ αἷμά νιν τροχηλατεῖ
μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς
Εὐμενίδας, αἳ τόνδʼ ἐξαμιλλῶνται φόβον.
ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς
θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,
ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,
οὐ λούτρʼ ἔδωκε χρωτί· χλανιδίων δʼ ἔσω
κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῆι νόσου
ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο
πηδᾶι δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.
ἔδοξε δʼ Ἄργει τῶιδε μήθʼ ἡμᾶς στέγαις,
μὴ πυρὶ δέχεσθαι, μηδὲ προσφωνεῖν τινα
μητροκτονοῦντας· κυρία δʼ ἥδʼ ἡμέρα
ἐν ἧι διοίσει ψῆφον Ἀργείων πόλις,
εἰ χρὴ θανεῖν νὼ λευσίμωι πετρώματι.
ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν·
ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτηι
ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον
ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολυκτόνον
Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
μεθʼ ἡμέραν στείχουσαν ὧν ὑπʼ Ἰλίωι
παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθηι βολάς,
προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω
κλαίουσʼ ἀδελφὴν συμφοράς τε δωμάτων.
ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν·
ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει,
παρθένον ἐμῆι τε μητρὶ παρέδωκεν τρέφειν
Μενέλαος, ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,
ταύτηι γέγηθε κἀπιλήθεται κακῶν.
βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι
Μενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦς
ῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρα
σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.
Ἑλένη
παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σός;
προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
ἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμωι,
οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας.
Ἠλέκτρα Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾶις;
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίωι νεκρῶι
— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —
θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά.
σὺ δʼ ἡ μακαρία μακάριός θʼ ὁ σὸς πόσις
ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγότας.
Ἑλένη πόσον χρόνον δὲ δεμνίοις πέπτωχʼ ὅδε;
Ἠλέκτρα ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
Ἑλένη ὦ μέλεος, ἡ τεκοῦσά θʼ ὡς διώλετο.
Ἠλέκτρα οὕτως ἔχει τάδʼ ὥστʼ ἀπείρηκεν κακοῖς.
Ἑλένη πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;
Ἠλέκτρα ὅσʼ ἄσχολός γε συγγόνου προσεδρίαι.
Ἑλένη βούληι τάφον μοι πρὸς κασιγνήτης μολεῖν ...
Ἠλέκτρα μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;
Ἑλένη κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς;
Ἠλέκτρα σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
Ἑλένη δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.
Ἠλέκτρα ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.
Ἑλένη ὀρθῶς ἔλεξας, οὐ φίλως δέ μοι λέγεις.
Ἠλέκτρα αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει;
Ἑλένη δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίωι νεκρῶν.
Ἠλέκτρα δεινὸν γὰρ Ἄργει γʼ ἀναβοᾶι διὰ στόμα.
Ἑλένη σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
Ἠλέκτρα οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
Ἑλένη αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
Ἠλέκτρα τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
Ἑλένη ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
Ἠλέκτρα καὶ μὴν τίνοι γʼ ἂν τῆι τεθνηκυίαι τροφάς.
Ἑλένη
ναί, πέμψομέν γε θυγατέρʼ· εὖ γάρ τοι λέγεις.
ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος
καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς,
ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην,
καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε·
Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
φόβωι προσελθεῖν μνῆμα σόν, ταρβοῦσά γε
Ἀργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νιν
ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.
ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.
ἴθʼ ὦ τέκνον μοι σπεῦδε καὶ χοὰς τάφωι
δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ.
Ἠλέκτρα ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν.
ἴδετε γὰρ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
σώιζουσα κάλλος· ἔστι δʼ ἡ πάλαι γυνή.
θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας
καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδʼ. ὦ τάλαινʼ ἐγώ·
αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασιν
φίλαι ξυνωιδοί· τάχα μεταστήσουσʼ ὕπνου
τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν
δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.
ὦ φίλταται γυναῖκες, ἡσύχωι ποδὶ
χωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος·
φιλία γὰρ ἡ σὴ πρευμενὴς μὲν ἀλλʼ ὅμως.
Χορός σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλας
τίθει, μὴ κτύπει.
Ἠλέκτρα ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ ἀποπρό μοι κοίτας.
Χορός ἰδοὺ πείθομαι.
Ἠλέκτρα ἆ ἆ σύριγγος ὅπως πνοὰ
λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.
Χορός ἴδʼ ἀτρεμαῖον ὡς ὑπόροφον φέρω
βοάν. Ἠλέκτρα ναί, οὕτως·
κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι·
λόγον ἀπόδος ἐφʼ ὅτι χρέος ἐμόλετέ ποτε.
χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται.
Χορός πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα·
τίνα τύχαν εἴπω;
Ἠλέκτρα ἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀνασθμαίνει.
Χορός τί φήις; ὦ τάλας.
Ἠλέκτρα ὀλεῖς, εἰ βλέφαρα κινήσεις
ὕπνου γλυκυτάταν φερομένωι χάριν.
Χορός μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,
τάλας. Ἠλέκτρα φεῦ μόχθων.
ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό-
φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασε
φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.
Χορός ὁρᾶις; ἐν πέπλοισι κινεῖ δέμας.
Ἠλέκτρα σὺ γάρ νιν, ὦ τάλαινα,
θωύξασʼ ἔλασας ἐξ ὕπνου.
Χορός εὕδειν μὲν οὖν ἔδοξα.
Ἠλέκτρα οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκων
πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
μεθεμένα κτύπου;
Χορός ὑπνώσσει. Ἠλέκτρα λέγεις εὖ.
πότνια πότνια Νύξ,
ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,
Ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος
τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς
διοιχόμεθʼ οἰχόμεθʼ. ἆ,
κτύπον ἀγάγετʼ· οὐχὶ σῖγα
σῖγα φυλασσομένα
στόμα τὸ σὸν ἀκέλαδον ἀποπρὸ λέχεος ἥ-
συχον ὕπνου χάριν παρέξεις, φίλα;
Χορός θρόει τίς κακῶν τελευτὰ μένει.
Ἠλέκτρα θανεῖν θανεῖν, τί δʼ ἄλλο;
οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.
Χορός πρόδηλος ἆρʼ ὁ πότμος.
Ἠλέκτρα ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς
μέλεον ἀπόφονον αἶμα δοὺς
πατροφόνου ματρός.
Χορός δίκαι μέν. Ἠλέκτρα καλῶς δʼ οὔ.
ἔκανες ἔθανες, ὦ
τεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσας
πατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος·
ὀλόμεθʼ ἰσονέκυες ὀλόμεθα.
ὅδε γὰρ ἐν νεκροῖς τό τʼ ἐμὸν οἴχεται
βίου τὸ πλέον μέρος ἐν
στοναχαῖσί τε καὶ γόοισι
δάκρυσί τʼ ἐννυχίοις
ἄγαμος ἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁ
μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.
Χορός ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,
μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·
οὐ γάρ μʼ ἀρέσκει τῶι λίαν παρειμένωι.
Ὀρέστης ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί τε.
ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην;
ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ἠλέκτρα ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
βούληι θίγω σου κἀνακουφίσω δέμας;
Ὀρέστης λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου
στόματος ἀφρώδη πελανὸν ὀμμάτων τʼ ἐμῶν.
Ἠλέκτρα ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι
ἀδέλφʼ ἀδελφῆι χειρὶ θεραπεύειν μέλη.
Ὀρέστης ὑπόβαλε πλευροῖς πλευρὰ καὐχμώδη κόμην
ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
Ἠλέκτρα ὦ βοστρύχων πινῶδες ἀθλίων κάρα,
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ὀρέστης κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῆι νόσος
μανιάς, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.
Ἠλέκτρα ἰδού· φίλον τοι τῶι νοσοῦντι δεμνίων
ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως.
Ὀρέστης αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
Ἠλέκτρα ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.
Ὀρέστης μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει·
κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῆι.
Ἠλέκτρα ἄκουε δή νυν, ὦ κασίγνητον κάρα,
ἕως σʼ ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.
Ὀρέστης λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·
εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τοῦ δυστυχεῖν.
Ἠλέκτρα Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
ἐν Ναυπλίαι δὲ σέλμαθʼ ὥρμισται νεώς.
Ὀρέστης πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;
Ἠλέκτρα ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου —
Ἑλένην ἀγόμενος Τρωϊκῶν ἐκ τειχέων.
Ὀρέστης εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·
εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.
Ἠλέκτρα ἐπίσημον ἔτεκε Τυνδάρεως εἰς τὸν ψόγον
γένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα.
Ὀρέστης σύ νυν διάφερε τῶν κακῶν, ἔξεστι γάρ,
καὶ μὴ μόνον λέγʼ ἀλλὰ καὶ φρόνει τάδε.
Ἠλέκτρα οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται,
ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.
Ὀρέστης ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι
τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας·
αὗται γὰρ αὗται πλησίον θρώισκουσʼ ἐμοῦ.
Ἠλέκτρα μένʼ, ὧ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·
ὁρᾶις γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι.
Ὀρέστης ὦ Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδες
γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.
Ἠλέκτρα οὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴν
σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.
Ὀρέστης μέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων
μέσον μʼ ὀχμάζεις, ὡς βάληις ἐς Τάρταρον.
Ἠλέκτρα οἲ ʼγὼ τάλαινα, τίνʼ ἐπικουρίαν λάβω,
ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;
Ὀρέστης δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνεσθαι θεάς,
εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.
βεβλήσεταί τις θεῶν βροτησίαι χερί,
εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλων
τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
ἆ ἆ· τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέρα
πτεροῖς, τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα.
ἔα· τί χρῆμʼ; ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων.
ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο;
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ.
σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων;
αἰσχύνομαί σοι μεταδιδοὺς πόνων ἐμῶν
ὄχλον τε παρέχων παρθένωι νόσοις ἐμαῖς.
μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·
σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶ
μητρῶιον αἷμα· Λοξίαι δὲ μέμφομαι,
ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον
τοῖς μὲν λόγοις ηὔφρανε τοῖς δʼ ἔργοισιν οὔ.
οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματα
ἐξιστόρουν νιν μητέρʼ εἰ κτεῖναί με χρή,
πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰς
μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς
ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά.
καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα
ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίως
ἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδηις,
σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
ἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένηις,
ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·
ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.
ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω
ὕπνωι τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δὸς
σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ.
εἰ γὰρ προλείψεις ἢ προσεδρίαι νόσον
κτήσηι τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην
ἐπίκουρον, ἄλλων, ὡς ὁρᾶις, ἔρημος ὤν.
Ἠλέκτρα οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνηις,
γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,
ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,
δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίων
ἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους.
κἂν μὴ νοσῆι γὰρ ἀλλὰ δοξάζηι νοσεῖν,
κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.
Χορός αἰαῖ,
δρομάδες ὦ πτεροφόροι
ποτνιάδες θεαί,
ἀβάκχευτον αἳ θίασον ἐλάχετʼ ἐν
δάκρυσι καὶ γόοις,
μελάγχρωτες Εὐμενίδες, αἵτε τὸν
ταναὸν αἰθέρʼ ἀμπάλλεσθʼ, αἵματος
τινύμεναι δίκαν, τινύμεναι φόνου,
καθικετεύομαι καθικετεύομαι,
τὸν Ἀγαμέμνονος γόνον ἐάσατʼ ἐκ-
λαθέσθαι λύσσας μανιάδος φοιτα-
λέου. φεῦ μόχθων οἵων, ὦ τάλας,
ὀρεχθεὶς ἔρρεις,
τρίποδος ἄπο φάτιν ἃν ὁ Φοῖ-
βος ἔλακεν ἔλακε δεξάμενος ἀνὰ δάπεδον
ἵνα μεσόμφαλοι λέγονται μυχοί.
ὦ Ζεῦ,
τίς ἔλεος, τίς ὅδʼ ἀγὼν
φόνιος ἔρχεται
θοάζων σε τὸν μέλεον; ὧι δάκρυα
δάκρυσι συμβάλλει
χορεύων τις ἐς δόμον ἀλαστόρων,
ματέρος αἷμα σᾶς ὅς σʼ ἀναβακχεύει.
κατολοφύρομαι κατολοφύρομαι.
ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·
ἀνὰ δὲ λαῖφος ὥς τις ἀκάτου θοᾶς
τινάξας δαίμων κατέκλυσεν δεινῶν
πόνων ὡς πόντου λάβροις ὀλεθρίοι-
σιν ἐν κύμασιν.
τίνα γὰρ ἔτι πάρος οἶκον ἄλ-
λον ἕτερον ἢ τὸν ἀπὸ θεογόνων γάμων,
τὸν ἀπὸ Ταντάλου σέβεσθαί με χρή;
καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει
Μενέλαος ἄναξ, πολὺς ἁβροσύνηι,
δῆλος ὁρᾶσθαι τοῦ Τανταλιδῶν
ἐξ αἵματος ὤν. ὦ χιλιόναυν
στρατὸν ὁρμήσας ἐς γῆν Ἀσίαν,
χαῖρʼ· εὐτυχίαι δʼ αὐτὸς ὁμιλεῖς,
θεόθεν πράξας ἅπερ ηὔχου.
Μενέλαος ὦ δῶμα, τῆι μέν σʼ ἡδέως προσδέρκομαι
Τροίαθεν ἐλθών, τῆι δʼ ἰδὼν καταστένω·
κύκλωι γὰρ εἱλιχθεῖσαν ἀθλίοις κακοῖς
οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην,
Μαλέαι προσίσχων πρῶιραν· ἐκ δὲ κυμάτων
ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς·
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες,
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά.
βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν
ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.
Ὀρέστης ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά·
τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
ἱκέτης, ἀφύλλους στόματος ἐξάπτων λιτάς·
σῶσόν μʼ — ἀφῖξαι δʼ αὐτὸν ἐς καιρόν — κακῶν.
Μενέλαος ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;
Ὀρέστης εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.
Μενέλαος ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ὀρέστης οὐχ ἡ πρόσοψίς μʼ ἀλλὰ τἄργʼ ἀικίζεται.
Μενέλαος δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ὀρέστης τὸ σῶμα φροῦδον, τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ με.
Μενέλαος ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.
Ὀρέστης ὅδʼ εἰμί, μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενέλαος ἤκουσα· φείδου δʼ, ὀλιγάκις λέγων κακά.
Ὀρέστης φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.
Μενέλαος τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος;
Ὀρέστης ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.
Μενέλαος πῶς φήις; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ὀρέστης λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με ...
Μενέλαος δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος.
Ὀρέστης μανίαι τε, μητρὸς αἵματος τιμωρίαν.
Μενέλαος ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν;
Ὀρέστης ἐν ἧι τάλαιναν μητέρʼ ἐξώγκουν τάφωι.
Μενέλαος πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾶι;
Ὀρέστης ἐκτός, φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενέλαος παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
Ὀρέστης Πυλάδης γʼ, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενέλαος φαντασμάτων δὲ τάδε νοσεῖς ποίων ὕπο;
Ὀρέστης ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενέλαος οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.
Ὀρέστης σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετράπου λέγειν.
Μενέλαος αὑταί σε βακχεύουσι συγγενῆ φόνον.
Μενέλαος οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας.
Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ὀρέστης ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς ξυμφορᾶς ...
Μενέλαος μὴ θάνατον εἴπηις· τοῦτο μὲν γὰρ οὐ σοφόν.
Ὀρέστης Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενέλαος ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ὀρέστης δουλεύομεν θεοῖς, ὅτι ποτʼ εἰσὶν οἱ θεοί.
Μενέλαος κἆιτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ὀρέστης μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει.
Μενέλαος πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ὀρέστης ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
Μενέλαος ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.
Ὀρέστης οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυς κακός.
Μενέλαος πατρὸς δὲ δή τί σʼ ὠφελεῖ τιμωρία;
Ὀρέστης οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίαι λέγω.
Μενέλαος τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;
Ὀρέστης μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν.
Μενέλαος οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;
Ὀρέστης ἐκκλήιομαι γὰρ δωμάτων ὅποι μόλω.
Μενέλαος τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;
Ὀρέστης Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.
Μενέλαος συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.
Ὀρέστης οὖ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι.
Μενέλαος τίς δʼ ἄλλος; ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων;
Ὀρέστης οὗτοί μʼ ὑβρίζουσʼ· ὧν πόλις τὰ νῦν κλύει.
Μενέλαος Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾶι σʼ ἔχειν πόλις;
Ὀρέστης πῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι;
Μενέλαος τί δρῶντες; ἦ καὶ σαφὲς ἔχεις εἰπεῖν τί μοι;
Ὀρέστης ψῆφος καθʼ ἡμῶν οἴσεται τῆιδʼ ἡμέραι.
Μενέλαος κἆιτʼ οὐχὶ φεύγεις γῆς ὑπερβάλλων ὅρους;
Ὀρέστης κύκλωι γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.
Μενέλαος ἰδίαι πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;
Ὀρέστης πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.
Μενέλαος ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.
Ὀρέστης ἐς σʼ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῶι μέρει,
χάριτας πατρώιας ἐκτίνων ἐς οὕς σε δεῖ.
ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι
οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.
Χορός καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ
ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
κουρᾶι τε θυγατρὸς πενθίμωι κεκαρμένος.
Ὀρέστης ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε
στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει
ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα,
τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω·
οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή,
ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
λάβω προσώπωι; ποῖον ἐπίπροσθεν νέφος
θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
Τυνδάρεως ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
Μενέλαον; ἐπὶ γὰρ τῶι Κλυταιμήστρας τάφωι
χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
ἥκοι σὺν ἀλόχωι πολυετὴς σεσωμένος.
ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.
Μενέλαος ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
Τυνδάρεως ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν.
ἔα·
ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν.
Μενέλαε, προσφθέγγηι νιν, ἀνόσιον κάρα;
Μενέλαος τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.
Τυνδάρεως κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
Μενέλαος πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.
Τυνδάρεως βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.
Μενέλαος Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
Τυνδάρεως καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.
Μενέλαος πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς.
Τυνδάρεως κέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι.
Μενέλαος ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.
Τυνδάρεως πρὸς τόνδʼ ἀγών τις σοφίας ἥκει πέρι.
εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος;
ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
οὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον.
ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον,
κάρα θυγατρὸς τῆς ἐμῆς πληγεὶς ὕπο,
αἴσχιστον ἔργον — οὐ γὰρ αἰνέσω ποτέ —,
χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην
ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτων
μητέρα· τὸ σῶφρόν τʼ ἔλαβʼ ἂν ἀντὶ συμφορᾶς
καὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν.
νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι·
κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,
αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών.
ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·
εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
χὠ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ,
κἄπειθʼ ὁ κείνου γενόμενος φόνωι φόνον
λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·
ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
οὐδʼ εἰς ἀπάντημʼ ὅστις αἷμʼ ἔχων κυροῖ,
φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.
ἀεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνωι,
τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν·
Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσω
οὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ κακῆς
γυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον.
ἀμυνῶ δʼ ὅσονπερ δυνατός εἰμι τῶι νόμωι,
τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί.
ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε,
ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακὰ
δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας.
ἓν γοῦν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·
μισῆι γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων
ἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα;
ὡς οὖν ἂν εἰδῆις, Μενέλεως, τοῖσιν θεοῖς
μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων,
ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις.
θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα·
ἀλλʼ οὐχὶ πρὸς τοῦδʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.
ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνὴρ
πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
Χορός ζηλωτὸς ὅστις ηὐτύχησεν ἐς τέκνα
καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
Ὀρέστης ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν·
ἀπελθέτω δὲ τοῖς λόγοισιν ἐκποδὼν
τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου,
καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.
τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·
πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς,
τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα.
ἐγὼ δʼ ἀνόσιός εἰμι μητέρα κτανών,
ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
ἡ σὴ δὲ θυγάτηρ — μητέρʼ αἰδοῦμαι λέγειν —
ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
ἐς ἀνδρὸς ἤιει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω
κακῶς ἐκείνην, ἐξερῶ, λέξω δʼ ὅμως·
τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα,
ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ.
εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους,
ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις,
ἐπίκλημʼ ἐχούσαις ὅτι τύχοι. δράσας δʼ ἐγὼ
δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.
μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα,
ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων
πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
προύδωκε κοὐκ ἔσωσʼ ἀκήρατον λέχος·
ἐπεὶ δʼ ἁμαρτοῦσʼ ἤισθετʼ, οὐχ αὑτῆι δίκην
ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει,
ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.
σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν
ἀπώλεσάς με· διὰ τὸ κείνης γὰρ θράσος
πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
πρὸς θεῶν—ἐν οὐ καλῶι μὲν ἐμνήσθην θεῶν,
φόνου δικαστῶν· εἰ δὲ δὴ τὰ μητέρος
σιγῶν ἐπήινουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών;
οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;
ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
τῶι δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένωι;
ὁρᾶις Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον;
τούτωι πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε·
ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,
εἰ μὴ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε,
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
Χορός ἀεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυσχερέστερον.
Τυνδάρεως ἐπεὶ θρασύνηι κοὐχ ὑποστέλληι λόγωι,
οὕτω δʼ ἀμείβηι μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,
μᾶλλόν μʼ ἀνάψεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων
ὧν οὕνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
σοὶ σῆι τʼ ἀδελφῆι, λεύσιμον δοῦναι δίκην.
μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία,
ἣ τῆι τεκούσηι σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
ὄνειδος ἀγγέλλουσα τἀγαμέμνονος
καὶ τοῦθʼ ὃ μισήσειαν Αἰγίσθου λέχος
οἱ νέρτεροι θεοί — καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν —,
ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστωι πυρί.
Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
εἰ τοὐμὸν ἔχθος ἐναριθμῆι κῆδός τʼ ἐμόν,
μὴ τῶιδʼ ἀμύνειν φόνον, ἐναντίον θεοῖς,
ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
ἕληι, παρώσας εὐσεβεστέρους φίλους·
ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ὀρέστης στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίαι κυκλεῖς,
διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενέλαος ἔασον· ἐν ἐμαυτῶι τι συννοούμενος
ὅπηι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
Ὀρέστης μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς
λόγους ἀκούσας πρόσθε βουλεύου τότε.
Μενέλαος λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου
κρείσσων γένοιτʼ ἄν, ἔστι δʼ οὗ σιγῆς λόγος.
Ὀρέστης λέγοιμʼ ἂν ἤδη· τὰ μακρὰ τῶν σμικρῶν λόγων
ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλυεῖν.
ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ
ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ
ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον,
οὐκ ἐξαμαρτὼν αὐτὸς ἀλλʼ ἁμαρτίαν
τῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος·
ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν,
ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών,
μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
σωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη.
ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή·
ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου,
ἐῶ σʼ ἔχεν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ·
δεῖ γάρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν
πλέον φέρεσθαι κἀμὲ συγγνώμην ἔχειν.
ψυχὴν δʼ ἐμὴν δὸς τῶι ταλαιπώρωι πατρί·
θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
ἐρεῖς· Ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους
ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·
ὅταν δʼ ὁ δαίμων εὖ διδῶι, τί δεῖ φίλων;
ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
κοὐχ ὑποτρέχων σε τοῦτο θωπείαι λέγω·
ταύτης ἱκνοῦμαί σʼ—ὦ μέλεος ἐγώ, κακὸν
ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·
ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην
ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἁγὼ λέγω.
εἴρηκα κἀπήιτηκα, τὴν σωτηρίαν
θηρῶν, ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορός κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως
τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
Μενέλαος Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
συνεκκομίζειν, δύναμιν ἢν διδῶι θεός,
θνήισκοντα καὶ κτείνοντα τοὺς ἐναντίους.
τοῦ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρήιζω τυχεῖν·
ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
σμικρᾶι σὺν ἀλκῆι τῶν λελειμμένων φίλων.
μάχηι μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προήκομεν.
ὅταν γὰρ ἡβᾶι δῆμος εἰς ὀργὴν πεσών,
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῆι πνοάς,
τύχοις ἂν αὐτοῦ ῥαιδίως ὅσον θέλεις.
ἐλθὼν δʼ ἐγώ σοι Τυνδάρεων πειράσομαι
πόλιν τε πεῖσαι τῶι λίαν χρῆσθαι καλῶς.
μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω —
σώιζειν σε σοφίαι, μὴ βίαι τῶν κρεισσόνων.
ἀλκῆι δέ σʼ οὐκ ἄν, ἧι σὺ δοξάζεις ἴσως,
σώσαιμʼ ἄν· οὐ γὰρ ῥάιδιον λόγχηι μιᾶι
στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
Ὀρέστης ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
τἄλλʼ οὐδέν, ὦ κάκιστε, τιμωρεῖν φίλοις,
φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος
φροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς.
οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες
ὅπηι τραπόμενος θάνατον Ἀργείων φύγω·
οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν
Πυλάδην δρόμωι στείχοντα Φωκέων ἄπο,
ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ
κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
Πυλάδης θᾶσσον ἤ μʼ ἐχρῆν προβαίνων ἱκόμην διʼ ἄστεως,
σύλλογον πόλεως ἀκούσας ὄντʼ, ἰδὼν δʼ αὐτὸς σαφῶς.
τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ
καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι.
Ὀρέστης οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
Πυλάδης συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.
Ὀρέστης Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν ...
Πυλάδης εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ὀρέστης ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
Πυλάδης ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα;
Ὀρέστης χρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
Πυλάδης καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ὀρέστης οὐκ ἐκεῖνος ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν.
Πυλάδης ποῦ ʼστὶν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ὀρέστης ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών.
Πυλάδης σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτωι πατρός;
Ὀρέστης μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλάδης πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.
Ὀρέστης ηὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών.
Ὀρέστης οὖτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
Πυλάδης Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος.
Ὀρέστης αἰσθάνηι· τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός.
Πυλάδης κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος.
Πυλάδης ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν;
Ὀρέστης ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνωι θέσθαι χρεών.
Πυλάδης ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτηι σέθεν.
Ὀρέστης οὐχ ὁρᾶις; φυλασσόμεσθα φρουρίοισι πανταχῆι.
Πυλάδης εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφαργμένας.
Ὀρέστης ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Πυλάδης κἀμὲ νῦν ὅρα τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.
Ὀρέστης πρὸς τίνος; τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
Πυλάδης Στρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ.
Ὀρέστης ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
Πυλάδης ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.
Ὀρέστης ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.
Πυλάδης οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε.
Ὀρέστης οὐ φοβῆι μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέληι;
Πυλάδης οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῆι.
Ὀρέστης δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
Πυλάδης ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί.
Ὀρέστης εἶἑν· ἐς κοινὸν λέγειν χρή. Πυλάδης τίνος ἀναγκαίου πέρι;
Ὀρέστης εἰ λέγοιμʼ ἀστοῖσιν ἐλθών ... Πυλάδης ὡς ἔδρασας ἔνδικα;
Ὀρέστης πατρὶ τιμωρῶν ἐμαυτοῦ; Πυλάδης μὴ λάβωσί σʼ ἄσμενοι.
Ὀρέστης ἀλλʼ ὑποπτήξας σιωπῆι κατθάνω; Πυλάδης δειλὸν τόδε.
Ὀρέστης πῶς ἂν οὖν δρώιην; Πυλάδης ἔχεις τινʼ, ἢν μένηις, σωτηρίαν;
Ὀρέστης οὐκ ἔχω. Πυλάδης μολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν;
Ὀρέστης εἰ τύχοι, γένοιτʼ ἄν. Πυλάδης οὔκουν τοῦτο κρεῖσσον ἢ μένειν;
Ὀρέστης ἀλλὰ δῆτʼ ἔλθω; Πυλάδης θανὼν γοῦν ὧδε κάλλιον θανῆι.
Ὀρέστης εὖ λέγεις· φεύγω τὸ δειλὸν τῆιδε. Πυλάδης μᾶλλον ἢ μένων.
Ὀρέστης καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι. Πυλάδης τοῦ δοκεῖν ἔχου μόνον.
Ὀρέστης καί τις ἄν γέ μʼ οἰκτίσειε ... Πυλάδης μέγα γὰρ ηὑγένειά σου.
Ὀρέστης θάνατον ἀσχάλλων πατρῶιον. Πυλάδης πάντα ταῦτʼ ἐν ὄμμασιν.
Ὀρέστης ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν. Πυλάδης αἰνῶ τάδε.
Ὀρέστης ἦ λέγωμεν οὖν ἀδελφῆι ταῦτʼ ἐμῆι; Πυλάδης μὴ πρὸς θεῶν.
Ὀρέστης δάκρυα γοῦν γένοιτʼ ἄν. Πυλάδης οὔκουν οὗτος οἰωνὸς μέγας;
Ὀρέστης δηλαδὴ σιγᾶν ἄμεινον. Πυλάδης τῶι χρόνωι γε κερδανεῖς.
Ὀρέστης κεῖνό μοι μόνον πρόσαντες ... Πυλάδης τί τόδε καινὸν αὖ λέγεις;
Ὀρέστης μὴ θεαί μʼ οἴστρωι κατάσχωσʼ. Πυλάδης ἀλλὰ κηδεύσω σʼ ἐγώ.
Ὀρέστης δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός. Πυλάδης οὐκ ἔμοιγε σοῦ.
Ὀρέστης εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς. Πυλάδης τὸ δʼ οὖν ἴτω.
Ὀρέστης οὐκ ἄρʼ ὀκνήσεις; Πυλάδης ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
Ὀρέστης ἕρπε νυν οἴαξ ποδός μοι ... Πυλάδης φίλα γʼ ἔχων κηδεύματα.
Ὀρέστης καί με πρὸς τύμβον πόρευσον πατρός. Πυλάδης ὡς τί δὴ τόδε;
Ὀρέστης ὥς νιν ἱκετεύσω με σῶσαι. Πυλάδης τό γε δίκαιον ὧδʼ ἔχει.
Ὀρέστης μητέρος δὲ μὴ ʼσίδοιμι μνῆμα. Πυλάδης πολεμία γὰρ ἦν.
ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕληι,
περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσωι·
ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,
εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
Ὀρέστης τοῦτʼ ἐκεῖνο· κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·
ὡς ἀνὴρ ὅστις τρόποισι συντακῆι, θυραῖος ὤν,
μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
Χορός ὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰ
μέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶ
παρὰ Σιμουντίοις ὀχετοῖς
πάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαις
πάλιν παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,
ὁπότε χρυσέας ἔρις ἀρ-
νὸς ἤλυθε Τανταλίδαις
οἰκτρότατα θοινάματα καὶ
σφάγια γενναίων τεκέων·
ὅθεν πόνωι πόνος ἐξαμεί-
βων διʼ αἵματος οὐ προλεί-
πει δισσοῖσιν Ἀτρείδαις.
τὸ καλὸν οὐ καλόν, τοκέων
πυριγενεῖ τεμεῖν παλάμαι
χρόα, μελάνδετον δὲ φόνωι
ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·
τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλα
κακοφρόνων τʼ ἀνδρῶν παράνοι-
α. θανάτου γὰρ ἀμφὶ φόβωι
Τυνδαρὶς ἰάχησε τάλαι-
να· Τέκνον, οὐ τολμᾶις ὅσια
κτείνων σὰν ματέρα· μὴ πατρώι-
αν τιμῶν χάριν ἐξανά-
ψηι δύσκλειαν ἐς αἰεί.
τίς νόσος ἢ τίνα δάκρυα καὶ
τίς ἔλεος μείζων κατὰ γᾶν
ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
οἷον ἔργον τελέσας
βεβάκχευται μανίαις,
Εὐμενίσι θήραμα, φόβον
δρομάσι δινεύων βλεφάροις,
Ἀγαμεμνόνιος παῖς.
ὦ μέλεος, ματρὸς ὅτʼ ἐκ
χρυσεοπηνήτων φαρέων
μαστὸν ὑπερτέλλοντʼ ἐσιδὼν
σφάγιον ἔθετο ματέρα, πατρώι-
ων παθέων ἀμοιβάν.
Ἠλέκτρα γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμων
τλήμων Ὀρέστης θεομανεῖ λύσσηι δαμείς;
Χορός ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών.
Ἠλέκτρα οἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν;
Χορός Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελος
λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
Ἄγγελος
Ἀγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγους
ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
Ἠλέκτρα αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγωι.
Ἄγγελος ψήφωι Πελασγῶν σὸν κασίγνητον θανεῖν
καὶ σʼ, ὦ τάλαινʼ, ἔδοξε τῆιδʼ ἐν ἡμέραι.
Ἠλέκτρα οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
λέγʼ, ὦ γεραιέ· πότερα λευσίμωι χερὶ
ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ,
κοινὰς ἀδελφῶι συμφορὰς κεκτημένην;
Ἄγγελος ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
βαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦ
τά τʼ ἀμφʼ Ὀρέστου· σῶι γὰρ εὔνοιαν πατρὶ
ἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμος
πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν,
οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτωι δίκας
διδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών·
Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα
ἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
ὁ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾶις πέλας
στείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον;
ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον,
Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ,
τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσωι,
τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλωι λυπούμενον,
νόσημα κηδεύοντα παιδαγωγίαι.
ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος,
κῆρυξ ἀναστὰς εἶπε· Τίς χρήιζει λέγειν,
πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,
μητροκτονοῦντα; κἀπὶ τῶιδʼ ἀνίσταται
Ταλθύβιος, ὃς σῶι πατρὶ συνεπόρθει Φρύγας·
ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,
σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶ
φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
ἐπὶ τῶιδε δʼ ἠγόρευε Διομήδης ἄναξ·
οὗτος κτανεῖν μὲν οὔτε σʼ οὔτε σύγγονον
εἴα, φυγῆι δὲ ζημιοῦντας εὐσεβεῖν.
ἐπερρόθησαν δʼ οἱ μὲν ὡς καλῶς λέγοι,
οἱ δʼ οὐκ ἐπήινουν. κἀπὶ τῶιδʼ ἀνίσταται
ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει·
ὃς εἶπʼ Ὀρέστην καὶ σʼ ἀποκτεῖναι πέτροις
βάλλοντας, ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους.
ἄλλος δʼ ἀναστὰς ἔλεγε τῶιδʼ ἐναντία,
μορφῆι μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ,
ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,
αὐτουργός, οἵπερ καὶ μόνοι σώιζουσι γῆν,
ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
ἀκέραιον ἀνεπίπληκτον ἠσκηκὼς βίον·
ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
κακὴν γυναῖκα κἄθεον κατακτανών,
ἣ κεῖνʼ ἀφήιρει, μήθʼ ὁπλίζεσθαι χέρα
μήτε στρατεύειν ἐκλιπόντα δώματα,
εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοι
φθεροῦσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.
κοὐδεὶς ἔτʼ εἶπε· σὸς δʼ ἐπῆλθε σύγγονος,
ἔλεξε δʼ· Ὦ γῆν Ἰνάχου κεκτημένοι,
ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ
ἔκτεινα μητέρʼ· εἰ γὰρ ἀρσένων φόνος
ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂν
θνήισκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών.
ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν·
νικᾶι δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει χερῶν,
ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.
μόλις δʼ ἔπεισε μὴ πετρούμενος θανεῖν
τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῆι
ὑπέσχετʼ ἐν τῆιδʼ ἡμέραι λείψειν βίον
σὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄπο
Πυλάδης δακρύων, σὺν δʼ ὁμαρτοῦσιν φίλοι
κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι
πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρηι,
ὡς δεῖ λιπεῖν σε φέγγος· ηὑγένεια δὲ
οὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιον
τρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν.
Χορός κατάρχομαι στεναγμόν, ὦ Πελασγία,
τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηΐδων,
αἱματηρὸν ἄταν,
κτύπον τε κρατός, ὃν ἔλαχʼ ἁ κατὰ χθονὸς
νερτέρων Περσέφασσα καλλίπαις θεά.
ἰαχείτω δὲ γᾶ
Κυκλωπία, σίδαρον ἐπὶ
κάρα τιθεῖσα κούριμον,
πήματʼ οἴκων.
ἔλεος ἔλεος ὅδʼ ἔρχεται
τῶν θανουμένων ὕπερ,
στρατηλατᾶν Ἑλλάδος ποτʼ ὄντων.
βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων
πρόπασα γέννα Πέλοπος ὅ τʼ ἐπὶ μακαρίοις
ζῆλος ὤν ποτʼ οἴκοις·
φθόνος νιν εἷλε θεόθεν ἅ τε δυσμενὴς
φοινία ψῆφος ἐν πολίταις.
ἰώ, ὦ πανδάκρυτʼ
ἐφαμέρων ἔθνη πολύπο-
να, λεύσσεθʼ ὡς παρʼ ἐλπίδας
μοῖρα βαίνει.
ἕτερα δʼ ἕτερον ἀμείβεται
πήματʼ ἐν χρόνωι μακρῶι·
βροτῶν δʼ ὁ πᾶς ἀστάθμητος αἰών.
Ἠλέκτρα μόλοιμι τὰν οὐρανοῦ
μέσον χθονός τε τεταμέναν
αἰωρήμασιν
πέτραν ἁλύσεσι χρυσέαις,
φερομέναν δίναισι,
βῶλον ἐξ Ὀλύμπου,
ἵνʼ ἐν θρήνοισιν ἀναβοάσω
γέροντι πατέρι Ταντάλωι,
ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν, δόμων
ἃς κατεῖδον ἄτας·
ποτανὸν μὲν δίωγμα πώλων,
τεθριπποβάμονι στόλωι
Πέλοψ ὅτʼ ἐπὶ πελάγεσι διε-
δίφρευσε Μυρτίλου φόνον
δικὼν ἐς οἶδμα πόντου,
λευκοκύμοσιν πρὸς Γεραιστίαις
ποντίων σάλων
ἀϊόσιν ἁρματεύσας·
ὅθεν δόμοισι τοῖς ἐμοῖς
ἦλθʼ ἀρὰ πολύστονος,
τὸ χρυσόμαλλον ἀρνὸς ὁπό-
τε γένετο τέρας ὀλοὸν
Ἀτρέως ἱπποβότα·
ὅθεν Ἔρις τό τε πτερωτὸν
Ἁλίου μετέβαλεν ἅρμα,
τὰν πρὸς ἑσπέραν κέλευθον
οὐρανοῦ προσαρμόσας
μονόπωλον ἐς Ἀῶ,
ἑπταπόρου τε δραμήματα Πλειάδος
εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει
τῶιδέ τʼ ἀμείβει θανάτους θανά-
των τά τʼ ἐπώνυμα δεῖπνα Θυέστου
λέκτρα τε Κρήσσας Ἀερόπας δολί-
ας δολίοισι γάμοις· τὰ πανύστατα δʼ
εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε
δόμων πολυπόνοις ἀνάγκαις.
Χορός καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει
ψήφωι θανάτου κατακυρωθείς,
ὅ τε πιστότατος πάντων Πυλάδης,
ἰσάδελφος ἀνήρ,
ἰθύνων νοσερὸν κῶλον Ὀρέστου,
ποδὶ κηδοσύνωι παράσειρος.
Ἠλέκτρα οἲ ʼγώ· πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω,
ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
οἲ ʼγὼ μάλʼ αὖθις· ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασιν
πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.
Ὀρέστης οὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόους
στέρξεις τὰ κρανθέντʼ; οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως.
Ἠλέκτρα καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ
τόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα.
Ὀρέστης σὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸς
τέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά.
Ἠλέκτρα ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
θανάτου τʼ ἀώρου· ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ.
Ὀρέστης μὴ πρὸς θεῶν μοι περιβάληις ἀνανδρίαν,
ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν.
Ἠλέκτρα θανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά·
πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.
Ὀρέστης τόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχους
ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.
Ἠλέκτρα σύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνηι,
ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος δόμον.
Ὀρέστης ἅλις τὸ μητρὸς αἷμʼ· ἐγὼ δέ σʼ οὐ κτενῶ,
ἀλλʼ αὐτόχειρι θνῆισχʼ ὅτωι βούληι τρόπωι.
Ἠλέκτρα ἔσται τάδʼ· οὐδὲν σοῦ ξίφει λελείψομαι·
ἀλλʼ ἀμφιθεῖναι σῆι δέρηι θέλω χέρας.
Ὀρέστης τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε,
θανάτου πέλας βεβῶσι περιβαλεῖν χέρας.
Ἠλέκτρα ὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχων
τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.
Ὀρέστης ἔκ τοί μʼ ἔτηξας· καί σʼ ἀμείψασθαι θέλω
φιλότητι χειρῶν· τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας;
Ἠλέκτρα φεῦ· πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι
καὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα;
Ὀρέστης ἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾶις δὲ δὴ φίλων
ὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου.
Ἠλέκτρα οὐδʼ εἶφʼ ὑπὲρ σοῦ μὴ θανεῖν σπουδὴν ἔχων
Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;
Ὀρέστης οὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχων
τὴν ἐλπίδʼ ηὐλαβεῖτο μὴ σώιζειν φίλους.
ἀλλʼ εἷʼ ὅπως γενναῖα κἀγαμέμνονος
δράσαντε κατθανούμεθʼ ἀξιώτατα.
κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
παίσας πρὸς ἧπαρ φασγάνωι· σὲ δʼ αὖ χρεὼν
ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,
καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
θάψον τε κοινῆι πρὸς πατρὸς τύμβον φέρων.
καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾶις, πορεύομαι.
Πυλάδης ἐπίσχες· ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,
εἰ ζῆν με χρήιζειν σοῦ θανόντος ἤλπισας.
Ὀρέστης τί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα;
Πυλάδης ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;
Ὀρέστης οὐκ ἔκτανες σὺ μητέρʼ, ὡς ἐγὼ τάλας.
Πυλάδης σὺν σοί γε κοινῆι· ταὐτὰ καὶ πάσχειν με δεῖ.
Ὀρέστης ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνηισκέ μοι.
σοὶ μὲν γάρ ἐστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή,
καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν·
γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης,
ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων·
σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών·
κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή.
ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς,
χαῖρʼ· οὐ γὰρ ἡμῖν ἐστι τοῦτο, σοί γε μήν·
οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.
Πυλάδης ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.
μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον,
μὴ λαμπρὸς αἰθήρ, εἴ σʼ ἐγὼ προδούς ποτε
ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.
καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,
καὶ πάντʼ ἐβούλευσʼ ὧν σὺ νῦν τίνεις δίκας·
καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῆιδʼ ὁμοῦ·
ἐμὴν γὰρ αὐτήν, ἦς γε λέχος ἐπήινεσα,
κρίνω δάμαρτα. τί γὰρ ἐρῶ καλόν ποτε
γῆν Δελφίδʼ ἐλθών, Φωκέων ἀκρόπτολιν,
ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,
νῦν δʼ οὐκέτʼ εἰμὶ δυστυχοῦντί σοι φίλος;
οὐκ ἔστιν· ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·
ἐπεὶ δὲ κατθανούμεθʼ, ἐς κοινοὺς λόγους
ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῆι.
Ὀρέστης ὦ φίλτατʼ, εἰ γὰρ τοῦτο κατθάνοιμʼ ἰδών.
Πυλάδης πιθοῦ νυν, ἀνάμεινον δὲ φασγάνου τομάς.
Ὀρέστης μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.
Πυλάδης σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.
Ὀρέστης μηδὲν τρέσηις τάσδʼ· ὡς πάρεισʼ ἡμῖν φίλαι.
Πυλάδης Ἑλένην κτάνωμεν, Μενέλεωι λύπην πικράν.
Ὀρέστης πῶς; τὸ γὰρ ἕτοιμόν ἐστιν, εἴ γʼ ἔσται καλῶς.
Πυλάδης σφάξαντες· ἐν δόμοις δὲ κρύπτεται σέθεν.
Ὀρέστης μάλιστα· καὶ δὴ πάντʼ ἀποσφραγίζεται.
Πυλάδης ἀλλʼ οὐκέθʼ, Ἅιδην νυμφίον κεκτημένη.
Ὀρέστης καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας.
Πυλάδης τίνας; Φρυγῶν γὰρ οὐδένʼ ἂν τρέσαιμʼ ἐγώ.
Ὀρέστης οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.
Πυλάδης τρυφὰς γὰρ ἥκει δεῦρʼ ἔχουσα Τρωϊκάς;
Ὀρέστης ὡς Ἑλλὰς αὐτῆι σμικρὸν οἰκητήριον.
Πυλάδης οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.
Ὀρέστης καὶ μὴν τόδʼ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.
Πυλάδης ἀλλʼ οὐδʼ ἐγὼ μήν, σοί γε τιμωρούμενος.
Ὀρέστης τὸ πρᾶγμα δήλου καὶ πέραινʼ, ὅπως λέγεις.
Πυλάδης ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.
Ὀρέστης ἔχω τοσοῦτον, τἀπίλοιπα δʼ οὐκ ἔχω.
Πυλάδης γόους πρὸς αὐτὴν θησόμεσθʼ ἃ πάσχομεν.
Ὀρέστης ὥστʼ ἐκδακρῦσαί γʼ ἔνδοθεν κεχαρμένην.
Πυλάδης καὶ νῶιν παρέσται ταὔθʼ ἅπερ κείνηι τότε.
Ὀρέστης ἔπειτʼ ἀγῶνα πῶς ἀγωνιούμεθα;
Πυλάδης κρύπτʼ ἐν πέπλοισι τοισίδʼ ἕξομεν ξίφη.
Ὀρέστης πρόσθεν δʼ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;
Πυλάδης ἐκκλήισομέν σφας ἄλλον ἄλλοσε στέγης.
Ὀρέστης καὶ τόν γε μὴ σιγῶντʼ ἀποκτείνειν χρεών.
Πυλάδης εἶτʼ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.
Ὀρέστης Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον.
Πυλάδης ἔγνως· ἄκουσον δʼ ὡς καλῶς βουλεύομαι.
εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν
ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·
νῦν δʼ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,
ὦν πατέρας ἔκτεινʼ, ὧν δʼ ἀπώλεσεν τέκνα,
νύμφας τʼ ἔθηκεν ὀρφανὰς ξυναόρων.
ὀλολυγμὸς ἔσται, πῦρ τʼ ἀνάψουσιν θεοῖς,
σοὶ πολλὰ κἀμοὶ κέδνʼ ἀρώμενοι τυχεῖν,
κακῆς γυναικὸς οὕνεχʼ αἷμʼ ἐπράξαμεν.
ὁ μητροφόντης δʼ οὐ καλῆι ταύτην κτανών,
ἀλλʼ ἀπολιπὼν τοῦτʼ ἐπὶ τὸ βέλτιον πεσῆι,
Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.
οὐ δεῖ ποτʼ, οὐ δεῖ Μενέλεων μὲν εὐτυχεῖν,
τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,
μητέρα τʼ ... ἐῶ τοῦτʼ· οὐ γὰρ εὐπρεπὲς λέγειν·
δόμους δʼ ἔχειν σοὺς διʼ Ἀγαμέμνονος δόρυ
λαβόντα νύμφην· μὴ γὰρ οὖν ζώιην ἔτι,
εἰ μὴ ʼπʼ ἐκείνηι φάσγανον σπάσω μέλαν.
ἢν δʼ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,
πρήσαντες οἴκους τούσδε κατθανούμεθα.
ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,
καλῶς θανόντες ἢ καλῶς σεσωμένοι.
Χορός πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ
ἡ Τυνδαρὶς παῖς, ἣ κατήισχυνεν γένος.
Ὀρέστης φεῦ· οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,
οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τοι
τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.
σὺ γὰρ τά τʼ εἰς Αἴγισθον ἐξηῦρες κακὰ
καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,
νῦν τʼ αὖ δίδως μοι πολεμίων τιμωρίαν
κοὐκ ἐκποδὼν εἶ· παύσομαί σʼ αἰνῶν, ἐπεὶ
βάρος τι κἀν τῶιδʼ ἐστίν, αἰνεῖσθαι λίαν.
ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν
δράσας τι χρήιζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,
ἵνʼ ἀνταναλώσω μὲν οἵ με προύδοσαν,
στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον.
Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδος
ἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμως
ῥώμην θεοῦ τινʼ ἔσχʼ· ὃν οὐ καταισχυνῶ
δοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρως
ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν·
κεἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία
κτανοῦσι μὴ θανοῦσιν, εὔχομαι τάδε.
ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα
πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.
Ἠλέκτρα ἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ,
σωτηρίαν σοι τῶιδέ τʼ ἐκ τρίτων τʼ ἐμοί.
Ὀρέστης θεοῦ λέγεις πρόνοιαν· ἀλλὰ ποῦ τόδε;
ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῆι ψυχῆι παρόν.
Ἠλέκτρα ἄκουε δή νυν, καὶ σὺ δεῦρο νοῦν ἔχε.
Ὀρέστης λέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τίνʼ ἡδονήν;
Ἠλέκτρα Ἑλένης κάτοισθα θυγατέρʼ; εἰδότʼ ἠρόμην.
Ὀρέστης οἶδʼ, ἥν γʼ ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.
Ἠλέκτρα αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον ...
Ὀρέστης τί χρῆμα δράσουσʼ; ὑποτίθης τίνʼ ἐλπίδα;
Ἠλέκτρα χοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφωι.
Ὀρέστης καὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν;
Ἠλέκτρα συλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχηι πάλιν.
Ὀρέστης τίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις;
Ἠλέκτρα Ἑλένης θανούσης ἤν τι Μενέλεώς σε δρᾶι
ἢ τόνδε κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε —,
λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ
δέρηι πρὸς αὐτῆι παρθένου σπάσαντʼ ἔχειν.
κἂν μέν σε σώιζη μὴ θανεῖν χρήιζων κόρην,
μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·
ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματος
κτείνηι σε, καὶ σὺ σφάζε παρθένου δέρην.
καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῆι,
χρόνωι μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς
οὔτʼ ἄλκιμος πέφυκε. τήνδʼ ἡμῖν ἔχω
σωτηρίας ἔπαλξιν· εἴρηται λόγος.
Ὀρέστης ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,
τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον,
ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσηι τάλας
γυναικὸς ἢ ζῶν μακάριον κτήσηι λέχος.
Πυλάδης εἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλιν
καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.
Ὀρέστης ἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν,
κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός.
Ἠλέκτρα καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·
τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.
Ὀρέστης καλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμων
πάρος μένουσα παρθένου δέχου πόδα,
φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῆι φόνος,
ἐλθὼν ἐς οἴκους φθῆι, γέγωνέ τʼ ἐς δόμους,
ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω·
ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
ἀγῶνʼ ὁπλιζώμεσθα φασγάνωι χέρας.
ὦ δῶμα ναίων Νυκτὸς ὀρφναίας πάτερ,
καλῶ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν.
Ἠλέκτρα ὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸς
τέκνων καλούντων, οἳ σέθεν θνήισκουσʼ ὕπερ.
Πυλάδης ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,
Ἀγάμεμνον, εἰσάκουσον, ἔκσωσον τέκνα.
Ὀρέστης ἔκτεινα μητέρʼ ... Ἠλέκτρα ἡψάμην δʼ ἐγὼ ξίφους ...
Πυλάδης ἐγὼ δέ γʼ ἐπεκέλευσα κἀπέλυσʼ ὄκνου.
Ὀρέστης σοί, πάτερ, ἀρήγων. Ἠλέκτρα οὐδʼ ἐγὼ προύδωκά σε.
Πυλάδης οὔκουν ὀνείδη τάδε κλυὼν ῥύσηι τέκνα;
Ὀρέστης δακρύοις κατασπένδω σʼ. Ἠλέκτρα ἐγὼ δʼ οἴκτοισί γε.
Πυλάδης παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα·
εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί,
κλύει. σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
δότʼ εὐτυχῆσαι τῶιδʼ ἐμοί τε τῆιδέ τε·
τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία.
Ἠλέκτρα Μυκηνίδες ὦ φίλιαι,
τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.
Χορός τίνα θροεῖς αὐδάν, πότνια; παραμένει
γὰρ ἔτι σοι τάδʼ ἐν Δαναϊδᾶν πόλει.
Ἠλέκτρα στῆθʼ αἱ μὲν ὑμῶν τόνδʼ ἁμαξήρη τρίβον,
αἱ δʼ ἐνθάδʼ ἄλλον οἶμον ἐς φρουρὰν δόμων.
Χορός τί δέ με τόδε χρέος ἀπύεις;
ἔνεπέ μοι, φίλα.
Ἠλέκτρα φόβος ἔχει με μή τις ἐπιδὼν κάσιν
σταθέντʼ ἐπὶ φοίνιον αἷμα
πήματα πήμασιν ἐξεύρηι.
Χορός χωρεῖτʼ, ἐπειγώμεσθʼ· ἐγὼ μὲν οὖν τρίβον
τόνδʼ ἐκφυλάξω τὸν πρὸς ἡλίου βολάς.
— καὶ μὴν ἐγὼ τόνδʼ, ὃς πρὸς ἑσπέραν φέρει.
Ἠλέκτρα δόχμιά νυν κόρας διάφερʼ ὀμμάτων.
Χορός ἐκεῖθεν ἐνθάδʼ εἶτα πάλιν σκοπιὰν
ἔχομεν, ὡς θροεῖς.
Ἠλέκτρα ἑλίσσετέ νυν βλέφαρον,
κόρας διάδοτε πάνται διὰ βοστρύχων.
Χορός ὅδε τις ἐν τρίβωι προσέρχεται· τίς ὅδʼ ἄρʼ ἀμ-
φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;
Ἠλέκτρα ἀπωλόμεσθʼ ἄρʼ, ὦ φίλαι· κεκρυμμένας
θήρας ξιφήρεις αὐτίκʼ ἐχθροῖσιν φανεῖ.
Χορός ἄφοβος ἔχε· κενός, ὦ φίλα,
στίβος ὃν οὐ δοκεῖς.
Ἠλέκτρα τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει;
δὸς ἀγγελίαν ἀγαθάν τινʼ,
εἰ τάδʼ ἔρημα τὰ πρόσθʼ αὐλᾶς.
Χορός καλῶς τά γʼ ἐνθένδʼ· ἀλλὰ τἀπὸ σοῦ σκόπει·
ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.
— ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῆιδʼ ὄχλος.
Ἠλέκτρα φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.
Χορός τί μέλλεθʼ οἱ κατʼ οἶκον ἐν ἡσυχίαι
σφάγια φοινίσσειν;
Ἠλέκτρα οὐκ εἰσακούουσʼ· ὦ τάλαινʼ ἐγὼ κακῶν·
ἆρʼ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
Χορός τάχα τις Ἀργείων ἔνοπλος ὁρμάσας
ποδὶ βοηδρόμωι μέλαθρα προσμείξει.
Ἠλέκτρα σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·
ἀλλʼ αἱ μὲν ἐνθάδʼ, αἱ δʼ ἐκεῖσε λεύσσετε.
Χορός ἀμείβω κέλευθον σκοπεύουσα πάνται.
Ἑλένη ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.
Ἠλέκτρα ἠκούσαθʼ; ἅνδρες χεῖρʼ ἔχουσιν ἐν φόνωι·
Ἑλένης τὸ κώκυμʼ ἐστίν, ὡς ἀπεικάσαι.
Χορός ὦ Διὸς ὦ Διὸς ἀέναον κράτος,
ἔλθʼ ἐπίκουρος ἐμοῖσι φίλοισι πάντως.
Ἑλένη Μενέλαε, θνήισκω· σὺ δὲ παρών μʼ οὐκ ὠφελεῖς.
Ἠλέκτρα καὶ Χορός φονεύετε καίνετε θείνετʼ
ὄλλυτε, δίπτυχα δίστομα φάσγανʼ
ἐκ χερὸς ἱέμενοι,
τὰν λιποπάτορα λιπογάμετον, ἃ πλείστους
ἔκανεν Ἑλλάνων
δορὶ παρὰ ποταμὸν ὀλομένους,
ὅθι δάκρυα δάκρυσι πέσε σιδαρέοις
βέλεσιν ἀμφὶ τὰς Σκαμάνδρου δίνας.
Χορός σιγᾶτε σιγᾶτʼ· ἠισθόμην κτύπον τινὸς
κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.
Ἠλέκτρα ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον
ἥδʼ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.
στείχει γὰρ ἐσπαίσουσα δικτύων βρόχους·
καλὸν τὸ θήραμʼ, ἢν ἁλῶι, γενήσεται.
πάλιν κατάστηθʼ ἡσύχωι μὲν ὄμματι,
χροιᾶι δʼ ἀδήλωι τῶν δεδραμένων πέρι·
κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,
ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.
ὦ παρθένʼ, ἥκεις τὸν Κλυταιμήστρας τάφον
στέψασα καὶ σπείσασα νερτέροις χοάς;
Ἑρμιόνη ἥκω λαβοῦσα πρευμένειαν. ἀλλά μοι
φόβος τις εἰσελήλυθʼ, ἥντινʼ ἐν δόμοις
τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.
Ἠλέκτρα τί δʼ; ἄξιʼ ἡμῖν τυγχάνει στεναγμάτων.
Ἑρμιόνη εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;
Ἠλέκτρα θανεῖν Ὀρέστην κἄμʼ ἔδοξε τῆιδε γῆι.
Ἑρμιόνη μὴ δῆτʼ, ἐμούς γε συγγενεῖς πεφυκότας.
Ἠλέκτρα ἄραρʼ· ἀνάγκης δʼ ἐς ζυγὸν καθέσταμεν.
Ἑρμιόνη ἦ τοῦδʼ ἕκατι καὶ βοὴ κατὰ στέγας;
Ἠλέκτρα ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾶι ...
Ἑρμιόνη τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγηις.
Ἠλέκτρα τλήμων Ὀρέστης, μὴ θανεῖν, ἐμοῦ θʼ ὕπερ.
Ἑρμιόνη ἐπʼ ἀξίοισί τἄρʼ ἀνευφημεῖ δόμος.
Ἠλέκτρα περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;
ἀλλʼ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,
σῆι μητρὶ προσπεσοῦσα τῆι μέγʼ ὀλβίαι,
Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.
ἄγʼ, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,
οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.
ἴθʼ εἰς ἀγῶνα δεῦρʼ, ἐγὼ δʼ ἡγήσομαι·
σωτηρίας γὰρ τέρμʼ ἔχεις ἡμῖν μόνη.
Ἑρμιόνη ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.
σώθηθʼ ὅσον γε τοὐπʼ ἔμʼ. Ἠλέκτρα ὦ κατὰ στέγας
φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθʼ ἄγραν;
Ἠλέκτρα ἔχεσθʼ ἔχεσθε, φάσγανον δὲ πρὸς δέρηι
βαλόντες ἡσυχάζεθʼ, ὡς εἰδῆι τόδε
Μενέλαος, οὕνεκʼ ἄνδρας, οὐ Φρύγας κακούς,
εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.
Χορός ἰὼ ἰὼ φίλαι,
κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν
πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος
μὴ δεινὸν Ἀργείοισιν ἐμβάληι φόβον,
βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,
πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον
καθαιμακτὸν ἐν δόμοις κείμενον,
ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·
τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δʼ οὐ σαφῶς.
διὰ δίκας ἔβα θεῶν
νέμεσις ἐς Ἑλέναν·
δακρύοισι γὰρ Ἑλλάδα πᾶσαν ἔπλησε …
διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον
Πάριν, ὃς ἄγαγʼ Ἑλλάδʼ εἰς Ἴλιον.
Φρύξ Ἀργέιον ξίφος ἐκ θανάτου
πέφευγα βαρβάροις ἐν εὐ-
μάρισιν κεδρωτὰ πα-
στάδων ὑπὲρ τέραμνα
Δωρικάς τε τριγλύφους,
φροῦδα φροῦδα, Γᾶ Γᾶ,
βαρβάροισι δρασμοῖς.
αἰαῖ· πᾶι φύγω, ξέναι, πολιὸν αἰ-
θέρʼ ἀμπτάμενος ἢ
πόντον, Ὠκεανὸς ὃν
ταυρόκρανος ἀγκάλαις
ἑλίσσων κυκλοῖ χθόνα;
Χορός τί δʼ ἐστίν, Ἑλένης πρόσπολʼ, Ἰδαῖον κάρα;
Φρύξ Ἴλιον Ἴλιον, ὤμοι μοι,
Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-
δας ὄρος ἱερόν, ὥς σʼ ὀλόμενον στένω
βαρβάρωι βοᾶι διὰ τὸ τᾶς ὀρνιθόγονον
ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας
σκύμνον Δυσελέναν Δυσελέναν, ξεστῶν
περγάμων τῶν Ἀπολ-
λωνίων Ἐρινύν.
ὀτοτοτοῖ
ἰαλέμων ἰαλέμων·
Δαρδανία τλάμων,
Γανυμήδεος ἱπποσύνα, Διὸς εὐνέτα.
Χορός σαφῶς λέγʼ ἡμῖν αὔθʼ ἕκαστα τἀν δόμοις.
Φρύξ αἴλινον αἴλινον ἀρχὰν θρήνου
βάρβαροι λέγουσιν,
αἰαῖ, Ἀσιάδι φωνᾶι, βασιλέων
ὅταν αἷμα χυθῆι κατὰ γᾶν ξίφεσιν
σιδαρέοισιν Ἅιδα.
ἦλθον ἐς δόμους,
ἵνʼ αὔθʼ ἕκαστά σοι λέγω,
λέοντες Ἕλλανες
δύο διδύμωι ῥυθμῶι·
τῶι μὲν ὁ στρατηλάτας
πατὴρ κλήιζεται,
ὁ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
οἷος Ὀδυσσεύς, σιγᾶι δόλιος,
πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,
ξυνετὸς πολέμου, φόνιός τε δράκων·
ἔρροι τᾶς ἡσύχου
προνοίας κακοῦργος ὤν.
οἱ δὲ πρὸς θρόνους ἔσω
μολόντες ἇς ἔγημʼ ὁ το-
ξότας Πάρις γυναικός, ὄμ-
μα δακρύοις πεφυρμένοι,
ταπείνʼ ἕζονθʼ, ὁ μὲν
τὸ κεῖθεν, ὁ δὲ τὸ κεῖθεν, ἄλ-
λος ἄλλοθεν δεδραγμένοι,
περὶ δὲ γόνυ χέρας ἱκεσίους
ἔβαλον ἔβαλον Ἑλένας ἄμφω.
ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
ἀμφίπολοι Φρύγες·
προσεῖπεν δʼ ἄλλος ἄλ-
λον πεσὼν ἐν φόβωι,
μή τις εἴη δόλος·
κἀδόκει τοῖς μὲν οὔ,
τοῖς δʼ ἐς ἀρκυστάτων
μηχανὰν ἐμπλέκειν
παῖδα τὰν Τυνδαρίδʼ ὁ
ματροφόντας δράκων.
Χορός σὺ δʼ ἦσθα ποῦ τότʼ; ἢ πάλαι φεύγεις φόβωι;
Φρύξ Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις
παρὰ βόστρυχον αὔραν αὔραν
Ἑλένας Ἑλένας εὐπᾶγι κύκλωι
πτερίνωι πρὸ παρῆιδος ἀίσσων.
ἁ δὲ λίνον λίνον ἠλακάται
δακτύλοις ἕλισσεν,
νῆμα δʼ ἵετο πέδωι,
σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-
ματα συστολίσαι χρήιζουσα λίνωι,
φάρεα πορφύρεα, δῶρα Κλυταιμήστραι,
προσεῖπεν δʼ Ὀρέστας
Λάκαιναν κόραν· Ὦ Διὸς παῖ,
θὲς ἴχνος πέδωι δεῦρʼ ἀποστᾶσα κλισμοῦ
Πέλοπος ἐπὶ προπάτορος ἕδρανα
παλαιᾶς ἑστίας,
ἵνʼ εἰδῆις λόγους ἐμούς.
ἄγει δʼ ἄγει νιν, ἁ δʼ ἐφεί-
πετʼ οὐ πρόμαντις ὧν ἔμελ-
λεν· ὁ δὲ συνεργὸς ἄλλʼ ἔπρασσʼ
ἰὼν κακὸς Φωκεύς·
Οὐκ ἐκποδὼν ἴτʼ; ἀλλʼ ἀεὶ κακοὶ Φρύγες.
ἔκληισεν δʼ ἄλλον ἄλ-
λοσε στέγας, τοὺς μὲν ἐν
σταθμοῖσιν ἱππικοῖσι, τοὺς δʼ
ἐν ἐξέδραισι, τοὺς δʼ ἐκεῖσʼ
ἐκεῖθεν διαρμόσας
ἀποπρὸ δεσποίνας.
Χορός τί τοὐπὶ τῶιδε συμφορᾶς ἐγίγνετο;
Φρύξ Ἰδαία μᾶτερ μᾶτερ,
ὀβρίμα ὀβρίμα Ἀνταία,
φονίων παθέων ἀνόμων τε κακῶν
ἅπερ ἔδρακον ἔδρακον ἐν δόμοις τυράννων.
ἀμφιπορφύρων πέπλων
ὑπὸ σκότου ξίφη σπάσαν-
τες ἐν χεροῖν ἄλλοσʼ ἄλ-
λοθεν δίνευον ὄμ-
μα, μή τις παρὼν τύχοι.
ὡς κάπροι δʼ ὀρέστεροι
γυναικὸς ἀντίοι σταθέν-
τες ἐννέπουσι· Κατθανῆι κατθανῆι·
κακός σʼ ἀποκτείνει πόσις,
κασιγνήτου προδοὺς
ἐν Ἄργει θανεῖν γόνον. ἁ δʼ ἀνίαχεν ἴαχεν· Ἰώ μοί μοι.
λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοις
κτύπησε κρᾶτα μέλεον πλαγάν,
φυγάδι δὲ ποδὶ τὸ χρυσεοσάμβαλον ἴχνος
ἔφερεν ἔφερεν· ἐς κόμας δὲ δακτύλους
δικὼν Ὀρέστας, Μυκηνίδʼ ἀρβύλαν
προβάς, ὤμοις ἀρι-
στεροῖσιν ἀνακλάσας δέραν,
παίειν λαιμῶν ἔμελ-
λεν εἴσω μέλαν ξίφος.
Χορός ποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;
Φρύξ ἰαχᾶι δόμων θύρετρα καὶ σταθμοὺς
μοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν,
βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγας,
ὁ μὲν πέτρους, ὁ δʼ ἀγκύλας,
ὁ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
ἔναντα δʼ ἦλθεν Πυλάδας ἀλίαστος,
οἷος οἷος Ἕκτωρ
ὁ Φρύγιος ἢ καὶ τρικόρυθος Αἴας,
ὃν εἶδον εἶδον ἐν πύλαις Πριαμίσι· φασ-
γάνων δʼ ἀκμὰς συνήψαμεν.
τότε δὴ τότε διαπρεπεῖς
ἐγένοντο Φρύγες ὅσον Ἄρεος ἀλκὰν
ἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς,
ὁ μὲν οἰχόμενος φυγάς, ὁ δὲ νέκυς ὤν,
ὁ δὲ τραῦμα φέρων, ὁ δὲ λισσόμενος,
θανάτου προβολάν·
νεκροὶ δʼ ἔπιπτον, οἱ δʼ ἔμελλον, οἱ δʼ ἔκεινθʼ·
ὑπὸ σκότον δʼ ἐφεύγομεν.
ἔμολε δʼ ἁ τάλαινʼ Ἑρμιόνα δόμους
ἐπὶ φόνωι χαμαιπετεῖ ματρὸς ἅ
νιν ἔτεκεν τλάμων.
ἄθυρσοι δʼ οἷά νιν
δραμόντε βάκχαι σκύμνον ἐν χεροῖν
ὀρείαν ξυνήρπασαν·
πάλιν δὲ τᾶς Διὸς κόρας
ἐπὶ σφαγὰν ἔτεινον· ἁ δʼ
ἐγένετο διαπρὸ δωμάτων ἄφαντος,
ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς καὶ Νύξ,
ἤτοι φαρμάκοις
ἢ μάγων τέχναις ἢ θεῶν κλοπαῖς.
τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δραπέταν γὰρ ἐξ-
έκλεπτον ἐκ δόμων πόδα.
πολύπονα δὲ πολύπονα πάθεα Μενέλας
ἀνσχόμενος ἀνόνατον ἀνόνατον ἀπο-
πρὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.
Χορός καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·
ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
βαίνοντʼ Ὀρέστην ἐπτοημένωι ποδί.
Ὀρέστης ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;
Φρύξ προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
Ὀρέστης οὐκ ἐν Ἰλίωι τάδʼ ἐστὶν ἀλλʼ ἐν Ἀργείαι χθονί.
Φρύξ πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.
Ὀρέστης οὔτι που κραυγὴν ἔθηκας, Μενέλεων βοηδρομεῖν;
Φρύξ σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.
Ὀρέστης ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλλυτο;
Φρύξ ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θενεῖν.
Ὀρέστης δειλίαι γλώσσηι χαρίζηι, τἄνδον οὐχ οὕτω φρονῶν.
Φρύξ οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο;
Ὀρέστης ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν.
Φρύξ τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ.
Ὀρέστης ὧδε κἀν Τροίαι σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
Φρύξ ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
Ὀρέστης μὴ πέτρος γένηι δέδοικας ὥστε Γοργόνʼ εἰσιδών;
Φρύξ μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα.
Ὀρέστης δοῦλος ὢν φοβῆι τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν;
Φρύξ πᾶς ἀνήρ, κἂν δοῦλος ἦι τις, ἥδεται τὸ φῶς ὁρῶν.
Ὀρέστης εὖ λέγεις· σώιζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων.
Φρύξ οὐκ ἄρα κτενεῖς μʼ; Ὀρέστης ἀφεῖσαι. Φρύξ καλὸν ἔπος λέγεις τόδε.
Ὀρέστης ἀλλὰ μεταβουλευσόμεσθα. Φρύξ τοῦτο δʼ οὐ καλῶς λέγεις.
Ὀρέστης μῶρος, εἰ δοκεῖς με τλῆναί σʼ ἂν καθαιμάξαι δέρην·
οὔτε γὰρ γυνὴ πέφυκας οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ.
τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων·
ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·
ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος.
Χορός ἰὼ ἰὼ τύχα,
ἕτερον εἰς ἀγῶνʼ ἕτερον αὖ δόμος
φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε
ἢ σῖγʼ ἔχωμεν; ἀσφαλέστερον, φίλαι.
ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
θοάζων ὅδʼ αἰθέρος ἄνω καπνός.
ἅπτουσι πεύκας ὡς πυρώσοντες δόμους
τοὺς Τανταλείους οὐδʼ ἀφίστανται φόνου.
τέλος ἔχει δαίμων βροτοῖς,
τέλος ὅπαι θέληι.
μεγάλα δέ τις ἁ δύναμις καὶ ἀλαστόρων·
ἔπεσʼ ἔπεσε μέλαθρα τάδε διʼ αἱμάτων
διὰ τὸ Μυρτίλου πέσημʼ ἐκ δίφρου.
ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας
ὀξύπουν, ἠισθημένον που τὴν τύχην ἣ νῦν πάρα.
οὐκέτʼ ἂν φθάνοιτε κλῆιθρα συμπεραίνοντες μοχλοῖς,
ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ
πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.
Μενέλαος ἥκω κλυὼν τὰ δεινὰ καὶ δραστήρια
δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ.
ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω
ὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴν
ῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων.
Ὀρέστης οὗτος σύ, κλήιθρων τῶνδε μὴ ψαύσηις χερί·
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·
ἢ τῶιδε θριγκῶι κρᾶτα συνθραύσω σέθεν,
ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.
μοχλοῖς δʼ ἄραρε κλῆιθρα, σῆς βοηδρόμου
σπουδῆς ἅ σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν.
Μενέλαος ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους,
ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρηι.
Ὀρέστης πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;
Μενέλαος οὐδέτερʼ· ἀνάγκη δʼ ὡς ἔοικέ σου κλύειν.
Ὀρέστης μέλλω κτανεῖν σου θυγατέρʼ, εἰ βούληι μαθεῖν.
Μενέλαος Ἑλένην φονεύσας ἐπὶ φόνωι πράσσεις φόνον;
Ὀρέστης εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.
Μενέλαος ἀρνῆι κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε;
Ὀρέστης λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον ...
Μενέλαος τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
Ὀρέστης τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν.
Μενέλαος ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφωι.
Ὀρέστης θεοὺς ἀπαίτει· παῖδα δὲ κτενῶ σέθεν.
Μενέλαος οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
Ὀρέστης οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.
Μενέλαος ἦ καὶ σύ, Πυλάδη, τῶιδε κοινωνεῖς φόνου;
Ὀρέστης φησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων.
Μενέλαος ἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγηις πτεροῖς.
Ὀρέστης οὐ φευξόμεσθα, πυρὶ δʼ ἀνάψομεν δόμους.
Μενέλαος ἦ γὰρ πατρῶιον δῶμα πορθήσεις τόδε;
Ὀρέστης ὡς μή γʼ ἔχηις σύ, τήνδʼ ἐπισφάξας πυρί.
Μενέλαος κτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
Ὀρέστης σίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς.
Μενέλαος ἄπαιρε θυγατρὸς φάσγανον. Ὀρέστης ψευδὴς ἔφυς.
Μενέλαος ἀλλὰ κτενεῖς μου θυγατέρʼ; Ὀρέστης οὐ ψευδὴς ἔτʼ εἶ.
Μενέλαος οἴμοι, τί δράσω; Ὀρέστης πεῖθʼ ἐς Ἀργείους μολών ...
Μενέλαος πειθὼ τίνʼ; Ὀρέστης ἡμᾶς μὴ θανεῖν αἰτοῦ πόλιν.
Μενέλαος ἢ παῖδά μου φονεύσεθʼ; Ὀρέστης ὧδʼ ἔχει τάδε.
Μενέλαος ἦ γὰρ δίκαιον ζῆν σε; Ὀρέστης καὶ κρατεῖν γε γῆς.
Μενέλαος ποίας; Ὀρέστης ἐν Ἄργει τῶιδε τῶι Πελασγικῶι.
Μενέλαος εὖ γοῦν θίγοις ἂν χερνίβων ... Ὀρέστης τί δὴ γὰρ οὔ;
Μενέλαος καὶ σφάγια πρὸ δορὸς καταβάλοις. Ὀρέστης σὺ δʼ ἂν καλῶς;
Μενέλαος ἁγνὸς γάρ εἰμι χεῖρας. Ὀρέστης ἀλλʼ οὐ τὰς φρένας.
Μενέλαος τίς δʼ ἂν προσείποι σʼ; Ὀρέστης ὅστις ἐστὶ φιλοπάτωρ.
Μενέλαος ὅστις δὲ τιμᾶι μητέρʼ; Ὀρέστης εὐδαίμων ἔφυ.
Μενέλαος οὔκουν σύ γʼ. Ὀρέστης οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.
Μενέλαος ὦ τλῆμον Ἑλένη ... Ὀρέστης τἀμὰ δʼ οὐχὶ τλήμονα;
Μενέλαος σφάγιον ἐκόμισά σʼ ἐκ Φρυγῶν ... Ὀρέστης εἰ γὰρ τόδʼ ἦν.
Μενέλαος πόνους πονήσας μυρίους. Ὀρέστης πλήν γʼ εἰς ἐμέ.
Μενέλαος πέπονθα δεινά. Ὀρέστης τότε γὰρ ἦσθʼ ἀνωφελής.
Μενέλαος ἔχεις με. Ὀρέστης σαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς.
ἀλλʼ εἷʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε,
σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,
Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.
Μενέλαος ὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται,
οὐχ εἷʼ ἐνόπλωι ποδὶ βοηδρομήσετε;
πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
Ἀπόλλων Μενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον·
Φοῖβός σʼ ὁ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ·
σύ θʼ ὃς ξιφήρης τῆιδʼ ἐφεδρεύεις κόρηι,
Ὀρέσθʼ, ἵνʼ εἰδῆις οὓς φέρων ἥκω λόγους.
Ἑλένην μέν, ἣν σὺ διολέσαι πρόθυμος ὢν
ἥμαρτες, ὀργὴν Μενέλεωι ποιούμενος,
ἐγώ νιν ἐξέσωσα χὐπὸ φασγάνου
τοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός.
Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,
Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖς
σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
ἐπεὶ θεοὶ τῶι τῆσδε καλλιστεύματι
Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον
θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών,
Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρους
Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον·
κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον.
ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλιν
δίκην ὑπόσχες αἵματος μητροκτόνου
Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς
πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην
ψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή.
ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρηι,
γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεται
Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε·
θανεῖν γὰρ αὐτῶι μοῖρα Δελφικῶι ξίφει,
δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
Πυλάδηι δʼ ἀδελφῆς λέκτρον, ὧι ποτʼ ἤινεσας,
δός· ὁ δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει.
Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,
ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός,
φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις
πόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν.
τὰ πρὸς πόλιν δὲ τῶιδʼ ἐγὼ θήσω καλῶς,
ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα.
Ὀρέστης ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων
οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ ἀλλʼ ἐτήτυμος.
καίτοι μʼ ἐσήιει δεῖμα, μή τινος κλύων
ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις·
ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς,
καὶ λέκτρʼ ἐπήινεσʼ, ἡνίκʼ ἂν διδῶι πατήρ.
Μενέλαος ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε
θεῶν κατοικήσουσαν ὄλβιον δόμον.
Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ,
Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦς
γήμας ὄναιο καὶ σὺ χὠ διδοὺς ἐγώ.
Ἀπόλλων χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν
νείκους τε διαλύεσθε. Μενέλαος πείθεσθαι χρεών.
Ὀρέστης κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,
Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
Ἀπόλλων ἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστην
θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δʼ
Ἑλένην Ζηνὸς μελάθροις πελάσω,
λαμπρῶν ἄστρων πόλον ἐξανύσας,
ἔνθα παρʼ Ἥραι τῆι θʼ Ἡρακλέους
Ἥβηι πάρεδρος θεὸς ἀνθρώποις
ἔσται σπονδαῖς ἔντιμος ἀεί,
σὺν Τυνδαρίδαις τοῖς Διὸς ὑγρᾶς
ναύταις μεδέουσα θαλάσσης.