eul_wid: kci-ab
ἈπόσπασμαHymn to Demeter of Hermione
Aristocles the Paradoxographer Hymn to Demeter of Hermione PDF
| 206 | Δάματερ πολύκαρπε, σὺ Σικελοῖσιν ἐναργὴς καὶ παρ’ Ἐρεχθείδαις, ἓν δέ τι 〈τοῦτο〉 μέγα κρίνετ’ ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ ταῦρον, ὃν οὐχ αἱροῦς’ ἀνέρες οὐδὲ δέκα, τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει τόνδ’ ἐπὶ βωμόν, ὁ δ’ ὡς ματέρι παῖς ἕπεται. σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης, καὶ πάντων θάλλοι κλᾶρος ἐν Ἑρμιόνᾳ. * |