ΑΛΚΜΑΙΩΝ.
Ὡς Πυθαγοριστῇ θύομεν τῷ Λοξίᾳ,
ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.
ΒΟΥΣΙΡΙΣ.
Εἰμὶ γὰρ Βοιώτιος,
ὀλίγα μὲν ἄλλων δίκαια ταῦτα πολλὰ δʼ ἐσθίων.
ΔΥΣΚΟΛΟΣ.
Ἀλλʼ, ἀντιβολῶ σʼ, ἐπίταττέ μοι μὴ πόλλʼ ἄγαν,
μηδʼ ἄγρια λίαν, μηδʼ ἐπηργυρωμένα,
μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. Β. πῶς ἔτι
μετριώτερʼ ὦ δαιμόνιε; Α. πῶς; σύντεμνε καὶ
ἐπεξαπάτα με. τοὺς μὲν ἰχθῦς μοι κάλει
ἰχθύδιον· ὄψον δʼ ἂν λέγῃς ἕτερον, κάλει
ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.
ΙΠΠΟΤΡΟΦΟΣ.
Βαῖνʼ ἐκ θαλάμων κυπαρισσορόφων
ἔξω, Μάνη· στεῖχʼ εἰς ἀγοράν
πρὸς τοὺς Ἑρμᾶς,
οὗ προσφοιτῶσʼ οἱ φύλαρχοι,
τούς τε μαθητὰς τοὺς ὡραίους,
οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους
μελετᾷ Φείδων καὶ καταβαίνειν.
οἶσθʼ οὓς φράζω;
τούτοις τοίνυν ἄγγελλʼ ὁτιὴ
ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν,
ξηρὸν φύραμʼ, ἄρτοι ξηροί·
σπλάγχνʼ ὀπτᾶται, χναῦμʼ ἥρπασται,
κρέας ἐξ ἅλμης ἐξῄρηται,
τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
χορδῆς ἕτερος, φύσκης ἕτερος
διαλαιμοτομεῖθʼ ὑπὸ τῶν ἔνδον.
κρατὴρ ἐξερροίβδητʼ οἴνου·
πρόποσις χωρεῖ· λέπεται κόρδαξ·
ἀκολασταίνει νοῦς μειρακίων·
πάντες δʼ ἔνδον τὰ κάτωθεν ἄνω.
μέμνησʼ ἃ λέγω, πρόσεχʼ οἷς φράζω.
χάσκεις αὐτός;
βλέψον δευρί· πῶς αὐτὰ φράσεις;
αὐτίκʼ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς.
ἥκειν ἤδη καὶ μὴ μέλλειν,
τῷ τε μαγείρῳ μὴ λυμαίνεσθʼ,
ὡς τῶν ὄψων ἑφθῶν ὄντων,
ὀπτῶν ὄντων, ψυχρῶν ὄντων,
καθʼ ἕκαστα λέγων· βολβός, ἐλάω,
σκόροδον, καυλός, κολοκύντη, ἔτνος,
θρῖον, φυλλάς· θύννου τεμάχη,
γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου,
φοξῖνος ὅλος, κορακῖνος ὅλος,
μεμβράς, σκόμβρος,
θυννίς, κωβιός, ἠλακατῆνες,
κυνὸς οὐραῖον τῶν καρχαριῶν,
νάρκη, βάτραχος, πέρκη, σαῦρος,
τριχίας, φυκίς, βρίγκος, τρίγλη,
κόκκυξ, τρυγών, σμύραινα, φάγρος,
μύλλος, λεβίας, σπάρος, αἰολίας,
θρᾷττα, χελιδών, καρίς, τευθίς,
ψῆττα, δρακαινίς,
πουλυπόδειον, σηπία, ὀρφώς,
κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι,
κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος.
κρέα τʼ ἄλλα — τὸ πλῆθος ἀμύθητον —
χηνός, χοίρου, βοός, ἀρνός, οἰός,
κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης,
κίττης, πέρδικος, ἀλωπεκίου.
καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσʼ ἔστʼ
ἀγαθῶν πλήθη.
πᾶς δὲ κατʼ οἴκους μάττει, πέττει,
τίλλει, κόπτει, τέμνει, δεύει,
χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ
σεμναὶ δʼ αὐλῶν ἀγαναὶ φωναί,
μολπὰ κλαγγὰ θράττει, πνεῖται.
κούραν κασίας
ἀπὸ γᾶς ἁγίας ἁλίας Συρίας
ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ
λιβάνου, μάρου, σμύρνης, καλάμου,
στύρακος, βάρου,
λίνδου, κίνδου, κισθοῦ, μίνθου.
τοιάδε δόμους ὁμίχλη κατέχει
πάντων ἀγαθῶν ἀνάμεστος.
ΙΣΘΜΙΟΝΙΚΗΣ.
ΦΑΡΜΑΚΟΠΩΛΗΣ.
ΦΙΛΙΠΠΟΣ.
Ἆρʼ οἶσθʼ ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μάχη,
οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα,
ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς,
ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα
κατεαγότʼ, ἀσπίδας δὲ προσκεφάλαια καὶ
θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
καὶ τόξα, καταπέλταισι δʼ ἐστεφανώμεθα.
Τῶν Φαρσαλίων
ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ;
Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες· ἆρά που
ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαϊκήν;
Καὶ τὸ λεγόμενον
σπανιώτερον πάρεστιν ὀρνίθων γάλα,
καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.
Οὐκ ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων
ἔνδον παρʼ ἡμῖν λοπαδοφυσητής.
Ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια.