eul_wid: mpi-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Delphic Paean II and Prosodion to Apollo by Limenius of Athens

The Delphic Paean II and Prosodion to Apollo is a two-part hymn composed by the Athenian musician Limenius around 128 or 127 BCE. Written in a literary Doric dialect, the work comprises a paean, or hymn of praise, followed by a prosodion, a processional hymn. It was performed at the sanctuary of Delphi during the Pythian Games and the Theoxenia festival, a ritual in which the gods were honored as divine guests. The hymn praises the god Apollo, recounting his mythic slaying of the serpent Python and his subsequent establishment of the famous Delphic oracle, themes that celebrate divine order and communal worship.

The text survives not through medieval manuscript transmission but as an original inscription carved on a stone stele discovered at Delphi. This monument preserves both the lyrics and the accompanying ancient Greek musical notation, rendering it one of the most complete surviving examples of notated music from the ancient world. While the stone has suffered damage, the content of the hymn is largely reconstructable. Scholars interpret it as a professional, commissioned work for a major Panhellenic festival, likely performed by the Athenian guild known as the Artists of Dionysus. Its principal importance today lies in the field of musicology, where it provides invaluable evidence for understanding the scales, rhythm, and performance practices of Hellenistic Greek music.

Παιὰν δὲ καὶ ποθόδιον εἰς τὸν θεὸν ὃ ἐπόησεν καὶ
προσεκιθάρισεν Λιμήνιος Θοίνου Ἀθηναῖος
Ἴτʼ ἐπὶ τηλέσκοπον τάνδε Παρνασίαν φιλόχορον
δικόρυφον κλειτύν, ὕμνων κατάρχετε δʼ ἐμῶν,
Πιερίδες, αἳ νιφοβόλους πέτρας ναίεθʼ Ἑλικωνίδας·
μέλπετε δὲ Πύθιον χρυσοχαίταν ἕκατον εὐλύραν
Φοῖβον, ὃν ἔτικτε Λατὼ μάκαιρα παρὰ λίμνᾳ κλυτᾷ,
χερσὶ γλαυκᾶς ἐλαίας θιγοῦσʼ ὄζον ἐν ἀγωνίαις ἐριθαλῆ.
Πᾶς δὲ γάθησε πόλος οὐράνιος ἀννέφελος ἀγλαός,
νηνέμους δʼ ἔσχεν αἰθὴρ ἀελλῶν ταχυπετεῖς δρόμους,
λῆξε δὲ βαρυβρόμων Νηρέως ζαμενὲς οἶδμʼ
ἠδὲ μέγας Ὠκεανός, ὃς πέριξ γᾶν ὑγραῖς ἀγκάλαις ἀμπέχει.
Τότε λιπὼν Κυνθίαν νῆσον ἐπέβα θεὸς
πρωτόκαρπον κλυτὰν Ἀτθίδʼ ἐπὶ γαλόφῳ πρῶνι Τριτωνίδος·
μελίπνοον δὲ Λίβυς αὐδὰγ χέων λωτὸς ἀνέμελπεν ἁ-
δεῖαν ὄπα μειγνύμενος αἰόλοις κιθάριος μέλεσιν, ἅμα δʼ
ἴαχεν πετροκατοίκητος ἀχὼ Παιὰν ἰὲ Παιάν·
ὁ δὲ γέγαθʼ, ὅτι νόῳ δεξάμενος
ἀμβρόταν Διὸς ἐπέγνω φρένʼ· ἀνθʼ ὧν ἐκεί-
νας ἀπʼ ἀρχᾶς Παιήονα κικλῄσκομεν ἅπας
λαὸς αὐτοχθόνων ἠδὲ Βάκχου μέγας θυρσοπλὴξ
ἑσμὸς ἱερὸς τεχνιτῶν ἔνοικος πόλει Κεκροπίᾳ.
Ἀλλὰ χρησμῳδὸν ὃς ἔχεις τρίποδα, βαῖνʼ ἐπὶ θεοστιβέα
τάνδε Παρνασίαν δειράδα φιλένθεον.
Ἀμφὶ πλόκαμον σὺ δʼ οἰνῶπα δάφνας κλάδον πλεξάμενος
ἀπλέτους θεμελίους τʼ ἀμβρότᾳ χειρὶ σύρων, ἄναξ,
Γᾶς πελώρῳ συναντᾷς κόρᾳ.
Ἀλλὰ Λατοῦς ἐρατογλέφαρον ἔρνος ἀγρίαν
παῖδα Γᾶς τʼ ἔπεφνες ἰοῖς, ὁμοῦ τʼ ἀναβοᾷς …
ἡ δὲ πόθον ἔσχε ματρὸς φίλας
… ηρ ἃ κατέκτας ος …
σύριγμʼ ἀπε … ων …
ἐφρούρεις δὲ Γᾶς
ἱερόν, ὦναξ, παρʼ ὀμφαλόν, ὁ βάρβαρος Ἄρης
ὅτε τεὸν μαντόσυνον οὐ σεβί-
ζων ἕδος πολυκυθὲς λῃζόμενος
ὤλεθʼ ὑγρᾷ χιόνος ἐν ζάλᾳ …
Ἀλλʼ, ὦ Φοῖβε, σῷζε θεό-
κτιστον Παλλάδος ἄστυ καὶ
λαὸν κλεινόν, σύν τε θεά,
τόξων δεσπότι Κρησίων
κυνῶν τʼ Ἄρτεμις, ἠδὲ Λα-
τὼ κυδίστα· καὶ ναέτας
Δελφῶν τημελεῖθʼ ἅμα τέ-
κνοις συμβίοις δώμασιν ἀ-
πταίστους, Βάκχου θʼ ἱερονί-
καισιν εὐμενεῖς μόλετε
προσπόλοισι, τάν τε δορί-
στεπτον κάρτεϊ Ῥωμαίων
ἀρχὰν αὔξετʼ ἀγηράτῳ
θάλλουσαν φερενίκαν.